1. HERA: Since you’ve brought this lad up here, Zeus, this Phrygian you carried off from Ida, you’ve been neglecting me.
1. ΗΡΑ: Ἐξ οὗ τὸ μειράκιον τοῦτο. ὦ Ζεῦ, τὸ Φρύγιον ἀπὸ τῆς Ἴδης ἁρπάσας δεῦρο ἀνήγαγες, ἔλαττόν μοι τὸν νοῦν προσέχεις.
ZEUS: What, Hera? Jealous already? Of him too, though he’s so simple and harmless? I thought you were only down on my various lady friends.
ΖΕΥΣ: Καὶ τοῦτο γάρ, ὦ Ἥρα, ζηλοτυπεῖς ἤδη ἀφελὲς οὕτω καὶ ἀλυπότατον; ἐγὼ δὲ ᾤμην ταῖς γυναιξὶ μόναις χαλεπήν σε εἶναι, ὁπόσαι ἂν ὁμιλήσωσί μοι.
2. HERA: It’s bad enough and quite out of place for you, the master of all gods, to desert me, your lawful wife, and go down to earth, turning into gold or satyr or bull, to commit adultery. But your women do stay on the earth, but as for this boy from Ida, you grabbed hold of him and flew him up here, my fine king of the birds, and you’ve brought him into our family over my head, “as wine-waiter”, you say. Were you so badly in need of wine-waiters? Have Hebe and Hephaestus, then, gone on strike? And you can’t take the cup from him, without kissing him first before all our eyes, and you find his kiss sweeter than the nectar, and so you keep on and on asking for a drink, even when you’re not thirsty. Sometimes, too, you just take a sip, and give him the cup, and when he has drunk, you take it back and drain it, from the side he’s drunk from and touched with his lips, so that you can be drinking and kissing at the same time. And the other day, you, the king and father of all, laid aside your aegis and thunderbolt, and sat down playing dice with him, you with that great beard on your face! I see it all. Don’t think you’re hoodwinking me.
2. ΗΡΑ: Οὐδ’ ἐκεῖνα μὲν εὖ ποιεῖς οὐδὲ πρέποντα σεαυτῷ ὃς ἁπάντων θεῶν δεσπότης ὢν ἀπολιπὼν ἐμὲ τὴν νόμῳ γαμετὴν ἐπὶ τὴν γῆν κάτει μοιχεύσων, χρυσίον ἢ σάτυρος ἢ ταῦρος γενόμενος. πλὴν ἀλλ’ ἐκεῖναι μέν σοι κἂν ἐν γῇ μένουσι, τὸ δὲ τουτὶ Ἰδαῖον παιδίον ἁρπάσας ἀνέπτης, ὦ γενναιότατε ἀετῶν, καὶ συνοικεῖ ἡμῖν ἐπὶ κεφαλήν μοι ἐπαχθέν, οἰνοχοοῦν δὴ τῷ λόγῳ. οὕτως ἠπόρεις οἰνοχόων, καὶ ἀπηγορεύκασιν ἄρα ἥ τε Ἥβη καὶ ὁ Ἥφαιστος διακονούμενοι; σὺ δὲ καὶ τὴν κύλικα οὐκ ἂν ἄλλως λάβοις παρ' αὐτοῦ ἢ φιλήσας πρότερον αὐτὸν ἁπάντων ὁρώντων, καὶ τὸ φίλημά σοι ἥδιον τοῦ νέκταρος, καὶ διὰ τοῦτο οὐδὲ διψῶν πολλάκις αἰτεῖς πιεῖν· ὁτὲ δὲ καὶ ἀπογευσάμενος μόνον ἔδωκας ἐκείνῳ, καὶ πιόντος ἀπολαβὼν τὴν κύλικα ὅσον ὑπόλοιπον ἐν αὐτῇ πίνεις, ὅθεν καὶ ὁ παῖς ἔπιε καὶ ἔνθα προσήρμοσε τὰ χείλη, ἵνα καὶ πίνῃς ἅμα καὶ φιλῇς· πρῴην δὲ ὁ βασιλεὺς καὶ ἁπάντων πατὴρ ἀποθέμενος τὴν αἰγίδα καὶ τὸν κεραυνὸν ἐκάθησο ἀστραγαλίζων μετ' αὐτοῦ ὁ πώγωνα τηλικοῦτον καθειμένος. ἅπαντα οὖν ὁρῶ ταῦτα, ὥστε μὴ οἴου λανθάνειν.
3. ZEUS: And what’s so terrible, my dear, in kissing a pretty boy like that while I’m drinking, and enjoying both the kiss and the nectar? Why, if I let him kiss you just once, you’ll never again blame me for preferring his kiss to the nectar.
3. ΖΕΥΣ: Καὶ τί δεινόν, ὦ Ἥρα, μειράκιον οὕτω καλὸν μεταξὺ πίνοντα καταφιλεῖν καὶ ἥδεσθαι ἀμφοῖν καὶ τῷ φιλήματι καὶ τῷ νέκταρι; ἢν γοῦν ἐπιτρέψω αὐτῷ κἂν ἅπαξ φιλῆσαί σε, οὐκέτι μέμψῃ μοι προτιμότερον τοῦ νέκταρος οἰομένῳ τὸ φίλημα εἶναι.
HERA: Admirers of boys may talk like that, but I hope I’ll never be so mad as to give my lips to that Phrygian softie. Oh, the effeminate creature!
ΗΡΑ: Παιδεραστῶν οὗτοι λόγοι. ἐγὼ δὲ μὴ οὕτω μανείην ὡς τὰ χείλη προσενεγκεῖν τῷ μαλθακῷ τούτῳ Φρυγὶ οὕτως ἐκτεθηλυμένῳ.
