SCRIPTURA

Homer · Odyssey · 14 of 33

Book X · lines 290–574

Translated by Augustus Taber Murray

ContentsMarkdown.md ↓

She will mix thee a potion, and cast drugs into the food; but even so she shall not be able to bewitch thee, for the potent herb that I shall give thee will not suffer it. And I will tell thee all. When Circe shall smite thee with her long wand, then do thou draw thy sharp sword from beside thy thigh, and rush upon Circe, as though thou wouldst slay her. And she will be seized with fear, and will bid thee lie with her. Then do not thou thereafter refuse the couch of the goddess, that she may set free thy comrades, and give entertainment to thee. But bid her swear a great oath by the blessed gods, that she will not plot against thee any fresh mischief to thy hurt, lest when she has thee stripped she may render thee a weakling and unmanned.’ “So saying, Argeiphontes gave me the herb, drawing it from the ground, and showed me its nature. At the root it was black, but its flower was like milk.

τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσειφάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦΚίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντηςἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·

Moly the gods call it, and it is hard for mortal men to dig; but with the gods all things are possible. Hermes then departed to high Olympus through the wooded isle, and I went my way to the house of Circe, and many things did my heart darkly ponder as I went.

μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσεινἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμποννῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκηςἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.

So I stood at the gates of the fair-tressed goddess. There I stood and called, and the goddess heard my voice. Straightway then she came forth, and opened the bright doors, and bade me in; and I went with her, my heart sore troubled. She brought me in and made me sit on a silver-studded chair, a beautiful chair, richly wrought, and beneath was a foot-stool for the feet. And she prepared me a potion in a golden cup, that I might drink, and put therein a drug, with evil purpose in her heart. But when she had given it me, and I had drunk it off, yet was not bewitched, she smote me with her wand, and spoke, and addressed me:

ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰςκαὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλουκαλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·

‘Begone now to the sty, and lie with the rest of thy comrades.’ “So she spoke, but I, drawing my sharp sword from beside my thigh, rushed upon Circe, as though I would slay her. But she, with a loud cry, ran beneath, and clasped my knees, and with wailing she spoke to me winged words:

ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦΚίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

“‘Who art thou among men, and from whence? Where is thy city, and where thy parents? Amazement holds me that thou hast drunk this charm and wast in no wise bewitched. For no man else soever hath withstood this charm, when once he has drunk it, and it has passed the barrier of his teeth. Nay, but the mind in thy breast is one not to be beguiled.

τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.

Surely thou art Odysseus, the man of ready device, who Argeiphontes of the golden wand ever said to me would come hither on his way home from Troy with his swift, black ship. Nay, come, put up thy sword in its sheath, and let us two then go up into my bed, that couched together in love we may put trust in each other.’ “So she spoke, but I answered her, and said: ‘Circe, how canst thou bid me be gentle to thee, who hast turned my comrades into swine in thy halls, and now keepest me here, and with guileful purpose biddest me go to thy chamber, and go up into thy bed, that when thou hast me stripped thou mayest render me a weakling and unmanned? Nay, verily, it is not I that shall be fain to go up into thy bed, unless thou, goddess, wilt consent to swear a mighty oath that thou wilt not plot against me any fresh mischief to my hurt.’

ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶφάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειταεὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντεεὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύειςἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαιμή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.

“So I spoke, and she straightway swore the oath to do me no harm, as I bade her. But when she had sworn, and made an end of the oath, then I went up to the beautiful bed of Circe. “But her handmaids meanwhile were busied in the halls, four maidens who are her serving-women in the house.

ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον.αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντοτέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·

Children are they of the springs and groves, and of the sacred rivers that flow forth to the sea, and of them one threw upon chairs fair rugs of purple above, and spread beneath them a linen cloth; another drew up before the chairs tables of silver, and set upon them golden baskets; and the third mixed sweet, honey-hearted wine in a bowl of silver, and served out golden cups; and the fourth brought water, and kindled a great fire beneath a large cauldron, and the water grew warm.

γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέωνἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰπορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζαςἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρναἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιεπολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.

But when the water boiled in the bright bronze, she set me in a bath, and bathed me with water from out the great cauldron, mixing it to my liking, and pouring it over my head and shoulders, till she took from my limbs soul-consuming weariness. But when she had bathed me, and anointed me richly with oil, and had cast about me a fair cloak and a tunic, she brought me into the hall, and made me sit upon a silver-studded chair—a beautiful chair, richly wrought, and beneath was a foot-stool for the feet. Then a handmaid brought water for the hands in a fair pitcher of gold, and poured it over a silver basin for me to wash, and beside me drew up a polished table. And the grave housewife brought and set before me bread, and therewith meats in abundance, granting freely of her store. Then she bade me eat, but my heart inclined not thereto. Rather, I sat with other thoughts, and my spirit boded ill.

αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλουκαλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσακαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ,ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός.

