1. APOLLO: Can you tell me, Hermes, which of these two is Castor and which is Pollux? I can’t tell them apart.
1. ΑΠΟΛΛΩΝ: Ἔχεις μοι εἰπεῖν, ὦ Ἑρμῆ, πότερος ὁ Κάστωρ ἐστὶ τούτων ἢ πότερος ὁ Πολυδεύκης; ἐγὼ γὰρ οὐκ ἂν διακρίναιμι αὐτούς.
HERMES: The one with us yesterday was Castor, this one is Pollux.
ΕΡΜΗΣ: Ὁ μὲν χθὲς ἡμῖν ξυγγενόμενος ἐκεῖνος Κάστωρ ἦν, οὗτος δὲ Πολυδεύκης.
APOLLO: How can you tell? They look identical.
ΑΠΟΛΛΩΝ: Πῶς διαγινώσκεις; ὅμοιοι γάρ.
HERMES: This one, Apollo, has on his face the marks of the injuries he’s got from his opponents when boxing, and especially from Bebryx, the son of Amycus, when he sailed on that expedition with Jason. The other has no marks like that; his face is free from blemish.
ΕΡΜΗΣ: Ὅτι οὗτος μέν, ὦ Ἄπολλον, ἔχει ἐπὶ τοῦ προσώπου τὰ ἴχνη τῶν τραυμάτων ἃ ἔλαβε παρὰ τῶν ἀνταγωνιστῶν πυκτεύων, καὶ μάλιστα ὁπόσα ὑπὸ τοῦ Βέβρυκος Ἀμύκου ἐτρώθη τῷ Ἰάσονι συμπλέων, ἅτερος δὲ οὐδὲν τοιοῦτον ἐμφαίνει, ἀλλὰ καθαρός ἐστι καὶ ἀπαθὴς τὸ πρόσωπον.
APOLLO: Thanks for telling me the difference, for all the rest’s the same, the half egg-shell on the head, and the star above it, the javelin in the hand, and a white horse each; so I’ve often called Pollux Castor and Castor Pollux. And there’s something else you can tell me. Why don’t we see them together? Why do they take turns of being dead and being a god?
ΑΠΟΛΛΩΝ: Ὤνησας διδάξας τὰ γνωρίσματα, ἐπεὶ τά γε ἄλλα πάντα ἴσα, τοῦ ᾠοῦ τὸ ἡμίτομον καὶ ἀστὴρ ὑπεράνω καὶ ἀκόντιον ἐν τῇ χειρὶ καὶ ἵππος ἑκατέρῳ λευκός, ὥστε πολλάκις ἐγὼ τὸν μὲν προσεῖπον Κάστορα Πολυδεύκην ὄντα, τὸν δὲ τῷ τοῦ Πολυδεύκους ὀνόματι. ἀτὰρ εἰπέ μοι καὶ τόδε, τί δήποτε οὐκ ἄμφω ξύνεισιν ἡμῖν, ἀλλ’ ἐξ ἡμισείας ἄρτι μὲν νεκρός, ἄρτι δὲ θεός ἐστιν ἅτερος αὐτῶν;
2. HERMES: That’s because of their brotherly love. When one of the sons of Leda had to die, and one to be immortal, they shared out the immortality in this way themselves.
2. ΕΡΜΗΣ: Ὑπὸ φιλαδελφίας τοῦτο ποιοῦσιν· ἐπεὶ γὰρ ἔδει ἕνα μὲν τεθνάναι τῶν Λήδας υἱέων, ἕνα δὲ ἀθάνατον εἶναι, ἐνείμαντο οὕτως αὐτοὶ τὴν ἀθανασίαν.
APOLLO: Not a very clever way of sharing it, was it, Hermes? This way they won’t even see each other, and that’s what they wanted most of all, I take it. How can they, when one’s with the gods and one with the dead? Another thing; I play the prophet, Asclepius goes in for doctoring, you teach wrestling and are an excellent trainer, Artemis is a mid-wife, and everyone else among us has some special craft, which helps gods or men. But what will we get them to do? We can’t have big strapping fellows like them sitting in idleness all day stuffing themselves.
ΑΠΟΛΛΩΝ: Οὐ ξυνετήν, ὦ Ἑρμῆ, τὴν νομήν, οἵ γε οὐδὲ ὄψονται οὕτως ἀλλήλους, ὅπερ ἐπόθουν, οἶμαι, μάλιστα· πῶς γάρ, ὁ μὲν παρὰ θεοῖς, ὁ δὲ παρὰ τοῖς φθιτοῖς ὤν; πλὴν ἀλλ’ ὥσπερ ἐγὼ μαντεύομαι, ὁ δὲ Ἀσκληπιὸς ἰᾶται, σὺ δὲ παλαίειν διδάσκεις παιδοτρίβης ἄριστος ὤν, ἡ δὲ Ἄρτεμις μαιεύεται καὶ τῶν ἄλλων ἕκαστος ἔχει τινὰ τέχνην ἢ θεοῖς ἢ ἀνθρώποις χρησίμην, οὗτοι δὲ τί ποιήσουσιν ἡμῖν; ἢ ἀργοὶ εὐωχήσονται τηλικοῦτοι ὄντες;
HERMES: You needn’t worry. They’ve been put on to serving Poseidon; they must ride over the sea, and anywhere they see sailors in a storm, they must perch on the vessel and keep the crew safe.
ΕΡΜΗΣ: Οὐδαμῶς, ἀλλὰ προστέτακται αὐτοῖν ὑπηρετεῖν τῷ Ποσειδῶνι καὶ καθιππεύειν δεῖ τὸ πέλαγος καὶ ἐάν που ναύτας χειμαζομένους ἴδωσιν, ἐπικαθίσαντας ἐπὶ τὸ πλοῖον σῴζειν τοὺς ἐμπλέοντας.
APOLLO: A useful vocation that, Hermes, and one of salvation.
ΑΠΟΛΛΩΝ: Ἀγαθήν, ὦ Ἑρμῆ, καὶ σωτήριον λέγεις τὴν τέχνην.