6.6. After they had held out as long as they could, Antigonus made peace with the Athenians, on condition that he brought a garrison into the Museum to be a guard over them. After a time Antigonus himself removed the garrison from Athens of his own accord while Areus begat Acrotatus, and Acrotatus Areus, who died of disease when he was just about eight years old.
6.6. Ἀρεὺς δέ, ὥς σφισι τὰ ἐπιτήδεια ἐξανήλωτο, ἀπῆγεν ὀπίσω τὴν στρατιάν. ταμιεύεσθαι γὰρ τὴν ἀπόνοιαν ἐς τὰ οἰκεῖα ἠξίου καὶ μὴ ἀφειδῶς ἐπʼ ἀλλοτρίοις ἀναρρῖψαι. τοῖς δὲ Ἀθηναίοις ἀντισχοῦσιν ἐπὶ μακρότατον ἐποιήσατο Ἀντίγονος εἰρήνην, ἐφʼ ᾧ τέ σφισιν ἐπαγάγῃ φρουρὰν ἐς τὸ Μουσεῖον. καὶ τοῖς μὲν ἀνὰ χρόνον αὐτὸς ἐξήγαγεν ἑκουσίως τὴν φρουρὰν ὁ Ἀντίγονος, Ἀρέως δὲ ἐγένετο υἱὸς Ἀκρότατος, τοῦ δὲ Ἀρεύς, ὃς ὀκτὼ μάλιστα ἔτη γεγονὼς τελευτᾷ νόσῳ.
6.7. And as the only male representative of the house of Eurysthenes was Leonidas the son of Cleonymus, by this time a very old man, the Lacedaemonians gave him the throne. Leonidas, it so happened, had a bitter opponent in Lysander, a descendant of Lysander the son of Aristocritus. This Lysander won over to his side Leonidas' son-in-law Cleombrotus. After gaining his support he brought various charges against Leonidas, in particular that when a boy he had sworn to his father Cleonymus to ruin Sparta.
6.7. καὶ ἐλείπετο γὰρ τῆς Εὐρυσθένους οἰκίας γένος τὸ πρὸς ἀνδρῶν Λεωνίδας ὁ Κλεωνύμου, παντάπασιν ἤδη γέρων· τούτῳ δὴ διδόασιν οἱ Λακεδαιμόνιοι τὴν ἀρχὴν. τῷ δὲ Λεωνίδᾳ διάφορος ἐτύγχανεν ὢν ἐς τὰ μάλιστα Λύσανδρος, ἀπόγονος Λυσάνδρου τοῦ Ἀριστοκρίτου. οὗτος προσποιεῖται Κλεόμβροτον θυγατέρα ἔχοντα Λεωνίδου· τοῦτον δὲ οἰκειωσάμενος ἐπῆγε Λεωνίδᾳ καὶ ἄλλα ἐγκλήματα καὶ ὅρκους αὐτὸν Κλεωνύμῳ τῷ πατρὶ ὀμόσαι παῖδα ὄντα ἐπὶ ὀλέθρῳ τῆς Σπάρτης.
6.8. So Leonidas ceased to be king and Cleombrotus came to the throne in his stead. Now if Leonidas had given way to impulse and retired, like Demaratus the son of Ariston, either to the king of Macedonia or to the Egyptian king, he would have profited nothing even by the Spartans changing their minds. But as it was, when the citizens sentenced him to exile, he went to Arcadia, whence not many years later he was recalled by the Lacedaemonians, who made him king again.
6.8. ἐπαύσθη τε δὴ Λεωνίδας βασιλείας καὶ ἀντʼ αὐτοῦ Κλεόμβροτος ἔσχε τὴν τιμήν. εἰ μὲν δὴ ὁ Λεωνίδας ἐπέτρεψε τῷ θυμῷ καὶ Δημαράτῳ τῷ Ἀρίστωνος κατὰ ταὐτὰ ἀπεχώρησεν ἤτοι παρὰ τὸν ἐν Μακεδονίᾳ βασιλεύοντα ἢ τὸν Αἰγύπτιον, ὁ δὲ καὶ μεταγνόντων ἂν Σπαρτιατῶν ὤνατο οὐδέν· νῦν δὲ ἐπιβαλόντων οἱ φυγὴν τῶν πολιτῶν ἀφίκετο ἐς Ἀρκαδίαν, ἐκεῖθεν δὲ ἔτεσιν ὕστερον οὐ πολλοῖς κατάγουσί τε αὐτὸν Λακεδαιμόνιοι καὶ αὖθις βασιλέα ἐποιήσαντο.
6.9. Now how Cleomenes the son of Leonidas performed daring feats of valor, and how after him the Spartans ceased to be ruled by kings, I have already shown in my account of Aratus of Sicyon. My narrative also included the manner of his death in Egypt.
6.9. Κλεομένει δὲ τῷ Λεωνίδους τά τε ἄλλα ὁποῖα ἐς τόλμαν [ἐτόλμησαν] ὁμοῦ καὶ ἀνδρείαν ὑπῆρξε καὶ ὡς ἐπαύσαντο ἐξ ἐκείνου Σπαρτιᾶται βασιλευόμενοι, πρότερον ἔτι ἐδήλωσέ μοι τὰ ἐς τὸν Σικυώνιον Ἄρατον· προσεπελάβετο δὲ ὁ λόγος μοι καὶ τρόπον ὅντινα ἐν Αἰγύπτῳ Κλεομένης ἐτελεύτησεν.
7.1. So of the family of Eurysthenes, called the Agiadae, Cleomenes the son of Leonidas was the last king in Sparta. I will now relate what I have heard about the other house. Procles the son of Aristodemus called his son Sous, whose son Eurypon they say reached such a pitch of renown that this house, hitherto called the Procleidae, came to be named after him the Eurypontidae.
7.1. γένους μὲν δὴ τοῦ Εὐρυσθένους, καλουμένων δὲ Ἀγιαδῶν, Κλεομένης ὁ Λεωνίδου βασιλεὺς ὕστατος ἐγένετο ἐν Σπάρτῃ· τὰ δὲ ἐς τὴν οἰκίαν τὴν ἑτέραν τοιάδε ἤκουσα εἶναι. Προκλῆς ὁ Ἀριστοδήμου τῷ παιδὶ ὄνομα τίθεται Σόον. Εὐρυπῶντα δὲ τὸν Σόου φασὶν ἐς τοσοῦτον ἀφικέσθαι δόξης ὡς καὶ τὴν οἰκίαν ταύτην Εὐρυπωντίδας ὄνομα ἀπʼ αὐτοῦ λαβεῖν, Προκλείδας ἐς ἐκεῖνον καλουμένους.
7.2. The son of Eurypon was Prytanis, in whose reign began the enmity of the Lacedaemonians against the Argives, although even before this quarrel they made war against the Cynurians. During the generations immediately succeeding this, while Eunomus the son of Prytanis and Polydectes the son of Eunomus were on the throne, Sparta continued at peace, but Charillus the son of Polydectes devastated the land of the Argives—for he it was who invaded Argolis—and not many years afterwards, under the leadership of Charillus, took place the campaign of the Spartans against Tegea, when lured on by a deceptive oracle the Lacedaemonians hoped to capture the city and to annex the Tegean plain from Arcadia.
7.2. Εὐρυπῶντος δὲ υἱὸς γίνεται Πρύτανις. ἐπὶ μὲν δὴ Πρυτάνιδος τοῦ Εὐρυπῶντος τὸ ἔχθος τε Λακεδαιμονίοις ἤρξατο τὸ ἐς Ἀργείους καὶ ἔτι τοῦ ἐγκλήματος τούτου πρότερον Κυνουρεῦσιν ἐπολέμησαν· τὰς δὲ ἐφεξῆς ταύτῃ γενεάς, Εὐνόμου τε τοῦ Πρυτάνιδος καὶ Πολυδέκτου τοῦ Εὐνόμου βασιλευόντων, ἐν εἰρήνῃ διετέλεσεν οὖσα ἡ Σπάρτη. Χάριλλος δὲ ὁ Πολυδέκτου τήν τε γῆν ἐδῄωσεν Ἀργείοις— οὗτος γὰρ καὶ ὁ ἐς τὴν Ἀργολίδα ἐσβαλών—καὶ ἔτεσιν οὐ πολλοῖς ὕστερον ὑπὸ ἡγεμόνι Χαρίλλῳ γίνεται καὶ ἡ Σπαρτιατῶν ἐπὶ Τεγεάτας ἔξοδος, ὅτε οἱ Λακεδαιμόνιοι Τεγεάτας αἱρήσειν ἤλπισαν καὶ ἀποτεμεῖσθαι τῆς Ἀρκαδίας τὸ Τεγεατῶν πεδίον, ὑπούλῳ μαντεύματι ἐπελθόντες.
7.4. After the death of Charillus, Nicander his son succeeded to the throne, in whose reign the Messenians murdered, in the sanctuary of the Lady of the Lake, Teleclus the king of the other house. Nicander also invaded Argolis with an army, and laid waste the greater part of the land. The Asinaeans took part in this action with the Lacedaemonians, and shortly after were punished by the Argives, who inflicted great destruction on their fatherland and drove out the inhabitants.
7.4. μετὰ δὲ Χάριλλον τελευτήσαντα Νίκανδρος ὁ Χαρίλλου διαδέχεται τὴν ἀρχήν· καὶ τὰ Μεσσηνίων ἐς Τήλεκλον τὸν τῆς ἑτέρας βασιλέα οἰκίας ἐν τῷ ἱερῷ τῆς Λιμνάδος συμβάντα ἐπὶ Νικάνδρου γίνεται βασιλεύοντος. ἐσέβαλε δὲ καὶ ἐς τὴν Ἀργολίδα ὁ Νίκανδρος στρατιᾷ καὶ τὰ πολλὰ ἐκάκωσε τῆς χώρας· μετασχόντες δὲ Ἀσιναῖοι Λακεδαιμονίοις τοῦ ἔργου δίκην μετʼ οὐ πολὺ Ἀργείοις ἀπέδοσαν σὺν μεγάλῳ πατρίδος τε ὀλέθρῳ καὶ φυγῇ τῇ σφετέρᾳ.
