… For some say, at Dracanum; and some, on windy Icarus; and some, in Naxos, O Heaven-born, Insewn; and others by the deep-eddying river Alpheus that pregnant Semele bare you to Zeus the thunder-lover.
… οἳ μὲν γὰρ Δρακάνῳ σʼ, οἳ δʼ Ἰκάρῳ ἠνεμοέσσῃφάσʼ, οἳ δʼ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,οἳ δέ σʼ ἐπʼ Ἀλφειῷ ποταμῷ βαθυδινήεντικυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ·
And others yet, lord, say you were born in Thebes; but all these lie. The Father of men and gods gave you birth remote from men and secretly from white-armed Hera. There is a certain Nysa, a mountain most high and richly grown with woods, far off in Phoenice, near the streams of Aegyptus … “and men will lay up for her many offerings in her shrines.
ἄλλοι δʼ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι,ψευδόμενοι· σὲ δʼ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τεπολλὸν ἀπʼ ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην.ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ,τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων, … καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλʼ ἐνὶ νηοῖς.
And as these things are three, so shall mortals ever sacrifice perfect hecatombs to you at your feasts each three years.” The Son of Cronos spoke and nodded with his dark brows. And the divine locks of the king flowed forward from his immortal head, and he made great Olympus reel.
ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας.ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο·
So spake wise Zeus and ordained it with a nod. Be favorable, O Insewn, Inspirer of frenzied women! we singers sing of you as we begin and as we end a strain, and none forgetting you may call holy song to mind.
μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς.ἵληθʼ, εἰραφιῶτα, γυναιμανές· οἱ δέ σʼ ἀοιδοὶᾄδομεν ἀρχόμενοι λήγοντές τʼ· οὐδέ πῃ ἔστισεῖʼ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς.
And so, farewell, Dionysus, Insewn, with your mother Semele whom men call Thyone.
καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυσʼ εἰραφιῶτα,σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην.