20.7. Beside the sanctuary of Cephisus is a head of Medusa made of stone, which is said to be another of the works of the Cyclopes. The ground behind it is called even at the present time the Place of Judgment, because it was here that they say Hypermnestra was brought to judgment by Danaus. Not far from this is a theater. In it are some noteworthy sights, including a representation of a man killing another, namely the Argive Perilaus, the son of Alcenor, killing the Spartan Othryadas. Before this, Perilaus had succeeded in winning the prize for wrestling at the Nemean games.
20.7. παρὰ δὲ τὸ ἱερὸν τοῦ Κηφισοῦ Μεδούσης λίθου πεποιημένη κεφαλή· Κυκλώπων φασὶν εἶναι καὶ τοῦτο ἔργον. τὸ δὲ χωρίον τὸ ὄπισθεν καὶ ἐς τόδε Κριτήριον ὀνομάζουσιν, Ὑπερμήστραν ἐνταῦθα ὑπὸ Δαναοῦ κριθῆναι λέγοντες. τούτου δέ ἐστιν οὐ πόρρω θέατρον· ἐν δὲ αὐτῷ καὶ ἄλλα θέας ἄξια καὶ ἀνὴρ φονεύων ἐστὶν ἄνδρα, Ὀθρυάδαν τὸν Σπαρτιάτην Περίλαος Ἀργεῖος ὁ Ἀλκήνορος· Περιλάῳ δὲ τούτῳ καὶ πρότερον ἔτι ὑπῆρχε Νεμείων ἀνῃρῆσθαι νίκην παλαίοντι.
20.8. Above the theater is a sanctuary of Aphrodite, and before the image is a slab with a representation wrought on it in relief of Telesilla, the lyric poetess. Her books lie scattered at her feet, and she herself holds in her hand an helmet, which she is looking at and is about to place on her head. Telesilla was a distinguished woman who was especially renowned for her poetry. It happened that the Argives had suffered an awful defeat at the hands of Cleomenes, the son of Anaxandrides, and the Lacedaemonians. Some fell in the actual fighting; others, who had fled to the grove of Argus, also perished. At first they left sanctuary under an agreement, which was treacherously broken, and the survivors, when they realized this, were burnt to death in the grove. So when Cleomenes led his troops to Argos there were no men to defend it.
20.8. ὑπὲρ δὲ τὸ θέατρον Ἀφροδίτης ἐστὶν ἱερόν, ἔμπροσθεν δὲ τοῦ ἕδους Τελέσιλλα ἡ ποιήσασα τὰ ᾄσματα ἐπείργασται στήλῃ· καὶ βιβλία μὲν ἐκεῖνα ἔρριπταί οἱ πρὸς τοῖς ποσίν, αὐτὴ δὲ ἐς κράνος ὁρᾷ κατέχουσα τῇ χειρὶ καὶ ἐπιτίθεσθαι τῇ κεφαλῇ μέλλουσα. ἦν δὲ ἡ Τελέσιλλα καὶ ἄλλως ἐν ταῖς γυναιξὶν εὐδόκιμος καὶ μᾶλλον ἐτιμᾶτο ἔτι ἐπὶ τῇ ποιήσει. συμβάντος δὲ Ἀργείοις ἀτυχῆσαι λόγου μειζόνως πρὸς Κλεομένην τὸν Ἀναξανδρίδου καὶ Λακεδαιμονίους, καὶ τῶν μὲν ἐν αὐτῇ πεπτωκότων τῇ μάχῃ, ὅσοι δὲ ἐς τὸ ἄλσος τοῦ Ἄργου κατέφευγον διαφθαρέντων καὶ τούτων, τὰ μὲν πρῶτα ἐξιόντων κατὰ ὁμολογίαν, ὡς δὲ ἔγνωσαν ἀπατώμενοι συγκατακαυθέντων τῷ ἄλσει τῶν λοιπῶν, οὕτω τοὺς Λακεδαιμονίους Κλεομένης ἦγεν ἐπὶ ἔρημον ἀνδρῶν τὸ Ἄργος.
20.9. But Telesilla mounted on the wall all the slaves and such as were incapable of bearing arms through youth or old age, and she herself, collecting the arms in the sanctuaries and those that were left in the houses, armed the women of vigorous age, and then posted them where she knew the enemy would attack. When the Lacedaemonians came on, the women were not dismayed at their battle-cry, but stood their ground and fought valiantly. Then the Lacedaemonians, realizing that to destroy the women would be an invidious success while defeat would mean a shameful disaster, gave way before the women.
20.9. Τελέσιλλα δὲ οἰκέτας μὲν καὶ ὅσοι διὰ νεότητα ἢ γῆρας ὅπλα ἀδύνατοι φέρειν ἦσαν, τούτους μὲν πάντας ἀνεβίβασεν ἐπὶ τὸ τεῖχος, αὐτὴ δὲ ὁπόσα ἐν ταῖς οἰκίαις ὑπελείπετο καὶ τὰ ἐκ τῶν ἱερῶν ὅπλα ἀθροίσασα τὰς ἀκμαζούσας ἡλικίᾳ τῶν γυναικῶν ὥπλιζεν, ὁπλίσασα δὲ ἔτασσε κατὰ τοῦτο ᾗ τοὺς πολεμίους προσιόντας ἠπίστατο. ὡς δὲ ⟨ἐγγὺς⟩ ἐγίνοντο οἱ Λακεδαιμόνιοι καὶ αἱ γυναῖκες οὔτε τῷ ἀλαλαγμῷ κατεπλάγησαν δεξάμεναί τε ἐμάχοντο ἐρρωμένως, ἐνταῦθα οἱ Λακεδαιμόνιοι, φρονήσαντες ὡς καὶ διαφθείρασί σφισι τὰς γυναῖκας ἐπιφθόνως τὸ κατόρθωμα ἕξει καὶ σφαλεῖσι μετὰ ὀνειδῶν γενήσοιτο ἡ συμφορά, ὑπείκουσι ταῖς γυναιξί.
20.10. This fight had been foretold by the Pythian priestess in the oracle quoted by Herodotus, who perhaps understood to what it referred and perhaps did not:—But when the time shall come that the female conquers in battle,Driving away the male, and wins great glory in Argos,Many an Argive woman will tear both cheeks in her sorrow.Such are the words of the oracle referring to the exploit of the women.
20.10. πρότερον δὲ ἔτι τὸν ἀγῶνα τοῦτον προεσήμηνεν ἡ Πυθία, καὶ τὸ λόγιον εἴτε ἄλλως εἴτε καὶ ὡς συνεὶς ἐδήλωσεν Ἡρόδοτος·ἀλλʼ ὅταν ἡ θήλεια τὸν ἄρρενα νικήσασαἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.τὰ μὲν ἐς τὸ ἔργον τῶν γυναικῶν ἔχοντα τοῦ χρησμοῦ ταῦτα ἦν·
21.1. Having descended thence, and having turned again to the market-place, we come to the tomb of Cerdo, the wife of Phoroneus, and to a temple of Asclepius. The sanctuary of Artemis, surnamed Persuasion, is another offering of Hypermnestra after winning the trial to which she was brought by her father because of Lynceus. Here there is also a bronze statue of Aeneas, and a place called Delta. I intentionally do not discuss the origin of the name, because I could not accept the traditional accounts.
21.1. κατελθοῦσι δὲ ἐντεῦθεν καὶ τραπεῖσιν αὖθις ἐπὶ τὴν ἀγοράν, ἔστι μὲν Κερδοῦς Φορωνέως γυναικὸς μνῆμα, ἔστι δὲ ναὸς Ἀσκληπιοῦ. τὸ δὲ τῆς Ἀρτέμιδος ἱερὸν ἐπίκλησιν Πειθοῦς, Ὑπερμήστρα καὶ τοῦτο ἀνέθηκε νικήσασα τῇ δίκῃ τὸν πατέρα ἣν τοῦ Λυγκέως ἕνεκα ἔφυγε. καὶ Αἰνείου ἐνταῦθα χαλκοῦς ἀνδριάς ἐστι καὶ χωρίον καλούμενον Δέλτα· ἐφʼ ὅτῳ δέ—οὐ γάρ μοι τὰ λεγόμενα ἤρεσκεν—, ἑκὼν παρίημι.
21.2. In front of it stands an altar of Zeus Phyxius (God of Fight), and near is the tomb of Hypermnestra, the mother of Amphiaraus, the other tomb being that of Hypermnestra, the daughter of Danaus, with whom is also buried Lynceus. Opposite these is the grave of Talaus, the son of Bias; the history of Bias and his descendants I have already given.
21.2. πρὸ δὲ αὐτοῦ πεποίηται Διὸς Φυξίου βωμὸς καὶ πλησίον Ὑπερμήστρας μνῆμα Ἀμφιαράου μητρός, τὸ δὲ ἕτερον Ὑπερμήστρας τῆς Λαναοῦ· σὺν δὲ αὐτῇ καὶ Λυγκεὺς τέθαπται. τούτων δὲ ἀπαντικρὺ Ταλαοῦ τοῦ Βίαντός ἐστι τάφος· τὰ δὲ ἐς Βίαντα καὶ ἀπογόνους τοῦ Βίαντος ἤδη λέλεκταί μοι.
21.3. A sanctuary of Athena Trumpet they say was founded by Hegeleos. This Hegeleos, according to the story, was the son of Tyrsenus, and Tyrsenus was the son of Heracles and the Lydian woman; Tyrsenus invented the trumpet, and Hegeleos, the son of Tyrsenus, taught the Dorians with Temenus how to play the instrument, and for this reason gave Athena the surname Trumpet. Before the temple of Athena is, they say, the grave of Epimenides. The Argive story is that the Lacedaemonians made war upon the Cnossians and took Epimenides alive; they then put him to death for not prophesying good luck to them, and the Argives taking his body buried it here.