7.5. About Theopompus, the son of Nicander, who ascended the throne after him, I shall have more to say later on, when I come to the history of Messenia. While Theopompus was still king in Sparta there also took place the struggle of the Lacedaemonians with the Argives for what is called the Thyreatid district. Theopompus personally took no part in the affair, chiefly because of old age and sorrow, for while he was yet alive Archidamus died.
7.5. Θεόπομπον δὲ τὸν Νικάνδρου βασιλεύσαντα μετὰ Νίκανδρον μέλλει καὶ αὖθις ὁ λόγος μοι προσθήσειν προελθόντι ἐς τὴν Μεσσηνίαν συγγραφήν. Θεοπόμπου δὲ ἔτι ἔχοντος τὴν ἀρχὴν ἐν Σπάρτῃ γίνεται καὶ ὁ περὶ τῆς Θυρεάτιδος καλουμένης χώρας Λακεδαιμονίοις ἀγὼν πρὸς Ἀργείους, Θεόπομπος δὲ αὐτὸς οὐ μετέσχε τοῦ ἔργου γήρᾳ καὶ ὑπὸ λύπης τὸ πλέον· Ἀρχίδαμον γὰρ Θεοπόμπου ζῶντος ἔτι ἐπιλαμβάνει τὸ χρεών.
7.6. Nevertheless Archidamus did not die childless, but left a son Zeuxidamus, whose son Anaxidamus succeeded to the throne. In his reign the Messenians were expelled from the Peloponnesus, being vanquished for the second time by the Spartans. Anaxidamus begat Archidamus, and Archidamus begat Agesicles. It was the lot of both of these to pass all their lives in peace, undisturbed by any wars.
7.6. οὐ μὴν ἄπαις ἐτελεύτησεν ὁ Ἀρχίδαμος, Ζευξίδαμον δὲ ἀπολιπὼν υἱόν. Ζευξιδάμου δὲ Ἀναξίδαμος ὁ παῖς ἐκδέχεται τὴν ἀρχήν· ἐπὶ τούτου Μεσσήνιοι φεύγουσιν ἐκ Πελοποννήσου, πολέμῳ τὸ δεύτερον κρατηθέντες ὑπὸ Σπαρτιατῶν. Ἀναξιδάμου δὲ υἱὸς ἐγένετο Ἀρχίδαμος, Ἀρχιδάμου δὲ Ἀγησικλῆς· καί σφισιν ὑπῆρξεν ἀμφοτέροις τὸν βίον διατελέσαι πάντα ἐν ἡσυχίᾳ καὶ πολέμων οὖσιν ἐκτός.
7.7. Ariston, son of Agesicles, married a wife who, they say, was the ugliest maiden in Sparta, but became the most beautiful of her women, because Helen changed her; seven months only after his marriage with her Ariston had born to him a son, Demaratus. As he was sitting in council with the ephors there came to him a servant with the news that a child was born to him. Ariston, forgetting the lines in the Iliad about the birth of Eurystheus, or else never having understood them at all, declared that because of the number of months the child was not his.
7.7. Ἀρίστωνι δὲ τῷ Ἀγησικλέους ἀγαγομένῳ γυναῖκα ἥντινα παρθένον μὲν τῶν ἐν Λακεδαίμονι εἶναί φασιν αἰσχίστην, γυναικῶν δὲ τὸ εἶδος καλλίστην ὑπὸ Ἑλένης γενέσθαι, ταύτην ἀγαγομένῳ τῷ Ἀρίστωνι ἐγένετο υἱὸς Δημάρατος ἐν μόνοις μησὶν ἑπτά· καὶ αὐτῷ μετὰ τῶν ἐφόρων καθημένῳ τηνικαῦτα ἐν βουλῇ ἦλθεν οἰκέτης ἀπαγγέλλων τετέχθαι οἱ παῖδα. Ἀρίστων δὲ ἐπῶν τῶν ἐν Ἰλιάδι ἐς τὴν Εὐρυσθέως γένεσιν πεποιημένος λήθην ἢ μηδὲ ἀρχὴν συνεὶς αὐτῶν οὐκ ἔφη τῶν μηνῶν ἕνεκα αὑτοῦ τὸν παῖδα εἶναι.
7.8. Afterwards he repented of his words. Demaratus, a king of good repute at Sparta, particularly for his helping Cleomenes to free Athens from the Peisistratidae, became a private citizen through the thoughtlessness of Ariston and the hatred of Cleomenes. He retired to king Dareius in Persia, and they say that his descendants remained in Asia for a long time.
7.8. τοῦτον μὲν δὴ τῶν εἰρημένων μετάνοια ἔλαβεν ὕστερον· Δημάρατον δὲ βασιλεύοντα καὶ τά τε ἄλλα εὐδοκιμοῦντα ἐν Σπάρτῃ καὶ ἀπὸ τῶν Πεισιστρατιδῶν Κλεομένει συνελευθερώσαντα Ἀθηναίους ἥ τε Ἀρίστωνος ἀγνωμοσύνη καὶ τὸ ἔχθος τὸ Κλεομένους ἐποίησεν ἰδιώτην. καὶ τοῦ μὲν παρὰ βασιλέα Δαρεῖον ἐλθόντος ἐς Πέρσας ἐπὶ πολὺν ἐν τῇ Ἀσίᾳ χρόνον διαμεῖναι τοὺς ἀπογόνους φασί·
7.9. Leotychides, on coming to the throne in place of Demaratus, took part with the Athenians and the Athenian general Xanthippus, the son of Ariphron, in the engagement of Mycale, and afterwards undertook a campaign against the Aleuadae in Thessaly. Although his uninterrupted victories in the fighting might have enabled him to reduce all Thessaly, he accepted bribes from the Aleuadae.
7.9. Λεωτυχίδης δὲ ἀντὶ Δημαράτου γενόμενος βασιλεὺς μετέσχε μὲν Ἀθηναίοις καὶ Ἀθηναίων τῷ στρατηγῷ Ξανθίππῳ τῷ Ἀρίφρονος τοῦ ἔργου τοῦ πρὸς Μυκάλῃ, ἐστράτευσε δὲ ὕστερον τούτων καὶ ἐπὶ τοὺς Ἀλευάδας ἐς Θεσσαλίαν· καί οἱ καταστρέψασθαι Θεσσαλίαν πᾶσαν ἐξὸν ἅτε ἀεὶ νικῶντι ἐν ταῖς μάχαις, δῶρα ἔλαβε παρὰ τῶν Ἀλευαδῶν.
7.10. Or, being brought to trial in Lacedaemon he voluntarily went into exile to Tegea, where he sought sanctuary as a suppliant of Athena Alea. Zeuxidamus, the son of Leotychides, died of disease while Leotychides was still alive and before he retired into exile so his son Archidamus succeeded to the throne after the departure of Leotychides for Tegea. This Archidamus did terrible damage to the land of the Athenians, invading Attica with an army every year, on each occasion carrying destruction from end to end; he also besieged and took Plataea, which was friendly to Athens.
7.10. ὑπαγόμενος δὲ ἐν Λακεδαίμονι ἐς δίκην ἔφυγεν ἐθελοντὴς ἐς Τεγέαν. καὶ ὁ μὲν αὐτόθι τὴν Ἀθηνᾶν τὴν Ἀλέαν ἱκέτευε, Λεωτυχίδου δὲ ὁ μὲν παῖς Ζευξίδαμος ζῶντος ἔτι Λεωτυχίδου καὶ οὐ πεφευγότος πω τελευτᾷ νόσῳ, Ἀρχίδαμος δὲ ὁ Ζευξιδάμου μετὰ Λεωτυχίδην ἀπελθόντα ἐς Τεγέαν ἔσχε τὴν ἀρχήν. οὗτος Ἀρχίδαμος Ἀθηναίοις μάλιστα ἐκάκωσε τὴν χώραν στρατῷ τε ἐσβάλλων ἐς γῆν τὴν Ἀττικὴν ἀνὰ πᾶν ἔτος καὶ ὁπότε ἐσβάλοι διὰ πάσης ἐπεξῄει φθείρων καὶ Πλαταιέων Ἀθηναίοις ὄντων εὔνων πολιορκίᾳ τὸ ἄστυ εἷλεν.
7.11. Nevertheless he was not eager that war should be declared between the Peloponnesians and the Athenians, but to the utmost of his power tried to keep the truce between them unbroken. It was Sthenelaidas, an influential Spartan who was an ephor at the time, who was chiefly responsible for the war. Greece, that still stood firm, was shaken to its foundations by this war, and afterwards, when the structure had given way and was far from sound, was finally overthrown by Philip the son of Amyntas.
7.11. οὐ μὴν τὸν πόλεμόν γε τὸν Πελοποννησίων καὶ Ἀθηναίων γενέσθαι συνέσπευσεν. ἀλλὰ καὶ ἐς ὅσον δυνάμεως ἧκε, διαμεῖναί σφισιν ἔπρασσε τὰς σπονδάς. Σθενελαΐδας δὲ ἔς τε ἄλλα ὢν οὐκ ἀδύνατος ἐν Λακεδαίμονι καὶ ἐφορεύων ἐν τῷ τότε τοῦ πολέμου μάλιστα ἐγένετο αἴτιος· καὶ ὁ πόλεμος οὗτος εὖ τὴν Ἑλλάδα ἔτι βεβηκυῖαν διέσεισεν ἐκ βάθρων, καὶ ὕστερον Φίλιππος ὁ Ἀμύντου σαθρὰν ἤδη καὶ οὐ παντάπασιν ὑγιῆ προσκατήρειψεν αὐτήν.
