SCRIPTURA

Appian · The Punic Wars · 3 of 7

Sections 47–66

Translated by Horace White

ContentsMarkdown.md ↓

47. Presently Hannibal returned accompanied by the Spanish and Celtic troops from the hill. Scipio hastened to recall the Romans from the pursuit, and formed a new line of battle much stronger than those who were coming against him, by which means he overcame them without difficulty. When this last effort had failed, Hannibal despaired utterly, and fled in plain sight. Many horsemen pursued him, and among others Masinissa, although suffering from his wound, pressed him hard, striving eagerly to take him prisoner and deliver him to Scipio. But night came to his rescue and under cover of darkness, with twenty horsemen who had alone been able to keep pace with him, he took refuge in a town named Thon. Here he found many Bruttian and Spanish horsemen who had fled after the defeat. Fearing the Spaniards because they were fickle barbarians, and apprehending that the Bruttians, as they were Scipio’s countrymen, might deliver him up in order to secure pardon for their transgression against Italy, he fled secretly with one horseman in whom he had full confidence. Having accomplished about 3000 stades in two nights and days, he arrived at the seaport of Hadrumetum, where a part of his army had been left to guard his supplies. Here he began to collect forces from the adjacent country and from those who had escaped from the recent engagement, and to prepare arms and engines of war.

47. ὁ δʼ ἐπανῄει πεφραγμένος Ἴβηρσι καὶ Κελτοῖς ἀπὸ του λόφου. καὶ ὁ Σκιπίων αὖθις ἐκ τῆς διώξεως τοὺς Ῥωμαίους ἀνεκάλει μετὰ σπουδῆς, καὶ παρέτασσε πολὺ πλείονας τῶν ἀπὸ τοῦ λόφου καταβεβηκότων· ὅθεν αὐτῶν οὐ δυσχερῶς περιεγίγνετο. Ἀννίβας δὲ καὶ τῆσδε τῆς πείρας τελευταίας γενομένης ἀποτυχών, ἔφευγεν ἤδη σαφῶς ἀπογνοὺς ἅπαντα. καὶ αὐτὸν ἐδίωκον ἱππεῖς ἄλλοι τε πολλοὶ καὶ Μασσανάσσης, περιώδυνος ὢν ἐκ τοῦ τραύματος, ἀεί τε πλησιάζων, καὶ μέγα ποιούμενος αἰχμάλωτον Ἀννίβαν ἀγαγεῖν Σκιπίωνι. τὸν δὲ νὺξ ἐρρύσατο, καὶ σκότιος μετʼ εἴκοσιν ἱππέων, τῶν δυνηθέντων σὺν αὐτῷ συνανύσαι τὸν δρόμον, ἐς πόλιν κατέφυγεν ᾗ ὄνομα Θῶν, ἔνθα Βρεττίων ἔγνω καὶ Ἰβήρων ἱππέας πολλοὺς ἀπὸ τῆς ἥττης συμπεφευγότας. δείσας οὖν περὶ μὲν τῶν Ἰβήρων ὡς βαρβάρων ταχυέργων, περὶ δὲ Βρεττίων ὡς Ἰταλῶν ὁμοεθνῶν Σκιπίωνι, μὴ ἐς συγγνώμην ὧν ἐξήμαρτον ἐς τὴν Ἰταλίαν, προσαγάγωσιν αὐτὸν τῷ Σκιπίωνι, λαθὼν ἐξέφυγε μεθʼ ἑνὸς ἱππέως, ᾧ μάλιστʼ ἐπίστευεν. σταδίους δʼ ἀνύσας ἐς τρισχιλίους δύο νυξί τε καὶ ἡμέραις, ἧκεν ἐς πόλιν ἐπὶ θαλάσσης Ἀδρυμητόν, ἔνθα τι μέρος ἦν αὐτῷ στρατιᾶς σιτοφυλακοῦν. περιπέμπων δʼ ἐς τὰ πλησίον, καὶ τοὺς ἐκ τῆς μάχης διαφυγόντας ἀναλαμβάνων, ὅπλα καὶ μηχανήματα εἰργάζετο.

48. Now Scipio, having gained this splendid victory, girded himself as for a sacrifice and burned the less valuable spoils of the enemy, as is the custom of the Roman generals. He sent to Rome ten talents of gold, 2500 talents of silver, a quantity of carved ivory, and many distinguished captives in ships, and Laelius to carry news of the victory. The remainder of the spoils he sold, and divided the proceeds among the troops. He also made presents for distinguished valor, and crowned Masinissa again. He also sent out expeditions and gathered in more cities. Such was the result of the engagement between Hannibal and Scipio, who here met in combat for the first time. The Roman loss was 2500 men, that of Masinissa rather more. That of the enemy was 25,000 killed, and 8500 taken prisoners. Three hundred Spaniards deserted to Scipio, and 800 Numidians to Masinissa.

48. Σκιπιων δε νίκην ἀριστην νενικηκως, τὰ μὲν ἄχρηστα τῆς λείας ἐνεπιμπρη διαζωσάμενος αὐτός, ὥσπερ εἰώθασι Ῥωμαίων οἱ στρατηγοι, χρυσίου δʼ ἐς Ῥώμην τάλαντα δέκα καὶ ἀργυριου δισχίλια καὶ πεντακόσια καὶ ἐλέφαντα εἰργασμένον καὶ τοὺς ἐπιφανεῖς τῶν αἰχμαλώτων ἔπεμπε, καὶ Λαίλιον ἐξαγγελοῦντα περὶ τῆς νίκης, ἐπὶ νεῶν.., τὰ δὲ λοιπὰ ἀποδόμενος τὴν τιμὴν ἐπιδιεῖλε τῷ στρατῷ, καὶ δῶρα τοῖς ἀριστεύσασιν ἐδίδου, καὶ Μασσανάσσην ἐστεφάνου καὶ τότε. καὶ τὰς πόλεις ἐπιὼν ἐχειροῦτο. τὸ μὲν δὴ τέλος τῆς Ἀννίβου τε καὶ Σκιπίωνος ἐν Λιβύῃ μάχης, τότε πρῶτον ἀλλήλοις ἐς χεῖρας ἐλθόντων, τοῦτʼ ἦν, ἀπέθανον δὲ Ῥωμαίων μὲν δισχίλιοι καὶ πεντακόσιοι, Μασσανάσσου δʼ ἔτι πλείονες, καὶ τῶν πολεμίων δισμύριοι καὶ πεντακισχίλιοι. αἰχμάλωτοι δʼ ἐλήφθησαν ὀκτακισχίλιοι καὶ πεντακόσιοι. καὶ Ἴβηρες ηὐτομόλησαν πρὸς Σκιπίωνα τριακόσιοι, καὶ Νομάδες πρὸς Μασσανάσσην ὀκτακόσιοι.

49. Before the news reached either Carthage or Rome, the former sent word to Mago, who was collecting Gallic mercenaries, to invade Italy if possible, and if not, to set sail with his forces for Africa. These letters being intercepted and brought to Rome, another army, together with horses, ships, and money, was despatched to Scipio. The latter had already sent Octavius by the land route to Carthage, and was going thither himself with his fleet. When the Carthaginians learned of Hannibal’s defeat they sent ambassadors to Scipio on a small fast-sailing ship, of whom the principal ones were Hanno the Great and Hasdrubal Eriphus, who bore a herald’s staff aloft on the prow and stretched out their hands toward Scipio in the manner of suppliants. He directed them to come to the camp, and when they had arrived he attended to their business in high state. They threw themselves on the ground weeping, and when the attendants had lifted them up and bade them say what they wished, Hasdrubal Eriphus spoke as follows:

49. οὔπω δὲ οὔτε Καρχηδόνιοι τῶνδε οὔτε Ῥωμαῖοι πυθόμενοι, οἱ μὲν ἐπέστελλον Μάγωνι, ξενολογοῦντι ἔτι Κελτούς, ἐσβαλεῖν ἐς τὴν Ἰταλίαν, εἰ δύναιτο, ἢ ἐς Λιβύην μετὰ τῶν μισθοφόρων καταπλεῦσαι, οἱ δέ, τῶνδε τῶν γραμμάτων ἁλόντων καὶ ἐς Ῥώμην κομισθέντων, στρατιὰν ἄλλην καὶ ἵππους καὶ ναῦς καὶ χρήματα ἔπεμπον τῷ Σκιπίωνι. ὁ δὲ ἤδη τῇ Καρχηδόνι κατὰ μὲν τὴν γῆν ἐπέπεμπεν Ὀκτάουιον, ταῖς δὲ ναυσὶν αὐτὸς ἐπέπλει. καὶ οἱ Καρχηδόνιοι τὴν ἧσσαν Ἀννίβου πυθόμενοι, πρέσβεις ἐπὶ κελητίου προσέπεμπον τῷ Σκιπίωνι, ὧν ἡγοῦντο Ἄννων τε ὁ μέγας λεγόμενος καὶ Ἀσδρούβας ὁ ἔριφος· οἳ τὸ κηρύκειον ὑψηλὸν ἔστησαν ἐπὶ τῆς πρᾴρας, καὶ τὰς χεῖρας ὤρεγον ἐς τὸν Σκιπίωνα ἱκετῶν τρόπον. ὁ δὲ αὐτοὺς ἐκέλευσεν ἥκειν ἐς τὸ στρατόπεδον καὶ ἐλθοῦσιν ἐφʼ ὑψηλοῦ προκαθήμενος ἐχρημάτιζεν. οἱ δὲ μετʼ οἰμωγῆς ἑαυτοὺς ἐρρίπτουν ἐς τὸ ἔδαφος, καὶ τῶν ὑπηρετῶν ἀνιστάντων καὶ λέγειν κελευόντων ὅ τι θέλοιεν, Ἀσδρούβας ὁ ἔριφος εἶπεν·

50. “For myself, Romans, and for Hanno here, and for all sensible Carthaginians, let me say that we are guiltless of the wrongs which you lay at our door. For when the same men, driven by hunger, did violence to your legates, we rescued them and sent them back to you. You ought not to condemn all the people of Carthage who so recently sought peace, and when it was granted eagerly took the oath to support it. But cities are easily swayed to their hurt, because the masses are always controlled by what is pleasing to their ears. We have had experience of these things, having been unable either to persuade or to restrain the multitude by reason of those who slandered us at home and who have prevented us from making ourselves understood by you. Romans, do not judge us by the standard of your own discipline and good counsel. If any one esteems it a crime to have yielded to the persuasions of these rabble-rousers, consider the hunger and the necessity that was upon us by reason of suffering. For it could not have been a deliberate intention on the part of our people, first to ask for peace, and give such a large sum of money to obtain it, and deliver up all their galleys except a few, and surrender the bulk of their territory, swear to these things, and send an embassy to Rome with the ratifications, and then wantonly to violate the agreement before our embassy had returned. Surely some god misled them and the tempest that drove your supplies into Carthage; and besides the tempest, hunger carried us away, for people who are in want of everything do not form the best judgments respecting other people’s property. It would not be reasonable to punish with severity a multitude of men so disorganized and unfortunate.”

