24. Lycinus: You will be kind enough not to resort later to the well-worn excuse of having forgotten in the bustle of your engagements; I have spoken to you twice to-day, in the morning at your house, and later when you were sacrificing at the Anaceum. This is to let your guests know the rights of the case.
24. Λυκῖνος: καίτοι ὅπως μὴ ἐς ἐκείνην ἔχῃς καταφεύγειν τὴν ἀπολογίαν ὕστερον, ἐπιλαθέσθαι λέγων ἐν τοσούτῳ θορύβῳ καὶ πράγματι, δίς σε τήμερον προσηγόρευσα καὶ ἕωθεν ἐπὶ τῇ οἰκίᾳ καὶ ἐν τῷ ἀνακείῳ θύοντα ὕστερον. ταῦτα ἐγὼ τοῖς παροῦσιν ἀπολελόγημαι.
25. Lycinus: If you think it is the dinner I care about, reflect upon the story of Oeneus; you will observe that, when he omitted Artemis alone from the Gods to whom he offered sacrifice, she resented it. Homer’s account of it states that heForgot or ne’er bethought bim—woeful blindness!Euripides’s begins,This land of Calydon, across the gulfFrom Pelops land, with all its fertile plains—;and Sophocles’s,Upon the tilth of Oeneus Leto’s child,Far-darting Goddess, loosed a monstrous boar.
25. Λυκῖνος: εἰ δὲ δείπνου ἕνεκα ὀργίζεσθαί σοι δοκῶ, τὸ κατὰ τὸν Οἰνέα ἐννόησον· ὄψει γὰρ καὶ τὴν Ἄρτεμιν ἀγανακτοῦσαν, ὅτι μόνην αὐτὴν οὐ παρέλαβεν ἐκεῖνος ἐπὶ τὴν θυσίαν τοὺς ἄλλους θεοὺς ἑστιῶν. φησὶ δὲ περὶ αὐτῶν Ὅμηρος ὧδέ πως· ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ· καὶ Εὐριπίδης·Καλυδὼν μὲν ἥδε γαῖα, Πελοπίας χθονὸςἐν ἀντιπόρθμοις, πεδίʼ ἔχουσʼ εὐδαίμονα.καὶ Σοφοκλῆς·συὸς μέγιστον χρῆμʼ ἐπʼ Οἰνέως γύαιςἀνῆκε Λητοῦς παῖς ἑκηβόλος θεά.
26. Lycinus: I quote you but these few of the many passages upon the incident, just to suggest the qualities of him whom you have passed over, to entertain, and to have your son taught by, Dipbilus! natural enough; of course, the lad fancies him, and finds him an agreeable master! If tale-telling were not beneath me, I would add a piece of information that, if you choose, you can get confirmed by the boy’s attendant Zopyrus. But a wedding is not a time for unpleasantness or denunciations, especially of offences so vile. Diphilus deserves it richly at my hands, indeed—two pupils he has stolen from me—; but for the good name of Philosophy I will bold my band.
26. Λυκῖνος: ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα παρεθέμην, ὅπως μάθῃς οἷον ἄνδρα παραλιπὼν Δίφιλον ἑστιᾷς καὶ τὸν υἱὸν αὐτῷ παραδέδωκας, εἰκότως· ἡδὺς γάρ ἐστι τῷ μειρακίῳ καὶ πρὸς χάριν αὐτῷ σύνεστιν. εἰ δὲ μὴ αἰσχρὸν ἦν ἐμὲ λέγειν τὰ τοιαῦτα, κἄν τι προσέθηκα, ὅπερ σύ, εἰ θέλεις, παρὰ Ζωπύρου τοῦ παιδαγωγοῦ ἂν μάθοις ἀληθὲς ὄν. ἀλλʼ οὐ χρὴ ταράττειν ἐν γάμοις οὐδὲ διαβάλλειν ἄλλους, καὶ μάλιστα ἐφʼ οὕτως αἰσχραῖς αἰτίαις· καὶ γὰρ εἰ Δίφιλος ἄξιος δύο ἤδη μαθητάς μου περισπάσας, ἀλλʼ ἔγωγε φιλοσοφίας αὐτῆς ἕνεκεν σιωπήσομαι.
27. Lycinus: My man bas instructions, if you should offer him a portion of wild boar or venison or sesame cake to bring me in lieu of my dinner, to refuse it. I would not have you find the motive of my letter in such desires.
27. Λυκῖνος: προσέταξα δὲ τῷ οἰκέτῃ τούτῳ, ἢν διδῷς αὐτῷ μοῖράν τινα ἢ συὸς ἢ ἐλάφου ἢ σησαμοῦντος, ὡς ἐμοὶ διακομίσειε καὶ ἀντὶ τοῦ δείπνου ἀπολογία γένοιτο, μὴ λαβεῖν, μὴ καὶ δόξωμεν ἐπὶ τούτῳ πεπομφέναι.
28. Lycinus: My dear fellow, I went all hot and cold as this was read; I was praying that the earth might swallow me up when I saw everybody laughing at the different points; the most amused were those who knew Hetoemocles and his white hair and reverend looks; it was such a surprise to find the reality behind that imposing beard and serious countenance. I felt sure Aristaenetus had passed him over not in neglect, but because he supposed he would never accept an invitation or have anything to do with festivities; he had thought it out of the question, and not worth trying.
28. Λυκῖνος: τούτων, ὦ ἑταῖρε, ἀναγινωσκομένων μεταξὺ ἱδρώς τέ μοι περιεχεῖτο ὑπʼ αἰδοῦς, καὶ τοῦτο δὴ τὸ τοῦ λόγου, χανεῖν μοι τὴν γῆν ηὐχόμην ὁρῶν τοὺς παρόντας γελῶντας ἐφʼ ἑκάστῳ καὶ μάλιστα ὅσοι ᾔδεσαν τὸν Ἑτοιμοκλέα, πολιὸν ἄνθρωπον καὶ σεμνὸν εἶναι δοκοῦντα. ἐθαύμαζον οὖν οἷος ὢν διαλάθοι αὐτοὺς ἐξαπατωμένους τῷ πώγωνι καὶ τῇ τοῦ προσώπου ἐντάσει. ὁ γὰρ Ἀρισταίνετος ἐδόκει μοι οὐκ ἀμελείᾳ παριδεῖν αὐτόν, ἀλλʼ οὔποτʼ ἂν ἐλπίσας κληθέντα ἐπινεῦσαι οὐδ’ ἂν ἐμπαρασχεῖν ἑαυτὸν τοιούτῳ τινί· ὥστε οὐδὲ τὴν ἀρχὴν πειρᾶσθαι ἠξίου.
