SCRIPTURA

Lucian · A True Story · 4 of 4

Book II · sections 27–47

Translated by Austin Morris Harmon

ContentsMarkdown.md ↓

27. The heroes voted, too, that we be dismissed from the island before our time was up, remaining only till the next day. Thereupon I began to cry aloud and weep because I had to leave such blessings behind me and resume my wanderings. But they cheered me up, saying that before many years I should come back to them again, and they even pointed out to me my future chair and couch, close to the best people. I went to Rhadamanthus and earnestly besought him to tell me what would happen and indicate my course. He said that I should reach my native land in spite of many wanderings and dangers, but refused to tell the time of my return. However, pointing out the islands near by—there were five in sight and a sixth in the distance—, “These,” said he, “are the Isles of the Wicked, here close at hand, from which you see all the smoke arising: the sixth yonder is the City of Dreams. Next comes the island of Calypso, but you cannot see it yet. When you have sailed by these, you will finally come to the great continent opposite the one which your people inhabit. Then at last, after you have had many adventures and have travelled through all sorts of countries and lived among unfriendly men, in course of time you will reach the other continent.”

27. ἐψηφίσαντο δὲ καὶ ἡμᾶς ἐμπροθέσμως ἐκπέμπειν ἐκ τῆς νήσου, τὴν ἐπιοῦσαν ἡμέραν μόνην ἐπιμείναντας. ἐνταῦθα δὴ ἐγὼ ἐποτνιώμην τε καὶ ἐδάκρυον οἷα ἔμελλον ἀγαθὰ καταλιπὼν αὖθις πλανηθήσεσθαι. αὐτοὶ μέντοι παρεμυθοῦντο λέγοντες οὐ πολλῶν ἐτῶν ἀφίξεσθαι πάλιν ὡς αὐτούς, καί μοι ἤδη εἰς τοὐπιὸν θρόνον τε καὶ κλισίαν ἐπεδείκνυσαν πλησίον τῶν ἀρίστων. ἐγὼ δὲ προσελθὼν τῷ Ῥαδαμάνθυι πολλὰ ἱκέτευον εἰπεῖν τὰ μέλλοντα καὶ ὑποδεῖξαί μοι τὸν πλοῦν. ὁ δὲ ἔφασκεν ἀφίξεσθαι μὲν εἰς τὴν πατρίδα πολλὰ πρότερον πλανηθέντα καὶ κινδυνεύσαντα, τὸν δὲ χρόνον οὐκέτι τῆς ἐπανόδου προσθεῖναι ἠθέλησεν· ἀλλὰ δὴ καὶ δεικνὺς τὰς πλησίον νήσους—ἐφαίνοντο δὲ πέντε τὸν ἀριθμόν, ἄλλη δὲ ἕκτη πόρρωθεν — ταύτας μὲν εἶναι ἔφασκεν τῶν ἀσεβῶν, τὰς πλησίον, Ἀφʼ ὧν, ἔφη, ἤδη τὸ πολὺ πῦρ ὁρᾷς καιόμενον, ἕκτη δὲ ἐκείνη τῶν ὀνείρων ἡ πόλις· μετὰ ταύτην δὲ ἡ τῆς Καλυψοῦς νῆσος, ἀλλʼ οὐδέπω σοι φαίνεται. ἐπειδὰν δὲ ταύτας παραπλεύσῃς, τότε δὴ ἀφίξῃ εἰς τὴν μεγάλην ἤπειρον τὴν ἐναντίαν τῇ ὑφʼ ὑμῶν κατοικουμένῃ· ἐνταῦθα δὴ πολλὰ παθὼν καὶ ποικίλα ἔθνη διελθὼν καὶ ἀνθρώποις ἀμίκτοις ἐπιδημήσας χρόνῳ ποτὲ ἥξεις εἰς τὴν ἑτέραν ἤπειρον.

28. With these words he plucked a root of mallow from the ground and handed it to me, telling me to pray to it in my greatest straits. And he advised me if ever I reached this country, neither to stir the fire with a sword-blade nor to eat lupines nor to make love to anyone over eighteen, saying that if I bore these points in mind I might have good hopes of getting back to the island. Well, I made preparations for the voyage, and when the time came, joined them at the feast. On the next day I went to the poet Homer and begged him to compose me a couplet to carve up, and when he had done so, I set up a slab of beryl near the harbour and had the couplet carved-onit. It was:One Lucian, whom the blessed gods befriend,Beheld what’s here, and home again did wend.

28. τοσαῦτα εἶπεν, καὶ ἀνασπάσας ἀπὸ τῆς γῆς μαλάχης ῥίζαν ὤρεξέν μοι, ταύτῃ κελεύσας ἐν τοῖς μεγίστοις κινδύνοις προσεύχεσθαι· παρῄνεσε δὲ εἰ καί ποτε ἀφικοίμην ἐς τήνδε τὴν γῆν, μήτε πῦρ μαχαίρᾳ σκαλεύειν μήτε θέρμους ἐσθίειν μήτε παιδὶ ὑπὲρ τὰ ὀκτωκαίδεκα ἔτη πλησιάζειν· τούτων γὰρ ἂν μεμνημένον ἐλπίδας ἔχειν τῆς εἰς τὴν νῆσον ἀφίξεως. τότε μὲν οὖν τὰ περὶ τὸν πλοῦν παρεσκευασάμην, καὶ ἐπεὶ καιρὸς ἦν, συνειστιώμην αὐτοῖς. τῇ δὲ ἐπιούσῃ ἐλθὼν πρὸς Ὅμηρον τὸν ποιητὴν ἐδεήθην αὐτοῦ ποιῆσαί μοι δίστιχον ἐπίγραμμα· καὶ ἐπειδὴ ἐποίησεν, στήλην βηρύλλου λίθου ἀναστήσας ἐπέγραψα πρὸς τῷ λιμένι. τὸ δὲ ἐπίγραμμα ἦν τοιόνδε·Λουκιανὸς τάδε πάντα φίλος μακάρεσσι θεοῖσινεἶδέ τε καὶ πάλιν ἦλθε φίλην ἐς πατρίδα γαῖαν.

29. I stayed that day, too, and put to sea on the next, escorted by the heroes. At that juncture Odysseus came to me without ‘the knowledge of Penelope and gave me a letter to carry to Ogygia Island, to Calypso. Rhadamanthus sent the pilot Nauplius with me, so that if we touched at the islands no one might arrest us, thinking we were putting in on another errand. Forging ahead, we had passed out of the fragrant atmosphere when of a sudden a terrible odour greeted us as of asphalt, sulphur, and pitch burning together, and a vile, insufferable stench as of roasting human flesh: the atmosphere was murky and foggy, and a pitchy dew distilled from it. Likewise we heard the noise of scourge$ and the wailing of many men.