8.1. Archidamus left sons when he died, of whom Agis was the elder and inherited the throne instead of Agesilaus. Archidamus had also a daughter, whose name was Cynisca; she was exceedingly ambitious to succeed at the Olympic games, and was the first woman to breed horses and the first to win an Olympic victory. After Cynisca other women, especially women of Lacedaemon, have won Olympic victories, but none of them was more distinguished for their victories than she.
8.1. Ἀρχιδάμου δὲ ὡς ἐτελεύτα καταλιπόντος παῖδας Ἆγίς τε πρεσβύτερος ἦν ἡλικίᾳ καὶ παρέλαβεν ἀντὶ Ἀγησιλάου τὴν ἀρχήν. ἐγένετο δὲ Ἀρχιδάμῳ καὶ θυγάτηρ, ὄνομα μὲν Κυνίσκα, φιλοτιμότατα δὲ ἐς τὸν ἀγῶνα ἔσχε τὸν Ὀλυμπικόν καὶ πρώτη τε ἱπποτρόφησε γυναικῶν καὶ νίκην ἀνείλετο Ὀλυμπικὴν πρώτη. Κυνίσκας δὲ ὕστερον γυναιξὶ καὶ ἄλλαις καὶ μάλιστα ταῖς ἐκ Λακεδαίμονος γεγόνασιν Ὀλυμπικαὶ νῖκαι, ὧν [ἡ] ἐπιφανεστέρα ἐς τὰς νίκας ⟨οὐδεμία⟩ ἐστὶν αὐτῆς.
8.2. The Spartans seem to me to be of all men the least moved by poetry and the praise of poets. For with the exception of the epigram upon Cynisca, of uncertain authorship, and the still earlier one upon Pausanias that Simonides wrote on the tripod dedicated at Delphi, there is no poetic composition to commemorate the doings of the royal houses of the Lacedaemonians.
8.2. δοκοῦσι δὲ οἱ Σπαρτιᾶταί μοι ποίησιν καὶ ἔπαινον τὸν ἀπʼ αὐτῆς ἥκιστα ἀνθρώπων θαυμάσαι· ὅτι γὰρ μὴ τῇ Κυνίσκᾳ τὸ ἐπίγραμμα ἐποίησεν ὅστις δή, καὶ ἔτι πρότερον Παυσανίᾳ τὸ ἐπὶ τῷ τρίποδι Σιμωνίδης τῷ ἀνατεθέντι ἐς Δελφούς, ἄλλο [δέ] γε παρὰ ἀνδρὸς ποιητοῦ Λακεδαιμονίων τοῖς βασιλεῦσιν οὐδέν ἐστιν ἐς μνήμην.
8.3. In the reign of Agis the son of Archidamus the Lacedaemonians had several grievances against the people of Elis, being especially exasperated because they were debarred from the Olympic games and the sanctuary at Olympia. So they dispatched a herald commanding the people of Elis to grant home-rule to Lepreum and to any other of their neighbors that were subject to them. The people of Elis replied that, when they saw the cities free that were neighbors of Sparta, they would without delay set free their own subjects; whereupon the Lacedaemonians under king Agis invaded the territory of Elis.
8.3. ἐπὶ δὲ Ἄγιδος τοῦ Ἀρχιδάμου βασιλεύοντος Λακεδαιμονίοις ἄλλα τε ἐγένετο ἐς Ἠλείους ἐγκλήματα καὶ τοῦ ἀγῶνος τοῦ Ὀλυμπικοῦ καὶ ἱεροῦ τοῦ Ὀλυμπίασιν ὑπʼ αὐτῶν εἰργόμενοι μάλιστα ἤχθοντο. ἀποστέλλουσιν οὖν κήρυκα ἐπίταγμα φέροντα Ἠλείοις Λεπρεάτας τε αὐτονόμους ἀφιέναι καὶ ὅσοι τῶν περιοίκων ἄλλοι σφίσιν ἦσαν ὑπήκοοι. ἀποκριναμένων δὲ Ἠλείων ὡς ἐπειδὰν τὰς περιοικίδας τῆς Σπάρτης πόλεις ἴδωσιν ἐλευθέρας, οὐδὲ αὐτοὶ μελλήσουσιν ἔτι ἀφιέναι τὰς ἑαυτῶν, οὕτω Λακεδαιμόνιοι καὶ ὁ βασιλεὺς Ἆγις ἐσβάλλουσιν ἐς τὴν Ἠλείαν.
8.4. On this occasion there occurred an earthquake, and the army retired home after advancing as far as Olympia and the Alpheus but in the next year Agis devastated the country and carried off most of the booty. Xenias, a man of Elis who was a personal friend of Agis and the state-friend of the Lacedaemonians, rose up with the rich citizens against the people but before Agis and his army could come to their aid, Thrasydaeus, who at this time championed the interests of the popular party at Elis, overthrew in battle Xenias and his followers and cast them out of the city.
8.4. τότε μὲν δὴ τοῦ θεοῦ σείσαντος ὀπίσω τὸ στράτευμα ἀπεχώρησεν ἄχρι Ὀλυμπίας καὶ τοῦ Ἀλφειοῦ προελθόντες· τῷ δὲ ἐφεξῆς ἔτει τήν τε χώραν ἐδῄωσεν ὁ Ἆγις καὶ ἤλασε τῆς λείας τὴν πολλήν. Ξενίας δὲ ἀνὴρ Ἠλεῖος Ἄγιδί τε ἰδίᾳ ξένος καὶ Λακεδαιμονίων τοῦ κοινοῦ πρόξενος ἐπανέστη τῷ δήμῳ σὺν τοῖς τὰ χρήματα ἔχουσι· πρὶν δὲ Ἆγιν καὶ τὸν στρατὸν ἀφῖχθαί σφισιν ἀμύνοντας, Θρασυδαῖος προεστηκὼς τότε τοῦ Ἠλείων δήμου μάχῃ Ξενίαν καὶ τοὺς σὺν αὐτῷ κρατήσας ἐξέβαλεν ἐκ τῆς πόλεως.
8.5. When Agis led back his army, he left behind Lysistratus, a Spartan, with a portion of his forces, along with the Elean refugees, that they might help the Lepreans to ravage the land. In the third year of the war the Lacedaemonians under Agis again prepared to invade the territory of Elis. So Thrasydaeus and the Eleans, reduced to dire extremities, agreed to forgo their supremacy over their neighbors, to dismantle the fortifications of their city, and to allow the Lacedaemonians to sacrifice to the god and to compete in the games at Olympia.
8.5. Ἆγις δὲ ὡς ἀπήγαγεν ὀπίσω τὴν στρατιάν, Λυσίστρατον Σπαρτιάτην καὶ μοῖράν τε τῆς δυνάμεως καὶ Ἠλείων καταλείπει τοὺς φυγάδας, κακουργεῖν σφᾶς ὁμοῦ Λεπρεάταις τὴν χώραν. τρίτῳ δὲ ἔτει τοῦ πολέμου Λακεδαιμόνιοι μὲν καὶ Ἆγις παρεσκευάζοντο ὡς ἐς τὴν Ἠλείαν καὶ τότε ἐσβαλοῦντες· οἱ δὲ Ἠλεῖοι καὶ Θρασυδαῖος—κεκακωμένοι γὰρ ἐς τὸ ἔσχατον ἦσαν— συγχωροῦσι μήτε τῶν περιοίκων ἔτι ἄρχειν καὶ τοῦ ἄστεως κατερεῖψαι τὸ τεῖχος, Λακεδαιμονίους τε ἐν Ὀλυμπίᾳ καὶ θύειν τῷ θεῷ καὶ τὸν ἀγῶνα ἐξεῖναί σφισιν ἀγωνίζεσθαι.
8.6. Agis used also to make continual incursions into Attica, and established the fortified post at Decelea to annoy the Athenians. When the Athenian navy was destroyed at Aegospotami, Lysander, the son of Aristocritus, and Agis violated the oaths which the Lacedaemonians as a state had sworn by the gods to the Athenians, and it was on their own initiative, and without the approval of the Spartan state, that they put before their allies the proposal to destroy Athens root and branch.
8.6. ἐνέβαλλε δὲ καὶ ἐς τὴν Ἀττικὴν συνεχῶς ὁ Ἆγις στρατιᾷ καὶ ἐπετείχισε φρούριον Ἀθηναίοις τὸ ἐν Δεκελείᾳ· καταλυθέντος δὲ ἐν Αἰγὸς ποταμοῖς τοῦ Ἀθηναίων ναυτικοῦ Λύσανδρος ὁ Ἀριστοκρίτου καὶ Ἆγις ὅρκους μὲν θεῶν ὑπερέβησαν, οὓς ὤμοσαν Ἀθηναίοις ἐν κοινῷ Λακεδαιμόνιοι, κατὰ σφᾶς δὲ αὐτοὶ καὶ οὐ μετὰ Σπαρτιατῶν τοῦ κοινοῦ τὸ βούλευμα ἐς τοὺς συμμάχους ἐξήνεγκαν ἐκκόψαι προρρίζους τὰς Ἀθήνας.
8.7. Such were the most remarkable military achievements of Agis. The rash remark that Ariston made about Demaratus was also made by Agis about his son Leotychides; at the suggestion of some evil spirit he said in the hearing of the ephors that he did not believe Leotychides to be his son. Yet Agis, too, repented afterwards; he was at the time being carried home sick from Arcadia, and when he reached Heraea, he not only called the people to witness that he sincerely believed Leotychides to be his very own son, but also with prayers and tears charged them to take the tidings to the Lacedaemonians.