21.3. Ἀθηνᾶς δὲ ἱδρύσασθαι Σάλπιγγος ἱερόν φασιν Ἡγέλεων. Τυρσηνοῦ δὲ τοῦτον ⟨τὸν⟩ Ἡγέλεων, τὸν δὲ Ἡρακλέους εἶναι καὶ γυναικὸς λέγουσι τῆς Λυδῆς, Τυρσηνὸν δὲ σάλπιγγα εὑρεῖν πρῶτον, Ἡγέλεων δὲ τὸν Τυρσηνοῦ διδάξαι τοὺς σὺν Τημένῳ Δωριέας τοῦ ὀργάνου τὸν ψόφον καὶ διʼ αὐτὸ Ἀθηνᾶν ἐπονομάσαι Σάλπιγγα. πρὸ δὲ τοῦ ναοῦ τῆς Ἀθηνᾶς Ἐπιμενίδου λέγουσιν εἶναι τάφον· Λακεδαιμονίους γὰρ πολεμήσαντας πρὸς Κνωσσίους ἑλεῖν ζῶντα Ἐπιμενίδην, λαβόντας δὲ ἀποκτεῖναι, διότι σφίσιν οὐκ αἴσια ἐμαντεύετο, αὐτοὶ δὲ ἀνελόμενοι θάψαι ταύτῃ φασί.
21.4. The building of white marble in just about the middle of the marketplace is not, as the Argives declare, a trophy in honor of a victory over Pyrrhus of Epeirus, but it can be shown that his body was burnt here, and that this is his monument, on which are carved in relief the elephants and his other instruments of warfare. This building then was set up where the pyre stood, but the bones of Pyrrhus lie in the sanctuary of Demeter, beside which, as I have shown in my account of Attica, his death occurred. At the entrance to this sanctuary of Demeter you can see a bronze shield of Pyrrhus hanging dedicated over the door.
21.4. τὸ δὲ οἰκοδόμημα λευκοῦ λίθου κατὰ μέσον μάλιστα τῆς ἀγορᾶς οὐ τρόπαιον ἐπὶ Πύρρῳ τῷ Ἠπειρώτῃ, καθὰ λέγουσιν οἱ Ἀργεῖοι, καυθέντος δὲ ἐνταῦθα τοῦ νεκροῦ μνῆμα καὶ τοῦτο ἂν εὕροι τις, ἐν ᾧ τά τε ἄλλα ὅσοις ὁ Πύρρος ἐχρῆτο ἐς τὰς μάχας καὶ οἱ ἐλέφαντές εἰσιν ἐπειργασμένοι. τοῦτο μὲν δὴ κατὰ τὴν πυρὰν ⟨τὸ⟩ οἰκοδόμημα ἐγένετο· αὐτὰ δὲ κεῖται τοῦ Πύρρου τὰ ὀστᾶ ἐν τῷ ἱερῷ τῆς Δήμητρος, παρʼ ᾧ συμβῆναί οἱ καὶ τὴν τελευτὴν ἐδήλωσα ἐν τῇ Ἀτθίδι συγγραφῇ. τοῦ δὲ τῆς Δήμητρος ἱεροῦ τούτου κατὰ τὴν ἔσοδον ἀσπίδα ἰδεῖν Πύρρου χαλκῆν ἔστιν ὑπὲρ τῶν θυρῶν ἀνακειμένην.
21.5. Not far from the building in the market-place of Argos is a mound of earth, in which they say lies the head of the Gorgon Medusa. I omit the miraculous, but give the rational parts of the story about her. After the death of her father, Phorcus, she reigned over those living around Lake Tritonis, going out hunting and leading the Libyans to battle. On one such occasion, when she was encamped with an army over against the forces of Perseus, who was followed by picked troops from the Peloponnesus, she was assassinated by night. Perseus, admiring her beauty even in death, cut off her head and carried it to show the Greeks.
21.5. τοῦ δὲ ἐν τῇ ἀγορᾷ τῶν Ἀργείων οἰκοδομήματος οὐ μακρὰν χῶμα γῆς ἐστιν· ἐν δὲ αὐτῷ κεῖσθαι τὴν Μεδούσης λέγουσι τῆς Γοργόνος κεφαλήν. ἀπόντος δὲ τοῦ μύθου τάδε ἄλλα ἐς αὐτήν ἐστιν εἰρημένα· Φόρκου μὲν θυγατέρα εἶναι, τελευτήσαντος δέ οἱ τοῦ πατρὸς βασιλεύειν τῶν περὶ τὴν λίμνην τὴν Τριτωνίδα οἰκούντων καὶ ἐπὶ θήραν τε ἐξιέναι καὶ ἐς τὰς μάχας ἡγεῖσθαι τοῖς Λίβυσι καὶ δὴ καὶ τότε ἀντικαθημένην στρατῷ πρὸς τὴν Περσέως δύναμιν—ἕπεσθαι γὰρ καὶ τῷ Περσεῖ λογάδας ἐκ Πελοποννήσου— δολοφονηθῆναι νύκτωρ, καὶ τὸν Περσέα τὸ κάλλος ἔτι καὶ ἐπὶ νεκρῷ θαυμάζοντα οὕτω τὴν κεφαλὴν ἀποτεμόντα αὐτῆς ἄγειν τοῖς Ἕλλησιν ἐς ἐπίδειξιν.
21.6. But Procles, the son of Eucrates, a Carthaginian, thought a different account more plausible than the preceding. It is as follows. Among the incredible monsters to be found in the Libyan desert are wild men and wild women. Procles affirmed that he had seen a man from them who had been brought to Rome. So he guessed that a woman wandered from them, reached Lake Tritonis, and harried the neighbours until Perseus killed her; Athena was supposed to have helped him in this exploit, because the people who live around Lake Tritonis are sacred to her.
21.6. Καρχηδονίῳ δὲ ἀνδρὶ Προκλεῖ τῷ Εὐκράτους ἕτερος λόγος ὅδε ἐφαίνετο εἶναι τοῦ προτέρου πιθανώτερος. Λιβύης ἡ ἔρημος καὶ ἄλλα παρέχεται θηρία ἀκούσασιν οὐ πιστὰ καὶ ἄνδρες ἐνταῦθα ἄγριοι καὶ ἄγριαι γίνονται γυναῖκες· ἔλεγέ τε ὁ Προκλῆς ἀπʼ αὐτῶν ἄνδρα ἰδεῖν κομισθέντα ἐς Ῥώμην. εἴκαζεν οὖν πλανηθεῖσαν γυναῖκα ἐκ τούτων καὶ ἀφικομένην ἐπὶ τὴν λίμνην τὴν Τριτωνίδα λυμαίνεσθαι τοὺς προσοίκους, ἐς ὃ Περσεὺς ἀπέκτεινεν αὐτήν· Ἀθηνᾶν δέ οἱ συνεπιλαβέσθαι δοκεῖν τοῦ ἔργου, ὅτι οἱ περὶ τὴν λίμνην τὴν Τριτωνίδα ἄνθρωποι ταύτης εἰσὶν ἱεροί.
21.7. In Argos, by the side of this monument of the Gorgon, is the grave of Gorgophone (Gorgon-kilIer), the daughter of Perseus. As soon as you hear the name you can understand the reason why it was given her. On the death of her husband, Perieres, the son of Aeolus, whom she married when a virgin, she married Oebalus, being the first woman, they say, to marry a second time; for before this wives were wont, on the death of their husbands, to live as widows.
21.7. ἐν δὲ Ἄργει παρὰ τοῦτο δὴ τὸ μνῆμα τῆς Γοργόνος Γοργοφόνης τάφος ἐστὶ τῆς Περσέως. καὶ ἐφʼ ὅτῳ μὲν αὐτῇ τὸ ὄνομα ἐτέθη, δῆλον εὐθὺς ἀκούσαντι· γυναικῶν δὲ πρώτην αὐτήν φασι τελευτήσαντος τοῦ ἀνδρὸς Περιήρους τοῦ Αἰόλου—τούτῳ γὰρ παρθένος συνῴκησε—, τὴν δὲ αὖθις Οἰβάλῳ γήμασθαι· πρότερον δὲ καθεστήκει ταῖς γυναιξὶν ἐπὶ ἀνδρὶ ἀποθανόντι χηρεύειν.
21.8. In front of the grave is a trophy of stone made to commemorate a victory over an Argive Laphaes. When this man was tyrant I write what the Argives themselves say concerning themselves—the people rose up against him and cast him out. He fled to Sparta, and the Lacedaemonians tried to restore him to power, but were defeated by the Argives, who killed the greater part of them and Laphaes as well. Not far from the trophy is the sanctuary of Leto; the image is a work of Praxiteles.
21.8. τοῦ τάφου δὲ ἔμπροσθεν τρόπαιον λίθου πεποίηται κατὰ ἀνδρὸς Ἀργείου Λαφάους· τοῦτον γὰρ—γράφω δὲ ὁπόσα λέγουσιν αὐτοὶ περὶ σφῶν Ἀργεῖοι—τυραννοῦντα ἐξέβαλεν ἐπαναστὰς ὁ δῆμος, φυγόντα δὲ ἐς Σπάρτην Λακεδαιμόνιοι κατάγειν ἐπειρῶντο ἐπὶ τυραννίδι, νικήσαντες δὲ οἱ Ἀργεῖοι τῇ μάχῃ Λαφάην τε καὶ τῶν Λακεδαιμονίων τοὺς πολλοὺς ἀπέκτειναν. τὸ δὲ ἱερὸν τῆς Λητοῦς ἔστι μὲν οὐ μακρὰν τοῦ τροπαίου, τέχνη δὲ τὸ ἄγαλμα Πραξιτέλους.
21.9. The statue of the maiden beside the goddess they call Chloris (Pale), saying that she was a daughter of Niobe, and that she was called Meliboea at the first. When the children of Amphion were destroyed by Apollo and Arternis, she alone of her sisters, along with Amyclas, escaped; their escape was due to their prayers to Leto. Meliboea was struck so pale by her fright, not only at the time but also for the rest of her life, that even her name was accordingly changed from Meliboea to Chloris.
21.9. τὴν δὲ εἰκόνα παρὰ τῇ θεῷ τῆς παρθένου Χλῶριν ὀνομάζουσι, Νιόβης μὲν θυγατέρα εἶναι λέγοντες, Μελίβοιαν δὲ καλεῖσθαι τὸ ἐξ ἀρχῆς· ἀπολλυμένων δὲ ὑπὸ Ἀρτέμιδος καὶ Ἀπόλλωνος τῶν Ἀμφίονος παίδων περιγενέσθαι μόνην τῶν ἀδελφῶν ταύτην καὶ Ἀμύκλαν, περιγενέσθαι δὲ εὐξαμένους τῇ Λητοῖ. Μελίβοιαν δὲ οὕτω δή τι παραυτίκα τε χλωρὰν τὸ δεῖμα ἐποίησε καὶ ἐς τὸ λοιπὸν τοῦ βίου παρέμεινεν ὡς καὶ τὸ ὄνομα ἐπὶ τῷ συμβάντι ἀντὶ Μελιβοίας αὐτῇ γενέσθαι Χλῶριν.
