SCRIPTURA

Epictetus · Discourses · 12 of 23

Book II · chapters 22–26

Translated by Thomas Wentworth Higginson

ContentsMarkdown.md ↓

For wherever I and mine are placed, thither must every living being gravitate. If in body, that will sway us; if in our own will, that;

ὅπου γὰρ ἂν τὸ ἐγὼ καὶ τὸ ἐμόν, ἐκεῖ ἀνάγκη ῥέπειν τὸ ζῷον· εἰ ἐν σαρκί, ἐκεῖ τὸ κυριεῦον εἶναι· εἰ ἐν προαιρέσει, ἐκεῖ[νο] εἶναι· εἰ ἐν τοῖς ἐκτός, ἐκεῖ[νο].

if in externals, these. If, therefore, I rest my personality in the will, then only shall I be a friend, a son, or a father, such as I ought. For in that case it will be for my interest to preserve the faithful, the modest, the patient, the abstinent, the beneficent character;

εἰ τοίνυν ἐκεῖ εἰμι ἐγώ, ὅπου ἡ προαίρεσις, οὕτως μόνως καὶ φίλος ἔσομαι οἷος δεῖ καὶ υἱὸς καὶ πατήρ. τοῦτο γάρ μοι συνοίσει τηρεῖν τὸν πιστόν, τὸν αἰδήμονα, τὸν ἀνεκτικόν, τὸν ἀφεκτικὸν καὶ συνεργητικόν, φυλάσσειν τὰς σχέσεις.

to keep the relations of life inviolate. But if I place my personality in one thing, and virtue in another, the doctrine of Epicurus will stand its ground, that virtue is nothing, or mere opinion.

ἂν δʼ ἀλλαχοῦ μὲν ἐμαυτὸν θῶ, ἀλλαχοῦ δὲ τὸ καλόν, οὕτως ἰσχυρὸς γίνεται ὁ Ἐπικούρου λόγος, ἀποφαίνων ἢ μηδὲν εἶναι τὸ καλὸν ἢ εἰ ἄρα τὸ ἔνδοξον.

From this ignorance it was that the Athenians and Lacedemonians quarrelled with each other, and the Thebans with both; the Persian king with Greece, and the Macedonians with both; and now the Romans with the Getes. And in still remoter times the Trojan war arose from the same cause.

διὰ ταύτην τὴν ἄγνοιαν καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι διεφέροντο καὶ Θηβαῖοι πρὸς ἀμφοτέρους καὶ μέγας βασιλεὺς πρὸς τὴν Ἑλλάδα καὶ Μακεδόνες πρὸς ἀμφοτέρους καὶ νῦν Ῥωμαῖοι πρὸς Γέτας καὶ ἔτι πρότερον τὰ ἐν Ἰλίῳ διὰ ταῦτα ἐγένετο.

Alexander [Paris] was the guest of Menelaus; and whoever had seen the mutual proofs of good-will that passed between them would never have believed that they were not friends. But a tempting bait, a pretty woman, was thrown in between them;

ὁ Ἀλέξανδρος τοῦ Μενελάου ξένος ἦν, καὶ εἴ τις αὐτοὺς εἶδεν φιλοφρονουμένους ἀλλήλους, ἠπίστησεν ἂν τῷ λέγοντι οὐκ εἶναι φίλους αὐτούς. ἀλλʼ ἐβλήθη εἰς τὸ μέσον μερίδιον, κομψὸν γυναικάριον, καὶ περὶ αὐτοῦ πόλεμος.

and thence came war. At present, therefore, when you see that dear brothers have, in appearance, but one soul do not immediately pronounce upon their love; not though they should swear it, and affirm it was impossible to live asunder.

καὶ νῦν ὅταν ἴδῃς φίλους, ἀδελφοὺς ὁμονοεῖν δοκοῦντας, μὴ αὐτόθεν ἀποφήνῃ περὶ τῆς φιλίας τι αὐτῶν μηδʼ ἂν ὀμνύωσιν μηδʼ ἂν ἀδυνάτως ἔχειν λέγωσιν ἀπηλλάχθαι ἀλλήλων.

For the governing faculty of a bad man is faithless, unsettled, undiscriminating, successively vanquished by different semblances.

οὐκ ἔστι πιστὸν τὸ τοῦ φαύλου ἡγεμονικόν· ἀβέβαιόν ἐστιν, ἄκριτον, ἄλλοθʼ ὑπʼ ἄλλης φαντασίας νικώμενον.

But inquire, not as others do, whether they were born of the same parents, and brought up together, and under the same preceptor; but this thing only, in what they place their interest,—in externals or in their own wills.

ἀλλʼ ἐξέτασον μὴ ταῦθʼ ἃ οἱ ἄλλοι, εἰ ἐκ τῶν αὐτῶν γονέων καὶ ὁμοῦ ἀνατεθραμμένοι καὶ ὑπὸ τῷ αὐτῷ παιδαγωγῷ, ἀλλʼ ἐκεῖνο μόνον, ποῦ τὸ συμφέρον αὐτοῖς τίθενται, πότερον ἐκτὸς ἢ ἐν προαιρέσει.

If in externals, you can no more pronounce them friends, than you can call them faithful, or constant, or brave, or free;

ἂν ἐκτός, μὴ εἴπῃς φίλους οὐ μᾶλλον ἢ πιστοὺς ἢ βεβαίους ἢ θαρραλέους ἢ ἐλευθέρους, ἀλλὰ μηδʼ ἀνθρώπους, εἰ νοῦν ἔχεις.

nay, nor even truly men, if you are wise. For it is no principle of humanity that makes them bite and vilify each other, and take possession of public assemblies, as wild beasts do of solitudes and mountains; and convert courts of justice into dens of robbers; that prompts them to be intemperate, adulterers, seducers; or leads them into other offences that men commit against each other,—all from that one single error, by which they risk themselves and their own concerns on things uncontrollable by will.

οὐ γὰρ ἀνθρωπικὸν δόγμα ἐστὶ τὸ ποιοῦν δάκνειν ἀλλήλους καὶ λοιδορεῖσθαι καὶ τὰς ἐρημίας καταλαμβάνειν ἢ τὰς ἀγορὰς ὡς τὰ ὄρη καὶ ἐν τοῖς δικαστηρίοις ἀποδείκνυσθαι τὰ λῃστῶν· οὐδὲ τὸ ἀκρατεῖς καὶ μοιχοὺς καὶ φθορεῖς ἀπεργαζόμενον οὐδʼ ὅσʼ ἄλλα πλημμελοῦσιν ἄνθρωποι κατʼ ἀλλήλων διʼ ἓν καὶ μόνον τοῦτο δόγμα, τὸ ἐν τοῖς ἀπροαιρέτοις τίθεσθαι αὑτοὺς καὶ τὰ ἑαυτῶν.

But if you hear that these men in reality suppose good to be placed only in the will, and in a right use of things as they appear, no longer take the trouble of inquiring if they are father and son, or old companions and acquaintances; but boldly pronounce that they are friends, and also that they are faithful and just.

ἂν δʼ ἀκούσῃς, ὅτι ταῖς ἀληθείαις οὗτοι οἱ ἄνθρωποι ἐκεῖ μόνον οἴονται τὸ ἀγαθὸν ὅπου προαίρεσις, ὅπου χρῆσις ὀρθὴ φαντασιῶν, μηκέτι πολυπραγμονήσῃς μήτʼ εἰ υἱὸς καὶ πατήρ ἐστι μήτʼ εἰ ἀδελφοὶ μήτʼ εἰ πολὺν χρόνον συμπεφοιτηκότες καὶ ἑταῖροι, ἀλλὰ μόνον αὐτὸ τοῦτο γνοὺς θαρρῶν ἀποφαίνου, ὅτι φίλοι, ὥσπερ ὅτι πιστοί, ὅτι δίκαιοι.

For where else can friendship be met, but joined with fidelity and modesty, and the intercommunication of virtue alone? “Well;

ποῦ γὰρ ἀλλαχοῦ φιλία ἢ ὅπου πίστις, ὅπου αἰδώς, ὅπου δόσις τοῦ καλοῦ, τῶν δʼ ἄλλων οὐδενός;

but such a one paid me the utmost regard for so long a time, and did he not love me?” How can you tell, foolish man, if that regard be any other than he pays to his shoes, or his horse, when he cleans them? And how do you know but that when you cease to be a necessary utensil, he may throw you away, like a broken stool?

ἀλλὰ τεθεράπευκέ με τοσούτῳ χρόνῳ· καὶ οὐκ ἐφίλει με; πόθεν οἶδας, ἀνδράποδον, εἰ οὕτως τεθεράπευκεν ὡς τὰ ὑποδήματα σπογγίζει τὰ ἑαυτοῦ, ὡς τὸ κτῆνος; πόθεν οἶδας, εἰ τὴν χρείαν σʼ ἀποβαλόντα τὴν τοῦ σκευαρίου ῥίψει ὡς κατεαγὸς πινάκιον;

“Well; but it is my wife, and we have lived together many years.” And how many did Eriphyle live with Amphiaraus, and was the mother of children not a few?

ἀλλὰ γυνή μου ἐστὶ καὶ τοσούτῳ χρόνῳ συμβεβιώκαμεν. πόσῳ δʼ ἡ Ἐριφύλη μετὰ τοῦ Ἀμφιαράου καὶ τέκνων μήτηρ καὶ πολλῶν;

But a bauble came between them. What was this bauble? A false conviction concerning certain things. This turned her into a savage animal; this cut asunder all love, and suffered neither the wife nor the mother to continue such.

ἀλλʼ ὅρμος ἦλθεν εἰς τὸ μέσον. τί δʼ ἐστὶν ὅρμος; τὸ δόγμα τὸ περὶ τῶν τοιούτων. ἐκεῖνο ἦν τὸ θηριῶδες, ἐκεῖνο τὸ διακόπτον τὴν φιλίαν, τὸ οὐκ ἐῶν εἶναι γυναῖκα γαμετήν, [τὴν] μητέρα μητέρα.

Whoever, therefore, among you studies either to be or to gain a friend, let him cut up all false convictions by the root, hate them, drive them utterly out of his soul.

καὶ ὑμῶν ὅστις ἐσπούδακεν ἢ αὐτός τινι εἶναι φίλος ἢ ἄλλον κτήσασθαι φίλον, ταῦτα τὰ δόγματα ἐκκοπτέτω, ταῦτα μισησάτω, ταῦτα ἐξελασάτω ἐκ τῆς ψυχῆς τῆς ἑαυτοῦ.

Thus, in the first place, he will be secure from inward reproaches and contests, from vacillation and self-torment.

καὶ οὕτως ἔσται πρῶτον μὲν αὐτὸς ἑαυτῷ μὴ λοιδορούμενος, μὴ μαχόμενος, μὴ μετανοῶν, μὴ βασανίζων ἑαυτόν·

Then, with respect to others, to every like-minded person he will be without disguise; to such as are unlike he will be patient, mild, gentle, and ready to forgive them, as failing in points of the greatest importance; but severe to none, being fully convinced of Plato’s doctrine, that the soul is never willingly deprived of truth.

ἔπειτα καὶ ἑτέρῳ, τῷ μὲν ὁμοίῳ παντὶ ἁπλῶς, τοῦ δʼ ἀνομοίου ἀνεκτικός, πρᾷος πρὸς αὐτόν, ἥμερος, συγγνωμονικὸς ὡς πρὸς ἀγνοοῦντα, ὡς πρὸς διαπίπτοντα περὶ τῶν μεγίστων· οὐδενὶ χαλεπός, ἅτʼ εἰδὼς ἀκριβῶς τὸ τοῦ Πλάτωνος, ὅτι πᾶσα ψυχὴ ἄκουσα στέρεται τῆς ἀληθείας.

Without all this, you may, in many respects, live as friends do; and drink and lodge and travel together, and even be born of the same parents; and so may serpents too; but neither they nor you can ever be really friends, while your accustomed principles remain brutal and execrable.

εἰ δὲ μή, τὰ μὲν ἄλλα πράξετε πάντα ὅσα οἱ φίλοι καὶ συμπιεῖσθε καὶ συσκηνήσετε καὶ συμπλεύσετε καὶ ἐκ τῶν αὐτῶν γεγενημένοι ἔσεσθε· καὶ γὰρ οἱ ὄφεις· φίλοι δʼ οὔτʼ ἐκεῖνοι οὔθʼ ὑμεῖς, μέχρις ἂν ἔχητε τὰ θηριώδη ταῦτα καὶ μιαρὰ δόγματα.

23. A book will always be read with more pleasure and ease, if it be written in fair characters; and so every one will the more easily attend to discourses likewise, if ornamented with proper and beautiful expressions.

23. βιβλίον πᾶς ἂν ἥδιον ἀναγνῴη καὶ ῥᾷον τὸ εὐσημοτέροις γράμμασι γεγραμμένον οὐκοῦν καὶ λόγους πᾶς ἄν τις ῥᾷον ἀκούσειε τοὺς εὐσχήμοσιν ἅμα καὶ εὐπρεπέσιν ὀνόμασι σεσημασμένους.

It ought not then to be said, that there is no such thing as the faculty of eloquence; for this would be at once the part of an impious and timid person,—impious, because he dishonors the gifts of God; just as if he should deny any use in the faculties of sight, hearing, and speech itself.

οὐκ ἄρα τοῦτο ῥητέον, ὡς οὐδεμία δύναμίς ἐστιν ἀπαγγελτική· τοῦτο γὰρ ἅμα μὲν ἀσεβοῦς ἐστιν ἀνθρώπου, ἅμα δὲ δειλοῦ. ἀσεβοῦς μέν, ὅτι τὰς παρὰ τοῦ θεοῦ χάριτας ἀτιμάζει, ὥσπερ εἰ ἀνῄρει τὴν εὐχρηστίαν τῆς ὁρατικῆς ἢ τῆς ἀκουστικῆς δυνάμεως ἢ αὐτῆς τῆς φωνητικῆς.

Has God then given you eyes in vain? Is it in vain that he has infused into them such a strong and active spirit as to be able to represent the forms of distant objects?

εἰκῇ οὖν σοι ὁ θεὸς ὀφθαλμοὺς ἔδωκεν, εἰκῇ πνεῦμα ἐνεκέρασεν αὐτοῖς οὕτως ἰσχυρὸν καὶ φιλότεχνον, ὥστε μακρὰν ἐξικνούμενον ἀναμάσσεσθαι τοὺς τύπους τῶν ὁρωμένων;

What messenger is so quick and diligent? Is it in vain that he has made the intermediate air so yielding and elastic that sight penetrates through it? And is it in vain that he has made the light, without which all the rest would be useless?

καὶ ποῖος ἄγγελος οὕτως ὠκὺς καὶ ἐπιμελής; εἰκῇ δὲ καὶ τὸν μεταξὺ ἀέρα οὕτως ἐνεργὸν ἐποίησεν καὶ ἔντονον, ὥστε διʼ αὐτοῦ τεινομένου πως διικνεῖσθαι τὴν ὅρασιν; εἰκῇ δὲ φῶς ἐποίησεν, οὗ μὴ παρόντος οὐδενὸς τῶν ἄλλων ὄφελος ἦν;

Man, be not ungrateful, nor, on the other hand, unmindful of your superior advantages; but for sight and hearing, and indeed for life itself, and the supports of it, as fruits and wine and oil, be thankful to God; but remember that he has given you another thing, superior to them all, which uses them, proves them, estimates the value of each.

ἄνθρωπε, μήτʼ ἀχάριστος ἴσθι μήτε πάλιν ἀμνήμων τῶν κρεισσόνων, ἀλλʼ ὑπὲρ μὲν τοῦ ὁρᾶν καὶ ἀκούειν καὶ νὴ Δία ὑπὲρ αὐτοῦ τοῦ ζῆν καὶ τῶν συνεργῶν πρὸς αὐτό, ὑπὲρ καρπῶν ξηρῶν, ὑπὲρ οἴνου, ὑπὲρ ἐλαίου εὐχαρίστει τῷ θεῷ·

For what is it that pronounces upon the value of each of these faculties? Is it the faculty itself?

μέμνησο δʼ ὅτι ἄλλο τί σοι δέδωκεν κρεῖττον ἁπάντων τούτων, τὸ χρησόμενον αὐτοῖς, τὸ δοκιμάσον, τὸ τὴν ἀξίαν ἑκάστου λογιούμενον.

