SCRIPTURA

Pausanias · Description of Greece · 32 of 60

Book VI · chapters 11–16

Translated by W. H. S. Jones

ContentsMarkdown.md ↓

11.7. But in course of time, when the earth yielded no crop to the Thasians, they sent envoys to Delphi, and the god instructed them to receive back the exiles. At this command they received them back, but their restoration brought no remedy of the famine. So for the second time they went to the Pythian priestess, saying that although they had obeyed her instructions the wrath of the gods still abode with them.

11.7. ἀνὰ χρόνον δέ, ὡς τοῖς Θασίοις οὐδένα ἀπεδίδου καρπὸν ἡ γῆ, θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς, καὶ αὐτοῖς ἔχρησεν ὁ θεὸς καταδέχεσθαι τοὺς δεδιωγμένους. καὶ οἱ μὲν ἐπὶ τῷ λόγῳ τούτῳ καταδεχθέντες οὐδὲν τῆς ἀκαρπίας παρείχοντο ἴαμα· δεύτερα οὖν ἐπὶ τὴν Πυθίαν ἔρχονται, λέγοντες ὡς καὶ ποιήσασιν αὐτοῖς τὰ χρησθέντα διαμένοι τὸ ἐκ τῶν θεῶν μήνιμα.

11.8. Whereupon the Pythian priestess replied to them:—But you have forgotten your great Theagenes.And when they could not think of a contrivance to recover the statue of Theagenes, fishermen, they say, after putting out to sea for a catch of fish caught the statue in their net and brought it back to land. The Thasians set it up in its original position, and are wont to sacrifice to him as to a god.

11.8. ἐνταῦθα ἀπεκρίνατό σφισιν ἡ Πυθία·Θεαγένην δʼ ἄμνηστον ἀφήκατε τὸν μέγαν ὑμέων.ἀπορούντων δὲ αὐτῶν ὁποίᾳ μηχανῇ τοῦ Θεαγένους τὴν εἰκόνα ἀνασώσωνται, φασὶν ἁλιέας ἀναχθέντας ἐς τὸ πέλαγος ἐπὶ ἰχθύων θήραν περισχεῖν τῷ δικτύῳ τὴν εἰκόνα καὶ ἀνενεγκεῖν αὖθις ἐς τὴν γῆν· Θάσιοι δὲ ἀναθέντες, ἔνθα καὶ ἐξ ἀρχῆς ἔκειτο, νομίζουσιν ἅτε θεῷ θύειν.

11.9. There are many other places that I know of, both among Greeks and among barbarians, where images of Theagenes have been set up, who cures diseases and receives honors from the natives. The statue of Theagenes is in the Altis, being the work of Glaucias of Aegina.

11.9. πολλαχοῦ δὲ καὶ ἑτέρωθι ἔν τε Ἕλλησιν οἶδα καὶ παρὰ βαρβάροις ἀγάλματα ἱδρυμένα Θεαγένους καὶ νοσήματά τε αὐτὸν ἰώμενον καὶ ἔχοντα παρὰ τῶν ἐπιχωρίων τιμάς. ὁ δὲ ἀνδριὰς τοῦ Θεαγένους ἐστὶν ἐν τῇ Ἄλτει, τέχνη τοῦ Αἰγινήτου Γλαυκίου.

12.1. Hard by is a bronze chariot with a man mounted upon it; race-horses, one on each side, stand beside the chariot, and on the horses are seated boys. They are memorials of Olympic victories won by Hiero the son of Deinomenes, who was tyrant of Syracuse after his brother Gelo. But the offerings were not sent by Hiero; it was Hiero's son Deinomenes who gave them to the god, Onatas the Aeginetan who made the chariot, and Calamis who made the horses on either side and the boys on them.