29. μείνας δὲ κἀκείνην τὴν ἡμέραν, τῇ ἐπιούσῃ ἀνηγόμην τῶν ἡρώων παραπεμπόντων. ἔνθα μοι καὶ Ὀδυσσεὺς προσελθὼν λάθρᾳ τῆς Πηνελόπης δίδωσιν ἐπιστολὴν εἰς Ὠγυγίαν τὴν νῆσον Καλυψοῖ κομίζειν. συνέπεμψε δέ μοι ὁ Ῥαδάμανθυς τὸν πορθμέα Ναύπλιον, ἵνʼ ἐὰν καταχθῶμεν ἐς τὰς νήσους, μηδεὶς ἡμᾶς συλλάβῃ ἅτε κατʼ ἄλλην ἐμπορίαν καταπλέοντας. ἐπεὶ δὲ τὸν εὐώδη ἀέρα προϊόντες παρεληλύθειμεν, αὐτίκα ἡμᾶς ὀσμή τε δεινὴ διεδέχετο οἷον ἀσφάλτου καὶ θείου καὶ πίττης ἅμα καιομένων, καὶ κνῖσα δὲ πονηρὰ καὶ ἀφόρητος ὥσπερ ἀπὸ ἀνθρώπων ὀπτωμένων, καὶ ὁ ἀὴρ ζοφερὸς καὶ ὁμιχλώδης, καὶ κατέσταζεν ἐξ αὐτοῦ δρόσος πιττίνη· ἠκούομεν δὲ καὶ μαστίγων ψόφον καὶ οἰμωγὴν ἀνθρώπων πολλῶν.

30. The other islands’ we did not touch at, but the one on which we landed was precipitous and sheer on all sides; it was roughened with rocks and stony places, and there was neither tree nor water in it. We crawled up the cliffs, however, and went ahead in a path full of thorns and calthrops, finding the country very ugly. On coming to the enclosure and the place of punishment, first of all we wondered at the nature of the region. The ground itself was all sown with sword blades and calthrops, and around it flowed three rivers, one of mud, the second of blood and the inmost one of fire. The latter was very large, and impossible to cross: it ran like water and undulated like the sea, and it contained many fish, some similar to torches, and some, a smaller variety, to live coals. They called them candlefish.

30. ταῖς μὲν οὖν ἄλλαις οὐ προσέσχομεν, ἧς δὲ ἐπέβημεν, τοιάδε ἦν· κύκλῳ μὲν πᾶσα κρημνώδης καὶ ἀπόξυρος, πέτραις καὶ τράχωσι κατεσκληκυῖα, δένδρον δʼ οὐδὲν οὐδὲ ὕδωρ ἐνῆν· ἀνερπύσαντες δὲ ὅμως κατὰ τοὺς κρημνοὺς προῇμεν διά τινος ἀκανθώδους καὶ σκολόπων μεστῆς ἀτραποῦ, πολλὴν ἀμορφίαν τῆς χώρας ἐχούσης. ἐλθόντες δὲ ἐπὶ τὴν εἱρκτὴν καὶ τὸ κολαστήριον, πρῶτα μὲν τὴν φύσιν τοῦ τόπου ἐθαυμάζομεν· τὸ μὲν γὰρ ἔδαφος αὐτὸ μαχαίραις καὶ σκόλοψι πάντῃ ἐξηνθήκει, κύκλῳ δὲ ποταμοὶ περιέρρεον, ὁ μὲν βορβόρου, ὁ δὲ δεύτερος αἵματος, ὁ δὲ ἔνδον πυρός, πάνυ μέγας οὗτος καὶ ἀπέρατος, καὶ ἔρρει ὥσπερ ὕδωρ καὶ ἐκυματοῦτο ὥσπερ θάλαττα, καὶ ἰχθῦς δὲ εἶχεν πολλούς, τοὺς μὲν δαλοῖς προσεοικότας, τοὺς δὲ μικροὺς ἄνθραξι πεπυρωμένοις· ἐκάλουν δὲ αὐτοὺς λυχνίσκους.

31. There was a single narrow way leading in, past all the rivers, and the warder set there was Timon ot Athens. We got through, however, and with Nauplius for our conductor we saw many kings undergoing punishment, and many commoners too. Some of them we even recognized, and we saw Cinyras triced up as aforesaid in the smoke of a slow fire., The guides told the life of each, and the crimes for which they were being punished; and the severest punishment of all fell to those who told lies while in life and those who had written what was not true, among whom were Ctesias of Cnidos, Herodotus and many more. On seeing them, I had good hopes for the future, for I have never told a lie that I know of.

31. εἴσοδος δὲ μία στενὴ διὰ πάντων ἦν, καὶ πυλωρὸς ἐφειστήκει Τίμων ὁ Ἀθηναῖος. παρελθόντες δὲ ὅμως τοῦ Ναυπλίου καθηγουμένου ἑωρῶμεν κολαζομένους πολλοὺς μὲν βασιλέας, πολλοὺς δὲ καὶ ἰδιώτας, ὧν ἐνίους καὶ ἐγνωρίζομεν· εἴδομεν δὲ καὶ τὸν Κινύραν καπνῷ ὑποτυφόμενον· ἐκ τῶν αἰδοίων ἀπηρτημένον. προσετίθεσαν δὲ οἱ περιηγηταὶ καὶ τοὺς ἑκάστων βίους καὶ τὰς ἁμαρτίας ἐφʼ αἷς κολάζονται· καὶ μεγίστας ἁπασῶν τιμωρίας ὑπέμενον οἱ ψευσάμενοί τι παρὰ τὸν βίον καὶ οἱ μὴ τὰ ἀληθῆ συγγεγραφότες, ἐν οἷς καὶ Κτησίας ὁ Κνίδιος ἦν καὶ Ἡρόδοτος καὶ ἄλλοι πολλοί. τούτους οὖν ὁρῶν ἐγὼ χρηστὰς εἶχον εἰς τοὐπιὸν τὰς ἐλπίδας· οὐδὲν γὰρ ἐμαυτῷ ψεῦδος εἰπόντι συνηπιστάμην.

32. Well, I turned back to the ship quickly, for I could not endure the sight, said good-bye to Nauplius, and sailed away. After a short time the Isle of Dreams came in sight close by, faint and uncertain to the eye. It had itself some likeness to a dream, for as we approached it receded and retired and retreated to a greater distance. Overtaking it at length and sailing into the harbour called Sleep, we landed near the ivory gates, where the sanctuary of the Cock is, about dusk, and on entering the city, we saw many dreams of all sorts. But first I desire to speak of the city itself, since no one else has written about it, and Homer, the only one to mention it at all, was not quite accurate in what he said.