Did you ever perceive the faculty of sight or hearing to say anything concerning itself; or wheat, or barley, or horses, or dogs? No. These things are appointed as instruments and servants, to obey that which is capable of using things as they appear. If you inquire the value of anything, of what do you inquire? What is the faculty that answers you?

τί γάρ ἐστι τὸ ἀποφαινόμενον ὑπὲρ ἑκάστης τούτων τῶν δυνάμεων, πόσου τις ἀξία ἐστὶν αὐτῶν; μή τι αὐτὴ ἑκάστη ἡ δύναμις; μή τι τῆς ὁρατικῆς ποτʼ ἤκουσας λεγούσης τι περὶ ἑαυτῆς, μή τι τῆς ἀκουστικῆς; [μή τι πυρῶν; μή τι κριθῶν; μή τι ἵππου; μή τι κυνός;] ἀλλʼ ὡς διάκονοι καὶ δοῦλαι τεταγμέναι εἰσὶν ὑπηρετεῖν τῇ χρηστικῇ τῶν φαντασιῶν.

How then can any faculty be superior to this, which uses all the rest as instruments, and tries and pronounces concerning each of them? For which of them knows what itself is, and what is its own value? Which of them knows when it is to be used, and when not?

κἂν πύθῃ, πόσου ἕκαστον ἄξιόν ἐστιν, τίνος πυνθάνῃ; τίς σοι ἀποκρίνεται; πῶς οὖν δύναταί τις ἄλλη δύναμις κρείσσων εἶναι ταύτης, ἣ καὶ ταῖς λοιπαῖς διακόνοις χρῆται καὶ δοκιμάζει αὐτὴ ἕκαστα καὶ ἀποφαίνεται;

Which is it that opens and shuts the eyes, and turns them away from improper objects? Is it the faculty of sight? No; but that of Will. Which is it that opens and shuts the ears? Which is it by which they are made curious and inquisitive, or, on the contrary, deaf, and unaffected by what is said? Is it the faculty of hearing? No;

τίς γὰρ ἐκείνων οἶδεν, τίς ἐστιν αὐτὴ καὶ πόσου ἀξία; τίς ἐκείνων οἶδεν, ὁπότε δεῖ χρῆσθαι αὐτῇ καὶ πότε μή; τίς ἐστιν ἡ ἀνοίγουσα καὶ κλείουσα τοὺς ὀφθαλμοὺς καὶ ἀφʼ ὧν δεῖ ἀποστρέφουσα, τοῖς δὲ προσάγουσα; ἡ ὁρατική; οὔ, ἀλλʼ ἡ προαιρετική. τίς ἡ τὰ ὦτα ἐπικλείουσα καὶ ἀνοίγουσα;

but that of Will.

τίς, καθʼ ἣν περίεργοι καὶ πευθῆνες ἢ πάλιν ἀκίνητοι ὑπὸ λόγου; ἡ ἀκουστική;

This, then, recognizing itself to exist amidst other faculties, all blind and deaf, and unable to discern anything but those offices in which they are appointed to minister and serve, itself alone sees clearly, and distinguishes the value of each of the rest. Will this, I say, inform us that anything is supreme but itself? What can the eye, when it is opened, do more than see? But whether we ought to look upon the wife of any one, and in what manner, what is it that decides us?

οὐκ ἄλλη ἢ ἡ προαιρετικὴ δύναμις. εἶτʼ αὐτὴ ἰδοῦσα, ὅτι ἐν τυφλαῖς καὶ κωφαῖς ταῖς ἄλλαις ἁπάσαις δυνάμεσίν ἐστι μηδέ τι ἄλλο συνορᾶν δυναμέναις πλὴν αὐτὰ ἐκεῖνα τὰ ἔργα, ἐφʼ οἷς τεταγμέναι εἰσὶ διακονεῖν ταύτῃ καὶ ὑπηρετεῖν, αὐτὴ δὲ μόνη ὀξὺ βλέπει καὶ τάς τʼ ἄλλας καθορᾷ, πόσου ἑκάστη ἀξία, καὶ αὑτήν, μέλλει ἡμῖν ἄλλο τι ἀποφαίνεσθαι τὸ κράτιστον εἶναι ἢ αὐτήν;

The faculty of Will. Whether we ought to believe, or disbelieve what is said; or whether, if we do believe, we ought to be moved by it, or not, what is it that decides us?

καὶ τί ποιεῖ ἄλλο ὀφθαλμὸς ἀνοιχθεὶς ἢ ὁρᾷ; εἰ δὲ δεῖ τὴν τοῦ τινος ἰδεῖν γυναῖκα καὶ πῶς, τίς λέγει;

Is it not the faculty of Will?

ἡ προαιρετική. εἰ δὲ δεῖ πιστεῦσαι τοῖς λεχθεῖσιν ἢ ἀπιστῆσαι καὶ πιστεύσαντα ἐρεθισθῆναι ἢ μή, τίς λέγει;

Again, the very faculty of eloquence, and that which ornaments discourse, if any such peculiar faculty there be, what does it more than merely ornament and arrange expressions, as curlers do the hair?

οὐχ ἡ προαιρετική; ἡ δὲ φραστικὴ αὕτη καὶ καλλωπιστικὴ τῶν ὀνομάτων, εἴ τις ἄρα ἰδία δύναμις, τί ἄλλο ποιεῖ ἤ, ὅταν ἐμπέσῃ λόγος περί τινος, καλλωπίζει τὰ ὀνομάτια καὶ συντίθησιν ὥσπερ οἱ κομμωταὶ τὴν κόμην;

But whether it be better to speak or to be silent, or better to speak in this or in that manner, whether this be decent or indecent, and the season and use of each, what is it that decides for us, but the faculty of Will? What, then; would you have it appear, and bear testimony against itself? What means this?

πότερον δʼ εἰπεῖν ἄμεινον ἢ σιωπῆσαι καὶ οὕτως ἄμεινον ἢ ἐκείνως καὶ τοῦτο πρέπον ἢ οὐ πρέπον, καὶ τὸν καιρὸν ἑκάστου καὶ τὴν χρείαν τίς ἄλλη λέγει ἢ ἡ προαιρετική; θέλεις οὖν αὐτὴν παρελθοῦσαν αὑτῆς καταψηφίσασθαι;

If the case be thus, then that which serves may be superior to that to which it is subservient; the horse to the rider, the dog to the hunter, the instrument to the musician, or servants to the king. What is it that makes use of all the rest? The Will. What takes care of all?

τί οὖν;, φησίν, εἰ οὕτως τὸ πρᾶγμα ἔχει, καὶ δύναται τὸ διακονοῦν κρεῖσσον εἶναι ἐκείνου ᾧ διακονεῖ, ὁ ἵππος τοῦ ἱππέως ἢ ὁ κύων τοῦ κυνηγοῦ ἢ τὸ ὄργανον τοῦ κιθαριστοῦ ἢ οἱ ὑπηρέται τοῦ βασιλέως. — τί ἐστι τὸ χρώμενον;

The Will. What destroys the whole man, at one time, by hunger; at another, by a rope or a precipice? The Will. Has man, then, anything stronger than this?

προαίρεσις. τί ἐπιμελεῖται πάντων; προαίρεσις. τί ὅλον ἀναιρεῖ τὸν ἄνθρωπον ποτὲ μὲν λιμῷ, ποτὲ δʼ ἀγχόνῃ, ποτὲ δὲ κατὰ κρημνοῦ; προαίρεσις.

And how is it possible that what is liable to restraint should be stronger than what is not? What has a natural power to restrain the faculty of sight?

εἶτα τούτου τί ἰσχυρότερον ἐν ἀνθρώποις ἐστίν; καὶ πῶς οἷόν τε τοῦ ἀκωλύτου τὰ κωλυόμενα; τὴν ὁρατικὴν δύναμιν τίνα πέφυκεν ἐμποδίζειν;

The Will and its workings. And it is the same with the faculties of hearing and of speech. And what has a natural power of restraining the Will? Nothing beyond itself, only its own perversion. Therefore in the Will alone is vice; in the Will alone is virtue.

