I will sing of well-founded Earth, mother of all, eldest of all beings. She feeds all creatures that are in the world, all that go upon the goodly land, and all that are in the paths of the seas, and all that fly: all these are fed of her store.
γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον,πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθʼ ὁπόσʼ ἐστίν,ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδʼ ὅσα πόντονἠδʼ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου.
Through you, O queen, men are blessed in their children and blessed in their harvests, and to you it belongs to give means of life to mortal men and to take it away. Happy is the man whom you delight to honor! He has all things abundantly: his fruitful land is laden with corn, his pastures are covered with cattle, and his house is filled with good things.
ἐκ σέο δʼ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι,πότνια, σεῦ δʼ ἔχεται δοῦναι βίον ἠδʼ ἀφελέσθαιθνητοῖς ἀνθρώποισιν· ὃ δʼ ὄλβιος, ὅν κε σὺ θυμῷπρόφρων τιμήσῃς· τῷ τʼ ἄφθονα πάντα πάρεστι.βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατʼ ἀγροὺς κτήνεσιν εὐθηνεῖ, οἶκος δʼ ἐμπίπλαται ἐσθλῶν·
Such men rule orderly in their cities of fair women: great riches and wealth follow them: their sons exult with ever-fresh delight, and their daughters in flower-laden bands play and skip merrily over the soft flowers of the field.
αὐτοὶ δʼ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικακοιρανέουσʼ, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ·παῖδες δʼ εὐφροσύνῃ νεοθηλέι κυδιόωσιπαρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷ παίζουσαι σκαίρουσι κατʼ ἄνθεα μαλθακὰ ποίης,οὕς κε σὺ τιμήσῃς, σεμνὴ θεά, ἄφθονε δαῖμον.
Thus is it with those whom you honor O holy goddess, bountiful spirit. Hail, Mother of the gods, wife of starry Heaven; freely bestow upon me for this my song substance that cheers the heart! And now I will remember you and another song also.
χαῖρε, θεῶν μήτηρ, ἄλοχʼ Οὐρανοῦ ἀστερόεντος,πρόφρων δʼ ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε·αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.