32. ταχέως οὖν ἀναστρέψας ἐπὶ τὴν ναῦν — οὐ γὰρ ἐδυνάμην φέρειν τὴν ὄψιν — ἀσπασάμενος τὸν Ναύπλιον ἀπέπλευσα. καὶ μετʼ ὀλίγον ἐφαίνετο πλησίον ἡ τῶν ὀνείρων νῆσος, ἀμυδρὰ καὶ ἀσαφὴς ἰδεῖν· εἶχε δὲ καὶ αὐτή τι τοῖς ὀνείροις παραπλήσιον· ὑπεχώρει γὰρ προσιόντων ἡμῶν καὶ ὑπέφευγε καὶ πορρωτέρω ὑπέβαινε. καταλαβόντες δέ ποτε αὐτὴν καὶ εἰσπλεύσαντες εἰς τὸν Ὕπνον λιμένα προσαγορευόμενον πλησίον τῶν πυλῶν τῶν ἐλεφαντίνων, ᾗ τὸ τοῦ Ἀλεκτρυόνος ἱερόν ἐστιν, περὶ δείλην ὀψίαν ἀπεβαίνομεν· παρελθόντες δὲ ἐς τὴν πόλιν πολλοὺς ὀνείρους καὶ ποικίλους ἑωρῶμεν. πρῶτον δὲ βούλομαι περὶ τῆς πόλεως εἰπεῖν, ἐπεὶ μηδὲ ἄλλῳ τινὶ γέγραπται περὶ αὐτῆς, ὃς δὲ καὶ μόνος ἐπεμνήσθη Ὅμηρος, οὐ πάνυ ἀκριβῶς συνέγραψεν.

33. On all sides of it is a wood, in which the trees are tall poppies and mandragoras, and they have a great number of bats in them; for there is no other winged thing in the island. A river flows near which they call Sleepwalker, and there are two springs by the gates, named Soundly and Eight-hours. The wall of the city is high and parti-coloured, very like a rainbow in tint. The gates in it are not two, as Homer says, but four. Two face Slowcoach Plain, one of which is of iron and the other of earthenware; through these, it is said, the fearful, murderous, revolting dreams go out. The other two face the harbour and the sea, one of which is of horn and the other, through which we came in, of ivory. As one enters the city, on the right is the temple of Night, for the gods they worship most are Night and the Cock, whose sanctuary is built near the harbour. On the left is the palace of Sleep, who rules among them and has appointed two satraps or lieutenants, Nightmare, son of Causeless, and Rich, son of Fancy. In the centre of the square is a spring which they call Drowsimere, and close to it are two temples, that of Falsehood and that of Truth. There too is their holy of holies and their oracle, which Antiphon, the interpreter ot dreams, presided over as prophet, having had this office from Sleep.

33. κύκλῳ μὲν περὶ πᾶσαν αὐτὴν ὕλη ἀνέστηκεν, τὰ δένδρα δέ ἐστι μήκωνες ὑψηλαὶ καὶ μανδραγόραι καὶ ἐπʼ αὐτῶν πολύ τι πλῆθος νυκτερίδων· τοῦτο γὰρ μόνον ἐν τῇ νήσῳ γίνεται ὄρνεον. ποταμὸς δὲ παραρρεῖ πλησίον ὁ ὑπʼ αὐτῶν καλούμενος Νυκτίπορος, καὶ πηγαὶ δύο παρὰ τὰς πύλας· ὀνόματα καὶ ταύταις, τῇ μὲν Νήγρετος, τῇ δὲ Παννυχία. ὁ περίβολος δὲ τῆς πόλεως ὑψηλός τε καὶ ποικίλος, ἴριδι τὴν χρόαν ὁμοιότατος· πύλαι μέντοι ἔπεισιν οὐ δύο, καθάπερ Ὅμηρος εἴρηκεν, ἀλλὰ τέσσαρες, δύο μὲν πρὸς τὸ τῆς Βλακείας πεδίον ἀποβλέπουσαι, ἡ μὲν σιδηρᾶ, ἡ δὲ ἐκ κεράμου πεποιημένη, καθʼ ἃς ἐλέγοντο ἀποδημεῖν αὐτῶν οἵ τε φοβεροὶ καὶ φονικοὶ καὶ ἀπηνεῖς, δύο δὲ πρὸς τὸν λιμένα καὶ τὴν θάλατταν, ἡ μὲν κερατίνη, ἡ δὲ καθʼ ἣν ἡμεῖς παρήλθομεν ἐλεφαντίνη. εἰσιόντι δὲ εἰς τὴν πόλιν ἐν δεξιᾷ μέν ἐστι τὸ Νυκτῷον — σέβουσι γὰρ θεῶν ταύτην μάλιστα καὶ τὸν Ἀλεκτρυόνα· ἐκείνῳ δὲ πλησίον τοῦ λιμένος τὸ ἱερὸν πεποίηται — ἐν ἀριστερᾷ δὲ τὰ τοῦ Ὕπνου βασίλεια. οὗτος γὰρ δὴ ἄρχει παρʼ αὐτοῖς σατράπας δύο καὶ ὑπάρχους πεποιημένος, Ταραξίωνά τε τὸν Ματαιογένους καὶ Πλουτοκλέα τὸν Φαντασίωνος. ἐν μέσῃ δὲ τῇ ἀγορᾷ πηγή τίς ἐστιν, ἣν καλοῦσι Καρεῶτιν· καὶ πλησίον ναοὶ δύο, Ἀπάτης καὶ Ἀληθείας· ἔνθα καὶ τὸ ἄδυτόν ἐστιν αὐτοῖς καὶ τὸ μαντεῖον, οὗ προειστήκει προφητεύων Ἀντιφῶν ὁ τῶν ὀνείρων ὑποκριτής, ταύτης παρὰ τοῦ Ὕπνου λαχὼν τῆς τιμῆς.

34. As to the dreams themselves, they differ from one another both in nature and in looks. Some were tall, handsome and well-proportioned, while others were small and ugly; and some were rich, I thought, while others were humble and beggarly. There were winged and portentous dreams among them, and there were others dressed up as if for a carnival, being clothed to represent kings and gods and different characters of the sort. We actually recognised many of them, whom we had seen long ago at home. These came up to us and greeted us like old acquaintances, took us with them, put us to sleep and entertained us very splendidly and hospitably. They treated us like lords in every way, and even promised to make us kings and nabobs, A few of them actually took us off home, gave us a sight of our friends and families and brought us back the same day.

34. αὐτῶν μέντοι τῶν ὀνείρων οὔτε φύσις οὔτε ἰδέα ἡ αὐτή, ἀλλʼ οἱ μὲν μακροὶ ἦσαν καὶ καλοὶ καὶ εὐειδεῖς, οἱ δὲ μικροὶ καὶ ἄμορφοι, καὶ οἱ μὲν χρύσεοι, ὡς ἐδόκουν, οἱ δὲ ταπεινοί τε καὶ εὐτελεῖς. ἦσαν δʼ ἐν αὐτοῖς καὶ πτερωτοί τινες καὶ τερατώδεις, καὶ ἄλλοι καθάπερ ἐς πομπὴν διεσκευασμένοι, οἱ μὲν ἐς βασιλέας, οἱ δὲ ἐς θεούς, οἱ δὲ εἰς ἄλλα τοιαῦτα κεκοσμημένοι. πολλοὺς δὲ αὐτῶν καὶ ἐγνωρίσαμεν, πάλαι παρʼ ἡμῖν ἑωρακότες, οἳ δὴ καὶ προσῄεσαν καὶ ἠσπάζοντο ὡς ἂν καὶ συνήθεις ὑπάρχοντες, καὶ παραλαβόντες ἡμᾶς καὶ κατακοιμίσαντες πάνυ λαμπρῶς καὶ δεξιῶς ἐξένιζον, τήν τε ἄλλην ὑποδοχὴν μεγαλοπρεπῆ παρασκευάσαντες καὶ ὑπισχνούμενοι βασιλέας τε ποιήσειν καὶ σατράπας. ἔνιοι δὲ καὶ ἀπῆγον ἡμᾶς εἰς τὰς πατρίδας καὶ τοὺς οἰκείους ἐπεδείκνυον καὶ αὐθημερὸν ἐπανῆγον.