“Now when Circe noted that I sat thus, and did not put forth my hands to the food, but was burdened with sore grief, she came close to me, and spoke winged words: “‘Why, Odysseus, dost thou sit thus like one that is dumb, eating thy heart, and dost not touch food or drink?

Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳχεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος ἀναύδῳ,θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;

Dost thou haply forbode some other guile? Nay, thou needest in no wise fear, for already have I sworn a mighty oath to do thee no harm.’ “So she spoke, but I answered her, and said: ‘Circe, what man that is right-minded could bring himself to taste of food or drink, ere yet he had won freedom for his comrades, and beheld them before his face? But if thou of a ready heart dost bid me eat and drink, set them free, that mine eyes may behold my trusty comrades.’ “So I spoke, and Circe went forth through the hall holding her wand in her hand, and opened the doors of the sty, and drove them out in the form of swine of nine years old. So they stood there before her, and she went through the midst of them, and anointed each man with another charm. Then from their limbs the bristles fell away which the baneful drug that queenly Circe gave them had before made to grow, and they became men again, younger than they were before, and far comelier and taller to look upon. They knew me, and clung to my hands, each man of them, and upon them all came a passionate sobbing, and the house about them rang wondrously, and the goddess herself was moved to pity.

ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴδειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκειῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ,ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶνἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσεφάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμασμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.

“Then the beautiful goddess drew near me, and said: ‘Son of Laertes, sprung from Zeus, Odysseus of many devices, go now to thy swift ship and to the shore of the sea. First of all do ye draw the ship up on the land, and store your goods and all the tackling in caves.

ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·

Then come back thyself, and bring thy trusty comrades.’ “So she spoke, and my proud heart consented. I went my way to the swift ship and the shore of the sea, and there I found my trusty comrades by the swift ship, wailing piteously, shedding big tears.

αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ,βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρουςοἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.

And as when calves in a farmstead sport about the droves of cows returning to the yard, when they have had their fill of grazing—all together they frisk before them, and the pens no longer hold them, but with constant lowing they run about their mothers—so those men, when their eyes beheld me, thronged about me weeping, and it seemed to their hearts as though they had got to their native land, and the very city of rugged Ithaca, where they were bred and born. And with wailing they spoke to me winged words: “‘At thy return, O thou fostered of Zeus, we are as glad as though we had returned to Ithaca, our native land. But come, tell the fate of the others, our comrades.’ “So they spoke, and I answered them with gentle words: ‘First of all let us draw the ship up on the land, and store our goods and all the tackling in caves.

ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸςὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴντρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·

Then haste you, one and all, to go with me that you may see your comrades in the sacred halls of Circe, drinking and eating, for they have unfailing store.’ “So I spoke, and they quickly hearkened to my words. Eurylochus alone sought to hold back all my comrades, and he spoke, and addressed them with winged words: “‘Ah, wretched men, whither are we going? Why are you so enamoured of these woes, as to go down to the house of Circe, who will change us all to swine, or wolves, or lions, that so we may guard her great house perforce? Even so did the Cyclops, when our comrades went to his fold, and with them went this reckless Odysseus. For it was through this man's folly that they too perished.’ “So he spoke, and I pondered in heart, whether to draw my long sword from beside my stout thigh, and therewith strike off his head, and bring it to the ground, near kinsman of mine by marriage though he was; but my comrades one after another sought to check me with gentle words: “‘O thou sprung from Zeus, as for this man, we will leave him, if thou so biddest, to abide here by the ship, and to guard the ship, but as for us, do thou lead us to the sacred house of Circe.’ “So saying, they went up from the ship and the sea. Nor was Eurylochus left beside the hollow ship, but he went with us, for he feared my dread reproof. “Meanwhile in her halls Circe bathed the rest of my comrades with kindly care, and anointed them richly with oil, and cast about them fleecy cloaks and tunics; and we found them all feasting bountifully in the halls. But when they saw and recognized one another, face to face, they wept and wailed, and the house rang around.

αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκηςπίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπανταςἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντοἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροιμειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκηἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.

Then the beautiful goddess drew near me, and said: “‘No longer now do ye rouse this plenteous lamenting. Of myself I know both all the woes you have suffered on the teeming deep, and all the wrong that cruel men have done you on the land.

ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.

Nay, come, eat food and drink wine, until you once more get spirit in your breasts such as when at the first you left your native land of rugged Ithaca; but now ye are withered and spiritless, ever thinking of your weary wanderings, nor are your hearts ever joyful, for verily ye have suffered much.’ “So she spoke, and our proud hearts consented. So there day after day for a full year we abode, feasting on abundant flesh and sweet wine. But when a year was gone and the seasons turned, as the months waned and the long days were brought in their course, then my trusty comrades called me forth, and said: “‘Strange man, bethink thee now at last of thy native land, if it is fated for thee to be saved, and to reach thy high-roofed house and thy native land.’

ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαντρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμινθυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸνἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραιμηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαιοἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.