21.10. Now the Argives say that these two built originally the temple to Leto, but I think that none of Niobe's children survived, for I place more reliance than others on the poetry of Homer, one of whose verses bears out my view:—Though they were only two, yet they gave all to destruction.So Homer knows that the house of Amphion was utterly overthrown.
21.10. τούτους δή φασιν Ἀργεῖοι τὸ ἐξ ἀρχῆς οἰκοδομῆσαι τῇ Λητοῖ τὸν ναόν· ἐγὼ δὲ—πρόσκειμαι γὰρ πλέον τι ἢ οἱ λοιποὶ τῇ Ὁμήρου ποιήσει—δοκῶ τῇ Νιόβῃ τῶν παίδων μηδένα ὑπόλοιπον γενέσθαι. μαρτυρεῖ δέ μοι τὸ ἔποςτὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.οὗτος μὲν δὴ τὸν οἶκον τὸν Ἀμφίονος ἐκ βάθρων ἀνατραπέντα οἶδε·
22.1. The temple of Hera Anthea (Flowery) is on the right of the sanctuary of Leto, and before it is a grave of women. They were killed in a battle against the Argives under Perseus, having come from the Aegean Islands to help Dionysus in war; for which reason they are surnamed Haliae (Women of the Sea). Facing the tomb of the women is a sanctuary of Demeter, surnamed Pelasgian from Pelasgus, son of Triopas, its founder, and not far from the sanctuary is the grave of Pelasgus.
22.1. τῆς δὲ Ἥρας ὁ ναὸς τῆς Ἀνθείας ἐστὶ τοῦ ἱεροῦ τῆς Λητοῦς ἐν δεξιᾷ καὶ πρὸ αὐτοῦ γυναικῶν τάφος. ἀπέθανον δὲ αἱ γυναῖκες ἐν μάχῃ πρὸς Ἀργείους τε καὶ Περσέα, ἀπὸ νήσων τῶν ἐν Αἰγαίῳ Διονύσῳ συνεστρατευμέναι· καὶ διὰ τοῦτο Ἁλίας αὐτὰς ἐπονομάζουσιν. ἀντικρὺ δὲ τοῦ μνήματος τῶν γυναικῶν Δήμητρός ἐστιν ἱερὸν ἐπίκλησιν Πελασγίδος ἀπὸ τοῦ ἱδρυσαμένου Πελασγοῦ τοῦ Τριόπα, καὶ οὐ πόρρω τοῦ ἱεροῦ τάφος Πελασγοῦ.
22.2. Opposite the grave is a small bronze vessel supporting ancient images of Artemis, Zeus, and Athena. Now Lyceas in his poem says that the image is of Zeus Mechaneus (Contriver), and that here the Argives who set out against Troy swore to hold out in the war until they either took Troy or met their end fighting. Others have said that in the bronze vessel lie the bones of Tantalus.
22.2. πέραν δὲ τοῦ τάφου χαλκεῖόν ἐστιν οὐ μέγα, ἀνέχει δὲ αὐτὸ ἀγάλματα ἀρχαῖα Ἀρτέμιδος καὶ Διὸς καὶ Ἀθηνᾶς. Λυκέας μὲν οὖν ἐν τοῖς ἔπεσιν ἐποίησε Μηχανέως τὸ ἄγαλμα εἶναι Διός, καὶ Ἀργείων ἔφη τοὺς ἐπὶ Ἴλιον στρατεύσαντας ἐνταῦθα ὀμόσαι παραμενεῖν πολεμοῦντας, ἔστʼ ἂν ἢ τὸ Ἴλιον ἕλωσιν ἢ μαχομένους τελευτὴ σφᾶς ἐπιλάβῃ· ἑτέροις δέ ἐστιν εἰρημένον ὀστᾶ ἐν τῷ χαλκείῳ κεῖσθαι Ταντάλου.
22.3. Now that the Tantalus is buried here who was the son of Thyestes or Broteas (both accounts are given) and married Clytaemnestra before Agamemnon did, I will not gainsay; but the grave of him who legend says was son of Zeus and Pluto—it is worth seeing—is on Mount Sipylus. I know because I saw it. Moreover, no constraint came upon him to flee from Sipylus, such as afterwards forced Pelops to run away when Ilus the Phrygian launched an army against him. But I must pursue the inquiry no further. The ritual performed at the pit hard by they say was instituted by Nicostratus, a native. Even at the present day they throw into the pit burning torches in honor of the Maid who is daughter of Demeter.
22.3. τὸν μὲν δὴ Θυέστου παῖδα ἢ Βροτέου—λέγεται γὰρ ἀμφότερα—, ὃς Κλυταιμνήστρᾳ πρότερον ἢ Ἀγαμέμνων συνῴκησε, τοῦτον μὲν ⟨τὸν⟩ Τάνταλον οὐ διοίσομαι ταφῆναι ταύτῃ· τοῦ δὲ λεγομένου Διός τε εἶναι καὶ Πλουτοῦς ἰδὼν οἶδα ἐν Σιπύλῳ τάφον θέας ἄξιον. πρὸς δὲ οὐδὲ ἀνάγκη συνέπεσεν ἐκ τῆς Σιπύλου φυγεῖν αὐτόν, ὡς Πέλοπα ἐπέλαβεν ὕστερον ἐλαύνοντος Ἴλου τοῦ Φρυγὸς ἐπʼ αὐτὸν στρατείᾳ. τάδε μὲν ἐς τοσοῦτον ἐξητάσθω· τὰ δὲ ἐς τὸν βόθρον τὸν πλησίον δρώμενα Νικόστρατον ἄνδρα ἐπιχώριον καταστήσασθαι λέγουσιν. ἀφιᾶσι δὲ καὶ νῦν ἔτι ἐς τὸν βόθρον καιομένας λαμπάδας Κόρῃ τῇ Δήμητρος.
22.4. Here is a sanctuary of Poseidon, surnamed Prosclystius (Flooder), for they say that Poseidon inundated the greater part of the country because Inachus and his assessors decided that the land belonged to Hera and not to him. Now it was Hera who induced Poseidon to send the sea back, but the Argives made a sanctuary to Poseidon Prosclystius at the spot where the tide ebbed.
22.4. ἐνταῦθα Ποσειδῶνός ἐστιν ἱερὸν ἐπίκλησιν Προσκλυστίου· τῆς γὰρ χώρας τὸν Ποσειδῶνά ⟨φασιν⟩ ἐπικλύσαι τὴν πολλήν, ὅτι Ἥρας εἶναι καὶ οὐκ αὐτοῦ τὴν γῆν Ἴναχος καὶ οἱ συνδικάσαντες ἔγνωσαν. Ἥρα μὲν δὴ παρὰ Ποσειδῶνος εὕρετο ἀπελθεῖν ὀπίσω τὴν θάλασσαν· Ἀργεῖοι δέ, ὅθεν τὸ κῦμα ἀνεχώρησεν, ἱερὸν Ποσειδῶνι ἐποίησαν Προσκλυστίῳ.
22.5. Going on a little further you see the grave of Argus, reputed to be the son of Zeus and Niobe, daughter of Phoroneus. After these comes a temple of the Dioscuri. The images represent the Dioscuri themselves and their sons, Anaxis and Mnasinous, and with them are their mothers, Hilaeira and Phoebe. They are of ebony wood, and were made by Dipoenus and Scyllis. The horses, too, are mostly of ebony, but there is a little ivory also in their construction.
22.5. προελθόντι δὲ οὐ πολὺ τάφος ἐστὶν Ἄργου Διὸς εἶναι δοκοῦντος καὶ τῆς Φορωνέως Νιόβης· μετὰ δὲ ταῦτα Διοσκούρων ναός. ἀγάλματα δὲ αὐτοί τε καὶ οἱ παῖδές εἰσιν Ἄναξις καὶ Μνασίνους, σὺν δέ σφισιν αἱ μητέρες Ἱλάειρα καὶ Φοίβη, τέχνη μὲν Διποίνου καὶ Σκύλλιδος, ξύλου δὲ ἐβένου· τοῖς δʼ ἵπποις τὰ μὲν πολλὰ ἐβένου καὶ τούτοις, ὀλίγα δὲ καὶ ἐλέφαντος πεποίηται.
22.6. Near the Lords is a sanctuary of Eilethyia, dedicated by Helen when, Theseus having gone away with Peirithous to Thesprotia, Aphidna had been captured by the Dioscuri and Helen was being brought to Lacedaemon. For it is said that she was with child, was delivered In Argos, and founded there the sanctuary of Eilethyia, giving the daughter she bore to Clytaemnestra, who was already wedded to Agamemnon, while she herself subsequently married Menelaus.
22.6. πλησίον δὲ τῶν Ἀνάκτων Εἰληθυίας ἐστὶν ἱερὸν ἀνάθημα Ἑλένης, ὅτε σὺν Πειρίθῳ Θησέως ἀπελθόντος ἐς Θεσπρωτοὺς Ἄφιδνά τε ὑπὸ Διοσκούρων ἑάλω καὶ ἤγετο ἐς Λακεδαίμονα Ἑλένη. ἔχειν μὲν γὰρ αὐτὴν λέγουσιν ἐν γαστρί, τεκοῦσαν δὲ ἐν Ἄργει καὶ τῆς Εἰληθυίας ἱδρυσαμένην τὸ ἱερὸν τὴν μὲν παῖδα ἣν ἔτεκε Κλυταιμνήστρᾳ δοῦναι—συνοικεῖν γὰρ ἤδη Κλυταιμνήστραν Ἀγαμέμνονι—, αὐτὴν δὲ ὕστερον τούτων Μενελάῳ γήμασθαι.
22.7. And on this matter the poets Euphorion of Chalcis and Alexander of Pleuron, and even before them, Stesichorus of Himera, agree with the Argives in asserting that Iphigenia was the daughter of Theseus. Over against the sanctuary of Eilethyia is a temple of Hecate, and the image is a work of Scopas. This one is of stone, while the bronze images opposite, also of Hecate, were made respectively by Polycleitus and his brother Naucydes, son of Mothon.