35. For thirty days and thirty nights we stopped with them and had a fine time—sleeping! Then of a ‘sudden a great thunder-clap came; we woke up, sprang out of bed and put to sea as soon as we had laid in supplies. On the third day out from there we touched at the island of Ogygia and landed. But first I opened the letter and read what was in it. It was: Odysseus to Calypso, greeting. “Soon after I built the raft and sailed away from you I was shipwrecked, and with the help of Leucothea managed to reach the land of the Phaeacians in safety. They sent me home, and there I found that my wife had a number of suitors who were living on the fat of the land at our house. I killed them all, and was afterwards slain by Telegonus, my son by Circe. Now I am on the Isle of the Blest, thoroughly sorry to have given up my life with you and the immortality which you offered me. Therefore, if I get a chance, I shall run away and come to you.” In addition to this, the letter said. that she was to entertain us.

35. ἡμέρας μὲν οὖν τριάκοντα καὶ ἴσας νύκτας παρʼ αὐτοῖς ἐμείναμεν καθεύδοντες εὐωχούμενοι. ἔπειτα δὲ ἄφνω βροντῆς μεγάλης καταρραγείσης ἀνεγρόμενοι καὶ ἀναθορόντες ἀνήχθημεν ἐπισιτισάμενοι. τριταῖοι δʼ ἐκεῖθεν τῇ Ὠγυγίᾳ νήσῳ προσσχόντες ἀπεβαίνομεν. πρότερον δʼ ἐγὼ λύσας τὴν ἐπιστολὴν ἀνεγίνωσκον τὰ γεγραμμένα. ἦν δὲ τοιάδε· Ὀδυσσεὺς Καλυψοῖ χαίρειν. ἴσθι με, ὡς τὰ πρῶτα ἐξέπλευσα παρὰ σοῦ τὴν σχεδίαν κατασκευασάμενος, ναυαγίᾳ χρησάμενον μόλις ὑπὸ Λευκοθέας διασωθῆναι εἰς τὴν τῶν Φαιάκων χώραν, ὑφʼ ὧν ἐς τὴν οἰκείαν ἀποπεμφθεὶς κατέλαβον πολλοὺς τῆς γυναικὸς μνηστῆρας ἐν τοῖς ἡμετέροις τρυφῶντας· ἀποκτείνας δὲ ἅπαντας ὑπὸ Τηλεγόνου ὕστερον τοῦ ἐκ Κίρκης μοι γενομένου ἀνῃρέθην, καὶ νῦν εἰμι ἐν τῇ Μακάρων νήσῳ πάνυ μετανοῶν ἐπὶ τῷ καταλιπεῖν τὴν παρὰ σοὶ δίαιταν καὶ τὴν ὑπὸ σοῦ προτεινομένην ἀθανασίαν. ἢν οὖν καιροῦ λάβωμαι, ἀποδρὰς ἀφίξομαι πρὸς σέ. ταῦτα μὲν ἐδήλου ἡ ἐπιστολή, καὶ περὶ ἡμῶν, ὅπως ξενισθῶμεν.

36. On going a short way from the sea I found the cave, which was as Homer described it, and found Calypso herself working wool. When she had taken the letter and read it, she wept a long time at first, and then she asked us in to enjoy her hospitality, gave us a splendid feast and enquired about Odysseus and Penelope—how she looked and whether she was prudent, as Odysseus used to boast in old times. We made her such answers as we thought would please her. After that, we went back to the ship and slept beside it on the shore.

36. ἐγὼ δὲ προελθὼν ὀλίγον ἀπὸ τῆς θαλάσσης εὗρον τὸ σπήλαιον τοιοῦτον οἷον Ὅμηρος εἶπεν, καὶ αὐτὴν ταλασιουργοῦσαν. ὡς δὲ τὴν ἐπιστολὴν ἔλαβεν καὶ ἐπελέξατο, πρῶτα μὲν ἐπὶ πολὺ ἐδάκρυεν, ἔπειτα δὲ παρεκάλει ἡμᾶς ἐπὶ ξένια καὶ εἱστία λαμπρῶς καὶ περὶ τοῦ Ὀδυσσέως ἐπυνθάνετο καὶ περὶ τῆς Πηνελόπης, ὁποία τε εἴη τὴν ὄψιν καὶ εἰ σωφρονοίη, καθάπερ Ὀδυσσεὺς πάλαι περὶ αὐτῆς ἐκόμπαζεν· καὶ ἡμεῖς τοιαῦτα ἀπεκρινάμεθα, ἐξ ὧν εἰκάζομεν εὐφρανεῖσθαι αὐτήν. τότε μὲν οὖν ἀπελθόντες ἐπὶ ναῦν πλησίον ἐπὶ τῆς ᾐόνος ἐκοιμήθημεν.

37. Early in the morning we put to sea in a rising wind. We were stormtossed for two days, and on the third we fell in with the Pumpkin-pirates. They are savages from the neighbouring islands who prey on passing sailors. They have large boats.of pumpkin, sixty cubits long; for after drying a pumpkin they hollow it out, take out the insides and go sailing in it, using reeds for masts and a pumpkin-leaf for a sail. They attacked us with two crews and gave us battle, wounding many of us by hitting us with pumpkin-seeds instead of stones. After fighting for a long time on even terms, about noon we-saw the Nut-sailors coming up astern of the Pumpkin-pirates. They were enemies to one another, as they showed by their actions; for when the Pumpkin-pirates noticed them coming up, they neglected us and faced about and fought with them. But in the meantime we hoisted our canvas and fled, leaving them fighting.