12.1. πλησίον δὲ ἅρμα τέ ἐστι χαλκοῦν καὶ ἀνὴρ ἀναβεβηκὼς ἐπʼ αὐτό, κέλητες δὲ ἵπποι παρὰ τὸ ἅρμα εἷς ἑκατέρωθεν ἕστηκε καὶ ἐπὶ τῶν ἵππων καθέζονται παῖδες· ὑπομνήματα δὲ ἐπὶ νίκαις Ὀλυμπικαῖς ἐστιν Ἱέρωνος τοῦ Δεινομένους τυραννήσαντος Συρακουσίων μετὰ τὸν ἀδελφὸν Γέλωνα. τὰ δὲ ἀναθήματα οὐχ Ἱέρων ἀπέστειλεν, ἀλλʼ ὁ μὲν ἀποδοὺς τῷ θεῷ Δεινομένης ἐστὶν ὁ Ἱέρωνος, ἔργα δὲ τὸ μὲν Ὀνάτα τοῦ Αἰγινήτου τὸ ἅρμα, Καλάμιδος δὲ οἱ ἵπποι τε οἱ ἑκατέρωθεν καὶ ἐπʼ αὐτῶν εἰσιν οἱ παῖδες.

12.2. By the chariot of Hiero is a man of the same name as the son of Deinomenes. He too was tyrant of Syracuse, and was called Hiero the son of Hierocles. After the death of Agathocles, a former tyrant, tyranny again sprung up at Syracuse in the person of this Hiero, who came to power in the second year of the hundred and twenty-sixth Olympiad, at which Festival Idaeus of Cyrene won the foot-race.

12.2. παρὰ δὲ τοῦ Ἱέρωνος τὸ ἅρμα ἀνήρ ἐστιν ὁμώνυμός τε τῷ Δεινομένους καὶ ἐν Συρακούσαις καὶ οὗτος τυραννήσας, Ἱέρων δὲ ἐκαλεῖτο Ἱεροκλέους· μετὰ δὲ τὴν Ἀγαθοκλέους τοῦ πρότερον τυραννήσαντος τελευτὴν Συρακουσίοις αὖθις ἀναπεφύκει τύραννος ὁ Ἱέρων οὗτος, τὴν δὲ ἀρχὴν εἶχεν ἔτει δευτέρῳ τῆς ἕκτης Ὀλυμπιάδος ἐπὶ ταῖς εἴκοσι καὶ ἑκατόν, ἣν Κυρηναῖος στάδιον ἐνίκησεν Ἰδαῖος.

12.3. This Hiero made an alliance with Pyrrhus the son of Aeacides, sealing it by the marriage of Gelo his son and Nereis the daughter of Pyrrhus. When the Romans went to war with Carthage for the possession of Sicily, the Carthaginians held more than half the island, and Hiero sided with them at the beginning of the war. Shortly after, however, he changed over to the Romans, thinking that they were stronger, and firmer and more reliable friends.

12.3. οὗτος ὁ Ἱέρων ξενίαν πρὸς Πύρρον τὸν Αἰακίδου καὶ ὁμοῦ τῇ ξενίᾳ καὶ ἐπιγαμίαν ἐποιήσατο, Γέλωνι τῷ παιδὶ Νηρηίδα ἀγαγόμενος τὴν Πύρρου. Ῥωμαίων δὲ περὶ Σικελίας ἐς τὴν πρὸς Καρχηδονίους πόλεμον καταστάντων εἶχον μὲν οἱ Καρχηδόνιοι τῆς νήσου πλέον ἢ ἥμισυ, Ἱέρωνι δὲ συνιόντων μὲν ἄρτι ἐς τὸν πόλεμον ἑλέσθαι τὰ Καρχηδονίων ἤρεσε, μετὰ δὲ οὐ πολὺ δυνάμει τε εἶναι νομίζων τὰ Ῥωμαίων ἐχυρώτερα καὶ βεβαιότερα ἅμα ἐς φιλίαν μετεβάλετο ὡς τούτους.

12.4. He met his end at the hands of Deinomenes, a Syracusan by birth and an inveterate enemy of tyranny, who afterwards, when Hippocrates the brother of Epicydes had just come from Erbessus to Syracuse and was beginning to harangue the multitude, rushed at him with intent to kill him. But Hippocrates withstood him, and certain of the bodyguard over-powered and slew Deinomenes. The statues of Hiero at Olympia, one on horseback and the other on foot, were dedicated by the sons of Hiero, the artist being Micon, a Syracusan, the son of Niceratus.