22.7. καὶ ἐπὶ τῷδε Εὐφορίων Χαλκιδεὺς καὶ Πλευρώνιος Ἀλέξανδρος ἔπη ποιήσαντες, πρότερον δὲ ἔτι Στησίχορος ὁ Ἱμεραῖος, κατὰ ταὐτά φασιν Ἀργείοις Θησέως εἶναι θυγατέρα Ἰφιγένειαν. τοῦ δὲ ἱεροῦ τῆς Εἰληθυίας πέραν ἐστὶν Ἑκάτης ναός, Σκόπα δὲ τὸ ἄγαλμα ἔργον. τοῦτο μὲν λίθου· τὰ δʼ ἀπαντικρὺ χαλκᾶ, Ἑκάτης καὶ ταῦτα ἀγάλματα, τὸ μὲν Πολύκλειτος ἐποίησε, τὸ δὲ ἀδελφὸς Πολυκλείτου Ναυκύδης†Μόθωνος.
22.8. As you go along a straight road to a gymnasium, called Cylarabis after the son of Sthenelus, you come to the grave of Licymnius, the son of Electryon, who, Homer says, was killed by Tleptolemus, the son of Heracles for which homicide Tleptolemus was banished from Argos. On turning a little aside from the road to Cylarabis and to the gate there, you come to the tomb of Sacadas, who was the first to play at Delphi the Pythian flute-tune;
22.8. ἐρχομένῳ δὲ ὁδὸν εὐθεῖαν ἐς γυμνάσιον Κυλάραβιν, ἀπὸ τοῦ παιδὸς ὀνομαζόμενον τοῦ Σθενέλου, τέθαπται δὴ Λικύμνιος ὁ Ἠλεκτρύωνος· ἀποθανεῖν δʼ αὐτὸν Ὅμηρος ὑπὸ Τληπτολέμου φησὶ τοῦ Ἡρακλέους, καὶ διὰ τὸν φόνον τοῦτον ἔφυγεν ἐξ Ἄργους Τληπτόλεμος. ὀλίγον δὲ τῆς ἐπὶ Κυλάραβιν καὶ τὴν ταύτῃ πύλην ἀποτραπεῖσι Σακάδα μνῆμά ἐστιν, ὃς τὸ αὔλημα τὸ Πυθικὸν πρῶτος ηὔλησεν ἐν Δελφοῖς·
22.9. the hostility of Apollo to flute-players, which had lasted ever since the rivalry of Marsyas the Silenus, is supposed to have stayed because of this Sacadas. In the gymnasium of Cylarabes is an Athena called Pania; they show also the graves of Sthenelus and of Cylarabes himself. Not far from the gymnasium has been built a common grave of those Argives who sailed with the Athenians to enslave Syracuse and Sicily.
22.9. καὶ τὸ ἔχθος τὸ Ἀπόλλωνι διαμένον ἐς τοὺς αὐλητὰς ἔτι ἀπὸ Μαρσύου καὶ τῆς ἁμίλλης τοῦ Σιληνοῦ παυθῆναι διὰ τοῦτον δοκεῖ τὸν Σακάδαν. ἐν δὲ τῷ γυμνασίῳ τῷ Κυλαράβου καὶ Πανία ἐστὶν Ἀθηνᾶ καλουμένη καὶ τάφον Σθενέλου δεικνύουσι, τὸν δὲ αὐτοῦ Κυλαράβου. πεποίηται δὲ οὐ πόρρω τοῦ γυμνασίου πολυάνδριον τοῖς μετὰ Ἀθηναίων πλεύσασιν Ἀργείοις ἐπὶ καταδουλώσει Συρακουσῶν τε καὶ Σικελίας.
23.1. As you go from here along a road called Hollow there is on the right a temple of Dionysus; the image, they say, is from Euboea. For when the Greeks, as they were returning from Troy, met with the shipwreck at Caphereus, those of the Argives who were able to escape to land suffered from cold and hunger. Having prayed that someone of the gods should prove himself a saviour in their present distress, straightway as they advanced they came upon a cave of Dionysus; in the cave was an image of the god, and on this occasion wild she-goats had gathered there to escape from the storm. These the Argives killed, using the flesh as food and the skins as raiment. When the storm was over and the Argives, having refitted their ships, were returning home, they took with them the wooden image from the cave, and continue to honor it to the present day.
23.1. ἐντεῦθεν ἐρχομένοις ὁδὸν καλουμένην ⟨Κοίλην⟩ ναός ἐστιν ἐν δεξιᾷ Διονύσου· τὸ δὲ ἄγαλμα εἶναι λέγουσιν ἐξ Εὐβοίας. συμβάσης γὰρ τοῖς Ἕλλησιν, ὡς ἐκομίζοντο ἐξ Ἰλίου, τῆς πρὸς τῷ Καφηρεῖ ναυαγίας, τοὺς δυνηθέντας ἐς τὴν γῆν διαφυγεῖν τῶν Ἀργείων ῥῖγός τε πιέζει καὶ λιμός. εὐξαμένοις δὲ θεῶν τινα ἐν τοῖς παροῦσιν ἀπόροις γενέσθαι σωτῆρα, αὐτίκα ὡς προῄεσαν ἐφάνη σφίσι Διονύσου σπήλαιον, καὶ ἄγαλμα ἦν ἐν τῷ σπηλαίῳ τοῦ θεοῦ· τότε δὲ αἶγες ἄγριαι φεύγουσαι τὸν χειμῶνα ἐς αὐτὸ ἦσαν ἠθροισμέναι. ταύτας οἱ Ἀργεῖοι σφάξαντες τά τε κρέα ἐδείπνησαν καὶ δέρμασιν ἐχρήσαντο ἀντὶ ἐσθῆτος. ἐπεὶ δὲ ὁ χειμὼν ἐπαύσατο καὶ ἐπισκευάσαντες τὰς ναῦς οἴκαδε ἐκομίζοντο, ἐπάγονται τὸ ἐκ τοῦ σπηλαίου ξόανον·
23.2. Very near to the temple of Dionysus you will see the house of Adrastus, farther on a sanctuary of Amphiaraus, and opposite the sanctuary the tomb of Eriphyle. Next to these is a precinct of Asclepius, and after them a sanctuary of Baton. Now Baton belonged to the same family as Amphiaraus, to the Melampodidae, and served as his charioteer when he went forth to battle. When the rout took place at the wall of Thebes, the earth opened and received Amphiaraus and his chariot, swallowing up this Baton at the same time.
23.2. καὶ διατελοῦσιν ἐς τόδε τιμῶντες ἔτι. τοῦ Διονύσου δὲ ἐγγυτάτω οἰκίαν ὄψει τὴν Ἀδράστου καὶ ἀπωτέρω ταύτης ἱερὸν Ἀμφιαράου καὶ τοῦ ἱεροῦ πέραν Ἐριφύλης μνῆμα. ἑξῆς δὲ τούτων ἐστὶν Ἀσκληπιοῦ τέμενος καὶ μετὰ ταῦτα ἱερὸν Βάτωνος. ἦν δὲ ὁ Βάτων γένους Ἀμφιαράῳ τοῦ αὐτοῦ τῶν Μελαμποδιδῶν καὶ ἐς μάχην ἐξιόντι ἡνιόχει τοὺς ἵππους· γενομένης δὲ τῆς τροπῆς ἀπὸ τοῦ Θηβαίων τείχους χάσμα γῆς Ἀμφιάραον καὶ τὸ ἅρμα ὑποδεξάμενον ἠφάνισεν ὁμοῦ καὶ τοῦτον τὸν Βάτωνα.
23.3. Returning from Hollow Street, you see what they say is the grave of Hyrnetho. If they allow that it is merely a cenotaph erected to the memory of the lady, their account is likely enough but if they believe that the corpse lies here I cannot credit it, and leave anyone to do so who has not learnt the history of Epidaurus.
23.3. ἐπανιόντι δὲ ἐκ τῆς Κοίλης Ὑρνηθοῦς τάφον λέγουσιν εἶναι. εἰ μὲν δὴ κενὸν καὶ ἄλλως ἐς μνήμην τῆς γυναικός, εἰκότα λέγουσιν· εἰ δὲ τῆς Ὑρνηθοῦς κεῖσθαι τὸν νεκρὸν νομίζουσιν ἐνταῦθα, ἐγὼ μέν σφισιν οὐ πείθομαι, πειθέσθω δὲ ὅστις τὰ Ἐπιδαυρίων οὐ πέπυσται.
23.4. The most famous sanctuary of Asclepius at Argos contains at the present day a white-marble image of the god seated, and by his side stands Health. There are also seated figures of Xenophilus and Straton, who made the images. The original founder of the sanctuary was Sphyrus, son of Machaon and brother of the Alexanor who is honored among the Sicyonians in Titane.
23.4. τὸ δʼ ἐπιφανέστατον Ἀργείοις τῶν Ἀσκληπιείων ἄγαλμα ἐφʼ ἡμῶν ἔχει καθήμενον Ἀσκληπιὸν λίθου λευκοῦ, καὶ παρʼ αὐτὸν ἕστηκεν Ὑγεία· κάθηνται δὲ καὶ οἱ ποιήσαντες τὰ ἀγάλματα Ξενόφιλος καὶ Στράτων. ἐξ ἀρχῆς δὲ ἱδρύσατο Σφῦρος τὸ ἱερόν, Μαχάονος μὲν υἱός, ἀδελφὸς δὲ Ἀλεξάνορος τοῦ παρὰ Σικυωνίοις ἐν Τιτάνῃ τιμὰς ἔχοντος.
23.5. The Argives, like the Athenians and Sicyorians, worship Artemis Pheraea, and they, too, assert that the image of the goddess was brought from Pherae in Thessaly. But I cannot agree with them when they say that in Argos are the tombs of Deianeira, the daughter of Oeneus, and of Helenus, son of Priam, and that there is among them the image of Athena that was brought from Troy, thus causing the capture of that city. For the Palladium, as it is called, was manifestly brought to Italy by Aeneas. As to Deianeira, we know that her death took place near Trachis and not in Argos, and her grave is near Heraclea, at the foot of Mount Oeta.