50. ἐμοὶ μὲν ἔστιν, ὦ Ῥωμαῖοι, καὶ Ἄννωνι τῷδε, καὶ ὅσοι Καρχηδονίων ἔμφρονες, καθαρεύειν ἁμαρτημάτων ὧν ἡμῖν ἐπικαλεῖτε· τοὺς γὰρ πρέσβεις ὑμῶν, ἐς οὓς ἐξήμαρτεν ἡ πατρὶς ἄκουσα ὑπὸ λιμοῦ, περιεσώζομεν καὶ πρὸς ὑμᾶς ἐπέμπομεν. χρὴ δʼ ὑμᾶς μηδὲ Καρχηδονίων καταγιγνώσκειν ἁπάντων, οἵ γε τὴν εἰρήνην καὶ πρότερον ᾔτησαν καὶ λαβόντες προθύμως ὤμνυον. εἰσὶ δʼ αἱ πόλεις ἐπὶ τὸ χεῖρον εὐεπίστρεπτοι, καὶ τὸ πρὸς χάριν ἀεὶ παρὰ τοῖς πλήθεσιν ἐπικρατεῖ. ἃ καὶ ἡμεῖς ἐπάθομεν, οὔτε πεῖσαι δυνηθέντες τὸ πλῆθος οὔτʼ ἐπισχεῖν διὰ τοὺς ἐκεῖ μὲν διαβάλλοντας ἡμᾶς, παρὰ δὲ ὑμῖν τὴν παρρησίαν ἀφῃρημένους. μὴ δὴ ἀπὸ τῆς ὑμετέρας εὐπειθείας ἢ εὐβουλίας, ὦ Ῥωμαῖοι, τὰ παρʼ ἡμῖν κρίνετε, ἀλλʼ εἴ τῳ καὶ τὸ πεισθῆναι τοι?͂ς ἐπιτρίβουσιν ἀδίκημα εἶναι δοκεῖ, τὸν λιμὸν ἐπίδεσθε, καὶ τὴν ἀνάγκην ἣ γέγονεν ἡμῖν ὑπὸ τοῦ πάθους. οὐ γὰρ δὴ τῶν αὐτῶν ἔργον ἑκούσιον ἦν ἄρτι μὲν περὶ εἰρήνης παρακαλεῖν, καὶ χρήματα τοσαῦτα διδόναι, καὶ τῶν νεῶν τῶν μακρῶν πλὴν ὀλίγων ἀφίστασθαι, καὶ τὸ πολὺ τῆς ἀρχῆς ὑμῖν παριέναι, καὶ περὶ τῶνδε ὀμνύναι τε καὶ ὁρκοῦν πέμψαντας ἐς Ῥωμην, ἔτι δʼ ὄντων τῶν ἡμετέρων πρέσβεων παρʼ ὑμῖν ἑκόντας ἁμαρτεῖν. ἀλλὰ μάλιστα μὲν θεῶν τις ἔβλαψε, καὶ ὁ χειμὼν ὁ τὴν ἀγορὰν ὑμῶν ἐς Καρχηδόνα καταγαγών· ἐπὶ δὲ τῷ χειμῶνι ὁ λιμὸς ἡμᾶς ἀφείλετο μὴ καλῶς ὑπὲρ τῶν ἀλλοτρίων φρονῆσαι, πάντων ἐνδεεῖς ὄντας. οὐδὲ λογισμὸν αἰτεῖν ἄξιον παρὰ πλήθους ἀσυντάκτου καὶ ἀτυχοῦντος.

51. “But if you consider us more guilty than unfortunate, we confess our fault and ask pardon for it. Justification belongs to the innocent, entreaty to those who have offended. And much more readily will the fortunate extend pity to others, when they observe the mutability of human affairs, and see people craving mercy to-day who yesterday were carrying things with a high hand. Such is the condition of Carthage, the greatest and most powerful city of Africa, in ships and money, in elephants, in infantry and cavalry, and in subject peoples, which has flourished 700 years and held sway over all Africa and so many other nations, islands, and seas, standing for the greater part of this time on an equality with yourselves, but which now places her hope of safety not in her dominion of the sea, her ships, her horses, her subjects (all of which have passed over to you), but in you, whom we have heretofore shamefully treated. Contemplating these facts, Romans, it is fit that you should beware of the Nemesis which has come upon them and should use your good fortune mercifully, to do deeds worthy of your own magnanimity and of the former fortunes of Carthage, and to deal with the changes which Providence has ordered in our affairs without reproach, so that your conduct may be blameless before the gods and win the praises of all mankind.”

51. εἰ δὲ καὶ ὣς ἀδικεῖν ὑμῖν δοκοῦμεν, οὐκ ἀτυχεῖν, ὁμολογοῦμεν, καὶ διʼ αὐτὸ καὶ παρακαλοῦμεν. ἔστι δὲ τῶν μὲν οὐδὲν ἁμαρτόντων δικαιολογία, τῶν δʼ ἁμαρτόντων παράκλησις. ἐφʼ ᾗ ταχύτερός ἐστιν ὁ τῶν εὐτυχούντων ἔλεος, τὰ ἀνθρώπεια ὑφορωμένων, ὅταν αἴσθωνται διὰ τὰς αἰφνιδίους μεταβολὰς παρακαλοῦντας τοὺς ἐχθὲς ἀδικεῖν δυναμένους. οἷα καὶ ἡ Καρχηδονίων πόλις, ἡ τῆς Λιβύης μεγίστη καὶ δυνατωτάτη ναυσὶ καὶ χρήμασιν ὁμοῦ καὶ ἐλέφασι καὶ στρατῷ πεζῷ τε καὶ ἱππικῷ, καὶ ὑπηκόοις πολλοῖς, ἑπτακοσίοις ἔτεσιν ἀνθήσασα, καὶ Λιβύης πάσης καὶ ἄλλων ἐθνῶν καὶ νήσων καὶ θαλάσσης τοσῆσδε ἄρξασα, καὶ ὑμῖν αὐτοῖς ἐς ἀμφήριστον ἐπὶ πλεῖστον ἐλθοῦσα, νῦν οὐκ ἐν τῇ θαλάσσῃ καὶ ταῖς ναυσίν, οὐδʼ ἐν τοῖς ἐλέφασι καὶ ἵπποις, οὐδʼ ἐν τοῖς ὑπηκόοις, ὧν πάντων ὑμῖν ἀφίσταται, τὴν ἐλπίδα τῆς σωτηρίας, ἀλλʼ ἐν αὐτοῖς ὑμῖν ἔχει τοῖς προπεπονθόσι κακῶς. ἃ χρὴ θεωροῦντας ὑμᾶς, καὶ τὴν ἐπʼ αὐτοῖς νέμεσιν φυλασσομένους, μετριοπαθῶς χρῆσθαι ταῖς εὐπραξίαις, καὶ τῆς σφετέρας αὐτῶν, ὦ Ῥωμαῖοι, μεγαλοφροσύνης καὶ τῆς Καρχηδονίων ποτὲ τύχης ἄξια πράσσειν, τάς τε τοῦ δαιμονίου μεταβολὰς ἀνεπιφθόνως ἐν ταῖς ἡμετέραις συμφοραῖς διατίθεσθαι, ἵνα καὶ πρὸς τοὺς θεοὺς ἀναμάρτητα ᾖ τὰ ὑμέτερα ὑμῖν, καὶ πρὸς ἀνθρώπους ἀξιέπαινα πάντας.

52. “There need be no fear that the Carthaginians will change their minds again, after being subjected to such repentance and punishment for their past folly. Wise men are prevented from wrong-doing by their wisdom, the wicked by their suffering and repentance. It is reasonable to suppose that those who have been chastised will be more trusty than those who have not had such experience. Be careful that you do not imitate the cruelty and the sinfulness that you lay at the door of the Carthaginians. The misfortunes of the miserable are the source of fresh transgressions arising from poverty. To the fortunate the opportunity for clemency exists in the abundance of their means. It will be neither to the glory nor to the advantage of your government to destroy so great a city as ours, instead of preserving it. Still, you are the better judges of your own interests. For our safety we rely on these two things: the ancient dignity of the city of Carthage and your well-known moderation, which, together with your arms, has raised you to so great dominion and power. We must accept peace on whatever terms you grant. It is needless to say that we place everything in your hands.”