12.4. τοῦ δέ οἱ βίου συνέβη γενέσθαι τὴν τελευτὴν ὑπὸ Δεινομένους, γένος μὲν Συρακουσίου, δυσμενέστατα δὲ ἀνδρὸς ἐς τυραννίδα ἔχοντος, ὃς καὶ ὕστερον τούτων Ἱπποκράτει τῷ ἀδελφῷ τῷ Ἐπικύδους ἐξ Ἐρβησσοῦ παρεληλυθότι ἄρτι ἐς Συρακούσας καὶ ἐς τὸ πλῆθος ποιεῖσθαι λόγους ἀρχομένῳ ἐπέδραμεν ὡς ἀποκτενῶν τὸν Ἱπποκράτην· τοῦ δέ οἱ ἀντιστάντος, κρατήσαντες τῶν δορυφόρων ἄλλοι διαφθείρουσι τὸν Δεινομένην. τοὺς ἀνδριάντας δὲ τοῦ Ἱέρωνος ἐν Ὀλυμπίᾳ, ἐφʼ ἵππου τὸν ἕτερον, τὸν δὲ αὐτῶν πεζόν, ἀνέθεσαν μὲν τοῦ Ἱέρωνος οἱ παῖδες, ἐποίησε δὲ Μίκων Νικηράτου Συρακούσιος.

12.5. After the likenesses of Hiero stand Areus the Lacedaemonian king, the son of Acrotatus, and Aratus the son of Cleinias, with another statue of Areus on horseback. The statue of Aratus was dedicated by the Corinthians, that of Areus by the people of Elis.

12.5. μετὰ δὲ τοῦ Ἱέρωνος τὰς εἰκόνας Ἀρεὺς ὁ Ἀκροτάτου Λακεδαιμονίων βασιλεὺς καὶ Ἄρατος ἕστηκεν ὁ Κλεινίου, καὶ αὖθις ἀναβεβηκώς ἐστιν Ἀρεὺς ἵππον. ἀνάθημα δὲ ὁ μὲν Κορινθίων ὁ Ἄρατος, Ἀρεὺς δὲ Ἠλείων ἐστί· καί μοι τοῦ λόγου τὰ πρότερα οὔτε τῶν ἐς Ἄρατον οὔτε τῶν ἐς Ἀρέα ἀμνημόνως ἔσχεν, Ἄρατος δὲ καὶ ἅρματι ἀνηγορεύθη νικῶν ἐν Ὀλυμπίᾳ.

12.6. I have already given some account of both Aratus and Areus, and Aratus was also proclaimed at Olympia as victor in the chariot-race. Timon, an Elean, the son of Aesypus, entered a four-horse chariot for the Olympic races … … this is of bronze, and on it is mounted a maiden, who, in my opinion, is Victory. Callon the son of Harmodius and Hippomachus the son of Moschion, Elean by race, were victors in the boys' boxing-match. The statue of Callon was made by Daippus; who made that of Hippomachus I do not know, but it is said that he overcame three antagonists without receiving a blow or any physical injury.

12.6. Τίμωνι δὲ τῷ Αἰσύπου καθέντι ἐς Ὀλυμπίαν ἵππους ἀνδρὶ Ἠλείῳ ἐστι τοῦτο χαλκοῦν, ἐπʼ αὐτὸν ἀναβέβηκε παρθένος, ἐμοὶ δοκεῖν Νίκη. Κάλλωνα δὲ τὸν Ἁρμοδίου καὶ τὸν Μοσχίωνος Ἱππόμαχον, γένος τε Ἠλείους καὶ πυγμῇ κρατήσαντας ἐν παισί, τὸν μὲν αὐτῶν ἐποίησε Δάιππος, Ἱππομάχου δὲ ὅστις μὲν τὸν ἀνδριάντα εἰργάσατο οὐκ ἴσμεν, καταμαχέσασθαι δὲ τρεῖς φασιν ἀνταγωνιστὰς αὐτὸν οὔτε πληγὴν ἀποδεξάμενον οὔτε τι τρωθέντα τοῦ σώματος.