29. Lycinus: As soon as the man stopped reading, all eyes were turned on Zeno and Diphilus, who were pale with apprehension, and confirmed by their embarrassment the insinuations of Hetoemocles. Aristaenetus was uneasy and disturbed, but urged us to drink, and tried to smooth the matter over with an attempt at a smile; he told the man he would see to it, and dismissed him. Zeno disappeared shortly after; his attendant had signed to him, as from his father, to retire.
29. Λυκῖνος: ἐπεὶ δʼ οὖν ἐπαύσατό ποτε ὁ οἰκέτης ἀναγινώσκων, τὸ μὲν συμπόσιον ἅπαν εἰς τοὺς ἀμφὶ τὸν Ζήνωνα καὶ Δίφιλον ἀπέβλεπε δεδοικότας καὶ ὠχριῶντας καὶ τῇ ἀπορίᾳ τῶν προσώπων ἐπαληθεύοντας τὰ ὑπὸ τοῦ Ἑτοιμοκλέους κατηγορηθέντα· ὁ Ἀρισταίνετος δὲ ἐτετάρακτο καὶ θορύβου μεστὸς ἦν, ἐκέλευε δʼ ὅμως πίνειν ἡμᾶς καὶ ἐπειρᾶτο εὖ διατίθεσθαι τὸ γεγονὸς ὑπομειδιῶν ἅμα, καὶ τὸν οἰκέτην ἀπέπεμψεν εἰπὼν ὅτι ἐπιμελήσεται τούτων. μετʼ ὀλίγον δὲ καὶ ὁ Ζήνων ὑπεξανέστη ἀφανῶς, τοῦ παιδαγωγοῦ νεύσαντος ἀπαλλάττεσθαι ὡς κελεύσαντος τοῦ πατρός.
30. Lycinus: Cleodemus had been on the look-out for an opportunity; he was spoiling for a fight with the Stoics, and chafing over the difficulty of starting the subject; but the letter had struck the right key, and off he went. ‘Now we see the productions of your fine Chrysippus, your glorious Zeno, your Cleanthes— a few poor catch-words, some fruitless posers, a philosophic exterior, and a large supply of—Hetoemocleses. What ripe wisdom does this letter reveal, with its conclusion that Aristaenetus is an Oeneus, and Hetoemocles an Artemis! How auspicious, how suitable to the occasion, its tone!'
30. Λυκῖνος: ὁ Κλεόδημος δὲ καὶ πάλαι τινὸς ἀφορμῆς δεόμενος — ἐβούλετο γὰρ συμπλακῆναι τοῖς Στωικοῖς καὶ διερρήγνυτο οὐκ ἔχων ἀρχὴν εὔλογον — τότε οὖν τὸ ἐνδόσιμον παρασχούσης τῆς ἐπιστολῆς, τοιαῦτα, ἔφη, ἐξεργάζεται ὁ καλὸς Χρύσιππος καὶ Ζήνων ὁ θαυμαστὸς καὶ Κλεάνθης, ῥημάτια δύστηνα καὶ ἐρωτήσεις μόνον καὶ σχήματα φιλοσόφων, τὰ δʼ ἄλλα Ἑτοιμοκλεῖς οἱ πλεῖστοι· καὶ αἱ ἐπιστολαὶ ὁρᾶτε ὅπως πρεσβυτικαί, καὶ τὸ τελευταῖον Οἰνεὺς μὲν Ἀρισταίνετος, Ἑτοιμοκλῆς δὲ Ἄρτεμις. Ἡράκλεις, εὔφημα πάντα καὶ ἑορτῇ πρέποντα.
31. Lycinus: ‘To be sure,’ chimed in Hermon, his left-hand neighbour; he had no doubt heard that Aristaenetus had bespoken a wild boar, and thought the introduction of the one at Calydon appropriate. Aristaenetus, I adjure you by the domestic altar, let him taste the victim, or we shall have the old man starving, and withering away like his Meleager. Though indeed it would not be so very hard on him; such a fate is one of Chrysippus’s things indifferent.
31. Λυκῖνος: νὴ Δίʼ, εἶπεν ὁ Ἕρμων ὑπερκατακείμενος· ἠκηκόει γάρ, οἶμαι, ὗν τινα ἐσκευάσθαι Ἀρισταινέτῳ ἐς τὸ δεῖπνον, ὥστε οὐκ ἄκαιρον ἐδόκει μεμνῆσθαι τοῦ Καλυδωνίου. ἀλλὰ πρὸς τῆς Ἑστίας, ὦ Ἀρισταίνετε, πέμπε ὡς τάχιστα τῶν ἀπαρχῶν, μὴ καὶ φθάσῃ ὁ πρεσβύτης ὑπὸ λιμοῦ ὥσπερ ὁ Μελέαγρος ἀπομαρανθείς. καίτοι οὐδὲν ἂν πάθοι δεινόν· ἀδιάφορα γὰρ ὁ Χρύσιππος τὰ τοιαῦτα ἡγεῖτο.
32. Lycinus: Here Zenothemis woke up and thundered out: ‘Chrysippus? you name that name? because a pretender like Hetoemocles comes short of his profession, you argue from him to the real sages, to Cleanthes and Zeno? And who are the men, pray, who hold such language? Why, Hermon, who shore the curls» the solid golden curls, of the Dioscuri, and who will yet receive his barber’s fee from the executioner. And Cleodemus, who was caught in adultery with his pupil Sostratus’s wife, and paid the shameful penalty. Silence would better become the owners of such consciences.’ ‘Who trades in his own wife’s favours?” retorted Cleodemus; ‘I do not do that, and I do not undertake to keep my foreign pupil’s purse and then swear by Polias the deposit was never made; I do not lend money at fifty per cent, and I do not hale my pupils into court if fees are not paid to the day.’ ‘You will hardly deny, though,’ said Zenothemis, ‘that you supplied Crito with the poison for his father.’