52. οὐ γὰρ δὴ μὴ μετάθωνται γε καὶ νῦν οἱ Καρχηδόνιοι δέος ἔστιν, οἳ τοσήνδε μετάνοιαν καὶ δίκην τῆς πρὶν ἀγνωμοσύνης ὑφίστανται. ἔστι δʼ ἀναμαρτησίας τοῖς μὲν σώφροσιν ἡ εὐβουλία φυλακή, τοῖς δʼ ἁμαρτοῦσι τὸ προπαθεῖν καὶ μεταγνῶναι. βεβαιοτέρους τε εἰκός ἐστι τοὺς νενουθετημένους εἶναι τῶν ἀπειράτων. οὐδʼ ἄξιον Καρχηδονίοις ὑμᾶς ὠμότητα καὶ ἁμαρτίαν ἐπικαλοῦντας ταῦτα μιμεῖσθαι· τοῖς μὲν γὰρ ἀτυχοῦσιν ἑτέρων ἁμαρτημάτων ἄρχουσιν ὑπὸ τῆς ἀπορίας αἱ συμφοραί, τοῖς δʼ εὖ πράσσουσιν ἐν ἐξουσίᾳ τὸ φιλάνθρωπόν ἐστιν. οὐδʼ εὐκλεές, οὐδὲ συμφέρον ἐς τὴν ἀρχὴν ὑμῖν ἐστὶ πόλιν τοσήνδε καθαιρεῖν μᾶλλον ἢ περισώζειν. ἐστὲ δὲ ἀμείνονες μὲν ὑμεῖς τῶν ὑμετέρων συμφερόντων κριταί, ἡμεῖς δʼ ὑμῖν ἐς τὴν ἑαυτῶν σωτηρίαν δύο ταῦτα μάλιστα φέρομεν ἐκ πάντων, τὸ τῆς Καρχηδονίων ποτὲ ἀξίωμα ἀρχῆς, καὶ τὴν ὑμετέραν αὐτῶν ἐς πάντα μετριοπάθειαν, ἣ μετὰ τῶν ὅπλων ἐς τοσοῦτον ὑμᾶς ἐπῇρεν ἀρχῆς καὶ δυνάμεως. τίσι δὲ συνθήκαις, ἂν ἄρα διδῶτε τὴν εἰρήνην, χρησόμεθα περὶ αὐτῆς, περισσὸν λέγειν τοὺς ἐφʼ ὑμῖν τὰ ἑαυτῶν τιθεμένους.

53. At the conclusion of his speech Eriphus burst into tears. Then Scipio dismissed them and consulted with his officers a long time. After he had come to a decision, he called the Carthaginian envoys back and addressed them thus: “You do not deserve pardon, you who have so often violated your treaties with us, and only lately abused our envoys in such a public and heaven-defying manner that you can neither excuse yourselves nor deny that you are worthy of the severest punishment. But what is the use of accusing those who confess? And now you take refuge in prayers, you who would have wiped out the very name of Rome if you had conquered. We did not imitate your bad example. When your ambassadors were at Rome, although you had violated the agreement and maltreated our envoys, the city allowed them to go free, and when they were driven into my camp, although the war had been recommenced, I sent them back to you unharmed. Now that you have condemned yourselves, you may consider whatever terms are granted to you in the light of a gain. I will tell you what my views are, and our Senate will vote upon them as it shall think best.”

53. τοσαῦτʼ εἰπὼν ὁ ἔριφος ἐπέκλαυσεν. ὁ δὲ Σκιπίων μεταστησάμενος αὐτοὺς ἐβουλεύετο μετὰ τῶν ἀρίστων ἐπὶ πολύ. ὡς δʼ ἔκρινεν, ἐσκαλέσας αὐτοὺς ἔλεγεν ὧδε· ἐστὲ μὲν οὐδεμιᾶς συγγνώμης ἄξιοι, πολλάκις ἐς σπονδὰς ἡμῶν ὑβρίσαντες, καὶ τὰ τελευταῖα νῦν καὶ ἐς πρεσβείας ἁμαρτόντες οὕτω φανερῶς καὶ ἀθεμίτως ὡς μήτε ἐξαρνεῖσθαι μήτε ἀντιλέγειν ὅτι μὴ τῆς ἐσχάτης ἐστὲ τιμωρίας ἄξιοι. τί δὲ δεῖ κατηγορεῖν τῶν ὁμολογούντων; ἐς ἱκεσίας καταφεύγετε οἱ μηδʼ ὄνομα Ῥωμαίων ὑπολιπόντες ἄν, εἰ ὑμεῖς ἐκρατήσατε. ἀλλʼ ἡμεῖς μὲν οὐδέ ποθʼ ὑμῖν ὅμοια ποιήσομεν, ἐπεὶ καὶ τοὺς πρέσβεις ὑμῶν, ἔτι ὄντας ἐν Ῥώμῃ, παρεσπονδηκότων ὑμῶν καὶ ἐς πρέσβεις ἁμαρτόντων, ἥ τε πόλις ἀπέλυσε, κἀγὼ καταχθέντας ἐς τὸ στρατόπεδον πρὸς ὑμᾶς ἤδη πολεμοῦντας ἀπέπεμψα ἀπαθεῖς. χρὴ δʼ ὑμᾶς καταγιγνώσκοντας αὑτῶν, ὅ τι ἂν λάβητε, κέρδος ἡγεῖσθαι. λέξω δʼ ἅ μοι δοκεῖ, καὶ ἡ σύγκλητος ἐπιψηφιεῖ ἃ ἂν δοκιμάσῃ.

54. “We will yet grant you peace, Carthaginians, on condition that you surrender to the Romans all your warships ships except ten, all your elephants, the plunder you have lately taken from us, or the value of what has been lost, of which I shall be the judge, all prisoners and deserters and those whom Hannibal led from Italy. These conditions to be fulfilled within thirty days after peace is declared. Mago to depart from Liguria within sixty days, and your garrisons to be withdrawn from all cities beyond the Phoenician trenches and their hostages to be surrendered. You to pay to Rome the sum of 250 Euboïc talents per annum for fifty years. You shall not recruit mercenaries from the Celts or the Ligurians, nor wage war against Masinissa or any other friend of Rome, nor permit any Carthaginians to serve against them with consent of your people. You to retain your city and as much territory inside the Phœnician trenches as you had when I sailed for Africa. You to remain friends of Rome and be her allies on land and sea; all this, if the Senate please, in which case the Romans will evacuate Africa within 150 days. If you desire an armistice until you can send ambassadors to Rome, you shall forthwith give us 150 of your children as hostages whom I shall choose. You shall also give 1000 talents in addition for the pay of my army, and provisions likewise. When the treaty is ratified we will release your hostages.”

54. δίδομεν ὑμῖν καὶ ἔτι τὴν εἰρήνην, ὦ Καρχηδόνιοι, ἢν τάς τε ναῦς τὰς μακρὰς παραδιδῶτε Ῥωμαίοις χωρὶς δέκα μόνων, καὶ τοὺς ἐλέφαντας ὅσους ἔχετε, καὶ ὅσα ἡρπάσατε πρῴην, ἢ τῶν ἀπολωλότων τιμήν, ἐμοῦ τὰ ἀμφίβολα κρίνοντος, καὶ αἰχμάλωτα πάντα καὶ αὐτομόλους, καὶ ὅσους Ἀννίβας ἐξ Ἰταλίας ἤγαγεν. ταῦτα μὲν ἐν τριάκοντα ἡμέραις ἀφʼ οὗ ἂν ἡ εἰρήνη κριθῇ· ἐν δʼ ἑξήκοντα ἡμέραις Μάγωνα χρὴ Λιγύων ἀποστῆναι, καὶ τὰς φρουρὰς ὑμᾶς ἐξαγαγεῖν ἐκ τῶν πόλεων ὅσαι τῶν Φοινικίδων τάφρων ἐκτός εἰσι, καὶ ὅσα αὐτῶν ἔχετε ὅμηρα, ἀποδοῦναι, καὶ ἐς Ῥώμην ἑκάστου ἔτους ἀναφέρειν Εὐβοϊκὰ τάλαντα διακόσια ἐπὶ πεντήκοντα ἐνιαυτούς. καὶ μήτε ξενολογεῖν ἀπὸ Κελτῶν ἢ Λιγύων ἔτι, μήτε Μασσανάσσῃ μηδὲ ἄλλῳ Ῥωμαίων φίλῳ πολεμεῖν, μηδὲ στρατεύειν τινὰ Καρχηδονίων ἐπʼ ἐκείνους ἀπό γε τοῦ κοινοῦ. τὴν δὲ πόλιν ὑμᾶς ἔχειν, καὶ τὴν χώραν ὅσην ἐντὸς τῶν Φοινικίδων τάφρων εἴχετε ἐμοῦ διαπλέοντος ἐς Λιβύην. Ῥωμαίων τε εἶναι φίλους καὶ συμμάχους κατὰ γῆν καὶ κατὰ θάλασσαν, ἢν ἀρέσκῃ ταῦτα τῇ βουλῇ. ἀρεσάντων δέ, Ῥωμαίους ἀναχωρεῖν ἐκ Λιβύης πεντήκοντα καὶ ἑκατὸν ἡμέραις. ἀνοχὰς δὲ ἢν ἐθέλητε λαβεῖν ἔστε πρεσβεύσητε ἐς Ῥώμην, δώσετε μὲν ἡμῖν αὐτίκα ὅμηρα πεντήκοντα καὶ ἑκατὸν παῖδας, οὓς ἂν αὐτὸς ἐπιλέξωμαι, δώσετε δὲ ἐς δαπάνην τῇ στρατιᾷ ἄλλα τάλαντα χίλια καὶ ἀγοράν. καὶ γενομένων τῶν σπονδῶν ἀπολήψεσθε τὰ ὅμηρα.