8.7. τὰ μὲν οὖν ἐς πόλεμον μάλιστα ἐπίσημα τοιαῦτα ὑπῆρχε τῷ Ἄγιδι· προπέτειαν δὲ τὴν Ἀρίστωνος ἐς Δημάρατον καὶ Ἆγις ἐς τὸν παῖδα ἔσχε Λεωτυχίδην, καί οἱ κατά τινα οὐκ ἀγαθὸν δαίμονα ἐσῆλθεν ἐς ἐπήκοον τῶν ἐφόρων εἰπεῖν ὡς οὐχ αὑτοῦ νομίζοι Λεωτυχίδην. ἐπέλαβε μέντοι καὶ Ἆγιν μετάνοια ὕστερον, καὶ—ἔφερον γὰρ τηνικαῦτα οἴκαδε ἐξ Ἀρκαδίας αὐτὸν νοσοῦντα—ὡς ἐγίνετο ἐν Ἡραίᾳ, καὶ τὸ πλῆθος μάρτυρας ἐποιεῖτο ἦ μὴν Λεωτυχίδην ἑαυτοῦ παῖδα ἡγεῖσθαι καί σφισι σὺν ἱκεσίᾳ τε καὶ δακρύοις ἐπέσκηπτε πρὸς Λακεδαιμονίους ταῦτα ἀπαγγέλλειν.
8.8. After the death of Agis, Agesilaus tried to keep Leotychides from the throne, recalling to the minds of the Lacedaemonians what Agis once said about Leotychides. But the Arcadians from Heraea arrived and bore witness for Leotychides, stating what they had heard the dying Agis say.
8.8. μετὰ δὲ Ἆγιν ἀποθανόντα ἀπήλαυνεν Ἀγησίλαος τῆς βασιλείας Λεωτυχίδην, ἐς μνήμην ἄγων Λακεδαιμονίοις τὰ ὑπὸ Ἄγιδός ποτε λεχθέντα ἐς τὸν Λεωτυχίδην. ἀφίκοντο δὲ καὶ οἱ ἐξ Ἡραίας Ἀρκάδες καὶ ἦσαν τῷ Λεωτυχίδῃ μάρτυρες ὁπόσα Ἄγιδος τελευτῶντος ἤκουσαν.
8.9. Yet further fuel for the controversy between Agesilaus and Leotychides was supplied by the oracle that was delivered at Delphi to this effect:—Sparta beware! though haughty, pay heed to the warning I give thee.Never let thy sound limbs give birth to a kingdom that lame is.Too long then shalt thou lie in the clutches of desperate hardships;Turmoil of war shall arise, o'erwhelming men in its billows.
8.9. τῷ δὲ Ἀγησιλάῳ καὶ Λεωτυχίδῃ παρέσχεν ἐς πλέον τὸ μάντευμα ἀντιλογίαν τὸ ἐκ Δελφῶν, γεγονὸς μὲν ἐκεῖ, ἔχον δὲ οὕτω·φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα,μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία.δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἄελπτοιφθερσιβρότου τʼ ἐπὶ κῦμα κυκωόμενον πολέμοιο.
8.10. Leotychides on this occasion said that these words pointed to Agesilaus, who was lame in one of his feet, while Agesilaus interpreted them as alluding to the illegitimacy of Leotychides. Although they might have done so, the Lacedaemonians did not refer the disputed point to Delphi; the reason was in my opinion that Lysander, the son of Aristocritus, an active supporter of Agesilaus, would have him king at all costs.
8.10. τότε οὖν Λεωτυχίδης μὲν ἐς Ἀγησίλαον ταῦτα ἔφασκεν εἰρῆσθαι, τὸν γὰρ δὴ ἕτερον τῶν ποδῶν ἐπεπήρωτο ὁ Ἀγησίλαος· Ἀγησίλαος δὲ ἐς Λεωτυχίδην αὐτὰ ἔτρεπεν οὐ γνήσιον ὄντα Ἄγιδος. Λακεδαιμόνιοι δέ, καίπερ ἐπὶ σφίσιν ὄν, οὐκ ἐπανήγαγον τὸ ἀμφισβήτημα ἐς Δελφούς· αἴτιος δʼ ἐμοὶ δοκεῖν Λύσανδρος ἐγένετο ὁ Ἀριστοκρίτου ⟨Ἀγησιλάῳ⟩ συσπεύδων ἐξ ἅπαντος τὴν βασιλείαν γενέσθαι.
9.1. So Agesilaus, son of Archidamus, became king, and the Lacedaemonians resolved to cross with a fleet to Asia in order to put down Artaxerxes, son of Dareius. For they were informed by several of their magistrates, especially by Lysander, that it was not Artaxerxes but Cyrus who had been supplying the pay for the fleet during the war with Athens. Agesilaus, who was appointed to lead the expedition across to Asia and to be in command of the land forces, sent round to all parts of the Peloponnesus, except Argos, and to the Greeks north of the Isthmus, asking for allies.
9.1. βασιλεύει τε δὴ Ἀγησίλαος ὁ Ἀρχιδάμου καὶ Λακεδαιμονίοις ἤρεσε διαβῆναι ναυσὶν ἐς τὴν Ἀσίαν, Ἀρταξέρξην τὸν Δαρείου αἱρήσοντας· ἐδιδάσκοντο γὰρ ὑπό τε ἄλλων τῶν ἐν τέλει καὶ μάλιστα ὑπὸ Λυσάνδρου μὴ τὸν Ἀρταξέρξην σφίσιν ἐν τῷ πρὸς Ἀθηναίους πολέμῳ, Κῦρον δὲ εἶναι τὸν τὰ χρήματα διδόντα ἐς τὰς ναῦς. Ἀγησίλαος δὲ—ἀπεδείχθη γὰρ διαβιβάσαι τε ἐς τὴν Ἀσίαν τὸν στρατὸν καὶ δυνάμεως ἡγεμὼν τῆς πεζῆς—περιέπεμπεν ἔς τε Πελοπόννησον πλὴν Ἄργους καὶ ἐς τοὺς Ἕλληνας τοὺς ἐκτὸς Ἰσθμοῦ, συμμαχεῖν σφισιν ἐπαγγέλλων.
9.2. Now the Corinthians were most eager to take part in the expedition to Asia, but considering it a bad omen that their temple of Zeus surnamed Olympian had been suddenly burnt down, they reluctantly remained behind. The Athenians excused themselves on the ground that their city was returning to its former state of prosperity after the Peloponnesian war and the epidemic of plague, and the news brought by messengers, that Conon, son of Timotheus, had gone up to the Persian king, strongly confirmed them in their policy of inactivity.
9.2. Κορίνθιοι μὲν οὖν, καίπερ ἐς τὰ μάλιστα ἔχοντες προθύμως μετασχεῖν τοῦ ἐς τὴν Ἀσίαν στόλου, κατακαυθέντος σφίσιν ἐξαίφνης ναοῦ Διὸς ἐπίκλησιν Ὀλυμπίου, ποιησάμενοι πονηρὸν οἰωνὸν καταμένουσιν ἄκοντες. Ἀθηναίοις δὲ ἦν μὲν ἡ πρόφασις ἐκ τοῦ Πελοποννησίων πολέμου καὶ ἐκ νόσου τῆς λοιμώδους ἐπανήκειν τὴν πόλιν ἐς τὴν πρότερόν ποτε οὖσαν εὐδαιμονίαν· πυνθανόμενοι δὲ διʼ ἀγγέλων ὡς Κόνων ὁ Τιμοθέου παρὰ βασιλέα ἀναβεβηκὼς εἴη, κατὰ τοῦτο ἡσύχαζον μάλιστα.
9.3. The envoy dispatched to Thebes was Aristomelidas, the father of the mother of Agesilaus, a close friend of the Thebans who, when the wall of Plataea had been taken, had been one of the judges voting that the remnant of the garrison should be put to death. Now the Thebans like the Athenians refused, saying that they would give no help. When Agesilaus had assembled his Lacedaemonian forces and those of the allies, and at the same time the fleet was ready, he went to Aulis to sacrifice to Artemis, because Agamemnon too had propitiated the goddess here before leading the expedition to Troy.
9.3. ἀπεστάλη δὲ καὶ ἐς Θήβας πρεσβεύειν Ἀριστομηλίδας, μητρὸς μὲν τῆς Ἀγησιλάου πατήρ, Θηβαίοις δὲ εἶχεν ἐπιτηδείως καὶ ἐγεγόνει τῶν δικαστῶν, οἳ Πλαταιεῦσιν ἁλόντος τοῦ τείχους ἀποθανεῖν τοὺς ἐγκαταληφθέντας ἔγνωσαν. Θηβαῖοι μὲν οὖν κατὰ τὰ αὐτὰ Ἀθηναίοις ἀπείπαντο, οὐ φάμενοι βοηθήσειν· Ἀγησίλαος δέ, ὡς αὐτῷ τά τε οἴκοθεν καὶ παρὰ τῶν συμμάχων τὸ στράτευμα ἤθροιστο καὶ ἅμα αἱ νῆες εὐτρεπεῖς ἦσαν, ἀφίκετο ἐς Αὐλίδα τῇ Ἀρτέμιδι θύσων, ὅτι καὶ Ἀγαμέμνων ἐνταῦθα ἱλασάμενος τὴν θεὸν τὸν ἐς Τροίαν στόλον ἤγαγεν.
9.4. Agesilaus, then, claimed to be king of a more prosperous city than was Agamemnon, and to be like him overlord of all Greece, and that it would be a more glorious success to conquer Artaxerxes and acquire the riches of Persia than to destroy the empire of Priam. but even as he was sacrificing armed Thebans came upon him, threw dawn from the altar the still burning thighbones of the victims, and drove him from the sanctuary.