32. Λυκῖνος: Χρυσίππου γὰρ μέμνησθε ὑμεῖς, ἔφη ὁ Ζηνόθεμις ἐπεγείρας ἑαυτὸν καὶ φθεγξάμενος παμμέγεθες, ἢ ἀφʼ ἑνὸς ἀνδρὸς οὐκ ἐννόμως φιλοσοφοῦντος Ἑτοιμοκλέους τοῦ γόητος μετρεῖτε τὸν Κλεάνθην καὶ Ζήνωνα σοφοὺς ἄνδρας; τίνες δὲ καὶ ὄντες ὑμεῖς ἐρεῖτε ταῦτα; οὐ σὺ μὲν τῶν Διοσκούρων ἤδη, ὦ Ἕρμων, τοὺς πλοκάμους περικέκαρκας χρυσοῦς ὄντας; καὶ δώσεις δίκην παραδοθεὶς τῷ δημίῳ. σὺ δὲ τὴν Σωστράτου γυναῖκα τοῦ μαθητοῦ ἐμοίχευες, ὦ Κλεόδημε, καὶ καταληφθεὶς τὰ αἴσχιστα ἔπαθες. οὐ σιωπήσεσθε οὖν τοιαῦτα συνεπιστάμενοι ἑαυτοῖς; ἀλλʼ οὐ μαστροπὸς ἐγὼ τῆς ἐμαυτοῦ γυναικός, ἦ δʼ ὃς ὁ Κλεόδημος, ὥσπερ σύ, οὐδὲ τοῦ ξένου μαθητοῦ λαβὼν τοὐφόδιον παρακαταθήκας ἔπειτα ὤμοσα κατὰ τῆς Πολιάδος μὴ εἰληφέναι, οὐδʼ ἐπὶ τέτταρσι δραχμαῖς δανείζω, οὐδὲ ἄγχω τοὺς μαθητάς, ἢν μὴ κατὰ καιρὸν ἀποδῶσι τοὺς μισθούς. ἀλλʼ ἐκεῖνο, ἔφη ὁ Ζηνόθεμις, οὐκ ἂν ἔξαρνος γένοιο μὴ οὐχὶ φάρμακον ἀποδόσθαι Κρίτωνι ἐπὶ τὸν πατέρα.
33. Lycinus: And therewith, his cup being in his hand, about half full of wine, he emptied it over the pair; and Ion, whose worst guilt was being their neighbour, came in for a good deal of it. Hermon bent forward, dried his head, and entered a protest. Cleodemus, having no wine to reply with, leant over and spat at Zenothemis; at the same time he clutched the old man’s beard with his left hand, and was aiming a blow which would have killed him, when Aristaenetus arrested it, stepped over Zenothemis, and lay down between the two, making himself a buffer in the interests of peace.
33. Λυκῖνος: καὶ ἅμα, ἔτυχε γὰρ πίνων, ὁπόσον ἔτι λοιπὸν ἐν τῇ κύλικι, περὶ ἥμισυ σχεδόν, κατεσκέδασεν αὐτοῖν. ἀπέλαυσε δὲ καὶ ὁ Ἴων τῆς γειτονήσεως, οὐκ ἀνάξιος ὤν. ὁ μὲν οὖν Ἕρμων ἀπεξύετο ἐκ τῆς κεφαλῆς τὸν ἄκρατον προνενευκὼς καὶ τοὺς παρόντας ἐμαρτύρετο, οἷα ἐπεπόνθει. ὁ Κλεόδημος δέ — οὐ γὰρ εἶχε κύλικα — ἐπιστραφεὶς προσέπτυσέ τε τὸν Ζηνόθεμιν καὶ τῇ ἀριστερᾷ τοῦ πώγωνος λαβόμενος ἔμελλε παίσειν κατὰ κόρρης, καὶ ἀπέκτεινεν ἂν τὸν γέροντα, εἰ μὴ Ἀρισταίνετος ἐπέσχε τὴν χεῖρα καὶ ὑπερβὰς τὸν Ζηνόθεμιν ἐς τὸ μέσον αὐτοῖν κατεκλίθη, ὡς διασταῖεν ὑπὸ διατειχίσματι αὐτῷ εἰρήνην ἄγοντες.
34. Lycinus: All this time, Philo, my thoughts were busy enough with the old commonplace, that after all it is no use having all theory at your finger’s ends, if you do not conform your conduct to the right. Here were these masters of precept making themselves perfectly ridiculous in practice. Then it was borne in upon me that possibly the vulgar notion is right, and culture only misleads the people who are too much wrapt up in books and bookish ideas, Of all that philosophic company there was not a man—not so much as an accidental exception—who could pass muster; if his conduct did not condemn him, his words did yet more fatally. I could not make the wine responsible, either; the author of that letter was fasting and sober.
34. Λυκῖνος: ἐν ὅσῳ δὲ ταῦτʼ ἐγίνετο, ποικίλα, ὦ Φίλων, ἐγὼ πρὸς ἐμαυτὸν ἐνενόουν, οἷον τὸ πρόχειρον ἐκεῖνο, ὡς οὐδὲν ὄφελος ἦν ἄρα ἐπίστασθαι τὰ μαθήματα, εἰ μή τις καὶ τὸν βίον ῥυθμίζοι πρὸς τὸ βέλτιον· ἐκείνους γοῦν περιττοὺς ὄντας ἐν τοῖς λόγοις ἑώρων γέλωτα ἐπὶ τῶν πραγμάτων ὀφλισκάνοντας. ἔπειτα εἰσῄει με, μὴ ἄρα τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον ἀληθὲς ᾖ καὶ τὸ πεπαιδεῦσθαι ἀπάγῃ τῶν ὀρθῶν λογισμῶν τοὺς ἐς μόνα τὰ βιβλία καὶ τὰς ἐν ἐκείνοις φροντίδας ἀτενὲς ἀφορῶντας· τοσούτων γοῦν φιλοσόφων παρόντων οὐδὲ κατὰ τύχην ἕνα τινὰ ἔξω ἁμαρτήματος ἦν ἰδεῖν, ἀλλʼ οἱ μὲν ἐποίουν αἰσχρά, οἱ δʼ ἔλεγον αἰσχίω· οὐδὲ γὰρ ἐς τὸν οἶνον ἔτι ἀναφέρειν εἶχον τὰ γινόμενα λογιζόμενος οἷα ὁ Ἑτοιμοκλῆς ἄσιτος ἔτι καὶ ἄποτος ἐγεγράφει.