ZEUS: Please don’t abuse my little darling, noble Hera. This effeminate foreigner, this softie, is more delightful and desirable to me than—I won’t say it, for fear that I make you still angrier.
ΖΕΥΣ: Μή μοι λοιδοροῦ, ὦ γενναιοτάτη, τοῖς παιδικοῖς· οὑτοσὶ γὰρ ὁ θηλυδρίας, ὁ βάρβαρος, ὁ μαλθακός, ἡδίων ἐμοὶ καὶ ποθεινότερος—οὐ βούλομαι δὲ εἰπεῖν, μή σε παροξύνω ἐπὶ πλέον.
4. HERA: Well, you can go ahead and marry him, for all I care. But I hope you remember how you’re showering tipsy abuse on me because of this wine-boy.
4. ΗΡΑ: Εἴθε καὶ γαμήσειας αὐτὸν ἐμοῦ γε οὕνεκα· μέμνησο γοῦν οἷά μοι διὰ τὸν οἰνοχόον τοῦτον ἐμπαροινεῖς.
ZEUS: What nonsense! I suppose we ought to have our wine from your son, Hephaestus, hobbling about, straight from the forge, still filthy from the sparks, having just put down his tongs. I suppose I should take the cup from those dirty fingers of his, and between each mouthful of wine give him a kiss? Why, even you, his own mother, wouldn’t want to kiss his face, all black with soot. That would be nicer, wouldn’t it? Hephaestus was a much more suitable wine-waiter for the table of the gods, I suppose, and Ganymede should be packed off home to Ida? He’s too clean, and has rosy fingers, he’s not clumsy when he offers the drink, and what annoys you most of all, his kiss is sweeter than the nectar.
ΖΕΥΣ: Οὔκ, ἀλλὰ τὸν Ἥφαιστον ἕδει τὸν σὸν υἱὸν οἰνοχοεῖν ἡμῖν χωλεύοντα, ἐκ τῆς καμίνου ἥκοντα, ἔτι τῶν σπινθήρων ἀνάπλεων, ἄρτι τὴν πυράγραν ἀποτεθειμένον, καὶ ἀπ' ἐκείνων αὐτοῦ τῶν δακτύλων λαμβάνειν ἡμᾶς τὴν κύλικα καὶ ἐπισπασαμένους γε φιλῆσαι μεταξύ, ὃν οὐδ’ ἂν ἡ μήτηρ σὺ ἡδέως φιλήσειας ὑπὸ τῆς ἀσβόλου κατῃθαλωμένον τὸ πρόσωπον. ἡδίω ταῦτα· οὐ γάρ; καὶ παρὰ πολὺ ὁ οἰνοχόος ἐκεῖνος ἔπρεπε τῷ συμποσίῳ τῶν θεῶν, ὁ Γανυήδης δὲ καταπεμπτέος αὖθις ἐς τὴν Ἴδην· καθάριος γὰρ καὶ ῥοδοδάκτυλος καὶ ἐπισταμένως ὀρέγει τὸ ἔκπωμα, καὶ ὅ σε λυπεῖ μάλιστα, καὶ φιλεῖ ἥδιον τοῦ νέκταρος.
5. HERA: Oh, so now you complain that Hephaestus is lame, and his fingers aren’t good enough for your cup, and he is all sooty, and that the sight of him turns your stomach? You’ve been like that ever since Ida produced this long-haired darling. In the old days, you didn’t notice these things. The sparks and the forge didn’t stop you from taking your wine from him.
5. ΗΡΑ: Νῦν καὶ χωλός, ὦ Ζεῦ, ὁ Ἥφαιστος καὶ οἱ δάκτυλοι αὐτοῦ ἀνάξιοι τῆς σῆς κύλικος καὶ ἀσβόλου μεστός ἐστι, καὶ ναυτιᾷς ὁρῶν αὐτόν, ἐξ ὅτου τὸν καλὸν κομήτην τοῦτον ἡ Ἴδη ἀνέθρεψε· πάλαι δὲ οὐχ ἑώρας ταῦτα, οὐδ’ οἱ σπινθῆρες οὐδὲ ἡ κάμινος ἀπέτρεπόν σε μὴ οὐχὶ πίνειν παρ' αὐτοῦ.
ZEUS: You’re only making yourself miserable, my dear, and me fonder of him, by being jealous. If you don’t like taking your drink from a lovely boy, you can have your own son serve you, and I’ll have you, Ganymede, all to myself, waiting on me, and giving me two kisses with each cup, one when you hold it out to me full, and a second when I give you it back. Hullo, not crying, are you? Don’t be afraid. Anyone that chooses to hurt you will regret it.
ΖΕΥΣ: Λυπεῖς, ὦ Ἥρα, σεαυτήν, οὐδὲν ἄλλο, κἀμοὶ ἐπιτείνεις τὸν ἔρωτα ζηλοτυποῦσα· εἰ δὲ ἄχθῃ παρὰ παιδὸς ὡραίου δεχομένη τὸ ἔκπωμα, σοὶ μὲν ὁ υἱὸς οἰνοχοείτω, σὺ δέ, ὦ Γανύμηδες, ἐμοὶ μόνῳ ἀναδίδου τὴν κύλικα καὶ ἐφ' ἑκάστῃ δὶς φίλει με καὶ ὅτε πλήρη ὀρέγοις κᾆτα αὖθις ὁπότε παρ' ἐμοῦ ἀπολαμβάνοις. τί τοῦτο; δακρύεις; μὴ δέδιθι· οἰμώξεται γάρ, ἤν τίς σε λυπεῖν θέλῃ.