55. When Scipio had finished speaking the envoys bore his conditions to Carthage, where the people debated them in the Assembly for several days. The chief men thought that it was best to accept the offer and not, by refusing a part, to run the risk of losing all; but the vulgar crowd, not considering the instant peril rather than the draft, great as it was, upon their resources, and being the majority, refused compliance. They were angry that their rulers, in time of famine, should send provisions away to the Romans instead of supplying their own citizens during the armistice, and they banded together, threatening to plunder and burn the houses of every one of them. Finally, they decided to take counsel with Hannibal, who now had 60000 infantry and 500 cavalry stationed at the town of Marthama. He came and, although moderate citizens feared lest a man so fond of war should excite the people to renewed exertions, he very gravely advised them to accept peace. But the people, mad with rage, reviled him also, and threatened everybody, until some of the notables, despairing of the city, took refuge with Masinissa, and others with the Romans themselves.

55. ταῦτα τοῦ Σκιπίωνος εἰπόντος οἱ μὲν πρέσβεις ἔφερον ἐς Καρχηδόνα τοὺς λόγους, συνιόντος δὲ τοῦ πλήθους ἐς ἐκκλησίαν ἐπὶ πολλὰς ἡμέρας, τοῖς μὲν ἀρίστοις ἐδόκει τὰ προτεινόμενα δέξασθαι καὶ μὴ περὶ τινῶν ἀπειθοῦντας κινδυνεύειν περὶ ἁπάντων, τὸ δʼ ἀγοραῖον πλῆθος οὐ τὸ παρὸν δεινὸν ἐκλογιζόμενοι μᾶλλον ἢ τὴν ἀφαίρεσιν ὧν ἔχουσι, τοσήνδε οὖσαν, ἠπείθουν, καὶ ἠγανάκτουν εἰ ἐν λιμῷ τὸν σῖτον οἱ ἄρχοντες αἱροῦνται Ῥωμαίοις ἀντὶ τῶν πολιτῶν ἐς τὰς ἀνοχὰς παρασχεῖν, ἐφʼ ἕκαστόν τε αὐτῶν συνιστάμενοι πᾶσιν ἠπείλουν τὰς οἰκίας αὐτῶν διαρπάσειν καὶ καταπρήσειν. τέλος δʼ ἔγνωσαν Ἀννίβαν, ἔχοντα μὲν ἤδη πεζοὺς ἑξακισχιλίους ἱππέας δὲ πεντακοσίους, σταθμεύοντα δʼ ἐν πόλει Μαρθαμά, σύμβουλον ἐπὶ τοῖς παροῦσι καλεῖν. ὁ δʼ ἧκε, καὶ τῶν μετρίων δεδιότων μὴ φιλοπόλεμος ἀνὴρ ἐπιτρίψῃ τὸ πλῆθος, πάνυ σεμνῶς ἐκέλευε τὴν εἰρήνην δέχεσθαι. ὁ δὲ δῆμος καὶ τόνδε ὑπʼ ὀργῆς μανιώδους ἐβλασφήμει καὶ πᾶσιν ἠπείλει, μέχρι τῶν γνωρίμων τοὺς μὲν ἐς Μασσανάσσην καταφυγεῖν, τοὺς δὲ ἐς αὐτοὺς Ῥωμαίους αὐτομολῆσαι, τῆς πόλεως ἀπογνόντας.

56. The remaining Carthaginians, hearing that a large quantity of provisions had been stored by Hannibal at a certain place, sent a number of transports and war-ships thither, being resolved, if they could obtain food, to continue the war and to endure everything rather than accept servitude to the Romans. But after a storm had shattered their ships, despairing of everything, they accused the gods of conspiring against them, assented to the agreement with Scipio, and sent an embassy to Rome. Scipio also sent counsellors to confirm the agreement. It was said that Scipio was moved by two considerations. He thought that peace would be for the advantage of the city. He knew also that the consul, C. Cornelius Lentulus, would grasp at his command, and he was not willing that another should reap the glory of bringing the war to an end. At all events he enjoined upon his messengers to say that if there should be delay at Rome he would conclude peace himself.

56. οἱ δὲ Καρχηδόνιοι πυθόμενοι σῖτον πολὺν ἐς ἐμπόριόν τι ὑπὸ Ἀννίβου σεσωρεῦσθαι, ὁλκάδας ἐπʼ αὐτὸν ἐξέπεμπον καὶ ναῦς μακράς, ἐγνωκότες, εἰ τὸν σῖτον λάβοιεν, ἐκστρατεῦσαι καὶ ὑπομεῖναι πᾶν ὅ τι ἂν ἡ τύχη κρίνῃ, μᾶλλον ἢ Ῥωμαίοις δουλεύειν ἑκόντες. ἐπεὶ δὲ ἄνεμός τε καὶ χειμὼν τὰς ναῦς συνέτριψαν, ἀπογνόντες ἁπάντων ἐμέμφοντο τοῖς θεοῖς ὡς ἐπιβουλεύουσι, καὶ συνετίθεντο τῷ Σκιπίωνι, καὶ ἐπρεσβεύοντο ἐς Ῥώμην. καὶ ὁ Σκιπίων ἔπεμπε τοὺς συμβουλεύσοντας κυροῦν τὰ συγκείμενα. λέγεται δὲ τοῦτο ἐσηγήσασθαι τῇ τε πόλει συμφέρειν ὑπολαβών, καὶ πυθόμενος Γναῖον Κορνήλιον Λέντλον τὸν ὕπατον ἐφεδρεύειν αὑτοῦ τῇ στρατηγίᾳ, τὴν δόξαν οὐκ ἐθέλων ἑτέρου γενέσθαι. προσέταξε γοῦν λέγειν ἀπιοῦσιν ὅτι βραδυνόντων Ῥωμαίων αὐτὸς ἐφʼ ἑαυτοῦ συνθήσεται.

57. There was great rejoicing at Rome that this mighty city, which had brought so many calamities upon them and had been the second or third in the leadership of the world, had been completely vanquished. But there were differences of opinion as to what should be done. Some were exceedingly bitter toward the Carthaginians. Others had pity on them, thinking that this was a more becoming attitude to take respecting other people’s misfortunes. One of Scipio’s friends rose and said: “Gentlemen, this is not so much a question of saving Carthage as it is of preserving our faith with the gods and our reputation among men — lest it be said that we, who have so often charged the carthaginians with cruelty, behave with greater cruelty than they, and that we, who always exercise moderation in small matters, neglect it wholly in large ones, which, on account of their very magnitude, cannot escape notice. The deed will be sounded through all the earth, now and hereafter, if we destroy this famous city, former mistress of the seas, ruler of so many islands, and of the whole expanse of water, and more than half of Africa, and which in contests with ourselves has exhibited such wonderful success and power. While they were in arms it was necessary to fight them; now that they have fallen they should be spared, just as athletes refrain from striking a fallen antagonist, and as many wild beasts spare the enemies they have thrown down. It is fitting, in the hour of success, to beware of the indignation of the gods and of the envy of mankind. If we consider closely what they have done to us, that is itself a most fearful example of the fickleness of fortune, that they are now asking us simply to save them from destruction, they who have been able to inflict so many and so great evils upon us, and not long ago were contending on even terms with us for the possession of Sicily and Spain. But, for these things they have already been punished. For their later transgressions blame the pangs of hunger, the most painful suffering that can afflict mankind, a torture that may easily dethrone the reasoning powers of men.”

57. οἱ δὲ πάνυ μὲν ἥδοντο κεκρατηκότες πόλεως τοσαύτης, ἣ πολλὰ καὶ δεινὰ πρότερον αὐτοὺς ἐδεδράκει, καὶ τῶν ἐπὶ τῆς γῆς δευτέραν ἢ τρίτην εἶχεν ἡγεμονίαν· οἱ σύμβουλοι δʼ ἐστασίαζον, οἱ μὲν ἔτι σὺν ὀργῇ χαλεπαίνοντες τοῖς Καρχηδονίοις, οἱ δὲ ἐλεοῦντες αὐτοὺς ἤδη, καὶ ἀξιοῦντες ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὸ σφέτερον εὐπρεπῶς διατίθεσθαι. ὑπαναστὰς δέ τις τῶν Σκιπίωνος φίλων εἶπεν· οὐ περὶ τῆς Καρχηδονίων σωτηρίας ἐστὶν ἡμῖν ἡ φροντίς, ὦ ἄνδρες, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἔς τε θεοὺς πίστεως καὶ πρὸς ἀνδρῶν εὐφημίας, μὴ Καρχηδονίων αὐτῶν ὠμότερα πράξωμεν, οἳ Καρχηδονίοις ὠμότητα ἐπικαλοῦμεν, καὶ μετριοπαθείας ἀεὶ φροντίσαντες ἐπὶ τῶν βραχυτέρων, ἀμελήσωμεν ἐν τοῖς μείζοσιν· ἃ μηδὲ λαθεῖν ἔνεστι διὰ τὸ μέγεθος, ἀλλʼ ἐς ἅπασαν γῆν περιελεύσεται καὶ νῦν καὶ ὕστερον, ἢν πόλιν περιώνυμον καὶ θαλασσοκράτορα ἀνέλωμεν, ἣ καὶ νήσων ἦρξε πολλῶν καὶ θαλάσσης ὅλης καὶ Λιβύης ὑπὲρ ἥμισυ, ἔν τε τοῖς πρὸς ἡμᾶς αὐτοὺς ἀγῶσι πολλὰ καὶ τύχης καὶ δυνάμεως ἔργα ἐπεδείξατο, οἷς ἔτι μὲν φιλονεικοῦσιν ἐρίζειν ἔδει, πεσόντων δὲ φείδεσθαι, καθὰ καὶ τῶν ἀθλητῶν οὐδεὶς τὸν πεσόντα ἔτι τύπτει, καὶ τῶν θηρίων τὰ πολλὰ φείδεται τῶν καταπεσόντων. καλὸν δʼ ἐν τοῖς εὐτυχήμασι νέμεσιν θεῶν φυλάσσεσθαι καὶ ἀνθρώπων φθόνον. εἰ δέ τις, ὅσα ἔδρασαν ἡμᾶς, ἀκριβῶς ἐκλογίζεται, αὐτὸ μάλιστά ἐστι τοῦτο τῆς τύχης τὸ φοβερώτατον, εἰ περὶ μόνης ἄρτι σωτηρίας παρακαλοῦσιν οἱ πόσα καὶ πηλίκα δεδυνημένοι δρᾶσαι καὶ οὐ πρὸ πολλοῦ περί τε Σικελίας καὶ Ἰβηρίας καλῶς ἀγωνισάμενοι. ἀλλʼ ἐκείνων μὲν δίκας ἔδοσαν, τῶν δὲ τελευταίων παραβάσεων λιμὸν αἰτιῶνται, κακὸν ἀνθρώποις ἐπιπονώτατον, ὃ πάντας ἐξαιρεῖν δύναται λογισμούς.