23.5. τῆς δὲ Ἀρτέμιδος τῆς Φεραίας—σέβουσι γὰρ καὶ Ἀργεῖοι Φεραίαν Ἄρτεμιν κατὰ ταὐτὰ Ἀθηναίοις καὶ Σικυωνίοις—τὸ ἄγαλμα καὶ οὗτοί φασιν ἐκ Φερῶν τῶν ἐν Θεσσαλίᾳ κομισθῆναι. τάδε δὲ αὐτοῖς οὐχ ὁμολογῶ· λέγουσι γὰρ Ἀργεῖοι Δηιανείρας ἐν Ἄργει μνῆμα εἶναι τῆς Οἰνέως τό τε Ἑλένου τοῦ Πριάμου, καὶ ἄγαλμα κεῖσθαι παρὰ σφίσιν Ἀθηνᾶς τὸ ἐκκομισθὲν ἐξ Ἰλίου καὶ ἁλῶναι ποιῆσαν Ἴλιον. τὸ μὲν δὴ Παλλάδιον—καλεῖται γὰρ οὕτω—δῆλόν ἐστιν ἐς Ἰταλίαν κομισθὲν ὑπὸ Αἰνείου· Δηιανείρᾳ δὲ τὴν τελευτὴν περὶ Τραχῖνα ἴσμεν καὶ οὐκ ἐν Ἄργει γενομένην, καὶ ἔστιν ὁ τάφος αὐτῇ πλησίον Ἡρακλείας τῆς ὑπὸ τῇ Οἴτῃ.
23.6. The story of Helenus, son of Priam, I have already given: that he went to Epeirus with Pyrrhus, the son of. Achilles; that, wedded to Andromache, he was guardian to the children of Pyrrhus and that the district called Cestrine received its name from Cestrinus, son of Helenus. Now even the guides of the Argives themselves are aware that their account is not entirely correct. Nevertheless they hold to their opinion, for it is not easy to make the multitude change their views. The Argives have other things worth seeing;
23.6. τὰ δὲ ἐς Ἕλενον τὸν Πριάμου δεδήλωκεν ὁ λόγος ἤδη μοι, μετὰ Πύρρου τοῦ Ἀχιλλέως αὐτὸν ἐλθεῖν ἐς Ἤπειρον καὶ ἐπιτροπεῦσαί τε τοὺς Πύρρου παῖδας συνοικοῦντα Ἀνδρομάχῃ καὶ τὴν Κεστρίνην καλουμένην ἀπὸ Κεστρίνου τοῦ Ἑλένου λαβεῖν τὸ ὄνομα. οὐ μὴν οὐδὲ αὐτῶν λέληθεν Ἀργείων τοὺς ἐξηγητὰς ὅτι μὴ πάντα ἐπʼ ἀληθείᾳ λέγεταί σφισι, λέγουσι δὲ ὅμως· οὐ γάρ τι ἕτοιμον μεταπεῖσαι τοὺς πολλοὺς ἐναντία ὧν δοξάζουσιν.
23.7. for instance, an underground building over which was the bronze chamber which Acrisius once made to guard his daughter. Perilaus, however, when he became tyrant, pulled it down. Besides this building there is the tomb of Crotopus and a temple of Cretan Dionysus. For they say that the god, having made war on Perseus, afterwards laid aside his enmity, and received great honors at the hands of the Argives, including this precinct set specially apart for himself.
23.7. ἄλλα δέ ἐστιν Ἀργείοις θέας ἄξια· κατάγαιον οἰκοδόμημα, ἐπʼ αὐτῷ δὲ ἦν ὁ χαλκοῦς θάλαμος, ὃν Ἀκρίσιός ποτε ἐπὶ φρουρᾷ τῆς θυγατρὸς ἐποίησε· Περίλαος δὲ καθεῖλεν αὐτὸν τυραννήσας. τοῦτό τε οὖν τὸ οἰκοδόμημά ἐστι καὶ Κροτώπου μνῆμα καὶ Διονύσου ναὸς Κρησίου. Περσεῖ γὰρ πολεμήσαντα αὐτὸν καὶ αὖθις ἐλθόντα ἐς λύσιν τοῦ ἔχθους τά τε ἄλλα τιμηθῆναι μεγάλως λέγουσιν ὑπὸ Ἀργείων καὶ τέμενός οἱ δοθῆναι τοῦτο ἐξαίρετον·
23.8. It was afterwards called the precinct of the Cretan god, because, when Ariadne died, Dionysus buried her here. But Lyceas says that when the temple was being rebuilt an earthenware coffin was found, and that it was Ariadne's. He also said that both he himself and other Argives had seen it. Near the temple of Dionysus is a temple of Heavenly Aphrodite.
23.8. Κρησίου δὲ ὕστερον ὠνομάσθη, διότι Ἀριάδνην ἀποθανοῦσαν ἔθαψεν ἐνταῦθα. Λυκέας δὲ λέγει κατασκευαζομένου δεύτερον τοῦ ναοῦ κεραμέαν εὑρεθῆναι σορόν, εἶναι δὲ Ἀριάδνης αὐτήν· καὶ αὐτός τε καὶ ἄλλους Ἀργείων ἰδεῖν ἔφη τὴν σορόν. πλησίον δὲ τοῦ Διονύσου καὶ Ἀφροδίτης ναός ἐστιν Οὐρανίας.
24.1. The citadel they call Larisa, after the daughter of Pelasgus. After her were also named two of the cities in Thessaly, the one by the sea and the one on the Peneus. As you go up the citadel you come to the sanctuary of Hera of the Height, and also a temple of Apollo, which is said to have been first built by Pythaeus when he came from Delphi. The present image is a bronze standing figure called Apollo Deiradiotes, because this place, too, is called Deiras (Ridge). Oracular responses are still given here, and the oracle acts in the following way. There is a woman who prophesies, being debarred from intercourse with a man. Every month a lamb is sacrificed at night, and the woman, after tasting the blood, becomes inspired by the god.
24.1. τὴν δὲ ἀκρόπολιν Λάρισαν μὲν καλοῦσιν ἀπὸ τῆς Πελασγοῦ θυγατρός· ἀπὸ ταύτης δὲ καὶ δύο τῶν ἐν Θεσσαλίᾳ πόλεων, ἥ τε ἐπὶ θαλάσσῃ καὶ ἡ παρὰ τὸν Πηνειόν, ὠνομάσθησαν. ἀνιόντων δὲ ἐς τὴν ἀκρόπολιν ἔστι μὲν τῆς Ἀκραίας Ἥρας τὸ ἱερόν, ἔστι δὲ καὶ ναὸς Ἀπόλλωνος, ὃν Πυθαεὺς πρῶτος παραγενόμενος ἐκ Δελφῶν λέγεται ποιῆσαι. τὸ δὲ ἄγαλμα τὸ νῦν χαλκοῦν ἐστιν ὀρθόν, Δειραδιώτης Ἀπόλλων καλούμενος, ὅτι καὶ ὁ τόπος οὗτος καλεῖται Δειράς. ἡ δέ οἱ μαντικὴ—μαντεύεται γὰρ ἔτι καὶ ἐς ἡμᾶς— καθέστηκε τρόπον τοῦτον. γυνὴ μὲν προφητεύουσά ἐστιν, ἀνδρὸς εὐνῆς εἰργομένη· θυομένης δὲ ἐν νυκτὶ ἀρνὸς κατὰ μῆνα ἕκαστον, γευσαμένη δὴ τοῦ αἵματος ἡ γυνὴ κάτοχος ἐκ τοῦ θεοῦ γίνεται.
24.2. Adjoining the temple of Apollo Deiradiotes is a sanctuary of Athena Oxyderces (Sharp-sighted), dedicated by Diomedes, because once when he was fighting at Troy the goddess removed the mist from his eyes. Adjoining it is the race-course, in which they hold the games in honor of Nemean Zeus and the festival of Hera. As you go to the citadel there is on the left of the road another tomb of the children of Aegyptus. For here are the heads apart from the bodies, which are at Lerna. For it was at Lerna that the youths were murdered, and when they were dead their wives cut off their heads, to prove to their father that they had done the dreadful deed.
24.2. τοῦ Δειραδιώτου δὲ Ἀπόλλωνος ἔχεται μὲν ἱερὸν Ἀθηνᾶς Ὀξυδερκοῦς καλουμένης, Διομήδους ἀνάθημα, ὅτι οἱ μαχομένῳ ποτὲ ἐν Ἰλίῳ τὴν ἀχλὺν ἀφεῖλεν ἡ θεὸς ἀπὸ τῶν ὀφθαλμῶν· ἔχεται δὲ τὸ στάδιον, ἐν ᾧ τὸν ἀγῶνα τῷ Νεμείῳ Διὶ καὶ τὰ Ἡραῖα ἄγουσιν. ἐς δὲ τὴν ἀκρόπολιν ἰοῦσίν ἐστιν ἐν ἀριστερᾷ τῆς ὁδοῦ τῶν Αἰγύπτου παίδων καὶ ταύτῃ μνῆμα. χωρὶς μὲν γὰρ ἀπὸ τῶν σωμάτων ἐνταῦθα αἱ κεφαλαί, χωρὶς δὲ ἐν Λέρνῃ σώματα τὰ λοιπά· ἐν Λέρνῃ γὰρ καὶ ὁ φόνος ἐξειργάσθη τῶν νεανίσκων, ἀποθανόντων δὲ ἀποτέμνουσιν αἱ γυναῖκες τὰς κεφαλὰς ἀπόδειξιν πρὸς τὸν πατέρα ὧν ἐτόλμησαν.
24.3. On the top of Larisa is a temple of Zeus, surnamed Larisaean, which has no roof; the wooden image I found no longer standing upon its pedestal. There is also a temple of Athena worth seeing. Here are placed votive offerings, including a wooden image of Zeus, which has two eyes in the natural place and a third on its forehead. This Zeus, they say, was a paternal god of Priam, the son of Laomedon, set up in the uncovered part of his court, and when Troy was taken by the Greeks Priam took sanctuary at the altar of this god. When the spoils were divided, Sthenelus, the son of Capaneus, received the image, and for this reason it has been dedicated here.