καὶ προαίρεσις καὶ ἀπροαίρετα. τὴν ἀκουστικὴν ταὐτά, τὴν φραστικὴν ὡσαύτως. προαίρεσιν δὲ τί ἐμποδίζειν πέφυκεν; ἀπροαίρετον οὐδέν, αὐτὴ δʼ ἑαυτὴν διαστραφεῖσα. διὰ τοῦτο κακία μόνη αὕτη γίνεται ἢ ἀρετὴ μόνη.

Since, then, the Will is such a faculty, and placed in authority over all the rest, suppose it to come forth and say to us that the body is of all things the most excellent!

εἶτα τηλικαύτη δύναμις οὖσα καὶ πᾶσι τοῖς ἄλλοις ἐπιτεταγμένη παρελθοῦσα ἡμῖν λεγέτω κράτιστον εἶναι τῶν ὄντων τὴν σάρκα. οὐδὲ εἰ αὐτὴ ἡ σὰρξ ἑαυτὴν ἔλεγεν εἶναι κράτιστον, ἠνέσχετο ἄν τις αὐτῆς.

If even the body itself pronounced itself to be the most excellent, it could not be borne. But now, what is it, Epicurus, that pronounces all this? What was it that composed volumes concerning “the End,” “the Nature of things,” “the Rule;” that assumed a philosophic beard;

νῦν δὲ τί ἐστιν, Ἐπίκουρε, τὸ ταῦτα ἀποφαινόμενον; τὸ περὶ Τέλους συγγεγραφός, τὸ τὰ[ς] Φυσικά[ς], τὸ περὶ Κανόνος; τὸ τὸν πώγωνα καθεικός; τὸ γράφον, ὅτε ἀπέθνῃσκεν, ὅτι τὴν τελευταίαν ἄγοντες ἅμα καὶ μακαρίαν ἡμέραν;

that as it was dying wrote that it was “then spending its last and happiest day”? Was this the body, or was it the faculty of Will?

ἡ σὰρξ ἢ ἡ προαίρεσις; εἶτα τούτου τι κρεῖσσον ἔχειν ὁμολογεῖς καὶ οὐ μαίνῃ; οὕτως τυφλὸς ταῖς ἀληθείαις καὶ κωφὸς εἶ;

And can you, then, without madness, admit anything to be superior to this? Are you in reality so deaf and blind? What, then; does any one dishonor the other faculties? Heaven forbid! Does any one assert that there is no use or excellence in the faculty of sight?

τί οὖν; ἀτιμάζει τις τὰς ἄλλας δυνάμεις; μὴ γένοιτο. λέγει τις μηδεμίαν εἶναι χρείαν ἢ προαγωγὴν … τῆς προαιρετικῆς δυνάμεως; μὴ γένοιτο. ἀνόητον, ἀσεβές, ἀχάριστον πρὸς τὸν θεόν. ἀλλὰ τὴν ἀξίαν ἑκάστῳ ἀποδίδωσιν.

Heaven forbid! It would be stupid, impious, and ungrateful to God. But we render to each its due. There is some use in an ass, though not so much as in an ox; and in a dog, though not so much as in a servant;

ἔστι γάρ τις καὶ ὄνου χρεία, ἀλλʼ οὐχ ἡλίκη βοός· ἔστι καὶ κυνός, ἀλλʼ οὐχ ἡλίκη οἰκέτου· ἔστι καὶ οἰκέτου, ἀλλʼ οὐχ ἡλίκη τῶν πολιτῶν· ἔστι καὶ τούτων, ἀλλʼ οὐχ ἡλίκη τῶν ἀρχόντων.

and in a servant, though not so much as in the citizens; and in the citizens, though not so much as in the magistrates. And though some are more excellent than others, those uses which the last afford are not to be despised.

οὐ μέντοι διὰ τὸ ἄλλα εἶναι κρείττονα καὶ ἣν παρέχει τὰ ἕτερα χρείαν ἀτιμαστέον. ἔστι τις ἀξία καὶ τῆς φραστικῆς δυνάμεως, ἀλλʼ οὐχ ἡλίκη τῆς προαιρετικῆς.

The faculty of eloquence has thus its value, though not equal to that of the Will.

ὅταν οὖν ταῦτα λέγω, μή τις οἰέσθω ὅτι ἀμελεῖν ὑμᾶς ἀξιῶ φράσεως· οὐδὲ γὰρ ὀφθαλμῶν οὐδʼ ὤτων οὐδὲ χειρῶν οὐδὲ ποδῶν οὐδʼ ἐσθῆτος οὐδʼ ὑποδημάτων.

When therefore I talk thus, let not any one suppose that I would have you neglect eloquence, any more than your eyes, or ears, or hands, or feet, or clothes, or shoes.

ἀλλʼ ἄν μου πυνθάνῃ τί οὖν ἐστι κράτιστον τῶν ὄντων;, τί εἴπω; τὴν φραστικήν; οὐ δύναμαι· ἀλλὰ τὴν προαιρετικήν, ὅταν ὀρθὴ γένηται.

But if you ask me what is the most excellent of things, what shall I say? I cannot say eloquence, but a right Will; for it is this which makes use of that and of all the other faculties, whether great or small. If this be set right, a bad man becomes good;

τοῦτο γάρ ἐστι τὸ κἀκείνῃ χρώμενον καὶ ταῖς ἄλλαις πάσαις καὶ μικραῖς καὶ μεγάλαις δυνάμεσιν· τούτου κατορθωθέντος ἀγαθὸς ἄνθρωπος [ἀγαθὸς] γίνεται, ἀποτευχθέντος κακὸς ἄνθρωπος γίνεται·

if it be wrong, a good man becomes wicked. By this we are unfortunate or fortunate; we disapprove or approve each other.

παρʼ ὃ ἀτυχοῦμεν, εὐτυχοῦμεν, μεμφόμεθʼ ἀλλήλους, εὐαρεστοῦμεν, ἁπλῶς ὃ λεληθὸς μὲν κακοδαιμονίαν ποιεῖται, τυχὸν δʼ ἐπιμελείας εὐδαιμονίαν.

In a word, it is this which, neglected, forms unhappiness; and, well cultivated, happiness. But to take away the faculty of eloquence, and to say that it is in reality nothing, is not only ungrateful to those who gave it, but cowardly too.

τὸ δʼ αἴρειν τὴν δύναμιν τῆς φραστικῆς καὶ λέγειν μὴ εἶναι μηδεμίαν ταῖς ἀληθείαις οὐ μόνον ἀχαρίστου ἐστὶ πρὸς τοὺς δεδωκότας, ἀλλὰ καὶ δειλοῦ.

For such a person seems to me to be afraid that, if there be any such faculty, we may on occasion be compelled to respect it.

ὁ γὰρ τοιοῦτος φοβεῖσθαί μοι δοκεῖ, μή, εἴπερ ἐστί τις δύναμις κατὰ τὸν τόπον, οὐ δυνηθῶμεν αὐτῆς καταφρονῆσαι.

Such are they too, who deny any difference between beauty and deformity. Was it possible, then, to be affected in the same manner by seeing Thersites, as by Achilles;

τοιοῦτοί εἰσι καὶ οἱ λέγοντες μηδεμίαν εἶναι παραλλαγὴν κάλλους πρὸς αἶσχος. εἶτα ὁμοίως ἦν κινηθῆναι τὸν Θερσίτην ἰδόντα καὶ τὸν Ἀχιλλέα; ὁμοίως τὴν Ἑλένην καὶ ἣν ἔτυχε γυναῖκα;

by Helen, as by any other woman? These also are the foolish and clownish notions of those who are ignorant of the nature of things, and afraid that whoever perceives such a difference must presently be carried away and overcome.

καὶ ταῦτα μωρὰ καὶ ἄγροικα καὶ οὐκ εἰδότων τὴν ἑκάστου φύσιν, ἀλλὰ φοβουμένων μὴ ἄν τις αἴσθηται τῆς διαφορᾶς, εὐθὺς συναρπασθεὶς καὶ ἡττηθεὶς ἀπέλθῃ.