58. “I do not speak for the Carthaginians; that would not be fitting. Nor do I forget that they violated other treaties before those which are now under review. What our fathers did in like circumstances (and by which means they arrived at the summit of fortune) I will recall to your minds for you know them already. Although the neighboring peoples round about us often revolted and were continually breaking treaties, our ancestors did not disdain them — the Latins, the Etruscans, the Sabines, for example. Afterward, the Aequi, the Volsci, the Campanians, also our neighbors, and various other peoples of Italy, committed a breach of their treaties, and our fathers met it magnanimously. Moreover, the Samnite race, after betraying friendship and agreements three times and waging the most desperate war against us for eighty years, were not destroyed, nor were those others who called Pyrrhus into Italy. Nor did we destroy those Italians who lately joined forces with Hannibal, not even the Bruttians, who remained with him to the last. We took from them a part of their lands and allowed them to keep the remainder. Thus it was esteemed both generous to them and useful to us not to exterminate a whole race, but to bring them into a better state of mind.”

58. ἐγὼ δʼ οὐκ ἐρῶ μὲν οὐδὲν ὑπὲρ Καρχηδονίων (οὐ γὰρ ἄξιον), οὐδʼ ἀγνοῶ καὶ πρότερον αὐτοὺς ἄλλας συνθήκας πρὸ τῶνδε παραβῆναι· ἃ δʼ ἐπὶ τοῖς τοιούτοις ποιοῦντες οἱ πατέρες ἡμῶν ἐς τόδε τύχης προῆλθον, εἰδότας ὑμᾶς ἀναμνήσω. τῶν γὰρ γειτόνων ἡμῖν τωνδε πάντων ἐν κύκλῳ πολλάκις ἀποστάντων καὶ σπονδὰς συνεχῶς λυσάντων οὐ κατεφρόνησαν, οὐ Λατίνων, οὐ Τυρρηνῶν, οὐ Σαβίνων. τούς τε αὖ μετʼ ἐκείνους περιοικοῦντας ἡμῖν Αἰκανοὺς καὶ Οὐολούσκους καὶ Καμπανούς, καὶ ὅσα ἄλλα τῆς Ἰταλίας ἐς σπονδὰς ὕβρισεν, εὐσταθῶς ἔφερον. καὶ τὸ Σαυνιτῶν γένος τρὶς μὲν φιλίας καὶ συνθηκῶν καταφρονῆσαν, ἔτεσι δʼ ὀγδοήκοντα μεγίστους ἡμῖν πολέμους πεπολεμηκὸς οὐκ ἀνέστησαν, οὐδὲ τοὺς ἄλλους ὅσοι Πύρρον προσηγάγοντο κατὰ τῆς Ἰταλίας. οὐδʼ ἡμεῖς, τὰ ἔναγχος ταῦτα, τοὺς Ἰταλῶν Ἀννίβᾳ προσθεμένους διεφθείραμεν, οὐδὲ Βρεττίους, οἳ μέχρι τέλους αὐτῷ συνηγωνίσαντο, ἀλλὰ γῇ μόνῃ ζημιώσαντες εἰάσαμεν ἔχειν τὰ ὑπόλοιπα, ὡς εὐσεβὲς ὁμοῦ καὶ ἐς εὐτυχίαν ἡμῖν χρήσιμον, μὴ ἀφανίζειν ἀνθρώπων γένη μᾶλλον ἢ νουθετεῖν.

59. “Why, in dealing with the Carthaginians, should we change our nature, in the exercise of which we have until now so greatly prospered? Is it because their city is large? That is the very reason why it ought to be spared. Is it because they have often violated their treaties with us? So have other nations, almost all of them. Is it because they are now to be subjected to a light punishment? They are to lose all their ships but ten. They are to give up their elephants, which constitute so large a part of their strength. They are to pay 10,000 Euboïc talents. They are to yield all the cities and territories outside of the Phœnician trenches, and they are forbidden to enlist soldiers. What they took from us when pressed by hunger they are to restore, although they are still hungry. As to all doubtful matters, Scipio, the man who fought against them, is the judge. I praise Scipio the rather for the magnitude and multitude of these things. I think you ought to spare them considering the invidiousness and the mutability of human affairs. They still have (until the treaty is ratified) an abundance of ships and elephants, and Hannibal, that most skilful captain, who still has an army; also Mago, who is leading another considerable force of Celts and Ligurians; also Vermina, the son of Syphax, is allied with them, and other Numidian tribes. They have also a great many slaves. If they despair of pardon from you they will use all these things with a lavish hand. Nothing is more dangerous than desperation in battles, in which also the divine will is both uncertain and vengeful.”

59. τί οὖν παθόντες ἐπὶ Καρχηδονίων ἀλλάξωμεν τὴν φύσιν, ᾗ χρώμενοι μέχρι νῦν εὐτυχοῦμεν; ὅτι μείζων ἐστὶν ἡ πόλις αὕτη; διʼ αὐτὸ μέντοι καὶ τοῦτο μᾶλλον ἔτι φειδοῦς ἀξία. ἀλλʼ ὅτι πολλάκις παρεσπόνδησεν ἐς ἡμᾶς; καὶ γὰρ ἕτεροι, καὶ σχεδὸν ἅπαντες. ἀλλʼ ὅτι μικρὰν νῦν ὑφίστανται τιμωρίαν; ὧν νῆές τε πᾶσαι χωρὶς δέκα παραιροῦνται, καὶ τοὺς ἐλέφαντας, οἷς ἰσχύουσι, παραδιδόασι, καὶ τάλαντα Εὐβοϊκὰ μύρια τελοῦσι, καὶ πόλεων ἁπασῶν ἀφίστανται καὶ χώρας ὅσης ἄρχουσιν ἐκτὸς τῶν Φοινικίδων τάφρων, καὶ στρατολογεῖν αὐτοῖς ἀπηγόρευται, καὶ ὅσα λιμώττοντες ἥρπασαν ἀποδιδόασιν ἔτι λιμώττοντες, καὶ τῶν ἀμφιλόγων ἐστὶν αὐτοῖς Σκιπίων ὁ πολεμήσας κριτής. ἐγὼ μὲν καὶ τοῦ μεγέθους τῶνδε καὶ τοῦ πλήθους ἐπαινῶ τὸν Σκιπίωνα, καὶ ὑμᾶς ἀξιῶ φείσασθαι διὰ τὸν φθόνον καὶ τὴν τῶν ἀνθρωπείων μεταβολήν, οἷς εἰσὶν ἔτι νῆες, πρὶν συνθώμεθα, πολλαὶ καὶ πλῆθος ἐλεφάντων, καὶ Ἀννίβας στρατηγικώτατος ἀνὴρ ἤδη στρατιὰν ἔχει, καὶ Μάγων ἐκ Κελτῶν καὶ Λιγύων ἑτέρους ἄγει πολλούς, καὶ Οὐερμινᾶς ὁ Σύφακος αὐτοῖς συμμαχεῖ καὶ ἄλλα Νομάδων ἔθνη, δούλους τε ἔχουσι πολλούς. καὶ ἢν ἀπογνῶσι τὰ παρʼ ἡμῶν, ἀφειδῶς ἅπασι χρήσονται. χαλεπώτερον δʼ οὐδὲν ἀφειδίας ἐν μάχαις, ἐν αἷς καὶ τὸ δαιμόνιον ἀνώμαλον καὶ ἐπίφθονόν ἐστιν.

60. “It seems that Scipio was apprehensive of these things when he communicated his own opinion to us, saying that if we delayed he would conclude peace himself. It is reasonable to suppose, too, that he can form a better judgment than ourselves, since the one who presides over the whole business can have the best view of it. If we reject his advice we shall give pain to that ardent patriot, that renowned general, who urged us to carry the war into Africa when we were not in favor of it; and when he could not obtain an army from us, raised it himself, and there achieved for us a success far beyond our expectations. It is astonishing that you who entered upon this war so sluggishly in the beginning, should now prosecute it so fiercely and to such extremity. If any one agrees to this, but fears lest the Carthaginians should break faith again, I answer that it is more likely that they now perceive the necessity of keeping their agreements because they have suffered so much from former violations of them, and that they will observe the claims of religion all the more since their impiety has led only to their ruin. It is not consistent to despise the Carthaginians as being powerless, and in the same breath to fear lest they should have power to rebel. It will be easier for us to keep watch over them, that they do not become too great hereafter, than to destroy them now. They will fight with desperation now, but hereafter they will always be held in check by their fears. Besides, they will have plenty of troubles without us, for all their neighbors, angered by their former tyranny, will press upon them, and Masinissa, our most faithful ally, will always be there lying in wait for them.”