“So they spoke, and my proud heart consented. So then all day long till set of sun we sat feasting on abundant flesh and sweet wine. But when the sun set and darkness came on, they lay down to sleep throughout the shadowy halls, but I went up to the beautiful bed of Circe, and besought her by her knees; and the goddess heard my voice, and I spoke, and addressed her with winged words: “‘Circe, fulfil for me the promise which thou gavest to send me home; for my spirit is now eager to be gone, and the spirit of my comrades, who make my heart to pine, as they sit about me mourning, whensoever thou haply art not at hand.’ “So I spoke, and the beautiful goddess straightway made answer: ‘Son of Laertes, sprung from Zeus, Odysseus of many devices, abide ye now no longer in my house against your will;

ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆςγούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.

but you must first complete another journey, and come to the house of Hades and dread Persephone, to seek soothsaying of the spirit of Theban Teiresias, the blind seer, whose mind abides steadfast. To him even in death Persephone has granted reason, that he alone should have understanding; but the others flit about as shadows.’ “So she spoke, and my spirit was broken within me, and I wept as I sat on the bed, nor had my heart any longer desire to live and behold the light of the sun. But when I had my fill of weeping and writhing, then I made answer, and addressed her, saying: “‘O Circe, who will guide us on this journey? To Hades no man ever yet went in a black ship.’ “So I spoke, and the beautiful goddess straightway made answer: ‘Son of Laertes, sprung from Zeus, Odysseus of many devices, let there be in thy mind no concern for a pilot to guide thy ship, but set up thy mast, and spread the white sail, and sit thee down; and the breath of the North Wind will bear her onward. But when in thy ship thou hast now crossed the stream of Oceanus, where is a level shore and the groves of Persephone— tall poplars, and willows that shed their fruit—there do thou beach thy ship by the deep eddying Oceanus, but go thyself to the dank house of Hades. There into Acheron flow Periphlegethon and Cocytus, which is a branch of the water of the Styx; and there is a rock, and the meeting place of the two roaring rivers. Thither, prince, do thou draw nigh, as I bid thee, and dig a pit of a cubit's length this way and that, and around it pour a libation to all the dead, first with milk and honey, thereafter with sweet wine, and in the third place with water, and sprinkle thereon white barley meal. And do thou earnestly entreat the powerless heads of the dead, vowing that when thou comest to Ithaca thou wilt sacrifice in thy halls a barren heifer, the best thou hast, and wilt fill the altar with rich gifts; and that to Teiresias alone thou wilt sacrifice separately a ram, wholly black, the goodliest of thy flock. But when with prayers thou hast made supplication to the glorious tribes of the dead, then sacrifice a ram and a black ewe, turning their heads toward Erebus but thyself turning backward, and setting thy face towards the streams of the river. Then many ghosts of men that are dead will come forth. But do thou thereafter call to thy comrades, and bid them flay and burn the sheep that lie there, slain by the pitiless bronze, and make prayer to the gods, to mighty Hades and to dread Persephone.

ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαιεἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσαςἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσινΚώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳπαμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαινανεἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαιἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαιμῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·

And do thou thyself draw thy sharp sword from beside thy thigh, and sit there, not suffering the powerless heads of the dead to draw near to the blood, till thou hast enquired of Teiresias. Then the seer will presently come to thee, leader of men, and he will tell thee thy way and the measures of thy path, and of thy return, how thou mayest go over the teeming deep.’ “So she spoke, and straightway came golden-throned Dawn. Round about me then she cast a cloak and tunic as raiment, and the nymph clothed herself in a long white robe, finely-woven and beautiful, and about her waist she cast a fair girdle of gold, and upon her head she put a veil. But I went through the halls, and roused my men with gentle words, coming up to each man in turn. “‘No longer now sleep ye, and drowse in sweet slumber, but let us go; lo! queenly Circe has told me all.’

αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνααἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθουνόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖκαλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρουςμειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.

“So I spoke, and their proud hearts consented. But not even from thence could I lead my men unscathed. There was one, Elpenor, the youngest of all, not over valiant in war nor sound of understanding, who had laid him down apart from his comrades in the sacred house of Circe, seeking the cool air, for he was heavy with wine. He heard the noise and the bustle of his comrades as they moved about, and suddenly sprang up, and forgot to go to the long ladder that he might come down again, but fell headlong from the roof, and his neck was broken away from the spine, and his spirit went down to the house of Hades. “But as my men were going on their way I spoke among them, saying: ‘Ye think, forsooth, that ye are going to your dear native land; but Circe has pointed out for us another journey, even to the house of Hades and dread Persephone, to consult the spirit of Theban Teiresias.’ “So I spoke, and their spirit was broken within them, and sitting down right where they were, they wept and tore their hair. But no good came of their lamenting. “But when we were on our way to the swift ship and the shore of the sea, sorrowing and shedding big tears, meanwhile Circe had gone forth and made fast beside the black ship a ram and a black ewe, for easily had she passed us by. Who with his eyes could behold a god against his will, whether going to or fro?

ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίηνἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσαςἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσινἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴνἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖανἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείηςψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσηςᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλονταὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;