But the great point is to leave to each thing its own proper faculty, and then to see what the value of that faculty is; to learn what is the principal thing, and upon every occasion to follow that, and to make it the chief object of our attention;

ἀλλὰ τὸ μέγα τοῦτο, ἀπολιπεῖν ἑκάστῳ τὴν αὑτοῦ δύναμιν ἣν ἔχει καὶ ἀπολιπόντα ἰδεῖν τὴν ἀξίαν τῆς δυνάμεως καὶ τὸ κράτιστον τῶν ὄντων καταμαθεῖν καὶ τοῦτο ἐν παντὶ μεταδιώκειν, περὶ τοῦτο ἐσπουδακέναι, πάρεργα τἆλλα πρὸς τοῦτο πεποιημένον, οὐ μέντοι ἀμελοῦντα οὐδʼ ἐκείνων κατὰ δύναμιν.

to consider other things as trifling in comparison with this, and yet, so far as we are able, not to neglect even these. We ought, for instance, to take care of our eyes; yet not as of the principal thing, but only on account of that which is principal;

καὶ γὰρ ὀφθαλμῶν ἐπιμελητέον, ἀλλʼ οὐχ ὡς τοῦ κρατίστου, ἀλλὰ καὶ τούτων διὰ τὸ κράτιστον· ὅτι ἐκεῖνο οὐκ ἄλλως ἕξει κατὰ φύσιν εἰ μὴ ἐν τούτοις εὐλογιστοῦν καὶ τὰ ἕτερα παρὰ τὰ ἕτερα αἱρούμενον.

because that can no otherwise preserve its own nature, than by making a due estimate of the rest, and preferring some to others. What is the usual practice, then?

τί οὖν ἐστι τὸ γινόμενον; οἷον εἴ τις ἀπιὼν εἰς τὴν πατρίδα τὴν ἑαυτοῦ καὶ διοδεύων πανδοκεῖον καλὸν ἀρέσαντος αὐτῷ τοῦ πανδοκείου καταμένοι ἐν τῷ πανδοκείῳ.

That of a traveller who, returning into his own country, and meeting on the way with a good inn, being pleased with the inn, should remain there. Have you forgotten your intention, man?

ἄνθρωπε, ἐπελάθου σου τῆς προθέσεως· οὐκ εἰς τοῦτο ὥδευες, ἀλλὰ διὰ τούτου. ἀλλὰ κομψὸν τοῦτο. πόσα δʼ ἄλλα πανδοκεῖα κομψά, πόσοι δὲ λειμῶνες· ἁπλῶς ὡς δίοδος.

You were not travelling to this place, but only through it. “But this is a fine place.” And how many other fine inns are there, and how many pleasant fields, yet they are simply as a means of passage.

τὸ δὲ προκείμενον ἐκεῖνο· εἰς τὴν πατρίδα ἐπανελθεῖν, τοὺς οἰκείους ἀπαλλάξαι δέους, αὐτὸν τὰ τοῦ πολίτου ποιεῖν, γῆμαι, παιδοποιεῖσθαι, ἄρξαι τὰς νομιζομένας ἀρχάς.

What is the real business? To return to your country; to relieve the anxieties of your family; to perform the duties of a citizen; to marry, have children, and go through the public offices.

οὐ γὰρ τοὺς κομψοτέρους ἡμῖν τόπους ἐκλεξόμενος ἐλήλυθας, ἀλλʼ ἐν οἷς ἐγένου καὶ ὧν κατατέταξαι πολίτης, ἐν τούτοις ἀναστραφησόμενος. τοιοῦτόν τι καὶ ἐνταῦθά ἐστι τὸ γινόμενον.

For you did not travel in order to choose the finest places; but to return, to live in that where you were born, and of which you are appointed a citizen. Such is the present case. Because, by speech and such instruction, we are to perfect our education and purify our own will and rectify that faculty which deals with things as they appear;

ἐπεὶ διὰ λόγου καὶ τοιαύτης παραδόσεως ἐλθεῖν ἐπὶ τὸ τέλειον δεῖ καὶ τὴν αὑτοῦ προαίρεσιν ἐκκαθᾶραι καὶ τὴν δύναμιν τὴν χρηστικὴν τῶν φαντασιῶν ὀρθὴν κατασκευάσαι, ἀνάγκη δὲ τὴν παράδοσιν γίνεσθαι διά τινων θεωρημάτων καὶ διὰ λέξεως ποιᾶς καὶ μετά τινος ποικιλίας καὶ δριμύτητος τῶν θεωρημάτων,

and because, for the statement of theorems, a certain diction, and some variety and subtilty of discourse are needful, many, captivated by these very things,—one by diction, another by syllogisms, a third by convertible propositions, just as our traveller was by the good inn,—go no further, but sit down and waste their lives shamefully there, as if amongst the sirens.

ὑπʼ αὐτῶν τινες τούτων ἁλισκόμενοι καταμένουσιν αὐτοῦ, ὁ μὲν ὑπὸ τῆς λέξεως, ὁ δʼ ὑπὸ συλλογισμῶν, ὁ δʼ ὑπὸ μεταπιπτόντων, ὁ δʼ ὑπʼ ἄλλου τινὸς τοιούτου πανδοκείου, καὶ προσμείναντες κατασήπονται ὡς παρὰ ταῖς Σειρῆσιν.

Your business, man, was to prepare yourself for such use of the semblances of things as nature demands; not to fail in what you seek, or incur what you shun; never to be disappointed or unfortunate, but free, unrestrained, uncompelled; conformed to the Divine Administration, obedient to that; finding fault with nothing, but able to say, from your whole soul, the verses which begin,Conduct me, Zeus;

ἄνθρωπε, τὸ προκείμενον ἦν σοι κατασκευάσαι σαυτὸν χρηστικὸν ταῖς προσπιπτούσαις φαντασίαις κατὰ φύσιν, ἐν ὀρέξει ἀναπότευκτον, ἐν δʼ ἐκκλίσει ἀπερίπτωτον, μηδέποτʼ ἀτυχοῦντα, μηδέποτε δυστυχοῦντα, ἐλεύθερον, ἀκώλυτον, ἀνανάγκαστον, συναρμόζοντα τῇ τοῦ Διὸς διοικήσει, ταύτῃ πειθόμενον, ταύτῃ εὐαρεστοῦντα, μηδένα μεμφόμενον, μηδένʼ αἰτιώμενον, δυνάμενον εἰπεῖν τούτους τοὺς στίχους ἐξ ὅλης ψυχῆς ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ Πεπρωμένη.

and thou, O Destiny. While you have such a business before you, will you be so pleased with a pretty form of expression, or a few theorems, as to choose to stay and live with them, forgetful of your home, and say, “They are fine things!”

εἶτα τοῦτο τὸ προκείμενον ἔχων ἀρέσαντός σοι λεξειδίου, ἀρεσάντων θεωρημάτων τινῶν αὐτοῦ καταμένεις καὶ κατοικεῖν προαιρῇ ἐπιλαθόμενος τῶν ἐν οἴκῳ καὶ λέγεις ταῦτα κομψά ἐστιν; τίς γὰρ λέγει μὴ εἶναι αὐτὰ κομψά;

Why, who says they are not fine things? But only as a means; as an inn. For what hinders one speaking like Demosthenes from being miserable? What hinders a logician equal to Chrysippus from being wretched, sorrowful, envious, vexed, unhappy?

ἀλλʼ ὡς δίοδον, ὡς πανδοκεῖα. τί γὰρ κωλύει φράζοντα ὡς Δημοσθένης ἀτυχεῖν; τί δὲ κωλύει συλλογισμοὺς ἀναλύοντα ὡς Χρύσιππος ἄθλιον εἶναι, πενθεῖν, φθονεῖν, ἁπλῶς ταράσσεσθαι, κακοδαιμονεῖν;

Nothing. You see, then, that these are merely unimportant inns, and what concerns you is quite another thing.

οὐδὲ ἕν. ὁρᾷς οὖν ὅτι πανδοκεῖα ἦν ταῦτα οὐδενὸς ἄξια, τὸ δὲ προκείμενον ἄλλο ἦν.

When I talk thus to some, they suppose that I am setting aside all care about eloquence and about theorems; but I do not object to that, only the dwelling on these things incessantly, and placing our hopes there.

ταῦτα ὅταν λέγω πρός τινας, οἴονταί με καταβάλλειν τὴν περὶ τὸ λέγειν ἐπιμέλειαν ἢ τὴν περὶ τὰ θεωρήματα. ἐγὼ δʼ οὐ ταύτην καταβάλλω, ἀλλὰ τὸ περὶ ταῦτʼ ἀκαταληκτικῶς ἔχειν καὶ ἐνταῦθα τίθεσθαι τὰς αὑτῶν ἐλπίδας.