60. ἃ καὶ Σκιπίων ἔοικεν ὑφορώμενος ἐπιστεῖλαι μὲν ἡμῖν τὴν ἑαυτοῦ γνώμην, ἐπειπεῖν δʼ ὅτι καὶ βραδυνόντων συνθήσεται. εἰκὸς δʼ ἐκεῖνον καὶ τάδε ἄμεινον ἡμῶν ἐκλογίζεσθαι καὶ πλέον τι συνορᾶν, ὄντα ἐπὶ τῶν ἔργων. λυπήσομέν τε, ἀκυροῦντες αὐτοῦ τὴν παραίνεσιν, ἄνδρα φιλόπολιν καὶ στρατηγὸν ἐξαίρετον, ὃς οὐδʼ ἐς Λιβύην ἡμᾶς ὁρμωμένους παρώξυνέ τε, καὶ στρατιὰν οὐ λαβὼν αὑτῷ συνεστήσατο, καὶ τὰ ἐκεῖ προήγαγεν ἡμῖν ἐς ὅσον οὐκ ἠλπίζομεν. ὃ καὶ θαυμάζειν ἄξιον, ὅτι ῥᾳθύμως ἔχοντες ἐν ἀρχῇ τοῦδε τοῦ πολέμου νῦν ἔχετε φιλονείκως καὶ ἀμέτρως. εἰ δέ τις ταῦτα μὲν ἡγεῖται καλῶς ἔχειν, δέδιε δὲ μὴ καὶ νῦν τὰς σπονδὰς παραβῶσιν οἱ Καρχηδόνιοι, μάλιστα μὲν εἰκὸς αὐτοὺς ἤδη σπονδῶν φυλακῆς αἰσθάνεσθαι, πολλὰ ἐκ τῶν παραβάσεων παθόντας, καὶ τὴν εὐσέβειαν ἐς τὸ μέλλον ποιήσεσθαι περὶ πολλοῦ, ἐξ ἀσεβείας ἐς γόνυ πεσόντας· οὐκ ἔστι δὲ τῶν αὐτῶν συμβούλων ἄρτι μὲν καταφρονεῖν τῶν Καρχηδονίων ὡς οὐδὲν ἔτι ἰσχυόντων, δεδιέναι δʼ αὖθις ὡς ἀποστῆναι δυναμένους. ἡμῖν δὲ τὸ φυλάσσειν αὐτοὺς ἐς τὸ μὴ πάλιν αὔξεσθαι τοῦ νῦν ἀνελεῖν εὐχερέστερόν ἐστι· νῦν μὲν γὰρ ἐξ ἀπογνώσεως μαχοῦνται, ὕστερον δʼ ἀεὶ δεδιότας τηρήσομεν. ἅλις δὲ κακῶν ἕξουσι καὶ χωρὶς ἡμῶν, οἷς οἵ τε περίοικοι πάντες ἐπικείσονται δυσμεναίνοντες τῆς ποτὲ βίας, καὶ Μασσανάσσης, ἀνὴρ πιστότατος ἡμῖν, ἐφεδρεύσει παρὼν ἀεί.

61. “If any one is disposed to treat all these considerations lightly, and is only thinking how he may succeed to Scipio’s command and turn it to his own advantage, trusting that the favors of fortune will attend him to the end, what are we going to do with the city after we have taken it — supposing we do take it? Shall we destroy it utterly because they seized some of our corn and ships, which they are ready to give back, together with many other things? If we do not do this (having regard to the indignation of the gods and the censures of men) shall we give it to Masinissa? Although he is our friend, it is best not to make him too strong. It should rather be considered a public advantage to the Romans that the two should be at strife with each other. Is it said that we might collect rent from their land? The expense of military protection would eat up the rent, for we should need a strong force to ward off so many surrounding tribes, all of them uncivilized. Can we plant colonies in the midst of such a host of Numidians? They would always be exposed to the depredations of these powerful barbarians, and if they should conquer them they might hereafter become objects of fear and jealousy to us, possessing a country so much more fruitful than ours. All of which things, it seems to me, Scipio clearly discerned when he advised us to yield to the prayers of the Carthaginians. Let us then grant their request and that of our general.”

61. εἰ δʼ ἄρα τις καὶ τῶνδε πάντων καταφρονεῖ, ὅπως δʼ αὐτὸς ἐκδέξεται τὴν Σκιπίωνος ἀρχήν, τὸ ἑαυτοῦ μόνον σκοπεῖ, καὶ πιστεύει καὶ τὰ τῆς τύχης αὐτῷ ἐς τέλος ἀπαντήσειν, τί καὶ χρησόμεθα τῇ πόλει λαβόντες αὐτήν, ἢν καὶ λάβωμεν; ἀνελοῦμεν ἄρδην, ὅτι σῖτον ἡμῶν καὶ ναῦς ἥρπασαν; ἃ μετὰ πολλῶν ἄλλων ἀξιοῦσιν ἀποδοῦναι. ἢ τοῦτο μὲν οὐ πράξομεν, νέμεσίν τε θεῶν φυλασσόμενοι καὶ ψόγον ἀνθρώπων, Μασσανάσσῃ δʼ ἔχειν δώσομεν; ἀλλʼ εἰ καὶ φίλος ἐστίν, οὐ χρὴ στερροποιεῖν οὐδʼ ἐκεῖνον ἀμέτρως, ἡγεῖσθαι δὲ τὴν ἔριν αὐτῶν τὴν ἐς ἀλλήλους τῷ Ῥωμαίων κοινῷ συμφέρειν. ἀλλʼ ἐς προσόδους τὴν χώραν ἀνήσομεν; ἀλλʼ ἡ φυλάξουσα στρατιὰ τὴν πρόσοδον ἀναλώσει· πολλῆς γάρ, ὡς ἐν πολλοῖς περιοίκοις καὶ πᾶσι βαρβάροις, δεησόμεθα. ἀλλʼ ἀποίκους πέμψομεν ἐς μέσους τοσούσδε Νομάδας; οἳ τῶν μὲν βαρβάρων ἰσχυόντων ἀεὶ δεινὰ πείσονται, ἢν δʼ ἐπικρατήσωσιν αὐτῶν, ἐς τὸ μέλλον ἡμῖν ἔσονται φοβεροὶ καὶ ἐπίφθονοι, χώραν τοσήνδε καὶ πολὺ κρείττονα τῆς ἡμετέρας ἔχοντες. ἃ καὶ αὐτά μοι δοκεῖ συνιδὼν ὁ Σκιπίων κελεύειν ἡμῖν δέχεσθαι τὰς Καρχηδονίων παρακλήσεις. πειθώμεθα οὖν καὶ τοῖς δεομένοις καὶ τῷ στρατηγῷ.

62. When he had thus spoken, Publius Cornelius, a relative of Cornelius Lentulus, who was then consul and who expected to be Scipio’s successor, replied thus: “In war, gentlemen, the only thing to be considered is, what is advantageous. We are told that this city is still powerful. So much the more ought we to be on our guard against treachery joined to power, and to crush the power since we cannot extinguish the treachery. No time can be better chosen to free ourselves from all fear of the Carthaginians than the present, when they are weak and stripped of everything, and before they grow again to their former proportions. Not that I would deny the claims of justice, but I do not think that we can be accused of want of moderation toward the Carthaginians, who in their days of prosperity were unjust and insolent to everybody, but have become suppliants in adversity, and will immediately break away from the new treaty if they have a chance. They have neither respect for treaties nor regard for their oaths—these people whom the gentleman thinks we ought to spare, in order that we may avoid the indignation of the gods and the censures of men. I think that the gods themselves have brought Carthage into this plight in order to punish for their former impiety those who in Sicily, in Spain, in Italy, and in Africa itself, with us and with all others, were always making covenants and breaking their oaths, and committing outrage and savagery. Of these things I will give you some foreign examples before I speak of those that concern ourselves, in order that you may know that all men will rejoice over the Carthaginians if they are brought to condign punishment.”