12.7. Theochrestus of Cyrene bred horses after the traditional Libyan manner; he himself and before him his paternal grandfather of the same name won victories at Olympia with the four-horse chariot, while the father of Theochrestus won a victory at the Isthmus. So declares the inscription on the chariot.

12.7. Θεόχρηστον δὲ Κυρηναῖον ἱπποτροφήσαντα κατὰ τὸ ἐπιχώριον τοῖς Λίβυσι καὶ αὐτόν τε ἐν Ὀλυμπίᾳ καὶ ἔτι πρότερον τὸν ὁμώνυμόν τε αὐτῷ καὶ τοῦ πατρὸς πατέρα, τούτους μὲν ἐνταῦθα ἵππων νίκας, ἐν δὲ Ἰσθμῷ τοῦ Θεοχρήστου λαβεῖν τὸν πατέρα, τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐπὶ τῷ ἅρματι.

12.8. The elegiac verses bear witness that Agesarchus of Triteia, the son of Haemostratus, won the boxing-match for men at Olympia, Nemea, Pytho and the Isthmus; they also declare that the Tritaeans are Arcadians, but I found this statement to be untrue. For the founders of the Arcadian cities that attained to fame have well-known histories; while those that had all along been obscure because of their weakness were surely absorbed for this very reason into Megalopolis, being included in the decree then made by the Arcadian confederacy;

12.8. Ἀγήσαρχον δὲ τὸν Αἱμοστράτου Τριταιέα κρατῆσαι μὲν πύκτας ἄνδρας ἐν Ὀλυμπίᾳ καὶ Νεμέᾳ τε καὶ Πυθοῖ καὶ ἐν Ἰσθμῷ μαρτυρεῖ τὸ ἐλεγεῖον, Ἀρκάδας δὲ τοὺς Τριταιεῖς εἶναι τοῦ ἐλεγείου λέγοντος ⟨οὐκ⟩ ἀληθεύοντα εὕρισκον. πόλεων γὰρ τῶν ἐν Ἀρκαδίᾳ ταῖς μὲν ἐπειλημμέναις δόξης οὐδὲ τὰ ἐς τοὺς οἰκιστάς ἐστιν ἄγνωστα, τὰς δὲ ἐξ ἀρχῆς τε ὑπὸ ἀσθενείας ἀφανεστέρας καὶ διʼ αὐτὸ ἀνοικισθείσας ἐς Μεγάλην πόλιν, οὐ περιέχει σφᾶς γενόμενον ⟨τότε⟩ ὑπὸ [τε] τοῦ Ἀρκάδων κοινοῦ δόγμα;

12.9. no other city Triteia, except the one in Achaia, is to be found in Greece. However, one may assume that at the time of the inscription the Tritaeans were reckoned as Arcadians, just as nowadays too certain of the Arcadians themselves are reckoned as Argives. The statue of Agesarchus is the work of the sons of Polycles, of whom we shall give some account later on.

12.9. οὐδέ τινα ἔστιν ἐν Ἕλλησι Τρίτειαν πόλιν ἄλλην γε ἢ τὴν Ἀχαιῶν εὑρεῖν. τηνικαῦτα γοῦν ἐς Ἀρκάδας ἡγοῖτο ἄν τις συντελέσαι τοὺς Τριταιεῖς, καθὰ καὶ νῦν ἔτι Ἀρκάδων αὐτῶν εἰσιν οἱ ἐς τὸ Ἀργολικὸν τελοῦντες. τοῦ Ἀγησάρχου δέ ἐστιν ἡ εἰκὼν τέχνη τῶν Πολυκλέους παίδων. τούτων μὲν δὴ ποιησόμεθα μνήμην καὶ ἐν τοῖς ὑστέροις τοῦ λόγου·

13.1. The statue of Astylus of Crotona is the work of Pythagoras; this athlete won three successive victories at Olympia, in the short race and in the double race. But because on the two latter occasions he proclaimed himself a Syracusan, in order to please Hiero the son of Deinomenes, the people of Crotona for this condemned his house to be a prison, and pulled down his statue set up by the temple of Lacinian Hera.

