SCRIPTURA

Homer · The Homeric Hymns · 34 of 35

Hymn 32 · To Selene

Translated by Hugh G. Evelyn-White

ContentsMarkdown.md ↓

And next, sweet voiced Muses, daughters of Zeus, well-skilled in song, tell of the long-winged Moon. From her immortal head a radiance is shown from heaven and embraces earth; and great is the beauty that ariseth from her shining light.

μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι,ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς·ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτοςκρατὸς ἀπʼ ἀθανάτοιο, πολὺς δʼ ὑπὸ κόσμος ὄρωρεν αἴγλης λαμπούσης·

The air, unlit before, glows with the light of her golden crown, and her rays beam clear, whensoever bright Selene having bathed her lovely body in the waters of Ocean, and donned her far-gleaming raiment, and yoked her strong-necked, shining team, drives on her long-maned horses at full speed, at eventime in the mid-month: then her great orbit is full and then her beams shine brightest as she increases.

στίλβει δέ τʼ ἀλάμπετος ἀὴρχρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δʼ ἐνδιάονται,εὖτʼ ἂν ἀπʼ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν,εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη,ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας, ἐσσυμένως προτέρωσʼ ἐλάσῃ καλλίτριχας ἵππους,ἑσπερίη, διχόμηνος·

So she is a sure token and a sign to mortal men. Once the Son of Cronos was joined with her in love; and she conceived and bare a daughter Pandia, exceeding lovely amongst the deathless gods. Hail, white-armed goddess, bright Selene, mild, bright-tressed queen! And now I will leave you and sing the glories of men half-divine, whose deeds minstrels, the servants of the Muses, celebrate with lovely lips.

ὃ δὲ πλήθει μέγας ὄγμοςλαμπρόταταί τʼ αὐγαὶ τότʼ ἀεξομένης τελέθουσινοὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται.τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ· ἣ δʼ ὑποκυσαμένη Πανδείην γείνατο κούρην,ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι.χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη,πρόφρον, ἐυπλόκαμος· σέο δʼ ἀρχόμενος κλέα φωτῶνᾄσομαι ἡμιθέων, ὧν κλείουσʼ ἔργματʼ ἀοιδοί, Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.