35. Lycinus: Things seemed to go by contraries; you might see the ordinary people behaving quite properly at table; no rioting and disorder there; the most they did was to laugh at and, no doubt, censure the others, whom they had been accustomed to respect and to credit with the qualities their appearance suggested. It was the wise men who made beasts of themselves, abused each other, over-fed, shouted and came to blows. I thought one could find no better illustration for our dinner than the poets’ story of Eris. When she was not invited to Peleus’s nuptials, she threw that apple on the table which brought about the great Trojan war. Hetoemocles’s letter was just such an apple, woeful Iliad and all.
35. Λυκῖνος: ἀνέστραπτο οὖν τὸ πρᾶγμα, καὶ οἱ μὲν ἰδιῶται κοσμίως πάνυ ἑστιώμενοι οὔτε παροινοῦντες οὔτε ἀσχημονοῦντες ἐφαίνοντο, ἀλλʼ ἐγέλων μόνον καὶ κατεγίνωσκον αὐτῶν, οἶμαι, οὕς γε ἐθαύμαζον οἰόμενοί τινας εἶναι ἀπὸ τῶν σχημάτων, οἱ σοφοὶ δὲ ἠσέλγαινον καὶ ἐλοιδοροῦντο καὶ ὑπερενεπίμπλαντο καὶ ἐκεκράγεσαν καὶ εἰς χεῖρας ᾔεσαν. ὁ θαυμάσιος δὲ Ἀλκιδάμας καὶ ἐούρει ἐν τῷ μέσῳ οὐκ αἰδούμενος τὰς γυναῖκας. καὶ ἐμοὶ ἐδόκει, ὡς ἂν ἄριστά τις εἰκάσειεν, ὁμοιότατα εἶναι τὰ ἐν τῷ συμποσίῳ οἷς περὶ τῆς Ἔριδος οἱ ποιηταὶ λέγουσιν· οὐ γὰρ κληθεῖσαν αὐτὴν ἐς τοῦ Πηλέως τὸν γάμον ῥῖψαι τὸ μῆλον εἰς τὸ σύνδειπνον, ἀφʼ οὗ τοσοῦτον πόλεμον ἐπʼ Ἰλίῳ γεγενῆσθαι. καὶ ὁ Ἑτοιμοκλῆς τοίνυν ἐδόκει μοι τὴν ἐπιστολὴν ἐμβαλὼν εἰς τὸ μέσον ὥσπερ τι μῆλον οὐ μείω τῆς Ἰλιάδος κακὰ ἐξεργάσασθαι.
36. Lycinus: For buffer-Aristaenetus had proved ineffectual, and the quarrel between Zenothemis and Cleodemus was proceeding. ‘For the present,’ said the latter, ‘I am satisfied with exposing your ignorance; to-morrow I will give you your deserts more adequately. Pray explain, Zenothemis, or the reputable Diphilus for you, how it is that you Stoics class the acquisition of wealth among the things indifferent, and then concentrate your whole efforts upon it, hang perpetually about the rich to that end, lend money, screw out your usury, and take pay for your teaching. Or again, if you hate pleasure and condemn the Epicureans, how comes it that you will do and endure the meanest things for it? you resent it if you are not asked out; and when you are, you eat so much, and convey so much more to your servant’s keeping’—and he interrupted himself to make a grab at the napkin that Zenothemis’s boy was holding, full of all sorts of provender; he meant to get it away and empty the contents on the floor; but the boy held on too tight.
36. Λυκῖνος: οὐ γὰρ ἐπαύσαντο οἱ ἀμφὶ τὸν Ζηνόθεμιν καὶ Κλεόδημον φιλονεικοῦντες, ἐπεὶ μέσος αὐτῶν ὁ Ἀρισταίνετος ἐγένετο· ἀλλά, νῦν μέν, ἔφη ὁ Κλεόδημος, ἱκανόν, εἰ ἐλεγχθείητε ἀμαθεῖς ὄντες, αὔριον δὲ ἀμυνοῦμαι ὑμᾶς ὅντινα καὶ χρὴ τρόπον· ἀπόκριναί μοι οὖν, ὦ Ζηνόθεμι, ἢ σὺ ἢ ὁ κοσμιώτατος Δίφιλος, καθʼ ὅ τι ἀδιάφορον εἶναι λέγοντες τῶν χρημάτων τὴν κτῆσιν οὐδὲν ἀλλʼ ἢ τοῦτο ἐξ ἁπάντων σκοπεῖτε ὡς πλείω κτήσεσθε καὶ διὰ τοῦτο ἀμφὶ τοὺς πλουσίους ἀεὶ ἔχετε καὶ δανείζετε καὶ τοκογλυφεῖτε καὶ ἐπὶ μισθῷ παιδεύετε, πάλιν τε αὖ τὴν ἡδονὴν μισοῦντες καὶ τῶν Ἐπικουρείων κατηγοροῦντες αὐτοὶ τὰ αἴσχιστα ἡδονῆς ἕνεκα ποιεῖτε καὶ πάσχετε, ἀγανακτοῦντες εἴ τις μὴ καλέσειεν ἐπὶ δεῖπνον· εἰ δὲ καὶ κληθείητε, τοσαῦτα μὲν ἐσθίοντες, τοσαῦτα δὲ τοῖς οἰκέταις ἐπιδιδόντες — καὶ ἅμα λέγων τὴν ὀθόνην περισπᾶν ἐπεχείρει, ἣν ὁ παῖς εἶχε τοῦ Ζηνοθέμιδος, μεστὴν οὖσαν παντοδαπῶν κρεῶν, καὶ ἔμελλε λύσας ἀπορρίπτειν αὐτὰ εἰς τὸ ἔδαφος, ἀλλʼ ὁ παῖς οὐκ ἀνῆκε καρτερῶς ἀντεχόμενος.
37. Lycinus: 'Quite right, Cleodemus,’ said Hermon; ‘let them tell us why they condemn pleasure, and yet expect more of it than any one else.’ ‘No, no,’ says Zenothemis; ‘you give us your grounds, Cleodemus, for saying wealth is not a thing indifferent. ‘No, I tell you; let us have your case.? So the see-saw went on, till Ion came out of his retirement and called a truce: ‘I will give you,’ he said, ‘a theme worthy of the occasion; and you shall speak and listen without trying for personal triumphs; take a leaf from our Plato this time.’ ‘Hear, hear,’ from the company, especially from Aristaenetus and Eucritus, who hailed this escape from unpleasantness. The former now went back to his own place, confident of peace.