13.1. Ἀστύλος δὲ Κροτωνιάτης Πυθαγόρου μέν ἐστιν ἔργον, τρεῖς δὲ ἐφεξῆς Ὀλυμπίασι σταδίου τε καὶ διαύλου νίκας ἔσχεν. ὅτι δὲ ἐν δύο ταῖς ὑστέραις ἐς χάριν τὴν Ἱέρωνος τοῦ Δεινομένους ἀνηγόρευσεν αὑτὸν Συρακούσιον, τούτων ἕνεκα οἱ Κροτωνιᾶται τὴν οἰκίαν αὐτοῦ δεσμωτήριον εἷναι κατέγνωσαν καὶ τὴν εἰκόνα καθεῖλον παρὰ τῇ Ἥρᾳ τῇ Λακινίᾳ κειμένην.

13.2. There is also set up in Olympia a slab recording the victories of Chionis the Lacedaemonian. They show simplicity who have supposed that Chionis himself dedicated the slab, and not the Lacedaemonian people. Let us assume that, as the slab says, the race in armour had not yet been introduced; how could Chionis know whether the Eleans would at some future time add it to the list of events? But those are simpler still who say that the statue standing by the slab is a portrait of Chionis, it being the work of the Athenian Myron.

13.2. ἀνάκειται δὲ [τῇ] ἐν Ὀλυμπίᾳ καὶ στήλη λέγουσα τοῦ Λακεδαιμονίου Χιόνιδος τὰς νίκας. εὐηθείας μὲν δὴ μετέχουσι καὶ ὅσοι Χίονιν αὐτὸν ἀναθεῖναι τὴν στήλην, ἀλλʼ οὐ Λακεδαιμονίων ἥγηνται τὸ δημόσιον· ἔστω γὰρ δήπου, ὡς ἐν τῇ στήλῃ, οὐκ εἶναί πω τοῦ ὅπλου τὸν δρόμον· πῶς ἂν οὖν ἐπίσταιτο ὁ Χίονις εἰ αὖθίς ποτε προσνομοθετήσουσιν Ἠλεῖοι; τούτων δὲ ἔτι ἐς πλέον ἥκουσιν εὐηθείας οἳ τὸν ἑστηκότα ἀνδριάντα παρὰ τῇ στήλῃ φασὶν εἰκόνα εἶναι Χιόνιδος, ἔργον ὄντα τοῦ Ἀθηναίου Μύρωνος.

13.3. Similar in renown to Chionis was Hermogenes of Xanthus, a Lydian, who won the wild olive eight times at three Olympic festivals, and was surnamed Horse by the Greeks. Polites also you will consider a great marvel. This Polites was from Ceramus in Caria, and showed at Olympia every excellence in running. For from the longest race, demanding the greatest stamina, he changed, after the shortest interval, to the shortest and quickest, and after winning a victory in the long race and immediately afterwards in the short race, he added on the same day a third victory in the double course.

13.3. ἐοικότα δὲ Χιόνιδι τὰ ἐς δόξαν καὶ ἀνὴρ Λύκιος παρέσχετο Ἑρμογένης Ξάνθιος, ὃς τὸν κότινον ἐν τρισὶν Ὀλυμπιάσιν ἀνείλετο ὀκτάκις ἐπίκλησίν τε ἔσχεν Ἵππος ὑπὸ Ἑλλήνων· ποιήσαιο δʼ ἂν καὶ Πολίτην ἐν μεγάλῳ θαύματι. ὁ Πολίτης δʼ ἦν οὗτος ἐκ Κεράμου τῆς ἐν τῇ [Θρακίᾳ] Καρίᾳ, ἀνέφηνε δὲ ἀρετὴν ποδῶν ἐν Ὀλυμπίᾳ πᾶσαν· ἀπὸ γὰρ τοῦ μηκίστου καὶ διαρκεστάτου διʼ ὀλιγίστου δὴ καιροῦ μεθηρμόσατο ἐπὶ ⟨τὸ⟩ βραχύτατον ὁμοῦ καὶ ὤκιστον, καὶ δολίχου τε ἐν ἡμέρᾳ τῇ αὐτῇ καὶ παραυτίκα σταδίου λαβὼν νίκην προσέθηκε [δὲ] διαύλου σφίσι τὴν τρίτην.