If any one, by maintaining this, hurts his hearers, place me amongst those hurtful people; for I cannot, when I see one thing to be the principal and most excellent, call another so to please you.

εἴ τις τοῦτο παριστὰς βλάπτει τοὺς ἀκούοντας, κἀμὲ τίθεσθε ἕνα τῶν βλαπτόντων. οὐ δύναμαι δʼ ἄλλο βλέπων τὸ κράτιστον καὶ τὸ κυριώτατον ἄλλο λέγειν εἶναι, ἵνʼ ὑμῖν χαρίσωμαι.

24. When a certain person said to him, “I have often come to you with a desire of hearing you, and you have never given me any answer; but now, if possible, I entreat you to say something to me,”—Do you think, replied Epictetus, that as in other things, so in speaking, there is an art by which he who understands it speaks skilfully, and he who does not unskilfully? “I do think so.” He, then, who by speaking both benefits himself, and is able to benefit others, must speak skilfully; but he who injures and is injured, must be unskilful in this art. For you may find some speakers injured, and others benefited. And are all hearers benefited by what they hear? Or will you find some benefited, and some hurt? “Both.” Then those who hear skilfully are benefited, and those who hear unskilfully, hurt. “Granted.” Is there any art of hearing, then, as well as of speaking? “It seems so.” If you please, consider it thus. To whom think you that the practice of music belongs? “To a musician.” To whom the proper formation of a statue? “To a sculptor.” And do you not imagine some art necessary even to view a statue skilfully? “I do.” If, therefore, to speak properly belongs to one who is skilful, do you not see that to hear profitably belongs likewise to one who is skilful? For the present, however, if you please, let us say no more of doing things perfectly and profitably, since we are both far enough from anything of that kind; but this seems to be universally confessed, that he who would hear philosophers needs some kind of exercise in hearing. Is it not so? Tell me, then, on what I shall speak to you. On what subject are you able to hear me? “On good and evil.” The good and evil of what,—of a horse? “No.” Of an ox? “No.” What, then; of a man? “Yes.” Do we know, then, what man is; what is his nature, what our idea of him, and how far our ears are open in this respect to him? Nay, do you understand what Nature is; or are you able in any degree to comprehend me when I come to say, “But I must use demonstration to you”? How should you? Do you comprehend what demonstration is, or how a thing is demonstrated, or by what methods; or what resembles a demonstration, and yet is not a demonstration? Do you know what true or false is; what is consequent upon anything, and what contradictory; suitable, or dissonant? But I must excite you to study philosophy. How shall I show you that contradiction among the generality of mankind, by which they differ concerning good and evil, profitable and unprofitable, when you know not what contradiction means? Show me, then, what I shall gain by discoursing with you? Excite an inclination in me, as a proper pasture excites an inclination to eating, in a sheep; for if you offer him a stone or a piece of bread, he will not be excited. Thus we too have certain natural inclinations to speaking, when the hearer appears to be somebody, when he gives us encouragement; but if he sits by like a stone or a tuft of grass, how can he excite any desire in a man? Does a vine say to an husbandman, “Take care of me”? No; but invites him to take care of it, by showing him that, if he does, it will reward him for his care. Who is there, whom bright and agreeable children do not attract to play, and creep, and prattle with them? But who was ever taken with an inclination to divert himself or bray with an ass; for be the creature ever so little, it is still a little ass. “Why then do you say nothing to me?” I have only this to say to you; that whoever is utterly ignorant what he is and wherefore he was born, and in what kind of a universe and in what society; what things are good and what evil, what fair and what base; who understands neither discourse nor demonstration, nor what is true nor what is false, nor is able to distinguish between them; such a one will neither exert his desires, nor aversions, nor pursuits conformably to Nature; he will neither aim, nor assent, nor deny, nor suspend his judgment conformably to Nature; but will wander up and down, entirely deaf and blind, supposing himself to be somebody, while he is nobody. Is there anything new in all this? Is not this ignorance the cause of all the errors that have happened, from the very origin of mankind? Why did Agamemnon and Achilles differ? Was it not for want of knowing what is advantageous, what disadvantageous? Does not one of them say it is advantageous to restore Chryseis to her father; the other, that it is not? Does not one say that he ought to take away the prize of the other; the other, that he ought not? Did they not by these means forget who they were, and for what purpose they had come there? Why, what did you come for, man,—to win mistresses, or to fight? “To fight.” With whom,—Trojans or Greeks? “With the Trojans.” Leaving Hector, then, do you draw your sword upon your own king? And do you, good sir, forgetting the duties of a king,—Intrusted with a nation and its cares,go to squabbling about a girl with the bravest of your allies, whom you ought by every method to conciliate and preserve? And will you be inferior to a subtle priest who pays his court anxiously to you fine gladiators? You see the effects produced by ignorance of what is truly advantageous. “But I am rich, as well as other people.” What, richer than Agamemnon? “But I am handsome too.” What, handsomer than Achilles? “But I have fine hair too.” Had not Achilles finer and brighter? Yet he never combed it exquisitely, nor curled it. “But I am strong too.” Can you lift such a stone, then, as Hector or Ajax? “But I am of a noble family too.” Is your mother a goddess, or your father descended from Zeus? And what good did all this do Achilles, when he sat crying for a girl? “But I am an orator.” And was not he? Do you not see how he treated the most eloquent of the Greeks,—Odysseus and Phoenix,—how he struck them dumb? This is all I have to say to you; and even this against my inclination. “Why so?” Because you have not excited me to it. For what can I see in you to excite me, as spirited horses their riders? Your person? That you disfigure. Your dress? That is effeminate. Your behavior. Your look? Absolutely nothing. When you would hear a philosopher, do not say to him, “You tell me nothing;” but only show yourself fit and worthy to hear; and you will find how you will move him to speak.

24. εἰπόντος αὐτῷ τινος ὅτι Πολλάκις ἐπιθυμῶν σου ἀκοῦσαι ἦλθον πρὸς σὲ καὶ οὐδέποτέ μοι ἀπεκρίνω· καὶ νῦν, εἰ δυνατόν, παρακαλῶ σε εἰπεῖν τί μοι, Δοκεῖ σοι, ἔφη, καθάπερ ἄλλου τινὸς εἶναι τέχνη οὕτως δὲ καὶ τοῦ λέγειν, ἣν ὁ μὲν ἔχων ἐμπείρως ἐρεῖ, ὁ δὲ μὴ ἔχων ἀπείρως; — δοκεῖ. — οὐκοῦν ὁ μὲν διὰ τοῦ λέγειν αὐτός τε ὠφελούμενος καὶ ἄλλους οἷός τε ὢν ὠφελεῖν οὗτος ἐμπείρως ἂν λέγοι, ὁ δὲ βλαπτόμενος μᾶλλον καὶ βλάπτων οὗτος ἄπειρος ἂν εἴη τῆς τέχνης ταύτης τῆς τοῦ λέγειν; εὕροις ἂν τοὺς μὲν βλαπτομένους τοὺς δʼ ὠφελουμένους. οἱ δʼ ἀκούοντες πάντες ὠφελοῦνται ἀφʼ ὧν ἀκούουσιν ἢ καὶ τούτων εὕροις ἂν τοὺς μὲν ὠφελουμένους τοὺς δὲ βλαπτομένους; — καὶ τούτων, ἔφη. — οὐκοῦν καὶ ἐνταῦθα ὅσοι μὲν ἐμπείρως ἀκούουσιν ὠφελοῦνται, ὅσοι δʼ ἀπείρως βλάπτονται; — ὡμολόγει. — ἔστιν ἄρα τις ἐμπειρία καθάπερ τοῦ λέγειν οὕτως καὶ τοῦ ἀκούειν; — ἔοικεν. — εἰ δὲ βούλει, καὶ οὕτως σκέψαι αὐτό. τὸ μουσικῶς ἅψασθαι τίνος σοι δοκεῖ; — μουσικοῦ. — τί δέ; τὸν ἀνδριάντα ὡς δεῖ κατασκευάσαι τίνος σοι φαίνεται; — ἀνδριαντοποιοῦ. — τὸ ἰδεῖν ἐμπείρως οὐδεμιᾶς σοι προσδεῖσθαι φαίνεται τέχνης; — προσδεῖται καὶ τοῦτο. — οὐκοῦν εἰ καὶ τὸ λέγειν ὡς δεῖ τοῦ ἐμπείρου ἐστίν, ὁρᾷς ὅτι καὶ τὸ ἀκούειν ὠφελίμως τοῦ ἐμπείρου ἐστίν; καὶ τὸ μὲν τελείως καὶ ὠφελίμως, εἰ βούλει, πρὸς τὸ παρὸν ἀφῶμεν, ἐπεὶ καὶ μακράν ἐσμεν ἀμφότεροι παντὸς τοῦ τοιούτου· ἐκεῖνο δὲ πᾶς ἄν τις ὁμολογῆσαί μοι δοκεῖ, ὅτι ποσῆς γέ τινος τριβῆς περὶ τὸ ἀκούειν προσδεῖται ὁ τῶν φιλοσόφων ἀκουσόμενος. ἢ γὰρ οὔ; περὶ τίνος οὖν λέγω πρὸς σέ; δεῖξόν μοι. περὶ τίνος ἀκοῦσαι δύνασαι; περὶ ἀγαθῶν καὶ κακῶν; τίνος; ἆρά γε ἵππου; — οὔ. — ἀλλὰ βοός; — οὔ. — τί οὖν; ἀνθρώπου; — ναί. — οἴδαμεν οὖν, τί ἐστιν ἄνθρωπος, τίς ἡ φύσις αὐτοῦ, τίς ἡ ἔννοια; ἔχομεν καὶ κατὰ ποσὸν περὶ τοῦτο τὰ ὦτα τετρημένα; ἀλλὰ φύσις τί ἐστιν ἐννοεῖς ἢ δύνασαι καὶ κατὰ ποσὸν ἀκολουθῆσαί μοι λέγοντι; ἀλλʼ ἀποδείξει χρήσομαι πρὸς σέ; πῶς; παρακολουθεῖς γὰρ αὐτῷ τούτῳ, τί ἐστιν ἀπόδειξις ἢ πῶς τι ἀποδείκνυται ἢ διὰ τίνων; ἢ τίνα ὅμοια μὲν ἀποδείξει ἐστίν, ἀπόδειξις δʼ οὐκ ἔστιν; τί γάρ ἐστιν ἀληθὲς οἶδας ἢ τί ἐστι ψεῦδος; τί τίνι ἀκολουθεῖ, τί τίνι μάχεται ἢ ἀνομολογούμενόν ἐστιν ἢ ἀσύμφωνον; ἀλλὰ κινῶ σε πρὸς φιλοσοφίαν; πῶς παραδεικνύω σοι τὴν μάχην τῶν πολλῶν ἀνθρώπων, καθʼ ἣν διαφέρονται περὶ ἀγαθῶν καὶ κακῶν καὶ συμφερόντων καὶ ἀσυμφόρων, αὐτὸ τοῦτο τί ἐστι μάχη οὐκ εἰδότι; δεῖξον οὖν μοι, τί περανῶ διαλεγόμενός σοι. κίνησόν μοι προθυμίαν. ὡς ἡ κατάλληλος πόα τῷ προβάτῳ φανεῖσα προθυμίαν αὐτῷ κινεῖ πρὸς τὸ φαγεῖν, ἂν δὲ λίθον ἢ ἄρτον παραθῇς, οὐ κινηθήσεται, οὕτως εἰσί τινες ἡμῖν φυσικαὶ προθυμίαι καὶ πρὸς τὸ λέγειν, ὅταν ὁ ἀκουσόμενος φανῇ τις, ὅταν αὐτὸς ἐρεθίσῃ. ἂν δʼ ὡς λίθος ἢ χόρτος ᾖ παρακείμενος, πῶς δύναται ἀνθρώπῳ ὄρεξιν κινῆσαι; ἡ ἄμπελος μή τι λέγει τῷ γεωργῷ ἐπιμελοῦ μου; ἀλλʼ αὐτὴ διʼ αὑτῆς ἐμφαίνουσα, ὅτι ἐπιμεληθέντι λυσιτελήσει αὐτῷ, ἐκκαλεῖται πρὸς τὴν ἐπιμέλειαν. τὰ παιδία τὰ πιθανὰ καὶ δριμέα τίνα οὐκ ἐκκαλεῖται πρὸς τὸ συμπαίζειν αὐτοῖς καὶ συνέρπειν καὶ πρὸς τὸ συμψελλίζειν; ὄνῳ δὲ τίς προθυμεῖται συμπαίζειν ἢ συνογκᾶσθαι; καὶ γὰρ εἰ μικρόν, ὅμως ὀνάριόν ἐστιν. τί οὖν μοι οὐδὲν λέγεις;— ἐκεῖνο μόνον ἔχω σοι εἰπεῖν, ὅτι ὁ ἀγνοῶν, τίς ἐστι καὶ ἐπὶ τί γέγονεν καὶ ἐν τίνι τούτῳ τῷ κόσμῳ καὶ μετὰ τίνων κοινωνῶν καὶ τίνα τὰ ἀγαθά ἐστι καὶ τὰ κακὰ καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, καὶ μήτε λόγῳ παρακολουθῶν μήτʼ ἀποδείξει, μήτε τί ἐστιν ἀληθὲς ἢ τί ψεῦδος, μήτε διακρῖναι ταῦτα δυνάμενος οὔτʼ ὀρέξεται κατὰ φύσιν οὔτʼ ἐκκλινεῖ οὔθʼ ὁρμήσει οὔτʼ ἐπιβαλεῖται, οὐ συγκαταθήσεται, οὐκ ἀνανεύσει, οὐκ ἐφέξει, τὸ σύνολον. κωφ[λ]ὸς καὶ τυφλὸς περιελεύσεται δοκῶν μέν τις εἶναι, ὢν δʼ οὐδείς. νῦν γὰρ πρῶτον τοῦθʼ οὕτως ἔχει; οὐχὶ ἐξ οὗ γένος ἀνθρώπων ἐστίν, ἐξ ἐκείνου πάντα τὰ ἁμαρτήματα καὶ τὰ ἀτυχήματα παρὰ ταύτην τὴν ἄγνοιαν γεγένηται; Ἀγαμέμνων καὶ Ἀχιλλεὺς διὰ τί ἀλλήλοις διεφέροντο; οὐχὶ διὰ τὸ μὴ εἰδέναι, τίνα ἐστὶ συμφέροντα καὶ ἀσύμφορα; οὐχὶ ὁ μὲν λέγει, ὅτι συμφέρει ἀποδοῦναι τῷ πατρὶ τὴν Χρυσηίδα, ὁ δὲ λέγει, ὅτι οὐ συμφέρει; οὐχὶ ὁ μὲν λέγει, ὅτι δεῖ αὐτὸν λαβεῖν τὸ ἄλλου γέρας, ὁ δέ, ὅτι οὐ δεῖ; οὐχὶ διὰ ταῦτα ἐπελάθοντο καὶ τίνες ἦσαν καὶ ἐπὶ τί ἐληλύθεσαν; ἔα, ἄνθρωπε, ἐπὶ τί ἐλήλυθας; ἐρωμένας κτησόμενος ἢ πολεμήσων; πολεμήσων. τίσι; τοῖς Τρωσὶν ἢ τοῖς Ἕλλησιν; τοῖς Τρωσίν. ἀφεὶς οὖν τὸν Ἕκτορα ἐπὶ τὸν βασιλέα τὸν σαυτοῦ σπᾷς τὸ ξίφος; σὺ δʼ, ὦ βέλτιστε, ἀφεὶς τὰ τοῦ βασιλέως ἔργα, ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν, περὶ κορασιδίου διαπυκτεύεις τῷ πολεμικωτάτῳ τῶν συμμάχων, ὃν δεῖ παντὶ τρόπῳ περιέπειν καὶ φυλάττειν; καὶ χείρων γίνῃ κομψοῦ ἀρχιερέως, ὃς τοὺς καλοὺς μονομάχους διὰ πάσης ἐπιμελείας ἔχει; ὁρᾷς, οἷα ποιεῖ ἄγνοια περὶ τῶν συμφερόντων; ἀλλὰ κἀγὼ πλούσιός εἰμι. μή τι οὖν τοῦ Ἀγαμέμνονος πλουσιώτερος; ἀλλὰ καὶ καλός εἰμι. μή τι οὖν τοῦ Ἀχιλλέως καλλίων; ἀλλὰ καὶ κόμιον κομψὸν ἔχω. ὁ δʼ Ἀχιλλεὺς οὐ κάλλιον καὶ ξανθόν; καὶ οὐκ ἐκτένιζεν αὐτὸ κομψῶς οὐδʼ ἔπλασσεν. ἀλλὰ καὶ ἰσχυρός εἰμι. μή τι οὖν δύνασαι λίθον ἆραι ἡλίκον ὁ Ἕκτωρ ἢ ὁ Αἴας; ἀλλὰ καὶ εὐγενής. μή τι ἐκ θεᾶς μητρός, μή τι πατρὸς ἐγγόνου Διός; τί οὖν ἐκεῖνον ὠφελεῖ ταῦτα, ὅταν καθήμενος κλαίῃ διὰ τὸ κορασίδιον; ἀλλὰ ῥήτωρ εἰμί. ἐκεῖνος δʼ οὐκ ἦν; οὐ βλέπεις πῶς κέχρηται τοῖς δεινοτάτοις τῶν Ἑλλήνων περὶ λόγους Ὀδυσσεῖ καὶ Φοίνικι, πῶς αὐτοὺς ἀστόμους πεποίηκε; ταῦτά σοι μόνα ἔχω εἰπεῖν καὶ οὐδὲ ταῦτα προθύμως. — διὰ τί; — ὅτι με οὐκ ἠρέθισας. εἰς τί γὰρ ἀπιδὼν ἐρεθισθῶ ὡς οἱ ἱππικοὶ περὶ τοὺς ἵππους τοὺς εὐφυεῖς; εἰς τὸ σωμάτιον; αἰσχρῶς αὐτὸ πλάσσεις. εἰς τὴν ἐσθῆτα; καὶ ταύτην τρυφερὰν ἔχεις. εἰς σχῆμα, εἰς βλέμμα; εἰς οὐδέν. ὅταν ἀκοῦσαι θέλῃς φιλοσόφου, μὴ λέγε αὐτῷ ὅτι οὐδέν μοι λέγεις, ἀλλὰ μόνον δείκνυε σαυτὸν τοῦ ἀκούειν καὶ ὄψει, πῶς κινήσεις τὸν λέγοντα.

