I sing of Artemis, whose shafts are of gold, who cheers on the hounds, the pure maiden, shooter of stags, who delights in archery, own sister to Apollo with the golden sword. Over the shadowy hills and windy peaks she draws her golden bow, rejoicing in the chase, and sends out grievous shafts.
Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν,παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν,αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος,ἣ κατ’ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνειπέμπουσα στονόεντα βέλη·
The tops of the high mountains tremble and the tangled wood echoes awesomely with the outcry of beasts: earth quakes and the sea also where fishes shoal. But the goddess with a bold heart turns every way destroying the race of wild beasts: and when she is satisfied and has cheered her heart, this huntress who delights in arrows slackens her supple bow and goes to the great house of her dear brother Phoebus Apollo, to the rich land of Delphi,
τρομέει δὲ κάρηναὑψηλῶν ὀρέων, ἰάχει δ’ ἔπι δάσκιος ὕληδεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖαπόντος τ’ ἰχθυόεις· ἣ δ’ ἄλκιμον ἦτορ ἔχουσα πάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην. αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα,εὐφρήνῃ δὲ νόον, χαλάσασ’ εὐκαμπέα τόξαἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο,Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον, Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα.
there to order the lovely dance of the Muses and Graces. There she hangs up her curved bow and her arrows, and heads and leads the dances, gracefully arrayed, while all they utter their heavenly voice, singing how neat-ankled Leto bare children supreme among the immortals both in thought and in deed.
ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺςἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα,ἐξάρχουσα χορούς· αἳ δ’ ἀμβροσίην ὄπ’ ἰεῖσαιὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδας ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ’ ἀρίστους.
Hail to you, children of Zeus and rich-haired Leto! And now I will remember you and another song also.
χαίρετε, τέκνα Διὸς καὶ Λητοῦς ἠυκόμοιο·αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.