But Pallas Athena went to spacious Lacedaemon to remind the glorious son of great-hearted Odysseus of his return, and to hasten his coming. She found Telemachus and the noble son of Nestor lying in the fore-hall of the palace of glorious Menelaus. Now Nestor's son was overcome with soft sleep, but sweet sleep did not hold Telemachus, but all through the immortal night anxious thoughts for his father kept him wakeful. And flashing-eyed Athena stood near him, and said:
ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνηᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸννόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸνεὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷνύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
“Telemachus, thou dost not well to wander longer far from thy home, leaving behind thee thy wealth and men in thy house so insolent, lest they divide and devour all thy possessions, and thou shalt have gone on a fruitless journey. Nay, rouse with all speed Menelaus, good at the war-cry, to send thee on thy way, that thou mayest find thy noble mother still in her home. For now her father and her brothers bid her wed Eurymachus, for he surpasses all the wooers in his presents, and has increased his gifts of wooing. Beware lest she carry forth from thy halls some treasure against thy will.
Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισινοὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσικτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαονπεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονταιΕὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπανταςμνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
For thou knowest what sort of a spirit there is in a woman's breast; she is fain to increase the house of the man who weds her, but of her former children and of the lord of her youth she takes no thought, when once he is dead, and asks no longer concerning them. Nay, go, and thyself put all thy possessions in the charge of whatsoever one of the handmaids seems to thee the best, until the gods shall show thee a noble bride. And another thing will I tell thee, and do thou lay it to heart. The best men of the wooers lie in wait for thee of set purpose in the strait between Ithaca and rugged Samos, eager to slay thee before thou comest to thy native land. But methinks this shall not be; ere that shall the earth cover many a one of the wooers that devour thy substance. But do thou keep thy well-built ship far from the islands, and sail by night as well as by day, and that one of the immortals, who keeps and guards thee, will send a fair breeze in thy wake. But when thou hast reached the nearest shore of Ithaca, send thy ship and all thy comrades on to the city, but thyself go first of all to the swineherd who keeps thy swine, and withal has a kindly heart toward thee.
οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιοοὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκασταδμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσινἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξειἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθενἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
There do thou spend the night, and bid him to go to the city to bear word to wise Penelope that she has thee safe, and thou art come from Pylos.” So saying, she departed to high Olympus. But Telemachus woke the son of Nestor out of sweet sleep, rousing him with a touch of his heel, and spoke to him, saying: “Awake, Peisistratus, son of Nestor; bring up thy fiery-hoofed horses, and yoke them beneath the car, that we may speed on our way.” Then Peisistratus, son of Nestor, answered, and said: “Telemachus, in no wise may we drive through the dark night, how eager soever for our journey; and soon it will be dawn. Wait then, until the warrior son of Atreus, Menelaus, famed for his spear, shall bring gifts and set them on the car, and shall send us on our way with kindly words of farewell. For a guest remembers all his days the host who shews him kindness.” So he spoke, and presently came golden-throned Dawn. Up to them then came Menelaus, good at the war-cry, rising from his couch from beside fair-tressed Helen. And when the prince, the dear son of Odysseus, saw him, he made haste to put about him his bright tunic, and to fling over his mighty shoulders a great cloak, and went forth. Then Telemachus, the dear son of divine Odysseus, came up to Menelaus, and addressed him, saying: “Menelaus, son of Atreus, fostered of Zeus, leader of hosts, send me back now at length to my dear native land, for now my heart is eager to return home.” Then Menelaus, good at the war-cry, answered him: “Telemachus, I verily shall not hold thee here a long time, when thou art eager to return. Nay, I should blame another, who, as host, loves overmuch or hates overmuch; better is due measure in all things. 'Tis equal wrong if a man speed on a guest who is loath to go, and if he keep back one that is eager to be gone. One should make welcome the present guest, and send forth him that would go.
ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσωἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρενλὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππουςζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖονύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάνταἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόενταδῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοιςἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδαΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξωἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαιξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
But stay, till I bring fair gifts and put them on thy car, and thine own eyes behold them, and till I bid the women make ready a meal in the halls of the abundant store that is within. It is a double boon—honor and glory it brings, and profit withal—that the traveller should dine before he goes forth over the wide and boundless earth.
ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείωκαλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶδεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.
And if thou art fain to journey through Hellas and mid-Argos, be it so, to the end that I may myself go with thee, and I will yoke for thee horses, and lead thee to the cities of men. Nor will any one send us away empty-handed, but will give us some one thing at least to bear with us, a fair brazen tripod or cauldron, or a pair of mules, or a golden cup.” Then wise Telemachus answered him: “Menelaus, son of Atreus, fostered of Zeus, leader of hosts, rather would I go at once to my home, for when I departed I left behind me no one to watch over my possessions.
εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέαςαὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθενοὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·
I would not that in seeking for my god-like father I myself should perish, or some goodly treasure be lost from my halls.” Now when Menelaus, good in battle, heard this, he straightway bade his wife and her handmaids make ready a meal in the halls of the abundant store that was within.
μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσεδεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
Up to him then came Eteoneus, son of Boethous, just risen from his bed, for he dwelt not far from him. Him Menelaus, good at the war-cry, bade kindle a fire and roast of the flesh; and he heard, and obeyed. And Menelaus himself went down to his vaulted treasure-chamber, not alone, for with him went Helen and Megapenthes. But when they came to the place where his treasures were stored, the son of Atreus took a two-handled cup, and bade his son Megapenthes bear a mixing bowl of silver. And Helen came up to the chests in which were her richly-broidered robes, that she herself had wrought. One of these Helen, the beautiful lady, lifted out and bore away, the one that was fairest in its broideries, and the amplest. It shone like a star, and lay beneath all the rest. Then they went forth through the house until they came to Telemachus; and fair-haired Menelaus spoke to him, and said: “Telemachus, may Zeus, the loud-thundering lord of Here, verily bring to pass for thee thy return, even as thy heart desires. And of all the gifts that lie stored as treasures in my house, I will give thee that one which is fairest and costliest.
ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαοςὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγενἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντοΤηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
I will give thee a well-wrought mixing-bowl. It is all of silver, and with gold are the rims thereof gilded, the work of Hephaestus; and the warrior Phaedimus, king of the Sidonians, gave it me, when his house sheltered me as I came thither; and now I am minded to give it to thee.”
δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψεκεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
So saying, the warrior, son of Atreus, placed the two-handled cup in his hands. And the strong Megapenthes brought the bright mixing-bowl of silver and set it before him, and fair-cheeked Helen came up with the robe in her hands, and spoke, and addressed him:
ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλονἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸνθῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃοςπέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
“Lo, I too give thee this gift, dear child, a remembrance of the hands of Helen, against the day of thy longed-for marriage, for thy bride to wear it. But until then let it lie in thy halls in the keeping of thy dear mother. And for thyself I wish that with joy thou mayest reach thy well-built house and thy native land.”
δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶκείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιοοἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
So saying, she placed it in his hands, and he took it gladly. And the prince Peisistratus took the gifts, and laid them in the box of the chariot, and gazed at them all wondering in his heart. Then fair-haired Menelaus led them to the house, and the two sat down on chairs and high seats.
ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρωςδεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
And a handmaid brought water for the hands in a fair pitcher of gold, and poured it over a silver basin for them to wash, and beside them drew up a polished table. And the grave housewife brought and set before them bread, and therewith meats in abundance, granting freely of her store.
χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσακαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
And hard by the son of Boethous carved the meat, and divided the portions, and the son of glorious Menelaus poured the wine. So they put forth their hands to the good cheer lying ready before them. But when they had put from them the desire of food and drink, then Telemachus and the glorious son of Nestor yoked the horses and mounted the inlaid car, and drove forth from the gateway and the echoing portico. After them went the son of Atreus, fair-haired Menelaus, bearing in his right hand honey-hearted wine in a cup of gold, that they might pour libations ere they set out.
πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸςἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
And he took his stand before the horses, and pledged the youths, and said: “Fare ye well, young men, and bear greeting to Nestor, shepherd of the host, for verily he was kind as a father to me, while we sons of the Achaeans warred in the land of Troy.” Then wise Telemachus answered him:
στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶνεἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
“Aye, verily, king, fostered of Zeus, to him will we tell all this on our coming, as thou dost bid. And I would that, when I return to Ithaca, I might as surely find Odysseus in his house, to tell him how I met with every kindness at thy hands, ere I departed and bring with me treasures many and goodly.”
καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣςνοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσηςἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
Even as he spoke a bird flew by on the right, an eagle, bearing in his talons a great, white goose, a tame fowl from the yard, and men and women followed shouting. But the eagle drew near to them, and darted off to the right in front of the horses; and they were glad as they saw it, and the hearts in the breasts of all were cheered. And among them Peisistratus, son of Nestor, was first to speak: “Consider, Menelaus, fostered of Zeus, leader of hosts, whether it was for us two that the god showed this sign, or for thyself.” so he spoke, and Menelaus, dear to Ares, pondered how he might with understanding interpret the sign aright. But long-robed Helen took the word from him, and said: “Hear me, and I will prophesy as the immortals put it into my heart, and as I think it will be brought to pass. Even as this eagle came from the mountain, where are his kin, and where he was born, and snatched up the goose that was bred in the house, even so shall Odysseus return to his home after many toils and many wanderings, and shall take vengeance; or even now he is at home, and is sowing the seeds of evil for all the wooers.” Then again wise Telemachus answered her:
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντοἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼνδεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντεςγήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶςοἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδηοἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
“So may Zeus grant, the loud-thundering lord of Here; then will I even there ever pray to thee, as to a god.” He spoke, and touched the two horses with the lash, and they sped swiftly toward the plain, coursing eagerly through the city. So all day long they shook the yoke they bore about their necks.
οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκαἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
And the sun set, and all the ways grew dark. And they came to Pherae, to the house of Diocles, son of Ortilochus, whom Alpheus begot. There they spent the night, and before them he set the entertainment due to strangers. As soon as early Dawn appeared, the rosy-fingered, they yoked the horses, and mounted the inlaid car, and drove forth from the gateway and the echoing portico. Then Peisistratus touched the horses with the whip to start them, and nothing loath the pair sped onward, and soon thereafter they reached the steep citadel of Pylos. Then Telemachus spoke to the son of Nestor, saying:
δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·
“Son of Nestor, wilt thou now make me a promise, and fulfil it, as I bid? Friends from of old we call ourselves by reason of our fathers' friendship, and we are moreover of the same age, and this journey shall yet more stablish us in oneness of heart. Lead me not past my ship, O thou fostered of Zeus, but leave me there, lest that old man keep me in his house against my will, fain to show me kindness, whereas I must needs hasten home.” So he spoke, and the son of Nestor took counsel with his heart, how he might duly give the promise and fulfil it. And, as he pondered, this seemed to him the better course.
Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειαςμῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναιἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
He turned his horses to the swift ship and the shore of the sea, and took out, and set in the stern of the ship the beautiful gifts, the raiment and gold, which Menelaus gave him. And he urged on Telemachus, and addressed him with winged words: “Make haste now to go on board, and bid all thy comrades to do likewise, before I reach home and bring the old man word. For well I know this in mind and heart, so masterful is his spirit he will not let thee go, but will himself come hither to bid thee to his house; and, I tell thee, he will not go back without thee; for very wroth will he be, despite of all.”
στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημιἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.