62. ὁ μὲν οὕτως εἶπε, Πόπλιος δὲ Κορνήλιος, Κορνηλίου Λέντλου συγγενὴς τοῦ τότε ὄντος ὑπάτου καὶ τὸν Σκιπίωνα διαδέξεσθαι προσδοκῶντος, ἀντέλεγεν οὕτως· τὸ μὲν συμφέρον ἐστὶ μόνον ἐν τοῖς πολέμοις, ὦ ἄνδρες, χρήσιμον· καὶ ὅσῳ δυνατὴν ἔτι καὶ νῦν ἀποφαίνουσιν οὗτοι τὴν πόλιν, φυλάξασθαι χρὴ τὴν ἀπιστίαν αὐτῆς μετὰ τῆς δυνάμεως, καὶ τὴν ἰσχὺν προανελεῖν, ἐπεὶ μὴ τὴν ἀπιστίαν δυνάμεθα. οὐδεὶς δʼ ἡμῖν καιρὸς ἐς τὸ λῦσαι τὸν ἀπὸ Κάρχηδονίων φόβον ἐπιτηδειότερός ἐστι τοῦ παρόντος, ἐν ᾧ πάντων εἰσὶν ἀσθενεῖς καὶ ἄποροι, πρὶν αὖθις αὐτῶν ἐς ἑκάτερον αὐξηθῆναι. οὐ μέντοι καὶ τὸν τοῦ δικαίου λογισμὸν ἂν περιφύγοιμι, οὐδʼ ἀμετρίας μοι δοκῶ δόξαν οἴσεσθαι τὴν πόλιν ἐπὶ Καρχηδονίοις, οἳ παρὰ μὲν τὰς εὐπραξίας ἀδικοῦσι καὶ ἐνυβρίζουσιν ἐς ἅπαντας, ἐν δὲ ταῖς συμφοραῖς παρακαλοῦσιν, ἂν δὲ τύχωσιν, εὐθὺς ἐπὶ ταῖς συνθήκαις μετατίθενται. καὶ οὔτε σπονδῶν ἐστὶν αὐτοῖς αἰδὼς οὔτε λόγος ὅρκων· οὓς οὗτος ἀξιοῖ περισώζειν διὰ νέμεσιν θεῶν καὶ ἀνθρώπων φθόνον. ἐγὼ δʼ αὐτοὺς ἡγοῦμαι τοὺς θεοὺς ἐς τόδε τὴν Καρχηδόνα περιενεγκεῖν, ἵνα δῶσί ποτε δίκην τῆς ἀσεβείας οἳ καὶ περὶ Σικελίαν καὶ Ἰβηρίαν καὶ Ἰταλίαν καὶ ἐν αὐτῇ τῇ Λιβύῃ, καὶ πρὸς ἡμᾶς καὶ πρὸς τοὺς ἄλλους ἅπαντας, ἀεὶ συνετίθεντο καὶ παρώρκουν καὶ δεινὰ καὶ σχέτλια ἔδρων. ὧν τὰ ἀλλότρια ὑμῖν πρὸ τῶν ἡμετέρων διέξειμι, ἵνα εἰδῆτε πάντας ἐφησθησομένους Καρχηδονίοις, εἰ δίκην δοῖεν.

63. The people of Saguntum, a noble city of Spain, in league with themselves and friendly to us, they slaughtered to the last man, although they had given no offence. Those of Nuceria, a town subject to us, surrendered to them under a sworn agreement that they might depart with two garments each. They shut the senators of Nuceria up in a bath-room and suffocated them with heat. Then they shot the common people with arrows as they were going away. After entering into a treaty with the Senate of Acerra they threw them into wells and buried them alive. Our consul, Marcus Cornelius, they lured by false oaths to an interview with their general, who pretended to be sick. They seized him and carried him prisoner from Sicily into Africa with twenty-two of our ships. They put our other general, Regulus, to death with torture after he had gone back to them in accordance with his oath. The acts perpetrated by Hannibal himself in war, stratagem and perjury, against our cities and armies, and at last against his own allies, destroying their cities and slaughtering their soldiers serving with him, it would take too long to enumerate. In a word, 400 of our towns were depopulated by him. He cast our men, whom he had taken prisoners, into ditches and rivers, making bridges of their bodies to pass over. He had them trodden under foot by elephants. He made them fight with each other, brothers against brothers and fathers against sons. And just now, while they were here treating for peace, and calling the gods to witness, and taking oaths, and while their ambassadors were still among us, they seized our ships in Africa and put our men in chains. To such a pitch of madness have they been brought by the practice of cruelty.

63. οὗτοι Ζακανθαίους, πόλιν Ἰβηριας ἐπιφανῆ, σφίσι τε αὐτοῖς ἔνσπονδον καὶ φίλην ἡμῖν, ἡβηδὸν ἔκτειναν οὐδὲν ἀδικοῦντας. οὗτοι Νουκερίαν ὑπήκοον ἡμῶν ἐπὶ συνθήκῃ λαβόντες, καὶ ὀμόσαντες σὺν δύο ἱματίοις ἕκαστον ἀπολύσειν, τὴν μὲν βουλὴν αὐτῶν ἐς τὰ βαλανεῖα συνέκλεισαν καὶ ὑποκαίοντες τὰ βαλανεῖα ἀπέπνιξαν, τὸν δὲ δῆμον ἀπιόντα κατηκόντισαν. Ἀχερρανῶν δὲ τὴν βουλὴν ἐν σπονδαῖς ἐς τὰ φρέατα ἐνέβαλον, καὶ τὰ φρέατα ἐπέχωσαν. Μᾶρκόν τε Κορνήλιον ὕπατον ἡμέτερον ὅρκοις ἀπατήσαντες ἤγαγον μὲν ὡς ἐπισκεψόμενον αὐτῶν τὸν στρατηγὸν ἀρρωστοῦντα, συναρπάσαντες δὲ ἀπήγαγον ἐς Λιβύην ἐκ Σικελίας αἰχμάλωτον μετὰ δύο καὶ εἴκοσι νεῶν. ἔκτειναν δὲ καὶ Ῥῆγλον αἰκισάμενοι, στρατηγὸν ἕτερον ἡμῶν, ὑπʼ εὐορκίας ἐπανελθόντα πρὸς αὐτούς. ὅσα δʼ Ἀννίβας ἢ πολεμῶν ἢ ἐνεδρεύων ἢ παρορκῶν ἔς τε πόλεις καὶ στρατόπεδα ἡμῶν καὶ λήγων ἐς τοὺς συμμάχους ἔδρασε τοὺς αὑτοῦ, τάς τε πόλεις πορθῶν καὶ τοὺς αὐτῷ συστρατευσαμένους κατακαίνων, μακρὸν ἂν εἴη καταλέγειν. πλὴν ὅτι τετρακόσια ἡμῶν ἀνέστησεν ἄστη. τοὺς δʼ αἰχμαλώτους ἡμῶν τοὺς μὲν ἐς τάφρους καὶ ποταμοὺς ἐμβαλόντες ὡς γεφύραις ἐπέβαινον, τοὺς δὲ τοῖς ἐλέφασιν ὑπέβαλλον, τοὺς δʼ ἀλλήλοις μονομαχεῖν ἐκέλευον, ἀδελφοὺς ἀδελφοῖς συνιστάντες καὶ πατέρας υἱοῖς. τὰ δʼ ἔναγχος ταῦτα, περὶ εἰρήνης ἐπρέσβευον ἐνταῦθα καὶ παρεκάλουν καὶ ὤμνυον, καὶ οἱ πρέσβεις αὐτῶν ἔτι παρῆσαν, ἐν δὲ Λιβύῃ τὰς ναῦς ἡμῶν διήρπαζον καὶ τοὺς στρατιώτας κατέδεον. τοσοῦτον αὐτοῖς καὶ ἀνοίας διὰ τὴν ὠμότητα περίεστιν.

64. “What pity, therefore, or what moderation is due from others to these Carthaginians, who have never exercised moderation or clemency in anything, and who, as Scipio says, would have expunged the very name of Rome if they had vanquished us? But good faith, you say, and the right hand are reliable. How so? What treaty, what oath, have they not trampled under foot? We should not imitate them, the gentleman says. What treaty can we violate when we have not yet made any? But we should not imitate their cruelty, he says. Ought we to make the most cruel people in the world our friends and allies? Neither of these things is desirable. Let them surrender at discretion, as is the custom of the vanquished, as many others have surrendered to us. Then we shall see what we will do, and whatever we accord to them they shall take in the light of a favor and not of a bargain. There is this difference between the two plans. As long as we treat with them they will violate the treaties as they have heretofore, always making some excuse that they were overreached. They will always find plausible grounds for dispute. But when they surrender at discretion, and we take away their arms, and when their persons are in our possession and they see that there is nothing they can call their own, their spirits will be tamed and they will welcome whatever we allow them to have, as a gratuity bestowed by others. If Scipio thinks differently you have the two opinions to choose from. If he is going to make peace with the Carthaginians without you, what is the need of his sending any word to you? For my part, I have given you the opinion which I hold to be for the advantage of the city, as to judges who are really going to exercise a judgment on the matter in hand.”

64. τούτοις οὖν τίς ἐστῖν ἔλεος ἢ μετριοπάθεια παρʼ ἑτέρων, τοῖς οὐδὲν μέτριον οὐδʼ ἥμερον ἐς οὐδένας εἰργασμένοις; τοῖς, ὥσπερ ἔφη Σκιπίων, εἰ ἐλάβοντο ἡμῶν, οὐδʼ ἂν ὄνομα Ῥωμαίων ὑπολιποῦσιν; ἀλλὰ πίστις ἐστὶ βέβαιος ἡ δεξιά. ποία; τίς σπονδή, τίς ὅρκος ὃν οὐκ ἐπάτησαν; τίς δὲ συνθήκη καὶ χάρις ἐς ἣν οὐχ ὕβρισαν; μὴ μιμησώμεθα, φησίν, αὐτούς. τίνα γὰρ συνθήκην ἡμεῖς λύομεν οἱ μήπω τι συνθέμενοι; ἀλλὰ τὴν ὠμοτητα, φησίν, αὐτῶν μὴ μιμησώμεθα. φίλους οὖν καὶ συμμάχους ποιησόμεθα τοὺς ὠμοτάτους; οὐδέτερα τούτων ἄξια. ἀλλʼ ἐπιτρεψάτωσαν ἡμῖν αὑτοὺς νόμῳ νενικημένων, ὡς πολλοὶ σφᾶς ἐπέτρεψαν, σκεψόμεθα δʼ ἡμεῖς. και ὅ τι ἂν δῶμεν, εἴσονται χάριν, οὐχὶ συνθήκην νομίζοντες εἶναι. διαφέρει δὲ τούτοιν ἑκάτερον ὧδε. μέχρι μὲν συντίθενται, παραβήσονται καθάπερ καὶ πάλαι, πρόφασιν ἀεί τινα τῶν συνθηκῶν φέροντες ὡς ἐν αὐταῖς ἠλαττωμένοι· τὰ δʼ ἀμφίλογα εὐπροφάσιστα. ὅταν δὲ παραδῶσιν αὑτούς, καὶ τὰ ὅπλα παρελώμεθα, καὶ τὰ σώματα ἐφʼ ἡμῖν γένηται, καὶ πεισθῶσιν ὅτι μηδὲν αὐτοῖς ἐστὶν ἴδιον, τὰ μὲν φρονήματα αὐτῶν καταβήσεται, ἀγαπήσουσι δʼ ὅ τι ἂν παρʼ ἡμῶν λάβωσιν ὡς ἀλλότριον. εἰ μὲν οὖν Σκιπίων ἑτέρως δοκεῖ, τὰς γνώμας ἔχετε συγκρίνειν· εἰ δὲ συνθήσεται Καρχηδονίοις χωρὶς ὑμῶν, τί καὶ ἐπέστελλεν ὑμῖν; ἐγὼ μὲν γάρ, ὡς ὑμῖν κυρίοις οὖσι περὶ τῶνδε κρῖναι, τὴν γνώμην εἶπον, ἣν νομίζω συνοίσειν τῇ πόλει.