37. Λυκῖνος: καὶ ὁ Ἕρμων, εὖ γε, ἔφη, ὦ Κλεόδημε, εἰπάτωσαν οὗτινος ἕνεκα ἡδονῆς κατηγοροῦσιν αὐτοὶ ἥδεσθαι ὑπὲρ τοὺς ἄλλους ἀξιοῦντες. οὔκ, ἀλλὰ σύ, ἦ δʼ ὃς ὁ Ζηνόθεμις, εἰπέ, ὦ Κλεόδημε, καθʼ ὅ τι οὐκ ἀδιάφορον ἡγῇ τὸν πλοῦτον. οὐ μὲν οὖν, ἀλλὰ σύ. καὶ ἐπὶ πολὺ τοῦτο ἦν, ἄχρι δὴ ὁ Ἴων προκύψας ἐς τὸ ἐμφανέστερον, παύσασθε, ἔφη· ἐγὼ δέ, εἰ δοκεῖ, λόγων ἀφορμὰς ὑμῖν ἀξίων τῆς παρούσης ἑορτῆς καταθήσω ἐς τὸ μέσον· ὑμεῖς δὲ ἀφιλονείκως ἐρεῖτε καὶ ἀκούσεσθε ὥσπερ ἀμέλει καὶ παρὰ τῷ ἡμετέρῳ Πλάτωνι ἐν λόγοις ἡ πλείστη διατριβὴ ἐγένετο. πάντες ἐπῄνεσαν οἱ παρόντες, καὶ μάλιστα οἱ ἀμφὶ τὸν Ἀρισταίνετόν τε καὶ Εὔκριτον, ἀπαλλάξεσθαι τῆς ἀηδίας οὕτω γοῦν ἐλπίσαντες. καὶ μετῆλθέ τε ὁ Ἀρισταίνετος ἐπὶ τὸν αὑτοῦ τόπον εἰρήνην γεγενῆσθαι ἐλπίσας, Λυκῖνος: καὶ ἅμα εἰσεκεκόμιστο ἡμῖν τὸ ἐντελὲς ὀνομαζόμενον δεῖπνον, μία ὄρνις ἑκάστῳ καὶ κρέας ὑὸς καὶ λαγῶα καὶ ἰχθὺς ἐκ ταγήνου καὶ σησαμοῦντες καὶ ὅσα ἐντραγεῖν, καὶ ἐξῆν ἀποφέρεσθαι ταῦτα.
38. Lycinus: The ‘repast,’ as they call it, had just made its appearance; each guest was served with a bird, a slice of wild boar, a portion of hare, a fried fish, some sesame cakes and sweet-meats—all these to be taken home if the guest chose. Every man had not a separate dish, however; Aristaenetus and Eucritus shared one little table, from which each was to take what belonged to him; so Zenothemis the Stoic and Hermon the Epicurean; Cleodemus and Ion had the third table, the bridegroom and I the next; Diphilus had a double portion, by the absence of Zeno. Remember these details, Philo; you will find they bear on the story. Philo: Trust me.
38. προὔκειτο δὲ οὐχ ἓν ἑκάστῳ πινάκιον, ἀλλʼ Ἀρισταινέτῳ μὲν καὶ Εὐκρίτῳ ἐπὶ μιᾶς τραπέζης κοινόν, καὶ τὰ παρʼ αὑτῷ ἑκάτερον ἐχρῆν λαβεῖν· Ζηνοθέμιδι δὲ τῷ Στωϊκῷ καὶ Ἕρμωνι τῷ Ἐπικουρείῳ ὁμοίως κοινὸν καὶ τούτοις· εἶτα ἑξῆς Κλεοδήμῳ καὶ Ἴωνι, μεθʼ οὓς τῷ νυμφίῳ καὶ ἐμοί, τῷ Διφίλῳ δὲ τὰ ἀμφοῖν, ὁ γὰρ Ζήνων ἀπεληλύθει. καὶ μέμνησό μοι τούτων, ὦ Φίλων, διότι δή ἐστί τι ἐν αὐτοῖς χρήσιμον ἐς τὸν λόγον. Φίλων: μεμνήσομαι δή.
39. Lycinus: Ion proceeded: ‘I will start, then, if you wish it.' He reflected a moment, and then: ‘With so much talent in the room, no less a subject might seem indicated than Ideas, Incorporeals, and the Immortality of the Soul. On the other hand our divergent views might make that too controversial; so I will take the question of marriage, and say what seems appropriate. The counsel of perfection here would be to dispense with it, and be satisfied, according to the prescription of Plato and Socrates, with contemplating male beauty. So, and only so, is absolute virtue to be attained. But if marriage is admitted as a practical necessity, then we should adopt the Platonic system of holding our wives in common, thus obviating rivality.’
39. Λυκῖνος: ὁ τοίνυν Ἴων, πρῶτος οὖν ἄρχομαι, ἔφη, εἰ δοκεῖ. καὶ μικρὸν ἐπισχών, ἐχρῆν μὲν ἴσως, ἔφη, τοιούτων ἀνδρῶν παρόντων περὶ ἰδεῶν τε καὶ ἀσωμάτων εἰπεῖν καὶ ψυχῆς ἀθανασίας· ἵνα δὲ μὴ ἀντιλέγωσί μοι ὁπόσοι μὴ κατὰ ταὐτὰ φιλοσοφοῦσι, περὶ γάμων ἐρῶ τὰ εἰκότα. τὸ μὲν οὖν ἄριστον ἦν μὴ δεῖσθαι γάμων, ἀλλὰ πειθομένους Πλάτωνι καὶ Σωκράτει παιδεραστεῖν· μόνοι γοῦν οἱ τοιοῦτοι ἀποτελεσθεῖεν ἂν πρὸς ἀρετήν· εἰ δὲ δεῖ καὶ γυναικείου γάμου, κατὰ τὰ Πλάτωνι δοκοῦντα κοινὰς εἶναι ἐχρῆν τὰς γυναῖκας, ὡς ἔξω ζήλου εἴημεν.
40. Lycinus: The unseasonableness of these remarks raised a laugh. And Dionysodorus had another criticism: ‘Spare us these provincialisms,’ he said; ‘or give us your authority for “rivality.”’ ‘Such carpings are beneath contempt,’ was the polite reply. Dionysodorus was about to return the compliment with interest, when our good man of letters intervened: ‘Stop,’ said Histiaeus, ‘and let me read you an epithalamium.’