9.4. ἠξίου δὲ ἄρα ὁ Ἀγησίλαος πόλεώς τε εὐδαιμονεστέρας ἢ Ἀγαμέμνων βασιλεὺς εἶναι καὶ ἄρχειν τῆς Ἑλλάδος πάσης ὁμοίως ἐκείνῳ, τό τε κατόρθωμα ἐπιφανέστερον ἔσεσθαι βασιλέα κρατήσαντα Ἀρταξέρξην εὐδαιμονίαν κτήσασθαι τὴν Περσῶν ἢ ἀρχὴν καθελεῖν τὴν Πριάμου. θύοντος δὲ αὐτοῦ Θηβαῖοι σὺν ὅπλοις ἐπελθόντες τῶν τε ἱερείων καιόμενα ἤδη τὰ μηρία ἀπορρίπτουσιν ἀπὸ τοῦ βωμοῦ καὶ αὐτὸν ἐξελαύνουσιν ἐκ τοῦ ἱεροῦ.
9.5. Though vexed that the sacrifice was not completed, Agesilaus nevertheless crossed into Asia and launched an attack against Sardes for Lydia at this period was the most important district of lower Asia, and Sardes, pre-eminent for its wealth and resources, had been assigned as a residence to the satrap of the coast region, just as Susa had been to the king himself.
9.5. Ἀγησίλαον δὲ ἐλύπει μὲν ἡ θυσία μὴ τελεσθεῖσα, διέβαινε δὲ ὅμως ἐς τὴν Ἀσίαν καὶ ἤλαυνεν ἐπὶ τὰς Σάρδεις· ἦν γὰρ δὴ τῆς Ἀσίας τῆς κάτω μέγιστον μέρος τηνικαῦτα ἡ Λυδία, καὶ αἱ Σάρδεις πλούτῳ καὶ παρασκευῇ προεῖχον, τῷ τε σατραπεύοντι ἐπὶ θαλάσσῃ τοῦτο οἰκητήριον ἀπεδέδεικτο καθάπερ γε αὐτῷ βασιλεῖ τὰ Σοῦσα.
9.6. A battle was fought on the plain of the Hermus with Tissaphernes, satrap of the parts around Ionia, in which Agesilaus conquered the cavalry of the Persians and the infantry, of which the muster on this occasion had been surpassed only in the expedition of Xerxes and in the earlier ones of Dareius against the Scythians and against Athens. The Lacedaemonians, admiring the energy of Agesilaus, added to his command the control of the fleet. But Agesilaus made his brother-in-law, Peisander, admiral, and devoted himself to carrying on the war vigorously by land.
9.6. γενομένης δὲ πρὸς Τισσαφέρνην σατράπην τῶν περὶ Ἰωνίαν μάχης ἐν Ἕρμου πεδίῳ τήν τε ἵππον τῶν Περσῶν ἐνίκησεν ὁ Ἀγησίλαος καὶ τὸ πεζὸν τότε πλεῖστον ἀθροισθὲν μετά γε τὸν Ξέρξου καὶ πρότερον ἔτι ἐπὶ Σκύθας Δαρείου καὶ ἐπὶ Ἀθήνας στρατόν. Λακεδαιμόνιοι δὲ ἀγασθέντες τὸ ἐς τὰ πράγματα τοῦ Ἀγησιλάου πρόθυμον διδόασιν ἄρχοντα εἶναι καὶ τῶν νεῶν αὐτῷ. ὁ δὲ ταῖς μὲν τριήρεσιν ἐπέστησεν ἡγεμόνα Πείσανδρον—τοῦ Πεισάνδρου δὲ ἐτύγχανε συνοικῶν ἀδελφῇ—, τῷ πολέμῳ δὲ αὐτὸς κατὰ γῆν προσεῖχεν ἐρρωμένως.
9.7. The jealousy of some deity prevented him from bringing his plans to their conclusion. For when Artaxerxes heard of the victories won by Agesilaus, and how, by attending to the task that lay before him, he advanced with his army even further and further, he put Tissaphernes to death in spite of his previous services, and sent down to the sea Tithraustes, a clever schemer who had some grudge against the Lacedaemonians.
9.7. καί οἱ θεῶν τις ἐβάσκηνε μὴ ἀγαγεῖν τὰ βουλεύματα ἐς τέλος. ὡς γὰρ δὴ ἐπύθετο Ἀρταξέρξης μάχας τε ἃς ἐνίκησεν Ἀγησίλαος καὶ ὡς ⟨ἐς⟩ τὸ πρόσω χειρούμενος τὰ ἐν ποσὶ πρόεισιν ἀεὶ σὺν τῷ στρατῷ, Τισσαφέρνην μὲν καίπερ τὰ πρότερα εὐεργέτην ὄντα ζημιοῖ θανάτῳ, Τιθραύστην δὲ κατέπεμψεν ἐπὶ θάλασσαν, [καὶ] φρονῆσαί τε δεινὸν καί τι καὶ ἐς τοὺς Λακεδαιμονίους ἔχοντα δυσνοίας.
9.8. On his arrival at Sardes he at once thought out a plan by which to force the Lacedaemonians to recall their army from Asia. He sent Timocrates, a Rhodian, to Greece with money, instructing him to stir up in Greece a war against the Lacedaemonians. Those who shared in this money are said to have been the Argives Cylon and Sodamas, the Thebans Androcleides, Ismenias and Amphithemis, the Athenians Cephalus and Epicrates, with the Corinthians who had Argive sympathies, Polyanthes and Timolaus.
9.8. οὗτος ὡς ἀφίκετο ἐς Σάρδεις, αὐτίκα ἐπενόει τρόπον ᾧ τινι ἀναγκάσει Λακεδαιμονίους τὴν ἐκ τῆς Ἀσίας ἀνακαλέσασθαι στρατιάν. ἄνδρα οὖν Ῥόδιον Τιμοκράτην ἐς τὴν Ἑλλάδα πέμπει χρήματα ἄγοντα, ἐντειλάμενος πόλεμον ἐν τῇ Ἑλλάδι ἐργάσασθαι Λακεδαιμονίοις. οἱ δὲ τῶν χρημάτων μεταλαβόντες Ἀργείων μὲν Κύλων τε εἶναι λέγονται καὶ Σωδάμας, ἐν Θήβαις δὲ Ἀνδροκλείδης καὶ Ἰσμηνίας καὶ Ἀμφίθεμις· μετέσχε δὲ καὶ Ἀθηναῖος Κέφαλος καὶ Ἐπικράτης καὶ ὅσοι Κορινθίων ἐφρόνουν τὰ Ἀργείων Πολυάνθης τε καὶ Τιμόλαος.
9.9. But those who first openly started the war were the Locrians from Amphissa. For there happened to be a piece of land the ownership of which was a matter of dispute between the Locrians and the Phocians. Egged on by Ismenias and his party at Thebes, the Locrians cut the ripe corn in this land and drove off the booty. The Phocians on their side invaded Locris with all their forces, and laid waste the land.
9.9. οἱ δὲ ἐς τὸ φανερὸν τοῦ πολέμου παρασχόντες τὴν ἀρχὴν ἐγένοντο οἱ ἐξ Ἀμφίσσης Λοκροί. τοῖς γὰρ δὴ Λοκροῖς γῆ πρὸς τοὺς Φωκέας ἐτύγχανεν οὖσα ἀμφισβητήσιμος [γῆ]· ἐκ ταύτης ὑπὸ Θηβαίων ἐπαρθέντες τῶν περὶ Ἰσμηνίαν τόν τε σῖτον ἀκμάζοντα ἔτεμον καὶ ἤλασαν λείαν ἄγοντες· ἐνέβαλον δὲ πανδημεὶ καὶ οἱ Φωκεῖς ἐς τὴν Λοκρίδα καὶ ἐδῄωσαν τὴν χώραν.
9.10. So the Locrians brought in the Thebans as allies, and devastated Phocis. Going to Lacedaemon the Phocians inveighed against the Thebans, and set forth what they had suffered at their hands. The Lacedaemonians determined to make war against Thebes, chief among their grievances being the outrageous way the Thebans behaved towards Agesilaus when he was sacrificing at Aulis.
9.10. ἐπηγάγοντο οὖν οἱ Λοκροὶ συμμάχους Θηβαίους καὶ τὴν Φωκίδα ἐπόρθησαν· ἐς δὲ τὴν Λακεδαίμονα ἐλθόντες οἱ Φωκεῖς τοῖς Θηβαίοις ἐπέκειντο καὶ ἐδίδασκον οἷα ἐπεπόνθεσαν ὑπʼ αὐτῶν. Λακεδαιμονίοις δὲ πόλεμον πρὸς Θηβαίους ἔδοξεν ἄρασθαι· ἐποιοῦντο δὲ ἐς αὐτοὺς καὶ ἄλλα ἐγκλήματα καὶ τὴν ἐν Αὐλίδι αὐτῶν ὕβριν ἐς τὴν Ἀγησιλάου θυσίαν.
9.11. The Athenians receiving early intimation of the Lacedaemonians' intentions, sent to Sparta begging them to submit their grievances to a court of arbitration instead of appealing to arms, but the Lacedaemonians dismissed the envoys in anger. The sequel, how the Lacedaemonians set forth and how Lysander died, I have already described in my account of Pausanias.