65. After Publius had spoken, the Senate took a vote on the question, and the majority agreed with Scipio. Thus a third treaty was made between the Romans and the Carthaginians. Scipio deemed it best to urge this policy upon the Romans, either for the reasons mentioned above, or because he considered it a sufficient success for Rome to have taken the supremacy away from Carthage. There are some who think that in order to preserve the Roman discipline he wished to keep a neighbor and rival as a perpetual menace, so that they might never become intoxicated with success and careless by reason of the greatness of their prosperity. That Scipio had this feeling, Cato, not long after, publicly declared to the Romans when he reproached them for undue severity toward the Rhodians. When Scipio had concluded the treaty, he sailed from Africa to Italy with his whole army, and made a triumphal entry into Rome more glorious than that of any of his predecessors.

65. τοιαῦτα μὲν κὰ ὁ Πόπλιος εἶπεν· ἡ δὲ βουλὴ κατʼ ἄνδρα παρʼ ἑκάστου ψῆφον ᾔτει, καὶ ἐς τὴν Σκιπίωνος γνώμην αἱ πλείους συνέδραμον. ἐγίγνοντο οὖν αἱ συνθῆκαι, τρίται αἵδε, Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους. καὶ ὁ Σκιπίων ἐς αὐτὰς ἐδόκει μάλιστα τοὺς Ῥωμαίους ἐναγαγέσθαι, εἴτε τῶν εἰρημένων οὕνεκα λογισμῶν, εἴτε ὡς ἀρκοῦν Ῥωμαίοις ἐς εὐτυχίαν τὸ μόνην ἀφελέσθαι Καρχηδονίους τὴν ἡγεμονίαν· εἰσὶ γὰρ οἳ καὶ τόδε νομίζουσιν, αὐτὸν ἐς Ῥωμαίων σωφρονισμὸν ἐθελῆσαι γείτονα καὶ ἀντίπαλον αὐτοῖς φόβον ἐς ἀεὶ καταλιπεῖν, ἵνα μή ποτε ἐξυβρίσειαν ἐν μεγέθει τύχης καὶ ἀμεριμνία. καὶ τόδε οὕτω φρονῆσαι τὸν Σκιπίωνα οὐ πολὺ ὕστερον ἐξεῖπε τοῖς Ῥωμαίοις Κάτων, ἐπιπλήττων παρωξυμμένοις κατὰ Ῥόδου. ὁ δὲ Σκιπίων ταῦτα συνθέμενος ἐκ Λιβύης ἐς τὴν Ἰταλίαν παντὶ τῷ στρατῷ διέπλει, καὶ ἐς τὴν Ῥώμην ἐσήλαυνε θριαμβεύων, ἐπιφανέστατα δὴ τῶν πρὸ αὐτοῦ.

66. The form of the triumph (which the Romans continue to employ) was as follows: All who were in the procession wore crowns. Trumpeters led the advance and wagons laden with spoils. Towers were borne along representing the captured cities, and pictures showing the exploits of the war; then gold and silver coin and bullion, and whatever else they had captured of that kind; then came the crowns that had been given to the general as a reward for his bravery by cities, by allies, or by the army itself. White oxen came next, and after them elephants and the captive Carthaginian and Numidian chiefs. Lictors clad in purple tunics preceded the general; also a chorus of musicians and pipers, in imitation of an Etruscan procession, wearing belts and golden crowns, and they march evenly with song and dance. They call themselves Lydi because, as I think, the Etruscans were a Lydian colony. One of these, in the middle of the procession, wearing a purple cloak and golden bracelets and necklace, caused laughter by making various gesticulations, as though he were insulting the enemy. Next came a lot of incense bearers, and after them the general himself on a chariot embellished with various designs, wearing a crown of gold and precious stones, and dressed, according to the fashion of the country, in a purple toga embroidered with golden stars. He bore a sceptre of ivory, and a laurel branch, which is always the Roman symbol of victory. Riding in the same chariot with him were boys and girls, and on horses on either side of him young men, his own relatives. Then followed those who had served him in the war as secretaries, aids, and armor-bearers. After these came the army arranged in companies and cohorts, all of them crowned and carrying laurel branches, the bravest of them bearing their military prizes. They praised some of their captains, derided others, and reproached others; for in a triumph everybody is free, and is allowed to say what he pleases. When Scipio arrived at the Capitol the procession came to an end, and he entertained his friends at a banquet in the temple.

66. καὶ ὁ τρόπος, ᾧ καὶ νῦν ἔτι χρώμενοι διατελοῦσιν, ἐστὶ τοιόσδε. ἐστεφάνωνται μὲν ἅπαντες, ἡγοῦνται δὲ σαλπικταί τε καὶ λαφύρων ἅμαξαι, πύργοι τε παραφέρονται μιμήματα τῶν εἰλημμένων πόλεων, καὶ γραφαὶ καὶ σχήματα τῶν γεγονότων, εἶτα χρυσὸς καὶ ἄργυρος ἀσήμαντός τε καὶ σεσημας μένος καὶ εἴ τι τοιουτότροπον ἄλλο, καὶ στέφανοι ὅσοις τὸν στρατηγὸν ἀρετῆς ἕνεκα ἀναδοῦσιν ἢ πόλεις ἢ σύμμαχοι ἢ τὰ ὑπʼ αὐτῷ στρατόπεδα. βόες δʼ ἐπὶ τοῖσδε λευκοί, καὶ ἐλέφαντες ἦσαν ἐπὶ τοῖς βουσί, καὶ Καρχηδονίων αὐτῶν καὶ Νομάδων ὅσοι τῶν ἡγεμόνων ἐλήφθησαν. αὐτοῦ δʼ ἡγοῦνται τοῦ στρατηγοῦ ῥαβδοῦχοι φοινικοῦς χιτῶνας ἐνδεδυκότες, καὶ χορὸς κιθαριστῶν τε καὶ τιτυριστῶν, ἐς μίμημα Τυρρηνικῆς πομπῆς, περιεζωσμένοι τε καὶ στεφάνην χρυσῆν ἐπικείμενοι· ἴσα τε βαίνουσιν ἐν τάξει μετὰ ᾠδῆς καὶ μετʼ ὀρχήσεως. Λυδοὺς αὐτοὺς καλοῦσιν, ὅτι (οἶμαι) Τυρρηνοὶ Λυδῶν ἄποικοι. τούτων δέ τις ἐν μέσῷ, πορφύραν ποδήρη περικείμενος καὶ ψέλια καὶ στρεπτὰ ἀπὸ χρυσοῦ, σχηματίζεται ποικίλως ἐς γέλωτα ὡς ἐπορχούμενος τοῖς πολεμίοις. ἐπὶ δʼ αὐτῷ θυμιατηρίων πλῆθος, καὶ ὁ στρατηγὸς ἐπὶ τοῖς θυμιάμασιν, ἐφʼ ἅρματος καταγεγραμμένου ποικίλως, ἔστεπται μὲν ἀπὸ χρυσοῦ καὶ λίθων πολυτίμων, ἔσταλται δʼ ἐς τὸν πάτριον τρόπον πορφύραν, ἀστέρων χρυσῶν ἐνυφασμένων, καὶ σκῆπτρον ἐξ ἐλέφαντος φέρει, καὶ δάφνην, ἣν ἀεὶ Ῥωμαῖοι νομίζουσι νίκης σύμβολον. ἐπιβαίνουσι δʼ αὐτῷ ἐπὶ τὸ ἅρμα παῖδές τε καὶ παρθένοι, καὶ ἐπὶ τῶν παρηόρων ἑκατέρωθεν ᾔθεοι συγγενεῖς. καὶ παρέπονται ὅσοι παρὰ τὸν πόλεμον ἦσαν αὐτῷ γραμματεῖς τε καὶ ὑπηρέται καὶ ὑπασπισταί. καὶ μετʼ ἐκείνους ἡ στρατιὰ κατά τε ἴλας καὶ τάξεις, ἐστεφανωμένη πᾶσα καὶ δαφνηφοροῦσα· οἱ δὲ ἀριστεῖς καὶ τὰ ἀριστεῖα ἐπίκεινται. καὶ τῶν ἀρχόντων οὓς μ ὲν ἐπαινοῦσιν, οὓς δὲ σκώπτουσιν, οὓς δὲ ψέγουσιν· ἀφελὴς γὰρ ὁ θρίαμβος, καὶ ἐν ἐξουσίᾳ λέγειν ὅ τι θέλοιεν. ἀφικόμενος δὲ ἐς τὸ Καπιτώλιον ὁ Σκιπίων τὴν μὲν πομπὴν κατέπαυσεν, εἱστία δὲ τοὺς φίλους, ὥσπερ ἔθος ἐστίν, ἐς τὸ ἱερόν.