40. Λυκῖνος: γέλως ἐπὶ τούτοις ἐγένετο ὡς οὐκ ἐν καιρῷ λεγομένοις. Διονυσόδωρος δέ, παῦσαι, ἔφη, βαρβαρικὰ ἡμῖν ᾄδων, ποῦ γὰρ ἂν εὑρίσκοιμεν τὸν ζῆλον ἐπὶ τούτου καὶ παρὰ τίνι; καὶ σὺ γὰρ φθέγγῃ, κάθαρμα; εἶπεν ὁ Ἴων, καὶ Διονυσόδωρος ἀντελοιδορεῖτο τὰ εἰκότα. ἀλλʼ ὁ γραμματικὸς Ἱστιαῖος ὁ βέλτιστος, παύσασθε, ἔφη· ἐγὼ γὰρ ὑμῖν ἐπιθαλάμιον ἀναγνώσομαι. καὶ ἀρξάμενος ἀνεγίνωσκεν.
41. Lycinus: He at once went off at score; and I think I can reproduce the effusion:Or like, in Aristaenetus’s hall,Cleanthis, softly nurtured bright princess,Surpassing other beauties virginal,Cythera’s Queen, or Helen’s loveliness,Bridegroom, the best of your contemporaries,Nireus’s and Achilles’ peer, rejoice!While we in hymeneal voluntariesOver the pair keep lifting up our voice.
41. Λυκῖνος: ἦν γὰρ ταῦτα, εἴ γε μέμνημαι, τὰ ἐλεγεῖα·ἢ οἵη ποτʼ ἄρʼ ἥγʼ Ἀρισταινέτου ἐν μεγάροισιδῖα Κλεανθὶς ἄνασσʼ ἐτρέφετʼ ἐνδυκέως,προὔχουσʼ ἀλλάων πασάων παρθενικάων,κρέσσων τῆς Κυθέρης ἠδʼ ἅμα τῆς Ἑλένης.νυμφίε, καὶ σὺ δὲ χαῖρε, κρατερῶν κράτιστε ἐφήβων,κρέσσων Νιρῆος καὶ Θέτιδος πάϊδος.ἄμμες δʼ αὖθʼ ὑμῖν τοῦτον θαλαμήϊον ὕμνονξυνὸν ἐπʼ ἀμφοτέροις πολλάκις ᾀσόμεθα.
42. Lycinus: By the time the laughter that not unnaturally followed had subsided, it was time to pack up our ‘repasts’; Aristaenetus and Eucritus took each his intended portion; Chaereas and I, Ion and Cleodemus, did likewise. But as Zeno was not there, Diphilus expected to come in for his share too. He said everything on that table was his, and disputed possession with the servants. There was a tug of war between them just like that over the body of Patroclus; at last he was worsted and had to let go, to the huge amusement of all, which he heightened by taking the thing as a most serious wrong.
42. Λυκῖνος: γέλωτος οὖν ἐπὶ τούτοις, ὡς τὸ εἰκός, γενομένου ἀνελέσθαι ἤδη τὰ παρακείμενα ἔδει, καὶ ἀνείλοντο οἱ περὶ τὸν Ἀρισταίνετον καὶ Εὔκριτον τὴν πρὸ αὑτοῦ ἑκάτερος κἀγὼ τἀμὰ καὶ ὁ Χαιρέας ὅσα ἐκείνῳ ἔκειτο καὶ Ἴων ὁμοίως καὶ ὁ Κλεόδημος. ὁ δὲ Δίφιλος ἠξίου καὶ τὰ τῷ Ζήνωνι δὴ ἀπόντι παραδοθέντα φέρεσθαι καὶ ἔλεγε μόνῳ παρατεθῆναί οἱ αὐτὰ καὶ πρὸς τοὺς διακόνους ἐμάχετο, καὶ ἀντέσπων τῆς ὄρνιθος ἐπειλημμένοι ὥσπερ τὸν Πατρόκλου νεκρὸν ἀνθέλκοντες, καὶ τέλος ἐνικήθη καὶ ἀφῆκε πολὺν γέλωτα παρασχὼν τοῖς συμπόταις, καὶ μάλιστα ἐπεὶ ἠγανάκτει μετὰ τοῦτο ὡς ἂν τὰ μέγιστα ἠδικημένος.
43. Lycinus: As I told you, Hermon and Zenothemis were neighbours, the latter having the upper place. Their portions were equal enough except in one respect, and the division was peaceful until that was reached. But the bird on Hermon’s side was— by chance, no doubt—the fatter. The moment came for them to take their respective birds. At this point—now attend carefully, please, Philo; here is the kernel of the whole affair—at this point Zenothemis let his own bird lie, and took the fatter one before Hermon. But Hermon was not going to be put upon; he laid hold of it too. Then their voices were lifted up, they closed, belaboured each other’s faces with the birds, clutched each other’s beards, and called for assistance, Hermon appealing to Cleodemus, Zenothemis to Alcidamas and Diphilus. The allies took their sides, Ion alone preserving neutrality.