37. ἕωθεν δὲ ἀνηγόμεθα σφοδρότερον κατιόντος τοῦ πνεύματος· καὶ δὴ χειμασθέντες ἡμέρας δύο τῇ τρίτῃ περιπίπτομεν τοῖς Κολοκυνθοπειραταῖς. ἄνθρωποι δέ εἰσιν οὗτοι ἄγριοι ἐκ τῶν πλησίον νήσων λῃστεύοντες τοὺς παραπλέοντας. τὰ πλοῖα δὲ ἔχουσι μεγάλα κολοκύνθινα τὸ μῆκος πήχεων ἑξήκοντα· ἐπειδὰν γὰρ ξηράνωσι τὴν κολόκυνθαν, κοιλάναντες αὐτὴν καὶ ἐξελόντες τὴν ἐντεριώνην ἐμπλέουσιν, ἱστοῖς μὲν χρώμενοι καλαμίνοις, ἀντὶ δὲ τῆς ὀθόνης τῷ φύλλῳ τῆς κολοκύνθης. προσβαλόντες οὖν ἡμῖν ἀπὸ δύο πληρωμάτων ἐμάχοντο καὶ πολλοὺς κατετραυμάτιζον βάλλοντες ἀντὶ λίθων τῷ σπέρματι τῶν κολοκυνθῶν. ἀγχωμάλως δὲ ἐπὶ πολὺ ναυμαχοῦντες περὶ μεσημβρίαν εἴδομεν κατόπιν τῶν Κολοκυνθοπειρατῶν προσπλέοντας τοὺς Καρυοναύτας. πολέμιοι δὲ ἦσαν ἀλλήλοις, ὡς ἔδειξαν· ἐπεὶ γὰρ κἀκεῖνοι ᾔσθοντο αὐτοὺς ἐπιόντας, ἡμῶν μὲν ὠλιγώρησαν, τραπόμενοι δὲ ἐπʼ ἐκείνους ἐναυμάχουν.

38. It was evident that the Nut-sailors would win, as they were in greater numbers—they had five crews—and fought from stouter ships. Their boats were the halves of empty nutshells, each of which measured fifteen fathoms in length. When we had lost them from sight, we attended to the wounded, and thereafter we kept under arms most of the time, always looking for attacks. And we did not look in vain.

38. ἡμεῖς δὲ ἐν τοσούτῳ ἐπάραντες τὴν ὀθόνην ἐφεύγομεν ἀπολιπόντες αὐτοὺς μαχομένους, καὶ δῆλοι ἦσαν κρατήσοντες οἱ Καρυοναῦται ἅτε καὶ πλείους — πέντε γὰρ εἶχον πληρώματα — καὶ ἀπὸ ἰσχυροτέρων νεῶν μαχόμενοι· τὰ γὰρ πλοῖα ἦν αὐτοῖς κελύφη καρύων ἡμίτομα, κεκενωμένα, μέγεθος δὲ ἑκάστου ἡμιτόμου εἰς μῆκος ὀργυιαὶ πεντεκαίδεκα. ἐπεὶ δὲ ἀπεκρύψαμεν αὐτούς, ἰώμεθα τοὺς τραυματίας, καὶ τὸ λοιπὸν ἐν τοῖς ὅπλοις ὡς ἐπίπαν ἦμεν, ἀεί τινας ἐπιβουλὰς προσδεχόμενοι· οὐ μάτην.

39. In fact, the sun had not yet gone down when from a desert island there came out against us about twenty men riding on huge dolphins, who were pirates like the others. The dolphins carried them securely and plunged and neighed like horses. When they were close by, they separated and threw at us from both sides with dry cuttle-fish and crabs’ eyes. But when we let fly at them with spears and arrows, they could not hold their ground, but fled to the island, most of them wounded.

39. οὔπω γοῦν ἐδεδύκει ὁ ἥλιος, καὶ ἀπό τινος ἐρήμου νήσου προσήλαυνον ἡμῖν ὅσον εἴκοσι ἄνδρες ἐπὶ δελφίνων μεγάλων ὀχούμενοι, λῃσταὶ καὶ οὗτοι· καὶ οἱ δελφῖνες αὐτοὺς ἔφερον ἀσφαλῶς, καὶ ἀναπηδῶντες ἐχρεμέτιζον ὥσπερ ἵπποι. ἐπεὶ δὲ πλησίον ἦσαν, διαστάντες οἱ μὲν ἔνθεν, οἱ δὲ ἔνθεν ἔβαλλον ἡμᾶς σηπίαις ξηραῖς καὶ ὀφθαλμοῖς καρκίνων. τοξευόντων δὲ καὶ ἡμῶν καὶ ἀκοντιζόντων οὐκέτι ὑπέμενον, ἀλλὰ τρωθέντες οἱ πολλοὶ αὐτῶν πρὸς τὴν νῆσον κατέφυγον.

40. About midnight, while it was calm, we unexpectedly ran aground on an enormous kingfisher’s nest; really, it was sixty furlongs in circumference. The female was sailing on it, keeping her eggs warm, and she was not much smaller than the nest—in fact, as she started up she almost sunk the ship with the wind of her wings. She flew off, however, uttering a plaintive cry. We landed when day began to break, and observed that the nest was like a great raft, built of huge trees. There were five hundred eggs in it, every one of them bigger than a Chian wine-jar, and the chicks were already visible inside them and were chirping. We cut open one of the eggs with axes and took from the shell a featherless chick fatter than twenty vultures.

40. περὶ δὲ τὸ μεσονύκτιον γαλήνης οὔσης ἐλάθομεν προσοκείλαντες ἀλκυόνος καλιᾷ παμμεγέθει· σταδίων γοῦν ἦν αὕτη ἑξήκοντα τὸ περίμετρον. ἐπέπλεεν δὲ ἡ ἀλκυὼν τὰ ᾠὰ θάλπουσα οὐ πολὺ μείων τῆς καλιᾶς. καὶ δὴ ἀναπταμένη μικροῦ μὲν κατέδυσε τὴν ναῦν τῷ ἀνέμῳ τῶν πτερῶν. ᾤχετο δʼ οὖν φεύγουσα γοεράν τινα φωνὴν προϊεμένη. ἐπιβάντες δὲ ἡμεῖς ἡμέρας ἤδη ὑποφαινούσης ἐθεώμεθα τὴν καλιὰν σχεδίᾳ μεγάλῃ προσεοικυῖαν ἐκ δένδρων μεγάλων συμπεφορημένην· ἐπῆν δὲ καὶ ᾠὰ πεντακόσια, ἕκαστον αὐτῶν Χίου πίθου περιπληθέστερον. ἤδη μέντοι καὶ οἱ νεοττοὶ ἔνδοθεν ἐφαίνοντο καὶ ἔκρωζον. πελέκεσιν γοῦν διακόψαντες ἓν τῶν ᾠῶν νεοττὸν ἄπτερον ἐξεκολάψαμεν εἴκοσι γυπῶν ἁδρότερον.

41. When we had sailed a distance of two hundred furlongs from the nest, great and wonderful signs manifested themselves to us. The gooseneck suddenly grew feathers and started cackling, the sailing-master, Scintharus, who was already bald, became the owner of long hair, and what was strangest of all, the ship’s mast budded, branched, and bore fruit at the summit! The fruit consisted of figs and black raisin-grapes, which were not yet ripe. On seeing this, we were disturbed, as well we might be, and offered a prayer to the gods on account of the strangeness of the manifestation.