25. When one of the company said to him, “Convince me that logic is necessary,”—Would you have me, he said, demonstrate it to you? “Yes.” Then I must use a demonstrative form of argument. “Granted.” And how will you know, then, whether I argue sophistically? On this, the man being silent, You see, says he, that even by your own confession, logic is necessary; since without it, you cannot even learn whether it be necessary or not.

25. τῶν παρόντων δέ τινος εἰπόντος Πεῖσόν με, ὅτι τὰ λογικὰ χρήσιμά ἐστιν, Θέλεις, ἔφη, ἀποδείξω σοι τοῦτο; — ναί. — οὐκοῦν λόγον μʼ ἀποδεικτικὸν διαλεχθῆναι δεῖ; — ὁμολογήσαντος δὲ Πόθεν οὖν εἴσῃ, ἄν σε σοφίσωμαι; — σιωπήσαντος δὲ τοῦ ἀνθρώπου Ὁρᾷς, ἔφη, πῶς αὐτὸς ὁμολογεῖς ὅτι ταῦτα ἀναγκαῖά ἐστιν, εἰ χωρὶς αὐτῶν οὐδʼ αὐτὸ τοῦτο δύνασαι μαθεῖν, πότερον ἀναγκαῖα ἢ οὐκ ἀναγκαῖά ἐστιν.

26. Every error implies a contradiction; for since he who errs does not wish to err, but to be in the right, it is evident that he acts contrary to his wish. What does a thief desire to attain? His own interest. If, then, thieving be really against his interest, he acts contrary to his own desire. Now, every rational soul is naturally averse to self-contradiction; but so long as any one is ignorant that it is a contradiction, nothing restrains him from acting contradictorily; but whenever he discovers it, he must as necessarily renounce and avoid it, as any one must dissent from a falsehood whenever he perceives it to be a falsehood; only while this does not appear, he assents to it as to a truth. He, then, is gifted in speech, and excels at once in exhortation and conviction, who can disclose to each man the contradiction by which he errs, and prove clearly to him that what he would he doth not, and what he would not, that he doth. For, if that be shown, he will depart from it of his own accord; but, till you have shown it, be not surprised that he remains where he is; for he proceeds on the semblance of acting rightly. Hence Socrates, relying on this faculty, used to say. “It is not my custom to cite any other witness for my assertions; but I am always contented with my opponent. I call and summon him for my witness; and his single evidence serves instead of all others.” For he knew that if a rational soul be moved by anything, the scale must turn whether it will or no. Show the governing faculty of Reason a contradiction, and it will renounce it; but till you have shown it, rather blame yourself than him who remains unconvinced.

26. πᾶν ἁμάρτημα μάχην περιέχει. ἐπεὶ γὰρ ὁ ἁμαρτάνων οὐ θέλει ἁμαρτάνειν, ἀλλὰ κατορθῶσαι, δῆλον ὅτι ὃ μὲν θέλει οὐ ποιεῖ. τί γὰρ ὁ κλέπτης θέλει πρᾶξαι; τὸ αὑτῷ συμφέρον. οὐκ οὖν, εἰ ἀσύμφορόν ἐστιν αὐτῷ τὸ κλέπτειν, ὃ μὲν θέλει ποιεῖ. πᾶσα δὲ ψυχὴ λογικὴ φύσει διαβέβληται πρὸς μάχην· καὶ μέχρι μὲν ἂν μὴ παρακολουθῇ τούτῳ, ὅτι ἐν μάχῃ ἐστίν, οὐδὲν κωλύεται τὰ μαχόμενα ποιεῖν· παρακολουθήσαντα δὲ πολλὴ ἀνάγκη ἀποστῆναι τῆς μάχης καὶ φυγεῖν οὕτως ὡς καὶ ἀπὸ τοῦ ψεύδους ἀνανεῦσαι πικρὰ ἀνάγκη τῷ αἰσθανομένῳ, ὅτι ψεῦδός ἐστιν· μέχρι δὲ τοῦτο μὴ φαντάζηται, ὡς ἀληθεῖ ἐπινεύει αὐτῷ. δεινὸς οὖν ἐν λόγῳ, ὁ δʼ αὐτὸς καὶ προτρεπτικὸς καὶ ἐλεγκτικὸς οὗτος ὁ δυνάμενος ἑκάστῳ παραδεῖξαι τὴν μάχην, καθʼ ἣν ἁμαρτάνει, καὶ σαφῶς παραστῆσαι, πῶς ὃ θέλει οὐ ποιεῖ καὶ ὃ μὴ θέλει ποιεῖ. ἂν γὰρ τοῦτο δείξῃ τις, αὐτὸς ἀφʼ αὑτοῦ ἀναποχωρήσει. μέχρι δὲ μὴ δεικνύῃς, μὴ θαύμαζε, εἰ ἐπιμένει· κατορθώματος γὰρ φαντασίαν λαμβάνων ποιεῖ αὐτό. διὰ τοῦτο καὶ Σωκράτης ταύτῃ τῇ δυνάμει πεποιθὼς ἔλεγεν ὅτι ἐγὼ ἄλλον μὲν οὐδένα εἴωθα παρέχειν μάρτυρα ὧν λέγω, ἀρκοῦμαι δʼ ἀεὶ τῷ προσδιαλεγομένῳ καὶ ἐκεῖνον ἐπιψηφίζω καὶ καλῶ μάρτυρα καὶ εἷς ὢν οὗτος ἀρκεῖ μοι ἀντὶ πάντων. ᾔδει γάρ, ὑπὸ τίνος λογικὴ ψυχὴ κινεῖται, ζυγῷ ἐπιρρέψει, ἄν τε θέλῃς ἄν τε μή. λογικῷ ἡγεμονικῷ δεῖξον μάχην καὶ ἀποστήσεται· ἂν δὲ μὴ δεικνύῃς, αὐτὸς σαυτῷ μᾶλλον ἐγκάλει ἢ τῷ μὴ πειθομένῳ.