43. Λυκῖνος: οἱ δὲ ἀμφὶ τὸν Ἕρμωνα καὶ Ζηνόθεμιν ἅμα κατέκειντο, ὥσπερ εἴρηται, ὁ μὲν ὑπεράνω ὁ Ζηνόθεμις, ὁ δʼ ὑπʼ αὐτόν· παρέκειτο δʼ αὐτοῖς τὰ μὲν ἄλλα πάντα ἴσα, καὶ ἀνείλοντο εἰρηνικῶς· ἡ δὲ ὄρνις ἡ πρὸ τοῦ Ἕρμωνος πιμελεστέρα, οὕτως, οἶμαι, τυχόν. ἔδει δὲ καὶ ταύτας ἀναιρεῖσθαι τὴν ἑαυτοῦ ἑκάτερον. ἐν τούτῳ τοίνυν ὁ Ζηνόθεμις — καί μοι, ὦ Φίλων, πάνυ πρόσεχε τὸν νοῦν, ὁμοῦ γάρ ἐσμεν ἤδη τῷ κεφαλαίῳ τῶν πραχθέντων — ὁ δὲ Ζηνόθεμις, φημί, τὴν παρʼ αὑτῷ ἀφεὶς τὴν πρὸ τοῦ Ἕρμωνος ἀνείλετο πιοτέραν, ὡς ἔφην, οὖσαν· ὁ δʼ ἀντεπελάβετο καὶ οὐκ εἴα πλεονεκτεῖν. βοὴ τὸ ἐπὶ τούτοις, καὶ συμπεσόντες ἔπαιον ἀλλήλους ταῖς ὄρνισιν αὐταῖς ἐς τὰ πρόσωπα, καὶ τῶν πωγώνων ἐπειλημμένοι ἐπεκαλοῦντο βοηθεῖν, ὁ μὲν τὸν Κλεόδημον ὁ Ἕρμων, ὁ δὲ Ζηνόθεμις Ἀλκιδάμαντα καὶ Δίφιλον, καὶ συνίσταντο οἱ μὲν ὡς τοῦτον, οἱ δʼ ὡς ἐκεῖνον πλὴν μόνου τοῦ Ἴωνος·
44. Lycinus: The hosts engaged. Zenothemis lifted a goblet from the table where it stood before Aristaenetus, and hurled it at Hermon;And him it missed, but found another mark,laying open the bridegroom’s skull with a sound deep gash. This opened the lips of the ladies; most of them indeed jumped down into the battle’s interspace, led by the young man’s mother, as soon as she saw his blood flowing; the bride too was startled from her place by terror for him. Meanwhile Alcidamas was in his glory maintaining the cause of Zenothemis; down came his stick on Cleodemus’s skull, he injured Hermon’s jaw, and severely wounded several of the servants who tried to protect them. The other side were not beaten, however; Cleodemus with levelled finger was gouging out Zenothemis’s eye, not to mention fastening on his nose and biting a piece off it; and when Diphilus came to Zenothemis’s rescue, Hermon pitched him head first from the couch.
44. Λυκῖνος: ἐκεῖνος δὲ μέσον ἑαυτὸν ἐφύλαττεν. οἱ δʼ ἐμάχοντο συμπλακέντες, καὶ ὁ μὲν Ζηνόθεμις σκύφον ἀράμενος ἀπὸ τῆς τραπέζης κείμενον πρὸ τοῦ Ἀρισταινέτου ῥίπτει ἐπὶ τὸν Ἕρμωνα, κἀκείνου μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἄλλῃ, διεῖλε δὲ τοῦ νυμφίου τὸ κρανίον ἐς δύο χρηστῷ μάλα καὶ βαθεῖ τῷ τραύματι. βοὴ οὖν παρὰ τῶν γυναικῶν ἐγένετο καὶ κατεπήδησαν ἐς τὸ μεταίχμιον αἱ πολλαί, καὶ μάλιστα ἡ μήτηρ τοῦ μειρακίου, ἐπεὶ τὸ αἷμα εἶδε· καὶ ἡ νύμφη δὲ ἀνεπήδησε φοβηθεῖσα περὶ αὐτοῦ. ἐν τοσούτῳ δὲ ὁ Ἀλκιδάμας ἠρίστευσε τῷ Ζηνοθέμιδι συμμαχῶν, καὶ πατάξας τῇ βακτηρίᾳ τοῦ Κλεοδήμου μὲν τὸ κρανίον, τοῦ Ἕρμωνος δὲ τὴν σιαγόνα ἐπέτριψε καὶ τῶν οἰκετῶν ἐνίους βοηθεῖν αὐτοῖς ἐπιχειροῦντας κατέτρωσεν· οὐ μὴν ἀπετράποντο ἐκεῖνοι, ἀλλʼ ὁ μὲν Κλεόδημος ὀρθῷ τῷ δακτύλῳ τὸν ὀφθαλμὸν τοῦ Ζηνοθέμιδος ἐξώρυττε καὶ τὴν ῥῖνα προσφὺς ἀπέτραγεν, ὁ δὲ Ἕρμων τὸν Δίφιλον ἐπὶ ξυμμαχίαν ἥκοντα τοῦ Ζηνοθέμιδος ἀφῆκεν ἐπὶ κεφαλὴν ἀπὸ τοῦ κλιντῆρος.
45. Lycinus: Histiaeus too was wounded in trying to part the pair; it was a kick in the teeth, I think, from Cleodemus, who took him for Diphilus. So the poor man of letters lay ‘disgorging blood,’ as his own Homer describes it. It was a scene of tumult and tears. The women were hanging over Chaereas and wailing, the other men trying to restore peace. The great centre of destruction was Alcidamas, who after routing the forces immediately opposed to him was striking at whatever presented itself. Many a man had fallen there, be sure, had he not broken his stick. I was standing close up to the wall watching the proceedings in which I took no part; Histiaeus’s fate had taught me the dangers of intervention. It was a sight to recall the Lapithae and Centaurs—tables upside down, blood in streams, bowls hurtling in the air.
45. Λυκῖνος: ἐτρώθη δὲ καὶ Ἱστιαῖος ὁ γραμματικὸς διαλύειν αὐτοὺς ἐπιχειρῶν, λάξ, οἶμαι, εἰς τοὺς ὀδόντας ὑπὸ τοῦ Κλεοδήμου Δίφιλον εἶναι οἰηθέντος. ἔκειτο γοῦν ὁ ἄθλιος κατὰ τὸν αὑτοῦ Ὅμηρον αἷμʼ ἐμέων. πλὴν ταραχῆς γε καὶ δακρύων μεστὰ ἦν πάντα. καὶ αἱ μὲν γυναῖκες ἐκώκυον τῷ Χαιρέᾳ περιχυθεῖσαι, … οἱ δὲ ἄλλοι κατέπαυον. μέγιστον δὲ ἦν ἁπάντων κακῶν ὁ Ἀλκιδάμας, ἐπεὶ ἅπαξ τὸ καθʼ αὑτὸν ἐτρέψατο, παίων τὸν προστυχόντα· καὶ πολλοὶ ἄν, εὖ ἴσθι, ἔπεσον εἰ μὴ κατέαξε τὴν βακτηρίαν. ἐγὼ δὲ παρὰ τὸν τοῖχον ὀρθὸς ἐφεστὼς ἑώρων ἕκαστα οὐκ ἀναμιγνὺς ἑαυτὸν ὑπὸ τοῦ Ἱστιαίου διδαχθείς, ὡς ἔστιν ἐπισφαλὲς διαλύειν τὰ τοιαῦτα. Λαπίθας οὖν καὶ Κενταύρους εἶπες ἄν, εἰ εἶδες τραπέζας ἀνατρεπομένας καὶ αἷμα ἐκκεχυμένον καὶ σκύφους ῥιπτομένους.