9.11. Ἀθηναῖοι δὲ τὴν διάνοιαν τῶν Λακεδαιμονίων προπεπυσμένοι πέμπουσιν ἐς Σπάρτην, ὅπλα μὲν [ἐπὶ σφᾶς] ἐπὶ Θήβας δεόμενοι μὴ κινῆσαι, δίκῃ δὲ ὑπὲρ ὧν ἐγκαλοῦσι διακρίνεσθαι· Λακεδαιμόνιοι δὲ πρὸς ὀργὴν ἀποπέμπουσι τὴν πρεσβείαν. τὰ δὲ ἐπὶ τούτοις ἔς τε τὴν Λακεδαιμονίων ἔξοδον καὶ τὰ ἐς τὴν Λυσάνδρου τελευτὴν ἐδήλωσέ μοι τοῦ λόγου τὰ ἐς Παυσανίαν·
9.12. And what was called the Corinthian war, which continually became more serious, had its origin in the expedition of the Lacedaemonians into Boeotia. So these circumstances compelled Agesilaus to lead his army back from Asia. Crossing with his fleet from Abydos to Sestos he passed through Thrace as far as Thessaly, where the Thessalians, to please the Thebans, tried to prevent his further progress; there was also an old friendship between them and Athens.
9.12. καὶ ὁ κληθεὶς Κορινθιακὸς πόλεμος ἐς πλέον ἀεὶ προῆλθεν ἀπὸ τῆς Λακεδαιμονίων ἀρξάμενος ἐς Βοιωτίαν ἐξόδου. κατὰ ταύτην μὲν δὴ τὴν ἀνάγκην ὀπίσω τὸ στράτευμα ἐκ τῆς Ἀσίας ἀπῆγεν Ἀγησίλαος· ἐπεὶ δὲ ἐξ Ἀβύδου περαιωθεὶς ναυσὶν ἐς Σηστὸν καὶ διεξελθὼν τὴν Θρᾴκην ἀφίκετο ἐς Θεσσαλίαν, ἐνταῦθα οἱ Θεσσαλοὶ χάριτι τῇ ἐς Θηβαίους τοῦ πρόσω τὸν Ἀγησίλαον ἐπειρῶντο εἴργειν· ἦν δέ τι εὐνοίας ἐκ παλαιοῦ καὶ ἐς τὴν πόλιν αὐτοῖς τὴν Ἀθηναίων.
9.13. But Agesilaus put the Thessalian cavalry to flight and passed through Thessaly, and again made his way through Boeotia, winning a victory over Thebes and the allies at Coronea. When the Boeotians were put to flight, certain of them took refuge in the sanctuary of Athena surnamed Itonia. Agesilaus, although suffering from a wound received in the battle, did not sin against the suppliants.
9.13. Ἀγησίλαος δὲ Θεσσαλίαν τε διεξῆλθε τρεψάμενος αὐτῶν τὸ ἱππικὸν καὶ αὖθις διὰ Βοιωτῶν διώδευσε Θηβαίους ἐν Κορωνείᾳ καὶ τὸ ἄλλο νικήσας συμμαχικόν. ὡς δὲ ἐτράποντο οἱ Βοιωτοί, καταφεύγουσιν ἄνδρες ἐξ αὐτῶν ἐς ἱερὸν Ἀθηνᾶς ἐπίκλησιν Ἰτωνίας· Ἀγησίλαος δὲ εἶχε μὲν τραῦμα ἐκ τῆς μάχης, ἐς δὲ τοὺς ἱκέτας παρενόμησεν οὐδʼ οὕτως.
10.1. Not long afterwards the Corinthians in exile for pro-Spartan sympathies held the Isthmian games. The Corinthians in the city made no move at the time, through their fear of Agesilaus but when he marched to Sparta, they too celebrated the Isthmian games along with the Argives. Agesilaus again marched with an army against Corinth, and, as the festival Hyacinthia was at hand, he gave the Amycleans leave to go back home and perform the traditional rites in honor of Apollo and Hyacinthus. This battalion was attacked on the way and annihilated by the Athenians under Iphicrates.
10.1. οὐ πολλῷ δὲ ὕστερον τὸν ἀγῶνα ἔθηκαν τῶν Ἰσθμίων οἱ ἐπὶ λακωνισμῷ φεύγοντες Κορίνθιοι⟨. οἱ⟩ δὲ ἐν τῇ πόλει τότε μὲν τῷ Ἀγησιλάου δείματι ἡσύχαζον· ἀναζεύξαντος δὲ ἐς τὴν Σπάρτην, οὕτω καὶ αὐτοὶ μετὰ Ἀργείων τὰ Ἴσθμια ἄγουσιν. ἀφίκετο δὲ καὶ αὖθις ἐπὶ Κόρινθον στρατιᾷ· καὶ—ἐπῄει γὰρ Ὑακίνθια—ἀφίησι τοὺς Ἀμυκλαιεῖς οἴκαδε ἀπελθόντας τὰ καθεστηκότα τῷ τε Ἀπόλλωνι καὶ Ὑακίνθῳ δρᾶσαι. ταύτην τὴν μοῖραν ἐπιθέμενοι καθʼ ὁδὸν Ἀθηναῖοι καὶ Ἰφικράτης διέφθειραν·
10.2. Agesilaus went also to Aetolia to give assistance to the Aetolians, who were hard pressed in a war with, the Acarnanians; these he compelled to put an end to the war, although they had come very near capturing Calydon and the other towns of the Aetolians. Afterwards he sailed to Egypt, to succor the Egyptians who had revolted from the king of Persia. Agesilaus performed many noteworthy achievements in Egypt, but, being by this time ah old man, he died on the march. then his dead body was brought home, the Lacedaemonians buried it with greater honors than they had given to any other king.
10.2. Ἀγησίλαος δὲ καὶ ἐς Αἰτωλίαν ἐπικουρήσων ἀφίκετο Αἰτωλοῖς ὑπὸ Ἀκαρνάνων πολέμῳ πιεζομένοις, καὶ Ἀκαρνᾶνας ἠνάγκασε καταλύσασθαι τὸν πόλεμον οὐ πολὺ ἀποδέοντας Καλυδῶνα καὶ τὰ ἄλλα Αἰτωλῶν πολίσματα ᾑρηκέναι. χρόνῳ δὲ ὕστερον ἔπλευσε καὶ ἐς Αἴγυπτον, ἀφεστηκότων ἀπὸ βασιλέως τῶν Αἰγυπτίων βοηθήσων· καὶ ἔστιν Ἀγησιλάῳ πολλά τε εἰργασμένα καὶ μνήμης ἄξια ἐν Αἰγύπτῳ. καὶ—ἦν γὰρ δὴ ἤδη γέρων—τὸν μὲν κατὰ τὴν πορείαν ἐπέλαβεν ἡ μοῖρα· Λακεδαιμόνιοι δέ, ὡς ἐκομίσθη σφίσιν ὁ νεκρός, θάπτουσιν αὐτὸν βασιλέων τιμήσαντες μάλιστα.
10.3. In the reign of Archidamus, son of Agesilaus, the Phocians seized the sanctuary at Delphi. To help in a war with Thebes the Phocians hired with its wealth independent mercenaries, but they here also aided publicly by the Lacedaemonians and Athenians, the latter calling to mind some old service rendered by the Phocians, the former, too, pretending to be friends when their real reason was, I think, hatred of the Thebans. Theopompus, son of Damasistratus, said that Archidamus himself had a share of the Delphic money, and further that Deinicha the wife of Archidamus, receiving a bribe from the chief men of the Phocians, made Archidamus more ready to bring them reinforcements.
10.3. Ἀρχιδάμου δὲ τοῦ Ἀγησιλάου βασιλεύοντος κατέλαβον τὸ ἱερὸν Φωκεῖς τὸ ἐν Δελφοῖς. Θηβαίοις μὲν δὴ πολεμεῖν τοῖς Φωκεῦσιν ἀφίκετο μὲν καὶ ἰδίᾳ συμμαχικὰ ἐπὶ χρήμασιν, ἀπὸ δὲ κοινοῦ λόγου Λακεδαιμόνιοί τε καὶ Ἀθηναῖοί σφισιν ἤμυνον, οἱ μὲν ἀρχαίαν δή τινα ἐκ τῶν Φωκέων μνημονεύοντες εὐεργεσίαν, Λακεδαιμόνιοι δὲ προφάσει μὲν καὶ οὗτοι φιλίας, κατὰ ἔχθος δὲ ἐμοὶ δοκεῖν τὸ Θηβαίων. Θεόπομπος δὲ ὁ Δαμασιστράτου τόν τε Ἀρχίδαμον μετασχεῖν τῶν χρημάτων αὐτὸν καὶ ἔτι Δεινίχαν τὴν Ἀρχιδάμου γυναῖκα παρὰ τῶν δυναστευόντων ἐν Φωκεῦσιν ἔφη λαμβάνουσαν δωρεὰν ἑτοιμότερον ποιεῖν σφισιν ἐς τὴν συμμαχίαν Ἀρχίδαμον.
10.4. To accept sacred money and to help men who had pillaged the most famous of oracles I do not hold praiseworthy, but the following incident does redound to his praise. The Phocians were contemplating the cruel course of killing the Delphians of vigorous age, enslaving the women and children, and levelling the city itself to the ground; it was due to the intercession of Archidamus that they escaped this fate at the hands of the Phocians.
10.4. τὸ μὲν δὴ χρήματα ἱερὰ δέξασθαι καὶ ἀνδράσιν ἀμῦναι μαντείων πορθήσασι τὸ ἐπιφανέστατον οὐκ ἐς ἔπαινον τίθεμαι, τοσοῦτον δέ οἱ πρόσεστιν ἐς ἔπαινον· Δελφῶν γὰρ τούς τε ἡβῶντας ἀποκτεῖναι καὶ γυναῖκας καὶ τέκνα ἐξανδραποδίσασθαι, καταβαλεῖν δὲ καὶ αὐτὴν ἐς ἔδαφος τὴν πόλιν ἐτόλμων οἱ Φωκεῖς· ταῦτα οὖν μὴ παθεῖν ὑπὸ τῶν Φωκέων αὐτοὺς παρῃτήσατο Ἀρχίδαμος.