24.3. ἐπʼ ἄκρᾳ δέ ἐστι τῇ Λαρίσῃ Διὸς ἐπίκλησιν Λαρισαίου ναός, οὐκ ἔχων ὄροφον· τὸ δὲ ἄγαλμα ξύλου πεποιημένον οὐκέτι ἑστηκὸς ἦν ἐπὶ τῷ βάθρῳ. καὶ Ἀθηνᾶς δὲ ναός ἐστι θέας ἄξιος· ἐνταῦθα ἀναθήματα κεῖται καὶ ἄλλα καὶ Ζεὺς ξόανον, δύο μὲν ᾗ πεφύκαμεν ἔχον ὀφθαλμούς, τρίτον δὲ ἐπὶ τοῦ μετώπου. τοῦτον τὸν Δία Πριάμῳ φασὶν εἶναι τῷ Λαομέδοντος πατρῷον ἐν ὑπαίθρῳ τῆς αὐλῆς ἱδρυμένον, καὶ ὅτε ἡλίσκετο ὑπὸ Ἑλλήνων Ἴλιον, ἐπὶ τούτου κατέφυγεν ὁ Πρίαμος τὸν βωμόν. ἐπεὶ δὲ τὰ λάφυρα ἐνέμοντο, λαμβάνει Σθένελος ὁ Καπανέως αὐτόν, καὶ ἀνάκειται μὲν διὰ τοῦτο ἐνταῦθα·
24.4. The reason for its three eyes one might infer to be this. That Zeus is king in heaven is a saying common to all men. As for him who is said to rule under the earth, there is a verse of Homer which calls him, too, Zeus:—Zeus of the Underworld, and the august Persephonea.The god in the sea, also, is called Zeus by Aeschylus, the son of Euphorion. So whoever made the image made it with three eyes, as signifying that this same god rules in all the three “allotments” of the Universe, as they are called.
24.4. τρεῖς δὲ ὀφθαλμοὺς ἔχειν ἐπὶ τῷδε ἄν τις τεκμαίροιτο αὐτόν. Δία γὰρ ἐν οὐρανῷ βασιλεύειν, οὗτος μὲν λόγος κοινὸς πάντων ἐστὶν ἀνθρώπων. ὃν δὲ ἄρχειν φασὶν ὑπὸ γῆς, ἔστιν ἔπος τῶν Ὁμήρου Δία ὀνομάζον καὶ τοῦτον·Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.Αἰσχύλος δὲ ὁ Εὐφορίωνος καλεῖ Δία καὶ τὸν ἐν θαλάσσῃ. τρισὶν οὖν ὁρῶντα ἐποίησεν ὀφθαλμοῖς ὅστις δὴ ἦν ὁ ποιήσας, ἅτε ἐν ταῖς τρισὶ ταῖς λεγομέναις λήξεσιν ἄρχοντα τὸν αὐτὸν τοῦτον θεόν.
24.5. From Argos are roads to various parts of the Peloponnesus, including one to Teges on the side towards Arcadia. On the right is Mount Lycone, which has trees on it, chiefly cypresses. On the top of the mountain is built a sanctuary of Artemis Orthia (of the Steep), and there have been made white-marble images of Apollo, Leto, and Artemis, which they say are works of Polycleitus. On descending again from the mountain you see on the left of the highway a temple of Artemis.
24.5. ὁδοὶ δὲ ἐξ Ἄργους καὶ κατʼ ἄλλα εἰσὶ τῆς Πελοποννήσου καὶ πρὸς Ἀρκαδίας ἐπὶ Τεγέαν. ἐν δεξιᾷ δὲ ὄρος ἐστὶν ἡ Λυκώνη, δένδρα κυπαρίσσου μάλιστα ἔχουσα. ᾠκοδόμηται δὲ ἐπὶ κορυφῇ τοῦ ὄρους Ἀρτέμιδος Ὀρθίας ἱερόν, καὶ ἀγάλματα Ἀπόλλωνος καὶ Λητοῦς καὶ Ἀρτέμιδος πεποίηται λευκοῦ λίθου· Πολυκλείτου δέ φασιν εἶναι ἔργα. καταβάντων δὲ ἐκ τοῦ ὄρους αὖθίς ἐστιν ἐν ἀριστερᾷ τῆς λεωφόρου ναὸς Ἀρτέμιδος.
24.6. A little farther on there is on the right of the road a mountain called Chaon. At its foot grow cultivated trees, and here the water of the Erasinus rises to the surface. Up to this point it flows from Stymphalus in Arcadia, just as the Rheiti, near the sea at Eleusis, flow from the Euripus. At the places where the Erasinus gushes forth from the mountain they sacrifice to Dionysus and to Pan, and to Dionysus they also hold a festival called Tyrbe (Throng).
24.6. ὀλίγον δὲ ἀπωτέρω ἐν δεξιᾷ τῆς ὁδοῦ Χάον ἐστὶν ὄρος ὀνομαζόμενον, ὑπὸ δὲ αὐτῷ δένδρα πέφυκεν ἥμερα καὶ ἄνεισι τοῦ Ἐρασίνου φανερὸν ἐνταῦθα δὴ τὸ ὕδωρ· τέως δὲ ἐκ Στυμφάλου ῥεῖ τῆς Ἀρκάδων ὥσπερ ἐξ Εὐρίπου κατὰ Ἐλευσῖνα καὶ τὴν ταύτῃ θάλασσαν οἱ Ῥειτοί. πρὸς δὲ τοῦ Ἐρασίνου ταῖς κατὰ τὸ ὄρος ἐκβολαῖς Διονύσῳ καὶ Πανὶ θύουσι, τῷ Διονύσῳ δὲ καὶ ἑορτὴν ἄγουσι καλουμένην Τύρβην.
24.7. On returning to the road that leads to Tegea you see Cenchreae on the right of what is called the Wheel. Why the place received this name they do not say. Perhaps in this case also it was Cenchrias, son of Peirene, that caused it to be so called. Here are common graves of the Argives who conquered the Lacedaemonians in battle at Hysiae. This fight took place, I discovered, when Peisistratus was archon at Athens, in the fourth year of the twenty-seventh Olympiad, in which the Athenian, Eurybotus, won the foot-race. On coming down to a lower level you reach the ruins of Hysiae, which once was a city in Argolis, and here it is that they say the Lacedaemonians suffered their reverse.
24.7. ἐπανελθοῦσι δὲ ἐς τὴν ἐπὶ Τεγέας ὁδόν ἐστιν ἐν δεξιᾷ τοῦ ὀνομαζομένου Τρόχου Κεγχρεαί. τὸ δὲ ὄνομα ἐφʼ ὅτῳ τῷ χωρίῳ γέγονεν, οὐ λέγουσι, πλὴν εἰ μὴ καὶ τοῦτο ἄρα ὠνομάσθη διὰ τὸν Πειρήνης παῖδα Κεγχρίαν. καὶ πολυάνδρια ἐνταῦθά ἐστιν Ἀργείων νικησάντων μάχῃ Λακεδαιμονίους περὶ Ὑσιάς. τὸν δὲ ἀγῶνα τοῦτον συμβάντα εὕρισκον Ἀθηναίοις ἄρχοντος Πεισιστράτου, τετάρτῳ δὲ ἔτει τῆς ⟨ἑβδόμης καὶ εἰκοστῆς⟩ Ὀλυμπιάδος ἣν Εὐρύβοτος Ἀθηναῖος ἐνίκα στάδιον. καταβάντος δὲ ἐς τὸ χθαμαλώτερον ἐρείπια Ὑσιῶν ἐστι πόλεώς ποτε ἐν τῇ Ἀργολίδι, καὶ τὸ πταῖσμα Λακεδαιμονίοις ἐνταῦθα γενέσθαι λέγουσιν.
25.1. The road from Argos to Mantinea is not the same as that to Tegea, but begins from the gate at the Ridge. On this road is a sanctuary built with two rooms, having an entrance on the west side and another on the east. At the latter is a wooden image of Aphrodite, and at the west entrance one of Ares. They say that the images are votive offerings of Polyneices and of the Argives who joined him in the campaign to redress his wrongs.
25.1. ἡ δʼ ἐς Μαντίνειαν ἄγουσα ἐξ Ἄργους ἐστὶν οὐχ ἥπερ καὶ ἐπὶ Τεγέαν, ἀλλὰ ἀπὸ τῶν πυλῶν τῶν πρὸς τῇ Δειράδι. ἐπὶ δὲ τῆς ὁδοῦ ταύτης ἱερὸν διπλοῦν πεποίηται, καὶ πρὸς ἡλίου δύνοντος ἔσοδον καὶ κατὰ ἀνατολὰς ἑτέραν ἔχον. κατὰ μὲν δὴ τοῦτο Ἀφροδίτης κεῖται ξόανον, πρὸς δὲ ἡλίου δυσμὰς Ἄρεως· εἶναι δὲ τὰ ἀγάλματα· Πολυνείκους λέγουσιν ἀναθήματα καὶ Ἀργείων, ὅσοι τιμωρήσοντες αὐτῷ συνεστρατεύοντο.
25.2. Farther on from here, across the torrent called Charadrus (Gully), is Oenoe, named, the Argives say, after Oeneus. The story is that Oeneus, who was king in Aetolia, on being driven from his throne by the sons of Agrius, took refuge with Diomedes at Argos, who aided him by an expedition into Calydonia, but said that he could not remain with him, and urged Oeneus to accompany him, if he wished, to Argos. When he came, he gave him all the attention that it was right to give a father's father, and on his death buried him here. After him the Argives name the place Oenoe.
25.2. προελθοῦσι δὲ αὐτόθεν διαβάντων ποταμὸν χείμαρρον Χάραδρον καλούμενον ἔστιν Οἰνόη, τὸ ὄνομα ἔχουσα, ὡς Ἀργεῖοί φασιν, ἀπὸ Οἰνέως. Οἰνέα γὰρ τὸν βασιλεύσαντα ἐν Αἰτωλίᾳ λέγουσιν ὑπὸ τῶν Ἀγρίου παίδων ἐκβληθέντα τῆς ἀρχῆς παρὰ Διομήδην ἐς Ἄργος ἀφικέσθαι. ὁ δὲ τὰ μὲν ἄλλα ἐτιμώρησεν αὐτῷ στρατεύσας ἐς τὴν Καλυδωνίαν, παραμένειν δὲ οὐκ ἔφη οἱ δύνασθαι· συνακολουθεῖν δέ, εἰ βούλοιτο, ἐς Ἄργος ἐκεῖνον ἐκέλευεν. ἀφικόμενον δὲ τά τε ἄλλα ἐθεράπευεν, ὡς πατρὸς θεραπεύειν πατέρα εἰκὸς ἦν, καὶ ἀποθανόντα ἔθαψεν ἐνταῦθα. ἀπὸ τούτου μὲν Οἰνόη χωρίον ἐστὶν Ἀργείοις·
25.3. Above Oenoe is Mount Artemisius, with a sanctuary of Artemis on the top. On this mountain are also the springs of the river Inachus. For it really has springs, though the water does not run far.