46. Lycinus: At last Alcidamas upset the lamp, there was a great darkness, and confusion was worse confounded. It was not so easy to procure another light, and many a horrid deed was done in the dark. When some one came at last with a lamp, Alcidamas was discovered stripping and applying compulsion to the flutegirl, and Dionysodorus proved to have been as incongruously engaged; as he stood up, a goblet rolled out of his bosom, His account of the matter was that Ion had picked it up in the confusion, and given it him to save it from damage! for which piece of carefulness Ion was willing to receive credit.
46. Λυκῖνος: τέλος δὲ ὁ Ἀλκιδάμας ἀνατρέψας τὸ λυχνίον σκότος μέγα ἐποίησε, καὶ τὸ πρᾶγμα, ὡς τὸ εἰκός, μακρῷ χαλεπώτερον ἐγεγένητο· καὶ γὰρ οὐ ῥᾳδίως εὐπόρησαν φωτὸς ἄλλου, ἀλλὰ πολλὰ ἐπράχθη καὶ δεινὰ ἐν τῷ σκότῳ. καὶ ἐπεὶ παρῆν τις λύχνον ποτὲ κομίζων, κατελήφθη Ἀλκιδάμας μὲν τὴν αὐλητρίδα ἀπογυμνῶν καὶ πρὸς βίαν συνενεχθῆναι αὐτῇ σπουδάζων, Διονυσόδωρος δὲ ἄλλο τι γελοῖον ἐφωράθη πεποιηκώς· σκύφος γὰρ ἐξέπεσεν ἐκ τοῦ κόλπου ἐξαναστάντος αὐτοῦ. εἶτʼ ἀπολογούμενος Ἴωνα ἔφη ἀνελόμενον ἐν τῇ ταραχῇ δοῦναι αὐτῷ, ὅπως μὴ ἀπόλοιτο, καὶ ὁ Ἴων κηδεμονικῶς ἔλεγε τοῦτο πεποιηκέναι.
47. Lycinus: So the party came to an end, tears being resolved in the laughter at Alcidamas, Dionysodorus and Ion. The wounded were borne off in sad case, especially old Zenothemis, holding one hand on his nose and the other on his eye, and bellowing out that the agony was more than he could bear. Hermon was in poor condition himself, having lost a couple of teeth; but he could not let this piece of evidence go; ‘Bear in mind, Zenothemis,’ he called out, ‘that you do not consider pain a thing indifferent.’ The bridegroom, who had been seen to by Dionicus, was also taken off with his head in bandages—in the carriage in which he was to have taken his bride home. It had been a sorry wedding-feast for him, poor fellow. Dionicus had done what he could for the rest, they were taken home to bed, and very ill most of them were on the way. Alcidamas stayed where he was; it was impossible to get rid of him, as he had thrown himself down anyhow across a couch and fallen asleep.
47. Λυκῖνος: ἐπὶ τούτοις διελύθη τὸ συμπόσιον τελευτῆσαν ἐκ τῶν δακρύων αὖθις ἐς γέλωτα ἐπὶ τῷ Ἀλκιδάμαντι καὶ Διονυσοδώρῳ καὶ Ἴωνι. καὶ οἵ τε τραυματίαι φοράδην ἐξεκομίζοντο πονήρως ἔχοντες, καὶ μάλιστα ὁ πρεσβύτης ὁ Ζηνόθεμις ἀμφοτέραις τῇ μὲν τῆς ῥινός, τῇ δὲ τοῦ ὀφθαλμοῦ ἐπειλημμένος, βοῶν ἀπόλλυσθαι ὑπʼ ἀλγηδόνων, ὥστε καὶ τὸν Ἕρμωνα καίπερ ἐν κακοῖς ὄντα — δύο γὰρ ὀδόντας ἐξεκέκοπτο — ἀντιμαρτύρεσθαι λέγοντα, Μέμνησο μέντοι, ὦ Ζηνόθεμι, ὡς οὐκ ἀδιάφορον ἡγῇ τὸν πόνον· καὶ ὁ νυμφίος δὲ ἀκεσαμένου τὸ τραῦμα τοῦ Διονίκου ἀπήγετο ἐς τὴν οἰκίαν ταινίαις κατειλημένος τὴν κεφαλήν, ἐπὶ τὸ ζεῦγος ἀνατεθεὶς ἐφʼ οὗ τὴν νύμφην ἀπάξειν ἔμελλε, πικροὺς ὁ ἄθλιος τοὺς γάμους ἑορτάσας· καὶ τῶν ἄλλων δὲ ὁ Διόνικος ἐπεμελεῖτο δὴ τὰ δυνατά, καὶ καθευδήσοντες ἀπήγοντο ἐμοῦντες οἱ πολλοὶ ἐν ταῖς ὁδοῖς. ὁ μέντοι Ἀλκιδάμας αὐτοῦ ἔμεινεν· οὐ γὰρ ἠδυνήθησαν ἐκβαλεῖν τὸν ἄνδρα, ἐπεὶ ἅπαξ καταβαλὼν ἑαυτὸν ἐπὶ τῆς κλίνης πλαγίως ἐκάθευδε.
48. Lycinus: And now you know all about the banquet, my dear Philo; a tragedy epilogue seems called for:Hidden power sways each hour:Men propose, the Gods dispose:Fail surmises, come surprises.It was the unexpected that came to pass here, at any rate. Well, live and learn; I know now that a quiet man had better keep clear of these feasts of reason. Henry Watson Fowler
48. Λυκῖνος: τοῦτό σοι τέλος, ὦ καλὲ Φίλων, ἐγένετο τοῦ συμποσίου, ἢ ἄμεινον τὸ τραγικὸν ἐκεῖνο ἐπειπεῖν,πολλαὶ μορφαὶ τῶν δαιμονίων,πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί,καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη·ἀπροσδόκητα γὰρ ὡς ἀληθῶς ἀπέβη καὶ ταῦτα. ἐκεῖνό γε μὴν μεμάθηκα ἤδη, ὡς οὐκ ἀσφαλὲς ἄπρακτον ὄντα συνεστιᾶσθαι τοιούτοις σοφοῖς.