10.5. Archidamus afterwards also crossed over into Italy to help the Tarentines to wage war against their foreign neighbors. Here he was killed by the foreigners, and his corpse missed burial owing to the anger of Apollo. Agis, the elder son of this Archidamus, met his death fighting against Antipater and the Macedonians, but while the younger son, Eudamidas, was king, the Lacedaemonians enjoyed peace. The history of Agis, son of Eudamidas, and of Eurydamidas, son of Agis, my account of Sicyon has already set forth.
10.5. διέβη δὲ καὶ ἐς Ἰταλίαν ὕστερον Ταραντίνοις βαρβάρων πόλεμον συνδιοίσων σφίσιν ὁμόρων· καὶ ἀπέθανέ τε αὐτόθι ὑπὸ τῶν βαρβάρων καὶ αὐτοῦ τὸν νεκρὸν ἁμαρτεῖν τάφου τὸ μήνιμα ἐγένετο ἐμποδὼν τὸ ἐκ τοῦ Ἀπόλλωνος. τοῦ δὲ Ἀρχιδάμου τούτου τὸν μὲν πρεσβύτερον παῖδα Ἆγιν κατέλαβεν ἀποθανεῖν Μακεδόσιν ἐναντία καὶ Ἀντιπάτρῳ μαχεσάμενον, Εὐδαμίδας δὲ ὁ νεώτερος Λακεδαιμονίοις ἐβασίλευσεν ἄγουσιν εἰρήνην. τὰ δὲ ἐς Ἆγιν τὸν Εὐδαμίδου καὶ ἐς Εὐρυδαμίδαν τὸν Ἄγιδος ὡς ἔσχεν, ἤδη μοι καὶ τάδε ἡ Σικυωνία ⟨συγ⟩γραφὴ διεξῄει.
10.6. On the way from the Hermae the whole of the region is full of oak-trees. The name of the district, Scotitas (Dark), is not due to the unbroken woods but to Zeus surnamed Scotitas, and there is a sanctuary of Zeus Scotitas on the left of the road and about ten stades from it. If you go back from the sanctuary to the road, advance a little and then turn again to the left, you come to an image of Heracles and a trophy, which I was told Heracles raised after killing Hippocoon and his sons.
10.6. ἰοῦσι δὲ ἀπὸ τῶν Ἑρμῶν ἐστιν ὁ τόπος οὗτος ἅπας δρυῶν πλήρης· τὸ δὲ ὄνομα τῷ χωρίῳ Σκοτίταν [τὸ δὲ σκότος] οὐ τὸ συνεχὲς τῶν δένδρων ἐποίησεν, ἀλλὰ Ζεὺς ἐπίκλησιν ἔσχε Σκοτίτας, καὶ ἔστιν ἐν ἀριστερᾷ τῆς ὁδοῦ δέκα μάλιστά που στάδια ἐκτραπομένοις ἱερὸν Σκοτίτα Διός. ἐπανελθόντων δὲ ἐντεῦθεν προελθοῦσιν ὀλίγον καὶ τραπεῖσιν αὖθις ἐς ἀριστερὰν ἄγαλμά ἐστιν Ἡρακλέους καὶ τρόπαιον· ἀναστῆσαι δὲ ἐλέγετο Ἡρακλῆς ἀποκτείνας Ἱπποκόωντα καὶ τοὺς παῖδας.
10.7. The third branch from the straight road is on the right, and leads to Caryae (Walnut-trees) and to the sanctuary of Artemis. For Caryae is a region sacred to Artemis and the nymphs, and here stands in the open an image of Artemis Caryatis. Here every year the Lacedaemonian maidens hold chorus-dances, and they have a traditional native dance. On returning, as you go along the highway, you come to the ruins of Sellasia. The people of this city, as I have stated already, were sold into slavery by the Achaeans after they had conquered in battle the Lacedaemonians under their king Cleomenes, the son of Leonidas.
10.7. τρίτη δὲ ἐκ τῆς ὁδοῦ τῆς εὐθείας ἐκβολὴ κατὰ τὰ δεξιὰ ἐς Καρύας ἄγει καὶ ἐς τὸ ἱερὸν τῆς Ἀρτέμιδος. τὸ γὰρ χωρίον Ἀρτέμιδος καὶ Νυμφῶν ἐστιν αἱ Κάρυαι καὶ ἄγαλμα ἕστηκεν Ἀρτέμιδος ἐν ὑπαίθρῳ Καρυάτιδος· χοροὺς δὲ ἐνταῦθα αἱ Λακεδαιμονίων παρθένοι κατὰ ἔτος ἱστᾶσι καὶ ἐπιχώριος αὐταῖς καθέστηκεν ὄρχησις. ἀναστρέψαντι δὲ καὶ κατὰ τὴν λεωφόρον ἰόντι ἐρείπια Σελλασίας ἐστί· ταύτην, καθὰ καὶ πρότερον ἔγραψα, ἠνδραποδίσαντο Ἀχαιοὶ Λακεδαιμονίους καὶ τὸν βασιλέα Κλεομένην τὸν Λεωνίδου μάχῃ νικήσαντες.
10.8. In Thornax, which you will reach as you go along, is an image of Apollo Pythaeus, made after the style of the one at Amyclae; the fashion of it I will describe when I come to speak of the latter. For in the eyes of the Lacedaemonians the cult of the Amyclaean is the more distinguished, so that they spent on adorning the image in Amyclae even the gold which Croesus the Lydian sent for Apollo Pythaeus.
10.8. ἐν δὲ Θόρνακι—ἐς γὰρ τοῦτον ἀφίξῃ προϊών—ἄγαλμά ἐστι Πυθαέως Ἀπόλλωνος κατὰ τὰ αὐτὰ τῷ ἐν Ἀμύκλαις πεποιημένον· τὸ δὲ σχῆμα ὁποῖόν ἐστιν, ἐπʼ ἐκείνῳ γράψω. Λακεδαιμονίοις γὰρ ἐπιφανέστερά ἐστι τὰ ἐς τὸν Ἀμυκλαῖον, ὥστε καὶ τὸν χρυσόν, ὃν Κροῖσος ὁ Λυδὸς τῷ Ἀπόλλωνι ἔπεμψε τῷ Πυθαεῖ, τούτῳ ἐς κόσμον τοῦ ἐν Ἀμύκλαις κατεχρήσαντο ἀγάλματος.
11.1. Farther on from Thornax is the city, which was originally named Sparta, but in course of time came to be called Lacedaemon as well, a name which till then belonged to the land. To prevent misconception, I added in my account of Attica that I had not mentioned everything in order, but had made a selection of what was most noteworthy. This I will repeat before beginning my account of Sparta; for from the beginning the plan of my work has been to discard the many trivial stories current among the several communities, and to pick out the things most worthy of mention—an excellent rule which I will never violate.
11.1. ἀπὸ δὲ Θόρνακος προελθόντι ἔστιν ἡ πόλις, Σπάρτη μὲν ὀνομασθεῖσα ἐξ ἀρχῆς, προσλαβοῦσα δὲ ἀνὰ χρόνον καὶ Λακεδαίμων ἡ αὐτὴ καλεῖσθαι· τέως δὲ τὸ ὄνομα τοῦτο ἔκειτο τῇ γῇ. ὃ δὲ ἐν τῇ συγγραφῇ μοι τῇ Ἀτθίδι ἐπανόρθωμα ἐγένετο, μὴ τὰ πάντα με ἐφεξῆς, ⟨τὰ δὲ⟩ μάλιστα ἄξια μνήμης ἐπιλεξάμενον ἀπʼ αὐτῶν εἰρηκέναι, δηλώσω δὴ πρὸ τοῦ λόγου τοῦ ἐς Σπαρτιάτας· ἐμοὶ γὰρ ἐξ ἀρχῆς ἠθέλησεν ὁ λόγος ἀπὸ πολλῶν καὶ οὐκ ἀξίων ἀφηγήσεως, ὧν [ἃ] ἕκαστοι παρὰ σφίσι λέγουσιν, ἀποκρῖναι τὰ ἀξιολογώτατα. ὡς οὖν εὖ βεβουλευμένος οὐκ ἔστιν ὅπου παραβήσομαι.
11.2. The Lacedaemonians who live in Sparta have a market-place worth seeing; the council-chamber of the senate, and the offices of the ephors, of the guardians of the laws, and of those called the Bidiaeans, are all in the market-place. The senate is the council which has the supreme control of the Lacedaemonian constitution, the other officials form the executive. Both the ephors and the Bidiaeans are five in number; it is customary for the latter to hold competitions for the lads, particularly the one at the place called Platanistas (Plane-tree Grove), while the ephors transact the most serious business, one of them giving his name to the year, just as at Athens this privilege belongs to one of those called the Nine Archons.
11.2. Λακεδαιμονίων τοῖς Σπάρτην ἔχουσίν ἐστιν ἀγορὰ θέας ἀξία, καὶ τῆς τε γερουσίας βουλευτήριον καὶ τῶν ἐφόρων καὶ νομοφυλάκων καὶ καλουμένων Βιδιαίων ἀρχεῖά ἐστιν ἐπὶ τῆς ἀγορᾶς. ἡ μὲν δὴ γερουσία συνέδριον Λακεδαιμονίοις κυριώτατον τῆς πολιτείας, οἱ λοιποὶ δέ εἰσιν ἄρχοντες· τοῖς δὲ ἐφόροις καὶ Βιδιαίοις πέντε ἀριθμὸν ἑκατέροις οὖσι, τοῖς μὲν ⟨τοὺς⟩ ἐπὶ τῷ Πλατανιστᾷ καλουμένῳ καὶ ἄλλους τῶν ἐφήβων ἀγῶνας τιθέναι καθέστηκεν, ἔφοροι δὲ τά τε ἄλλα διοικοῦσι τὰ σπουδῆς μάλιστα ἄξια καὶ παρέχονται τὸν ἐπώνυμον, καθὰ δὴ καὶ Ἀθηναίοις τῶν καλουμένων ἐννέα ἐπώνυμός ἐστιν εἷς ἄρχων.