41. ἐπεὶ δὲ πλέοντες ἀπείχομεν τῆς καλιᾶς ὅσον σταδίους διακοσίους, τέρατα ἡμῖν μεγάλα καὶ θαυμαστὰ ἐπεσήμανεν· ὅ τε γὰρ ἐν τῇ πρύμνῃ χηνίσκος ἄφνω ἐπτερύξατο καὶ ἀνεβόησεν, καὶ ὁ κυβερνήτης ὁ Σκίνθαρος φαλακρὸς ἤδη ὢν ἀνεκόμησεν, καὶ τὸ πάντων δὴ παραδοξότατον, ὁ γὰρ ἱστὸς τῆς νεὼς ἐξεβλάστησεν καὶ κλάδους ἀνέφυσεν καὶ ἐπὶ τῷ ἄκρῳ ἐκαρποφόρησεν, ὁ δὲ καρπὸς ἦν σῦκα καὶ σταφυλὴ μέλαινα, οὔπω πέπειρος. ταῦτα ἰδόντες ὡς εἰκὸς ἐταράχθημεν καὶ ηὐχόμεθα τοῖς θεοῖς διὰ τὸ ἀλλόκοτον τοῦ φαντάσματος.

42. We had not yet gone five hundred’ furlongs when we saw a very large, thick forest of pines and cypresses. We thought it was land, but in reality it was a bottomless sea overgrown with rootless trees, in spite of which the trees stood up motionless and straight, as if they were floating. On drawing near and forming an idea of the situation, we were in a quandary what to do, for it was not possible to sail between the trees, they being thick and close together, nor did. it seem easy to turn back. Climbing the tallest tree, I looked to see how things were on the other side, and I saw that the forest extended for fifty stades or a little more, and that another ocean lay beyond. So we resolved to lift the ship on to the tree-tops, which were thick, and cross over, if we could, to the farther side; and that is what we did. We made her fast: to a large rope, climbed " the trees and pulled her up with much ado. Setting her on the branches and spreading our canvas, we sailed just as if we were at sea, carried along by the force of the wind. At that juncture a line of the poet Antimachus came into my head; he says somewhere or other:And unto them their forest cruise pursuing.

42. οὔπω δὲ πεντακοσίους σταδίους διελθόντες εἴδομεν ὕλην μεγίστην καὶ λάσιον πιτύων καὶ κυπαρίττων. καὶ ἡμεῖς μὲν εἰκάσαμεν ἤπειρον εἶναι· τὸ δʼ ἦν πέλαγος ἄβυσσον ἀρρίζοις δένδροις καταπεφυτευμένον· εἱστήκει δὲ τὰ δένδρα ὅμως ἀκίνητα, ὀρθὰ καθάπερ ἐπιπλέοντα. πλησιάσαντες δ’ οὖν καὶ τὸ πᾶν κατανοήσαντες ἐν ἀπόρῳ εἰχόμεθα τί χρὴ δρᾶν· οὔτε γὰρ διὰ τῶν δένδρων πλεῖν δυνατὸν ἦν — πυκνὰ γὰρ καὶ προσεχῆ ὑπῆρχεν — οὔτε ἀναστρέφειν ἐδόκει ῥᾴδιον· ἐγὼ δὲ ἀνελθὼν ἐπὶ τὸ μέγιστον δένδρον ἀπεσκόπουν τὰ ἐπέκεινα ὅπως ἔχοι, καὶ ἑώρων ἐπὶ σταδίους μὲν πεντήκοντα ἢ ὀλίγῳ πλείους τὴν ὕλην οὖσαν, ἔπειτα δὲ αὖθις ἕτερον ὠκεανὸν ἐκδεχόμενον. καὶ δὴ ἐδόκει ἡμῖν ἀναθεμένους τὴν ναῦν ἐπὶ τὴν κόμην τῶν δένδρων — πυκνὴ δὲ ἦν — ὑπερβιβάσαι, εἰ δυναίμεθα, εἰς τὴν θάλατταν τὴν ἑτέραν· καὶ οὕτως ἐποιοῦμεν. ἐκδήσαντες γὰρ αὐτὴν κάλῳ μεγάλῳ καὶ ἀνελθόντες ἐπὶ τὰ δένδρα μόλις ἀνιμησάμεθα, καὶ θέντες ἐπὶ τῶν κλάδων, πετάσαντες τὰ ἱστία καθάπερ ἐν θαλάττῃ ἐπλέομεν τοῦ ἀνέμου προωθοῦντος ἐπισυρόμενοι· ἔνθα δὴ καὶ τὸ Ἀντιμάχου τοῦ ποιητοῦ ἔπος ἐπεισῆλθέ με — φησὶν γάρ που κἀκεῖνος· τοῖσιν δʼ ὑλήεντα διὰ πλόον ἐρχομένοισιν.

43. We managed the wood in spite of everything and reached the water. Lowering the ship again in the same way we sailed through pure, clear water, until we came to a great crevasse made by the water dividing, like the cracks that one often sees in the earth, made by earthquakes. Though we got in the sails, the ship was slow to lose headway and so came near being engulfed. Peering over the edge, we saw a precipice of fully a thousand furlongs, most frightful and unnatural—the water stood there as if cut apart! But as we looked about us we saw on the right at no great distance a bridge thrown across, which was of: water, joining the surfaces of the two seas and flowing from one to the other. Rowing up, therefore, we ran into the stream and by great effort got across, though we thought we should never do it.

43. βιασάμενοι δὲ ὅμως τὴν ὕλην ἀφικόμεθα ἐς τὸ ὕδωρ, καὶ πάλιν ὁμοίως καθέντες τὴν ναῦν ἐπλέομεν διὰ καθαροῦ καὶ διαυγοῦς ὕδατος, ἄχρι δὴ ἐπέστημεν χάσματι μεγάλῳ ἐκ τοῦ ὕδατος διεστῶτος γεγενημένῳ, καθάπερ ἐν τῇ γῇ πολλάκις ὁρῶμεν ὑπὸ σεισμῶν γενόμενα διαχωρίσματα. ἡ μὲν οὖν ναῦς καθελόντων ἡμῶν τὰ ἱστία οὐ ῥᾳδίως ἔστη παρʼ ὀλίγον ἐλθοῦσα κατενεχθῆναι. ὑπερκύψαντες δὲ ἡμεῖς ἑωρῶμεν βάθος ὅσον σταδίων χιλίων μάλα φοβερὸν καὶ παράδοξον· εἱστήκει γὰρ τὸ ὕδωρ ὥσπερ μεμερισμένον· περιβλέποντες δὲ ὁρῶμεν κατὰ δεξιὰ οὐ πάνυ πόρρωθεν γέφυραν ἐπεζευγμένην ὕδατος συνάπτοντος τὰ πελάγη κατὰ τὴν ἐπιφάνειαν, ἐκ τῆς ἑτέρας θαλάττης εἰς τὴν ἑτέραν διαρρέοντος. προσελάσαντες οὖν ταῖς κώπαις κατʼ ἐκεῖνο παρεδράμομεν καὶ μετὰ πολλῆς ἀγωνίας ἐπεράσαμεν οὔποτε προσδοκήσαντες.