13.4. Polites then in the second... and four, as they are grouped together by lot, and they do not start them all together for the race. The victors in each heat run again for the prize. So he who is crowned in the foot-race will be victorious twice. However, the most famous runner was Leonidas of Rhodes. He maintained his speed at its prime for four Olympiads, and won twelve victories for running.

13.4. Πολίτης μὲν δὴ ἐπὶ τῆς δευτέρας καὶ τέσσαρας, ὡς ⟨ἂν⟩ ἕκαστοι συνταχθῶσιν ὑπὸ τοῦ κλήρου, καὶ οὐκ ἀθρόους ἀφιᾶσιν ἐς τὸν δρόμον· οἳ δʼ ἂν ἐν ἑκάστῃ τάξει κρατήσωσιν, ὑπὲρ αὐτῶν αὖθις θέουσι τῶν ἄθλων· καὶ οὕτω σταδίου δύο ὁ στεφανούμενος ἀναιρήσεται νίκας. τὰ μέντοι ἐπιφανέστατα ἐς δρόμον Λεωνίδᾳ Ῥοδίῳ ἐστίν· ἐπὶ γὰρ τέσσαρας Ὀλυμπιάδας ἀκμάζων τε τῇ ὠκύτητι ἀντήρκεσε, καὶ γεγόνασιν αὐτῷ δρόμου νῖκαι δύο ἀριθμὸν καὶ δέκα.

13.5. Not far from the slab of Chionis at Olympia stands Scaeus, the son of Duris, a Samian, victor in the boys' boxing-match. The statue is the work of Hippias, the son of... and the inscription on it states that Scaeus won his victory at the time when the people of Samos were in exile from the island, but the occasion... the people to their own.

13.5. Χιόνιδος δὲ οὐ πόρρω τῆς ἐν Ὀλυμπίᾳ στήλης Σκαῖος ἕστηκεν ὁ Δούριος Σάμιος, κρατήσας πυγμῇ παῖδας· τέχνη δὲ ἡ εἰκών ἐστι μὲν Ἱππίου τοῦ, τὸ δὲ ἐπίγραμμα δηλοῖ τὸ ἐπʼ αὐτῷ, νικῆσαι Σκαῖον ἡνίκα ὁ Σαμίων δῆμος ἔφευγεν ἐκ τῆς νήσου, τὸν δὲ καιρὸν ἐπὶ τὰ οἰκεῖα τὸν δῆμον.

13.6. By the side of the tyrant is a statue of Diallus the son of Pollis, a Smyrnean by descent, and this Diallus declares that he was the first Ionian to receive at Olympia a crown for the boys' pancratium. There are statues of Thersilochus of Corcyra and of Aristion of Epidaurus, the son of Theophiles, made by Polycleitus the Argive; Aristion won a crown for the men's boxing, Thersilochus for the boys'.

13.6. παρὰ δὲ τὸν τύραννον Δίαλλος ὁ Πόλλιδος ἀνάκειται, γένος μὲν Σμυρναῖος, Ἰώνων δὲ πρῶτος λαβεῖν ἐν Ὀλυμπίᾳ φησὶν οὗτος ὁ Δίαλλος παγκρατίου στέφανον ἐν παισίν. Θερσίλοχον δὲ Κορκυραῖον καὶ Ἀριστίωνα Θεοφίλους Ἐπιδαύριον, τὸν μὲν ἀνδρῶν πυγμῆς, Θερσίλοχον δὲ λαβόντα ἐν παισὶ στέφανον, Πολύκλειτος ἐποίησε σφᾶς ὁ Ἀργεῖος.