11.3. The most striking feature in the marketplace is the portico which they call Persian because it was made from spoils taken in the Persian wars. In course of time they have altered it until it is as large and as splendid as it is now. On the pillars are white-marble figures of Persians, including Mardonius, son of Gobryas. There is also a figure of Artemisia, daughter of Lygdamis and queen of Halicarnassus. It is said that this lady voluntarily joined the expedition of Xerxes against Greece and distinguished herself at the naval engagement off Salamis.
11.3. ἐπιφανέστατον δὲ τῆς ἀγορᾶς ἐστιν ἣν στοὰν Περσικὴν ὀνομάζουσιν ἀπὸ λαφύρων ποιηθεῖσαν τῶν Μηδικῶν· ἀνὰ χρόνον δὲ αὐτὴν ἐς μέγεθος τὸ νῦν καὶ ἐς κόσμον τὸν παρόντα μεταβεβλήκασιν. εἰσὶ δὲ ἐπὶ τῶν κιόνων Πέρσαι λίθου λευκοῦ καὶ ἄλλοι καὶ Μαρδόνιος ὁ Γωβρύου. πεποίηται δὲ καὶ Ἀρτεμισία, θυγάτηρ μὲν Λυγδάμιδος, ἐβασίλευσε δὲ Ἁλικαρνασσοῦ· ταύτην φασὶν ἑκουσίως ἐπὶ τὴν Ἑλλάδα συστρατεῦσαι Ξέρξῃ καὶ ἔργα ἐν τῇ ναυμαχίᾳ περὶ Σαλαμῖνα ἀποδείξασθαι.
11.4. On the market-place are temples; there is one of Caesar, the first Roman to covet monarchy and the first emperor under the present constitution, and also one to his son Augustus, who put the empire on a firmer footing, and became a more famous and a more powerful man than his father. His name “Augustus” means in Greek sebastos (reverend).
11.4. ναοὶ δέ εἰσιν ἐπὶ τῆς ἀγορᾶς Καίσαρος, ὃς μοναρχίας πρῶτος ἐν Ῥωμαίοις ἐπεθύμησεν καὶ ἀρχὴν τὴν καθεστηκυῖαν πρῶτος ἐκτήσατο, ὁ δὲ Αὐγούστῳ πεποίηται παιδὶ ἐκείνου τήν τε βασιλείαν βεβαιωσαμένῳ μᾶλλον καὶ ἀξιώματος καὶ δυνάμεως ἐς πλέον ἢ ⟨ὁ⟩ πατήρ οἱ προελθόντι· τὸ δὲ ὄνομα ἦν τούτῳ Αὔγουστος, ὃ κατὰ γλῶσσαν δύναται τὴν Ἑλλήνων σεβαστός.
11.5. At the altar of Augustus they show a bronze statue of Agias. This Agias, they say, by divining for Lysander captured the Athenian fleet at Aegospotami with the exception of ten ships of war. These made their escape to Cyprus; all the rest the Lacedaemonians captured along with their crews. Agias was a son of Agelochus, a son of Tisamenus.
11.5. τοῦ δὲ Αὐγούστου δεικνύουσι πρὸς τῷ βωμῷ χαλκῆν εἰκόνα Ἀγίου. τοῦτον τὸν Ἀγίαν μαντευσάμενόν φασι Λυσάνδρῳ τὸ Ἀθηναίων ἑλεῖν ναυτικὸν περὶ Αἰγὸς ποταμοὺς πλὴν τριήρων δέκα· αὗται δὲ ἀποφεύγουσιν ἐς Κύπρον, τὰς δὲ ἄλλας οἱ Λακεδαιμόνιοι καὶ αὐτὰς καὶ τοὺς ἄνδρας αἱροῦσιν. ὁ δὲ Ἀγίας Ἀγελόχου παῖς ἦν τοῦ Τισαμενοῦ·
11.6. Tisamenus belonged to the family of the Iamidae at Elis, and an oracle was given to him that he should win five most famous contests. So he trained for the pentathlon at Olympia, but came away defeated. And yet he was first in two events, beating Hieronymus of Andros in running and in jumping. But when he lost the wrestling bout to this competitor, and so missed the prize, he understood what the oracle meant, that the god granted him to win five contests in war by his divinations.
11.6. Τισαμενῷ δὲ ὄντι Ἠλείῳ τῶν Ἰαμιδῶν λόγιον ἐγένετο ἀγῶνας ἀναιρήσεσθαι πέντε ἐπιφανεστάτους αὐτόν. οὕτω πένταθλον Ὀλυμπίασιν ἀσκήσας ἀπῆλθεν ἡττηθείς, καίτοι τὰ δύο γε ἦν πρῶτος· καὶ γὰρ δρόμῳ τε ἐκράτει καὶ πηδήματι Ἱερώνυμον τὸν Ἄνδριον. καταπαλαισθεὶς δὲ ὑπʼ αὐτοῦ καὶ ἁμαρτὼν τῆς νίκης συνίησι τοῦ χρησμοῦ, διδόναι οἱ τὸν θεὸν μαντευομένῳ πέντε ἀγῶνας πολέμῳ κρατῆσαι.
11.7. The Lacedaemonians, hearing of the oracle the Pythian priestess had given to Tisamenus, persuaded him to migrate from Elis and to be state-diviner at Sparta. And Tisamenus won them five contests in war. The first was at Plataea against the Persians; the second was at Tegea, when the Lacedaemonians had engaged the Tegeans and Argives; the third was at Dipaea, an Arcadian town in Maenalia, when all the Arcadians except the Mantineans were arrayed against them.
11.7. Λακεδαιμόνιοι δὲ—οὐ γὰρ εἶχον ἀνηκόως ὧν Τισαμενῷ προεῖπεν ἡ Πυθία—πείθουσι μετοικήσαντα ἐξ Ἤλιδος μαντεύεσθαι Σπαρτιατῶν τῷ κοινῷ· καί σφισιν ὁ Τισαμενὸς ἀγῶνας πολέμου πέντε ἐνίκησε, πρῶτον μὲν Πλαταιᾶσιν ἐναντία Περσῶν, δεύτερον δὲ ἐν Τεγέᾳ πρὸς Τεγεάτας καὶ Ἀργείους μάχης Λακεδαιμονίοις συνεστώσης, ἐπὶ τούτοις δὲ ἐν Διπαιεῦσιν Ἀρκάδων πάντων πλὴν Μαντινέων ἀντιτεταγμένων· οἱ δὲ Διπαιεῖς ἐν τῇ Μαιναλίᾳ πόλισμα Ἀρκάδων ἦσαν.
11.8. His fourth contest was against the Helots who had rebelled and left the Isthmus for Ithome. Not all the Helots revolted, only the Messenian element, which separated itself off from the old Helots. These events I shall relate presently. On the occasion I mention the Lacedaemonians allowed the rebels to depart under a truce, in accordance with the advice of Tisamenus and of the oracle at Delphi. The last time Tisamenus divined for them was at Tanagra, an engagement taking place with the Argives and Athenians.
11.8. τέταρτον δὲ ἠγωνίσατο πρὸς τοὺς ἐξ ἰσθμοῦ ⟨ἐς⟩ Ἰθώμην ἀποστάντας [ἀπὸ] τῶν εἱλώτων· ἀπέστησαν δὲ οὐχ ἅπαντες οἱ εἵλωτες, ἀλλὰ τὸ Μεσσηνιακὸν ἀπὸ τῶν ἀρχαίων εἱλώτων ἀποσχισθέντες· καί μοι καὶ τάδε ὁ λόγος αὐτίκα ἐπέξεισι. τότε δὲ οἱ Λακεδαιμόνιοι τοὺς ἀποστάντας ἀπελθεῖν ὑποσπόνδους εἴασαν Τισαμενῷ καὶ τῷ ἐν Δελφοῖς χρηστηρίῳ πειθόμενοι· τελευταῖον δὲ ὁ Τισαμενὸς ἐμαντεύσατο ἐν Τανάγρᾳ σφίσι πρὸς Ἀργείους καὶ Ἀθηναίους γινομένης συμβολῆς.
11.9. Such I learned was the history of Tisamenus. On their market-place the Spartans have images of Apollo Pythaeus, of Artemis and of Leto. The whole of this region is called Choros (Dancing), because at the Gymnopaediae, a festival which the Lacedaemonians take more seriously than any other, the lads perform dances in honor of Apollo. Not far from them is a sanctuary of Earth and of Zeus of the Market-place, another of Athena of the Market-place and of Poseidon surnamed Securer, and likewise one of Apollo and of Hera.
11.9. τὰ μὲν Τισαμενοῦ τοιαῦτα ἐπυνθανόμην ὄντα· Σπαρτιάταις δὲ ἐπὶ τῆς ἀγορᾶς Πυθαέως τέ ἐστιν [καὶ] Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Λητοῦς ἀγάλματα. Χορὸς δὲ οὗτος ὁ τόπος καλεῖται πᾶς, ὅτι ἐν ταῖς γυμνοπαιδίαις—ἑορτὴ δὲ εἴ τις ἄλλη καὶ αἱ γυμνοπαιδίαι διὰ σπουδῆς Λακεδαιμονίοις εἰσίν—ἐν ταύταις οὖν οἱ ἔφηβοι χοροὺς ἱστᾶσι τῷ Ἀπόλλωνι. τούτων δὲ οὐ πόρρω Γῆς ἱερὸν καὶ Διός ἐστιν Ἀγοραίου, τὸ δὲ Ἀθηνᾶς Ἀγοραίας καὶ Ποσειδῶνος ὃν ἐπονομάζουσιν Ἀσφάλιον, καὶ Ἀπόλλωνος αὖθις καὶ Ἥρας·