25.3. ὑπὲρ δὲ Οἰνόης ὄρος ἐστὶν Ἀρτεμίσιον καὶ ἱερὸν Ἀρτέμιδος ἐπὶ κορυφῇ τοῦ ὄρους. ἐν τούτῳ δέ εἰσι τῷ ὄρει καὶ αἱ πηγαὶ τοῦ Ἰνάχου· πηγαὶ γὰρ δὴ τῷ ὄντι εἰσὶν αὐτῷ, τὸ δὲ ὕδωρ οὐκ ἐπὶ πολὺ ἐξικνεῖται τῆς γῆς.
25.4. Here I found nothing else that is worth seeing. There is another road, that leads to Lyrcea from the gate at the Ridge. The story is that to this place came Lynceus, being the only one of the fifty brothers to escape death, and that on his escape he raised a beacon here. Now to raise the beacon was the signal he had agreed with Hypermnestra to give if he should escape Danaus and reach a place of safety. She also, they say, lighted a beacon on Larisa as a sign that she too was now out of danger. For this reason the Argives hold every year a beacon festival.
25.4. ταύτῃ μὲν δὴ θέας οὐδὲν ἔτι ἦν ἄξιον· ἑτέρα δὲ ὁδὸς ἀπὸ τῶν πυλῶν τῶν πρὸς τῇ Δειράδι ἐστὶν ἐπὶ Λύρκειαν. ἐς τοῦτο λέγεται τὸ χωρίον Λυγκέα ἀποσωθῆναι τῶν πεντήκοντα ἀδελφῶν μόνον· καὶ ἡνίκα ἐσώθη, πυρσὸν ἀνέσχεν ἐντεῦθεν. συνέκειτο δὲ ἄρα αὐτῷ πρὸς τὴν Ὑπερμήστραν ἀνασχεῖν τὸν πυρσόν, ἢν διαφυγὼν Δαναὸν ἐς ἀσφαλὲς ἀφίκηταί ποι· τὴν δὲ καὶ αὐτὴν ἀνάψαι λέγουσιν ἕτερον ἀπὸ τῆς Λαρίσης, δῆλα καὶ ταύτην ποιοῦσαν ὅτι ἐν οὐδενὶ οὐδὲ αὐτὴ καθέστηκεν ἔτι κινδύνῳ. ἐπὶ τούτῳ δὲ Ἀργεῖοι κατὰ ἔτος ἕκαστον πυρσῶν ἑορτὴν ἄγουσι.
25.5. At the first the place was called Lyncea; its present name is derived from Lyrcus, a bastard son of Abas, who afterwards dwelt there. Among the ruins are several things not worth mentioning, besides a figure of Lyrcus upon a slab. The distance from Argos to Lyrcea is about sixty stades, and the distance from Lyrcea to Orneae is the same. Homer in the Catalogue makes no mention of the city Lyrcea, because at the time of the Greek expedition against Troy it already lay deserted; Omeae, however, was inhabited, and in his poem he places it on the list before Phlius and Sicyon, which order corresponds to the position of the towns in the Argive territory.
25.5. τὸ δὲ χωρίον τότε μὲν Λυγκεία ἐκαλεῖτο, οἰκήσαντος δὲ ὕστερον ἐν αὐτῷ Λύρκου—παῖς δὲ ἦν Ἄβαντος νόθος— τὸ ὄνομα διʼ αὐτὸν ἔσχηκε· καὶ ἄλλα τέ ἐστιν οὐκ ἀξιόλογα ἐν τοῖς ἐρειπίοις καὶ εἰκὼν ἐπὶ στήλῃ τοῦ Λύρκου. ἐς μὲν δὴ ταύτην ἐστὶν ἐξ Ἄργους ἑξήκοντα μάλιστά που στάδια, ἐκ δὲ Λυρκείας ἕτερα τοσαῦτα ἐς Ὀρνεάς. Λυρκείας μὲν δὴ πόλεως, ἅτε ἠρημωμένης ἤδη κατὰ τὴν Ἑλλήνων στρατείαν ἐπὶ Ἴλιον, οὐκ ἐποιήσατο Ὅμηρος ἐν καταλόγῳ μνήμην· Ὀρνεὰς δέ—ἔτι γὰρ ᾠκοῦντο—, ὥσπερ τῷ τόπῳ τῆς Ἀργείας ἔκειντο, οὕτω καὶ ἐν τοῖς ἔπεσι προτέρας ἢ Φλιοῦντά τε καὶ Σικυῶνα κατέλεξεν.
25.6. The name is derived from Orneus, the son of Erechtheus. This Orneus begat Peteos, and Peteos begat Menestheus, who, with a body of Athenians, helped Agamemnon to destroy the kingdom of Priam. From him then did Omeae get its name, and afterwards the Argives removed all its citizens, who thereupon came to live at Argos. At Orneae are a sanctuary and an upright wooden image of Artemis; there is besides a temple devoted to all the gods in common. On the further side of Orneae are Sicyonia and Phliasia.
25.6. ἐκαλοῦντο δὲ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως· τοῦ δὲ Ὀρνέως ἦν τούτου Πετεώς, τοῦ δὲ Μενεσθεύς, ὃς Ἀγαμέμνονι μετὰ Ἀθηναίων τὴν Πριάμου συγκαθεῖλεν ἀρχήν. ἀπὸ μὲν δὴ τούτου τὸ ὄνομα ἐγένετο τῇ πόλει, Ἀργεῖοι δὲ ὕστερον τούτων Ὀρνεάτας ἀνέστησαν· ἀναστάντες δὲ σύνοικοι γεγόνασιν Ἀργείοις. ἔστι δὲ ἐν ταῖς Ὀρνεαῖς Ἀρτέμιδός τε ἱερὸν καὶ ξόανον ὀρθὸν καὶ ἕτερος ναὸς θεοῖς πᾶσιν ἐς κοινὸν ἀνειμένος. τὰ δὲ ἐπέκεινα Ὀρνεῶν ἥ τε Σικυωνία καὶ ἡ Φλιασία ἐστίν.
25.7. On the way from Argos to Epidauria there is on the right a building made very like a pyramid, and on it in relief are wrought shields of the Argive shape. Here took place a fight for the throne between Proetus and Acrisius; the contest, they say, ended in a draw, and a reconciliation resulted afterwards, as neither could gain a decisive victory. The story is that they and their hosts were armed with shields, which were first used in this battle. For those that fell on either side was built here a common tomb, as they were fellow citizens and kinsmen.
25.7. ἐρχομένοις δὲ ἐξ Ἄργους ἐς τὴν Ἐπιδαυρίαν ἐστὶν οἰκοδόμημα ἐν δεξιᾷ πυραμίδι μάλιστα εἰκασμένον, ἔχει δὲ ἀσπίδας σχῆμα Ἀργολικὰς ἐπειργασμένας. ἐνταῦθα Προίτῳ περὶ τῆς ἀρχῆς πρὸς Ἀκρίσιον μάχη γίνεται, καὶ τέλος μὲν ἴσον τῷ ἀγῶνι συμβῆναί φασι καὶ ἀπʼ αὐτοῦ διαλλαγὰς ὕστερον, ὡς οὐδέτεροι βεβαίως κρατεῖν ἐδύναντο· συμβάλλειν δὲ σφᾶς λέγουσιν ἀσπίσι πρῶτον τότε καὶ αὐτοὺς καὶ τὸ στράτευμα ὡπλισμένους. τοῖς δὲ πεσοῦσιν ἀφʼ ἑκατέρων— πολῖται γὰρ καὶ συγγενεῖς ἦσαν—ἐποιήθη ταύτῃ μνῆμα ἐν κοινῷ.
25.8. Going on from here and turning to the right, you come to the ruins of Tiryns. The Tirynthians also were removed by the Argives, who wished to make Argos more powerful by adding to the population. The hero Tiryns, from whom the city derived its name, is said to have been a son of Argus, a son of Zeus. The wall, which is the only part of the ruins still remaining, is a work of the Cyclopes made of unwrought stones, each stone being so big that a pair of mules could not move the smallest from its place to the slightest degree. Long ago small stones were so inserted that each of them binds the large blocks firmly together.
25.8. προϊοῦσι δὲ ἐντεῦθεν καὶ ἐκτραπεῖσιν ἐς δεξιὰν Τίρυνθός ἐστιν ἐρείπια. ἀνέστησαν δὲ καὶ Τιρυνθίους Ἀργεῖοι, συνοίκους προσλαβεῖν καὶ τὸ Ἄργος ἐπαυξῆσαι θελήσαντες. Τίρυνθα δὲ ἥρωα, ἀφʼ οὗ τῇ πόλει τὸ ὄνομα ἐγένετο, παῖδα Ἄργου τοῦ Διὸς εἶναι λέγουσι. τὸ δὲ τεῖχος, ὃ δὴ μόνον τῶν ἐρειπίων λείπεται, Κυκλώπων μέν ἐστιν ἔργον, πεποίηται δὲ ἀργῶν λίθων, μέγεθος ἔχων ἕκαστος λίθος ὡς ἀπʼ αὐτῶν μηδʼ ἂν ἀρχὴν κινηθῆναι τὸν μικρότατον ὑπὸ ζεύγους ἡμιόνων· λιθία δὲ ἐνήρμοσται πάλαι, ὡς μάλιστα αὐτῶν ἕκαστον ἁρμονίαν τοῖς μεγάλοις λίθοις εἶναι.
25.9. Going down seawards, you come to the chambers of the daughters of Proetus. On returning to the highway you will reach Medea on the left hand. They say that Electryon, the father of Alcmena, was king of Medea, but in my time nothing was left of it except the foundations.