44. Then we came to a smooth sea and an island of no great size that was easily accessible and was inhabited. -It was peopled by savages, the Bullheads, who have horns in the style that the Minotaur is represented at home. Landing, we went up country to get water and food if we could, for we no longer had any. Water we found close by, but there was nothing else to be seen, though we heard a great bellowing not far off. Thinking it was a herd of cattle, we went ahead cautiously and came upon the men of whom I spoke. On seeing us, they gave chase, and captured three of my comrades, but the rest of us made our escape to the sea. Then, however, we all armed ourselves— it did not seem right to let our friends go unavenged —and fell on the Bullheads while they were portioning out the flesh of the men they had slain. We put them all to flight and gave chase, killing about fifty and taking two alive: then we turned back to the ship with our prisoners. We found no food, though. The rest therefore urged that the captives be killed; I did not approve of this, however, but put them in irons and kept them under guard until ambassadors came from the Bullheads, asking for them and offering a ransom. We understood them because they made signs and bellowed plaintively as if in entreaty. The ransom was a number of cheeses, dried fish, onions, and four does, each of which had only three feet, for while they had two behind, the forefeet had grown together. In exchange for all this we surrendered the captives, and after stopping there a single day we put to sea.

44. ἐντεῦθεν ἡμᾶς ὑπεδέχετο πέλαγος προσηνὲς καὶ νῆσος οὐ μεγάλη, εὐπρόσιτος, συνοικουμένη· ἐνέμοντο δὲ αὐτὴν ἄνθρωποι ἄγριοι, Βουκέφαλοι, κέρατα ἔχοντες, οἷον παρʼ ἡμῖν τὸν Μινώταυρον ἀναπλάττουσιν. ἀποβάντες δὲ προῄειμεν ὑδρευσόμενοι καὶ σιτία ληψόμενοι, εἴ ποθεν δυνηθείημεν· οὐκέτι γὰρ εἴχομεν. καὶ ὕδωρ μὲν αὐτοῦ πλησίον εὕρομεν, ἄλλο δὲ οὐδὲν ἐφαίνετο, πλὴν μυκηθμὸς πολὺς οὐ πόρρωθεν ἠκούετο. δόξαντες οὖν ἀγέλην εἶναι βοῶν, κατʼ ὀλίγον προχωροῦντες ἐπέστημεν τοῖς ἀνθρώποις. οἱ δὲ ἰδόντες ἡμᾶς ἐδίωκον, καὶ τρεῖς μὲν τῶν ἑταίρων λαμβάνουσιν, οἱ δὲ λοιποὶ πρὸς τὴν θάλατταν κατεφεύγομεν. εἶτα μέντοι πάντες ὁπλισάμενοι — οὐ γὰρ ἐδόκει ἡμῖν ἀτιμωρήτους περιιδεῖν τοὺς φίλους — ἐμπίπτομεν τοῖς Βουκεφάλοις τὰ κρέα τῶν ἀνῃρημένων διαιρουμένοις· φοβήσαντες δὲ πάντας διώκομεν, καὶ κτείνομέν γε ὅσον πεντήκοντα καὶ ζῶντας αὐτῶν δύο λαμβάνομεν, καὶ αὖθις ὀπίσω ἀναστρέφομεν τοὺς αἰχμαλώτους ἔχοντες. σιτίον μέντοι οὐδὲν εὕρομεν. οἱ μὲν οὖν ἄλλοι παρῄνουν ἀποσφάττειν τοὺς εἰλημμένους, ἐγὼ δὲ οὐκ ἐδοκίμαζον, ἀλλὰ δήσας ἐφύλαττον αὐτούς, ἄχρι δὴ ἀφίκοντο παρὰ τῶν Βουκεφάλων πρέσβεις ἀπαιτοῦντες ἐπὶ λύτροις τοὺς συνειλημμένους· συνίεμεν γὰρ αὐτῶν διανευόντων καὶ γοερόν τι μυκωμένων ὥσπερ ἱκετευόντων. τὰ λύτρα δὲ ἦν τυροὶ πολλοὶ καὶ ἰχθύες ξηροὶ καὶ κρόμμυα καὶ ἔλαφοι τέτταρες, τρεῖς ἑκάστη πόδας ἔχουσα, δύο μὲν τοὺς ὀπίσω, οἱ δὲ πρόσω συνεπεφύκεσαν. ἐπὶ τούτοις ἀποδόντες τοὺς συνειλημμένους καὶ μίαν ἡμέραν ἐπιμείναντες ἀνήχθημεν.

45. Already we began to see fish, birds flew by and all the other signs that land was near made their appearance. In a little while we saw men who were following a novel mode of sailing, being at once sailors and ships. Let me tell you how they did it: they lay on their backs on the water, hoisted their jury-masts, which are sizeable, spread sail on them, held the clews in their hands, and were off and away as soon as the wind struck them. Others came next who sat on corks and had a pair of dolphins hitched up, driving them and guiding them with reins; in moving ahead, the dolphins drew the corks along. They neither offered us harm nor ran away from us, but drove along fearlessly and peacefully, wondering at the shape of our boat and examining her from all sides.

45. ἤδη δὲ ἰχθύες τε ἡμῖν ἐφαίνοντο καὶ ὄρνεα παρεπέτετο καὶ ἄλλʼ ὁπόσα γῆς πλησίον οὔσης σημεῖα προφαίνεται. μετʼ ὀλίγον δὲ καὶ ἄνδρας εἴδομεν καινῷ τῳ τρόπῳ ναυτιλίας χρωμένους· αὐτοὶ γὰρ καὶ ναῦται καὶ νῆες ἦσαν. λέξω δὲ τοῦ πλοῦ τὸν τρόπον· ὕπτιοι κείμενοι ἐπὶ τοῦ ὕδατος ὀρθώσαντες τὰ αἰδοῖα — μεγάλα δὲ φέρουσιν — ἐξ αὐτῶν ὀθόνην πετάσαντες καὶ ταῖς χερσὶν τοὺς ποδεῶνας κατέχοντες ἐμπίπτοντος τοῦ ἀνέμου ἔπλεον. ἄλλοι δὲ μετὰ τούτους ἐπὶ φελλῶν καθήμενοι ζεύξαντες δύο δελφῖνας ἤλαυνόν τε καὶ ἡνιόχουν· οἱ δὲ προιόντες ἐπεσύροντο τοὺς φελλούς. οὗτοι ἡμᾶς οὔτε ἠδίκουν οὔτε ἔφευγον, ἀλλʼ ἤλαυνον ἀδεῶς τε καὶ εἰρηνικῶς τὸ εἶδος τοῦ ἡμετέρου πλοίου θαυμάζοντες καὶ πάντοθεν περισκοποῦντες.