So saying, he drove his horses with beautiful mane back to the city of the Pylians, and speedily reached the palace. And Telemachus called to his men, and gave command to them, saying: “Set all the gear in order, men, in the black ship, and let us go on board ourselves, that we may speed on our way.”
ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππουςἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
So he spoke, and they readily hearkened and obeyed; and at once they went on board, and sat down upon the benches. He verily was busied thus, and was praying and offering sacrifice to Athena by the stern of the ship, when there drew nigh to him a man from a far land, one that was fleeing out of Argos because he had slain a man; and he was a seer. By lineage he was sprung from Melampus, who of old dwelt in Pylos, mother of flocks, a rich man and one that had a very wealthy house among the Pylians, but had afterward come to a land of strangers, fleeing from his country and from great-hearted Neleus, the lordliest of living men, who for a full year had kept much wealth from him by force. Now Melampus meanwhile lay bound with bitter bonds in the halls of Phylacus, suffering grievous pains because of the daughter of Neleus, and the terrible blindness of heart which the goddess, the Erinys, who brings houses to ruin, had laid upon him.
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃνηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρτηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγωνΝηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸνεἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιοδεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχωνεἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
Howbeit he escaped his fate, and drove off the deep-lowing kine from Phylace to Pylos, and avenged the cruel deed upon godlike Neleus, and brought the maiden home to be his own brother's wife. For himself, he went to the land of other men, to horse-pasturing Argos, for there it was appointed him to dwell, bearing sway over many Argives. There he wedded a wife and built him a high-roofed house, and begot Antiphates and Mantius, two stalwart sons. Now Antiphates begot great-hearted Oicles, and Oicles Amphiaraus, the rouser of the host, whom Zeus, who bears the aegis, and Apollo heartily loved with all manner of love. Yet he did not reach the threshold of old age, but died in Thebe, because of a woman's gifts. To him were born sons, Alcmaeon and Amphilochus. And Mantius on his part begot Polypheides and Cleitus.
ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκουςἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲςἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκαἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦενναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισινἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλωνπαντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·
Now Cleitus golden-throned Dawn snatched away by reason of his beauty, that he might dwell with the immortals; but of Polypheides, high of heart, Apollo made a seer, far the best of mortals, after that Amphiaraus was dead. He removed to Hyperesia, having waxed wroth with his father, and there he dwelt and prophesied to all men. His son it was, Theoclymenus by name, who now came and stood by Telemachus; and he found him pouring libations and praying by his swift, black ship, and he spoke, and addressed him with winged words:
ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼςκάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλωνθῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν,ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανενσπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
“Friend, since I find thee making burnt-offering in this place, I beseech thee by thine offerings and by the god, aye, and by thine own life and the lives of thy comrades who follow thee, tell me truly what I ask, and hide it not. Who art thou among men, and from whence? Where is thy city, and where thy parents?”
ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτασῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
And wise Telemachus answered him: “Then verily, stranger, will I frankly tell thee all. Of Ithaca I am by birth, and my father is Odysseus, as sure as ever such a one there was; but now he has perished by a pitiful fate. Therefore have I now taken my comrades and a black ship, and am come to seek tidings of my father, that has long been gone.” Then godlike Theoclymenus answered him: “Even so have I, too, fled from my country, for that I slew a man, one of mine own kin. And many brethren and kinsmen of his there are in horse-pasturing Argos, and mightily do they bear sway over the Achaeans.
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαινανἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰςἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τεἌργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.
It is to shun death and black fate at their hands that I flee, for, I ween, it is my lot to be a wanderer among men. But do thou set me on thy ship, since in my flight I have made prayer to thee, lest they utterly slay me; for methinks they are in pursuit.” And wise Telemachus answered him:
τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαινανφεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
“Then will I in no wise thrust thee from my shapely ship, since thou art eager to come. Nay, follow with us, and in our home shalt thou find entertainment such as we have.” So saying, he took from him his spear of bronze, and laid it at length on the deck of the curved ship, and himself went aboard the seafaring ship.
οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.