25.9. καταβάντων δὲ ὡς ἐπὶ θάλασσαν, ἐνταῦθα οἱ θάλαμοι τῶν Προίτου θυγατέρων εἰσίν· ἐπανελθόντων δὲ ἐς τὴν λεωφόρον, ἐπὶ Μήδειαν ἐς ἀριστερὰν ἥξεις. βασιλεῦσαι δέ φασιν Ἠλεκτρύωνα ἐν τῇ Μηδείᾳ τὸν πατέρα Ἀλκμήνης· ἐπʼ ἐμοῦ δὲ Μηδείας πλὴν τὸ ἔδαφος ἄλλο οὐδὲν ἐλείπετο.
25.10. On the straight road to Epidaurus is a village Lessa, in which is a temple of Athena with a wooden image exactly like the one on the citadel Larisa. Above Lessa is Mount Arachnaeus, which long ago, in the time of Inachus, was named Sapyselaton. On it are altars to Zeus and Hera. When rain is needed they sacrifice to them here.
25.10. κατὰ δὲ τὴν ἐς Ἐπίδαυρον εὐθεῖάν ἐστι κώμη Λῆσσα, ναὸς δὲ Ἀθηνᾶς ἐν αὐτῇ καὶ ξόανον οὐδέν τι διάφορον ἢ τὸ ἐν ἀκροπόλει τῇ Λαρίσῃ. ἔστι δὲ ὄρος ὑπὲρ τῆς Λήσσης τὸ Ἀραχναῖον, πάλαι δὲ †σάπυς ἐλάτων ἐπὶ Ἰνάχου τὸ ὄνομα εἰλήφει. βωμοὶ δέ εἰσιν ἐν αὐτῷ Διός τε καὶ Ἥρας· δεῆσαν ὄμβρου σφίσιν ἐνταῦθα θύουσι.
26.1. At Lessa the Argive territory joins that of Epidaurus. But before you reach Epidaurus itself you will come to the sanctuary of Asclepius. Who dwelt in this land before Epidaurus came to it I do not know, nor could I discover from the natives the descendants of Epidaurus either. But the last king before the Dorians arrived in the Peloponnesus was, they say, Pityreus, a descendant of Ion, son of Xuthus, and they relate that he handed over the land to Deiphontes and the Argives without a struggle.
26.1. κατὰ δὲ τὴν Λῆσσαν ἔχεται τῆς Ἀργείας ἡ Ἐπιδαυρίων· πρὶν δὲ ἢ κατʼ αὐτὴν γενέσθαι τὴν πόλιν, ἐπὶ τὸ ἱερὸν ἀφίξῃ τοῦ Ἀσκληπιοῦ. ταύτην τὴν χώραν οὐκ οἶδα οἵτινες πρότερον ᾤκησαν πρὶν Ἐπίδαυρον ἐλθεῖν ἐς αὐτήν· οὐ μὴν οὐδὲ τοὺς ἀπογόνους Ἐπιδαύρου πυθέσθαι παρὰ τῶν ἐπιχωρίων ἐδυνάμην. τελευταῖον δὲ πρὶν ἢ παραγενέσθαι Δωριέας ἐς Πελοπόννησον βασιλεῦσαί φασι Πιτυρέα Ἴωνος ἀπόγονον τοῦ Ξούθου. τοῦτον παραδοῦναι λέγουσιν ἀμαχεὶ τὴν γῆν Δηιφόντῃ καὶ Ἀργείοις·
26.2. He went to Athens with his people and dwelt there, while Deiphontes and the Argives took possession of Epidauria. These on the death of Temenus seceded from the other Argives; Deiphontes and Hyrnetho through hatred of the sons of Temenus, and the army with them, because it respected Deiphontes and Hyrnetho more than Ceisus and his brothers. Epidaurus, who gave the land its name, was, the Eleans say, a son of Pelops but, according to Argive opinion and the poem the Great Eoeae, the father of Epidaurus was Argus, son of Zeus, while the Epidaurians maintain that Epidaurus was the child of Apollo.
26.2. καὶ ὁ μὲν ἐς Ἀθήνας ὁμοῦ τοῖς πολίταις ἀφικόμενος ἐνταῦθα ᾤκησε, Δηιφόντης δὲ καὶ Ἀργεῖοι τὴν Ἐπιδαυρίαν ἔσχον. ἀπεσχίσθησαν δὲ οὗτοι τῶν ἄλλων Ἀργείων Τημένου τελευτήσαντος, Δηιφόντης μὲν καὶ Ὑρνηθὼ κατʼ ἔχθος τῶν Τημένου παίδων, ὁ δὲ σὺν αὐτοῖς στρατὸς Δηιφόντῃ καὶ Ὑρνηθοῖ πλέον ἢ Κείσῳ καὶ τοῖς ἀδελφοῖς νέμοντες. Ἐπίδαυρος δέ, ἀφʼ οὗ τὸ ὄνομα τῇ γῇ ἐτέθη, ὡς μέν φασιν Ἠλεῖοι, Πέλοπος ἦν· κατὰ δὲ Ἀργείων δόξαν καὶ τὰ ἔπη τὰς μεγάλας Ἠοίας ἦν Ἐπιδαύρῳ πατὴρ Ἄργος ὁ Διός· Ἐπιδαύριοι δὲ Ἀπόλλωνι Ἐπίδαυρον παῖδα προσποιοῦσιν.
26.3. That the land is especially sacred to Asclepius is due to the following reason. The Epidaurians say that Phlegyas came to the Peloponnesus, ostensibly to see the land, but really to spy out the number of the inhabitants, and whether the greater part of them was warlike. For Phlegyas was the greatest soldier of his time, and making forays in all directions he carried off the crops and lifted the cattle.
26.3. Ἀσκληπιοῦ δὲ ἱερὰν μάλιστα εἶναι τὴν γῆν ἐπὶ λόγῳ συμβέβηκε τοιῷδε. Φλεγύαν Ἐπιδαύριοί φασιν ἐλθεῖν ἐς Πελοπόννησον πρόφασιν μὲν ἐπὶ θέᾳ τῆς χώρας, ἔργῳ δὲ κατάσκοπον πλήθους τῶν ἐνοικούντων καὶ εἰ τὸ πολὺ μάχιμον εἴη τῶν ἀνθρώπων· ἦν γὰρ δὴ Φλεγύας πολεμικώτατος τῶν τότε καὶ ἐπιὼν ἑκάστοτε ἐφʼ οὓς τύχοι τοὺς καρποὺς ἔφερε καὶ ἤλαυνε τὴν λείαν.
26.4. When he went to the Peloponnesus, he was accompanied by his daughter, who all along had kept hidden from her father that she was with child by Apollo. In the country of the Epidaurians she bore a son, and exposed him on the mountain called Nipple at the present day, but then named Myrtium. As the child lay exposed he was given milk by one of the goats that pastured about the mountain, and was guarded by the watch-dog of the herd. And when Aresthanas (for this was the herdsman's name) discovered that the tale of the goats was not full, and that the watch-dog also was absent from the herd, he left, they say, no stone unturned, and on finding the child desired to take him up.
26.4. ὅτε δὲ παρεγένετο ἐς Πελοπόννησον, εἵπετο ἡ θυγάτηρ αὐτῷ, λεληθυῖα ἔτι τὸν πατέρα ὅτι ἐξ Ἀπόλλωνος εἶχεν ἐν γαστρί. ὡς δὲ ἐν τῇ γῇ τῇ Ἐπιδαυρίων ἔτεκεν, ἐκτίθησι τὸν παῖδα ἐς τὸ ὄρος τοῦτο ὃ δὴ Τίτθιον ὀνομάζουσιν ἐφʼ ἡμῶν, τηνικαῦτα δὲ ἐκαλεῖτο Μύρτιον· ἐκκειμένῳ δὲ ἐδίδου μέν οἱ γάλα μία τῶν περὶ τὸ ὄρος ποιμαινομένων αἰγῶν, ἐφύλασσε δὲ ὁ κύων ὁ τοῦ αἰπολίου φρουρός.
26.5. As he drew near he saw lightning that flashed from the child, and, thinking that it was something divine, as in fact it was, he turned away. Presently it was reported over every land and sea that Asclepius was discovering everything he wished to heal the sick, and that he was raising dead men to life.
26.5. Ἀρεσθάνας δὲ—ὄνομα γὰρ τῷ ποιμένι τοῦτο ἦν—ὡς τὸν ἀριθμὸν οὐχ εὕρισκεν ὁμολογοῦντα τῶν αἰγῶν καὶ ὁ κύων ἅμα ἀπεστάτει τῆς ποίμνης, οὕτω τὸν Ἀρεσθάναν ἐς πᾶν φασιν ἀφικνεῖσθαι ζητήσεως, εὑρόντα δὲ ἐπιθυμῆσαι τὸν παῖδα ἀνελέσθαι· καὶ ὡς ἐγγὺς ἐγίνετο, ἀστραπὴν ἰδεῖν ἐκλάμψασαν ἀπὸ τοῦ παιδός, νομίσαντα δὲ εἶναι θεῖόν τι, ὥσπερ ἦν, ἀποτραπέσθαι. ὁ δὲ αὐτίκα ἐπὶ γῆν καὶ θάλασσαν πᾶσαν ἠγγέλλετο τά τε ἄλλα ὁπόσα βούλοιτο εὑρίσκειν ἐπὶ τοῖς κάμνουσι καὶ ὅτι ἀνίστησι τεθνεῶτας.
26.6. There is also another tradition concerning him. Coronis, they say, when with child with Asclepius, had intercourse with Ischys, son of Elatus. She was killed by Artemis to punish her for the insult done to Apollo, but when the pyre was already lighted Hermes is said to have snatched the child from the flames.
26.6. λέγεται δὲ καὶ ἄλλος ἐπʼ αὐτῷ λόγος, Κορωνίδα κύουσαν Ἀσκληπιὸν Ἴσχυι τῷ Ἐλάτου συγγενέσθαι, καὶ τὴν μὲν ἀποθανεῖν ὑπὸ Ἀρτέμιδος ἀμυνομένης τῆς ἐς τὸν Ἀπόλλωνα ὕβρεως, ἐξημμένης δὲ ἤδη τῆς πυρᾶς ἁρπάσαι λέγεται τὸν παῖδα Ἑρμῆς ἀπὸ τῆς φλογός.