46. In the evening we touched at another island of no great size. It was inhabited by women—or so we thought—who spoke Greek, and they came up to us, welcomed and embraced us. They were got up just like courtezans and were all beautiful and young, with tunics that swept on the ground. The island was called Witchery, and the city Watertown. Each of the women took one of us home with her and made him her guest. But I excused myself for a moment—I had misgivings—and on looking about rather carefully, saw many human bones and skulls lying there. To make an outcry, call my comrades together and arm ourselves did not seem best to. me, but I fetched out my mallow and prayed to it earnestly that I might escape the ills that beset me. After a little while, as my hostess was waiting on me, I saw that her legs were not a woman’s but those of an ass. Then I drew my sword, caught and bound her and questioned her about the whole thing. Against her will she told me that they were women of the sea, called Asslegs and that they fed on the strangers that visited them. ‘“When we have made’ them drunk,” said she, “we go to bed with them and attack them in their sleep.” On hearing this, I left her there tied up, and myself went up to the housetop and cried out and called my comrades together. When they had come, I told them everything, showed them the bones and led them in to the woman who was tied up, but she immediately turned to water and disappeared. Nevertheless I thrust my sword into the water as a test, and the water turned to blood.

46. ἑσπέρας δὲ ἤδη προσήχθημεν νήσῳ οὐ μεγάλῃ· κατῳκεῖτο δὲ ὑπὸ γυναικῶν, ὡς ἐνομίζομεν, Ἑλλάδα φωνὴν προιεμένων· προσῄεσαν γὰρ καὶ ἐδεξιοῦντο καὶ ἠσπάζοντο, πάνυ ἑταιρικῶς κεκοσμημέναι καὶ καλαὶ πᾶσαι καὶ νεάνιδες, ποδήρεις τοὺς χιτῶνας ἐπισυρόμεναι. ἡ μὲν οὖν νῆσος ἐκαλεῖτο Καβαλοῦσα, ἡ δὲ πόλις αὐτὴ Ὑδαμαρδία. λαβοῦσαι δʼ οὖν ἡμᾶς αἱ γυναῖκες ἑκάστη πρὸς ἑαυτὴν ἀπῆγεν καὶ ξένον ἐποιεῖτο. ἐγὼ δὲ μικρὸν ἀποστὰς — οὐ γὰρ χρηστὰ ἐμαντευόμην — ἀκριβέστερόν τε περιβλέπων ὁρῶ πολλῶν ἀνθρώπων ὀστᾶ καὶ κρανία κείμενα. καὶ τὸ μὲν βοὴν ἱστάναι καὶ τοὺς ἑταίρους συγκαλεῖν καὶ ἐς τὰ ὅπλα χωρεῖν οὐκ ἐδοκίμαζον. προχειρισάμενος δὲ τὴν μαλάχην πολλὰ ηὐχόμην αὐτῇ διαφυγεῖν ἐκ τῶν παρόντων κακῶν· μετʼ ὀλίγον δὲ τῆς ξένης διακονουμένης εἶδον τὰ σκέλη οὐ γυναικός, ἀλλʼ ὄνου ὁπλάς· καὶ δὴ σπασάμενος τὸ ξίφος συλλαμβάνω τε αὐτὴν καὶ δήσας περὶ τῶν ὅλων ἀνέκρινον. ἡ δέ, ἄκουσα μέν, εἶπεν δὲ ὅμως, αὐτὰς μὲν εἶναι θαλαττίους γυναῖκας Ὀνοσκελέας προσαγορευομένας, τροφὴν δὲ ποιεῖσθαι τοὺς ἐπιδημοῦντας ξένους. ἐπειδὰν γάρ, ἔφη, μεθύσωμεν αὐτούς, συνευνηθεῖσαι κοιμωμένοις ἐπιχειροῦμεν. ἀκούσας δὲ ταῦτα ἐκείνην μὲν αὐτοῦ κατέλιπον δεδεμένην, αὐτὸς δὲ ἀνελθὼν ἐπὶ τὸ τέγος ἐβόων τε καὶ τοὺς ἑταίρους συνεκάλουν. ἐπεὶ δὲ συνῆλθον, τὰ πάντα ἐμήνυον αὐτοῖς καὶ τά τε ὀστᾶ ἐδείκνυον καὶ ἦγον ἔσω πρὸς τὴν δεδεμένην· ἡ δὲ αὐτίκα ὕδωρ ἐγένετο καὶ ἀφανὴς ἦν. ὅμως δὲ τὸ ξίφος εἰς τὸ ὕδωρ καθῆκα πειρώμενος· τὸ δὲ αἷμα ἐγένετο.

47. With all speed we went back to the ship and sailed away. When the light of day began to show, we saw land and judged it to be the world opposite the one which we inhabit. After doing homage and offering prayer, we took thought for the future. Some of us proposed just to land and then turn back again, others to leave the boat there, go into the interior and see what the inhabitants were like. While we were debating this, a violent storm struck the boat, dashed it ashore and wrecked it, and we ourselves had much trouble in swimming out with our arms and anything else that we could catch up. Thus far I have told you what happened to me until I reached the other world, first at sea, then during my voyage among the islands and in the air, then in the whale, and after we left it, among the heroes and the dreams, and finally among the Bullheads and the Asslegs. What happened in the other world I shall tell you in the succeeding books.

47. ταχέως οὖν ἐπὶ ναῦν κατελθόντες ἀπεπλεύσαμεν. καὶ ἐπεὶ ἡμέρα ὑπηύγαζε, τήν τε ἤπειρον ἀπεβλέπομεν εἰκάζομέν τε εἶναι τὴν ἀντιπέρας τῇ ὑφʼ ἡμῶν οἰκουμένῃ κειμένην. προσκυνήσαντες δʼ οὖν καὶ προσευξάμενοι περὶ τῶν μελλόντων ἐσκοποῦμεν, καὶ τοῖς μὲν ἐδόκει ἐπιβᾶσιν μόνον αὖθις ὀπίσω ἀναστρέφειν, τοῖς δὲ τὸ μὲν πλοῖον αὐτοῦ καταλιπεῖν, ἀνελθόντας δὲ ἐς τὴν μεσόγαιαν πειραθῆναι τῶν ἐνοικούντων. ἐν ὅσῳ δὲ ταῦτα ἐλογιζόμεθα, χειμὼν σφοδρὸς ἐπιπεσὼν καὶ προσαράξας τὸ σκάφος τῷ αἰγιαλῷ διέλυσεν. ἡμεῖς δὲ μόλις ἐξενηξάμεθα τὰ ὅπλα ἕκαστος καὶ εἴ τι ἄλλο οἷός τε ἦν ἁρπασάμενοι. ταῦτα μὲν οὖν τὰ μέχρι τῆς ἑτέρας γῆς συνενεχθέντα μοι ἐν τῇ θαλάττῃ καὶ παρὰ τὸν πλοῦν ἐν ταῖς νήσοις καὶ ἐν τῷ ἀέρι καὶ μετὰ ταῦτα ἐν τῷ κήτει καὶ ἐπεὶ ἐξήλθομεν, παρά τε τοῖς ἥρωσι καὶ τοῖς ὀνείροις καὶ τὰ τελευταῖα παρὰ τοῖς Βουκεφάλοις καὶ ταῖς Ὀνοσκελέαις, τὰ δὲ ἐπὶ τῆς γῆς ἐν ταῖς ἑξῆς βίβλοις διηγήσομαι.