13.7. Bycelus, the first Sicyonian to win the boys' boxing-match, had his statue made by Canachus of Sicyon, a pupil of the Argive Polycleitus. By the side of Bycelus stands the statue of a man-at-arms, Mnaseas of Cyrene, surnamed the Libyan; Pythagoras of Rhegium made the statue. To Agemachus of Cyzicus from the mainland of Asia... the inscription on it shows that he was born at Argos.

13.7. Βύκελος δέ, ὃς Σικυωνίων πρῶτος πὺξ ἐκράτησεν ἐν παισίν, ἔστιν ἔργον Σικυωνίου Κανάχου παρὰ τῷ Ἀργείῳ Πολυκλείτῳ διδαχθέντος. παρὰ δὲ τὸν Βύκελον ὁπλίτης ἀνὴρ ἐπίκλησιν Λίβυς Μνασέας Κυρηναῖος ἕστηκε· Πυθαγόρας δὲ ὁ Ῥηγῖνος ἐποίησε τὴν εἰκόνα. Κυζικηνῷ δὲ Ἀγεμάχῳ τῶν ἐκ τῆς Ἀσιανῆς ἠπείρου γενέσθαι ἐν Ἄργει τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ μηνύει.

13.8. Naxos was founded in Sicily by the Chalcidians on the Euripus. Of the city not even the ruins are now to be seen, and that the name of Naxos has survived to after ages must be attributed to Tisander, the son of Cleocritus. He won the men's boxing-match at Olympia four times; he had the same number of victories at Pytho, but at this time neither the Corinthians nor the Argives kept complete records of the victors at Nemea and the Isthmus.

13.8. Νάξου δὲ οἰκισθείσης ποτὲ ἐν Σικελίᾳ ὑπὸ Χαλκιδέων τῶν ἐπὶ Εὐρίπῳ, τῆς πόλεως μὲν οὐδὲ ἐρείπια ἐλείπετο ἐς ἡμᾶς ἔτι, ὄνομα δὲ καὶ ἐς τοὺς ἔπειτα εἶναι τῆς Νάξου Τίσανδρος ὁ Κλεοκρίτου μάλιστα αἰτίαν ἐχέτω· τετράκις γὰρ δὴ ἐν ἀνδράσι κατεμαχέσατο ὁ Τίσανδρος πύκτας ἐν Ὀλυμπίᾳ, τοσαῦται δὲ καὶ Πυθοῖ γεγόνασιν αὐτῷ νῖκαι, [καὶ] Κορινθίοις δὲ οὐκ ἦν πω τηνικαῦτα οὐδὲ Ἀργείοις ἐς ἅπαντας ὑπομνήματα τοὺς Νέμεια ⟨καὶ Ἴσθμια νικήσαν⟩τας.

13.9. The mare of the Corinthian Pheidolas was called, the Corinthians relate, Aura (breeze), and at the beginning of the race she chanced to throw her rider. But nevertheless she went on running properly, turned round the post, and, when she heard the trumpet, quickened her pace, reached the umpires first, realized that she had won and stopped running. The Eleans proclaimed Pheidolas the winner and allowed him to dedicate a statue of this mare.

13.9. ἡ δὲ ἵππος ἡ τοῦ Κορινθίου Φειδώλα ὄνομα μέν, ὡς οἱ Κορίνθιοι μνημονεύουσιν, ἔχει Αὔρα, τὸν δὲ ἀναβάτην ἔτι ἀρχομένου τοῦ δρόμου συνέπεσεν ἀποβαλεῖν αὐτήν· καὶ οὐδέν τι ἧσσον θέουσα ἐν κόσμῳ περί τε τὴν νύσσαν ἐπέστρεφε, καὶ ἐπεὶ τῆς σάλπιγγος ἤκουσεν, ἐπετάχυνεν ἐς πλέον τὸν δρόμον, φθάνει τε δὴ ἐπὶ τοὺς Ἑλλανοδίκας ἀφικομένη καὶ νικῶσα ἔγνω καὶ παύεται τοῦ δρόμου. Ἠλεῖοι δὲ ἀνηγόρευσαν ἐπὶ τῇ νίκῃ τὸν Φειδώλαν καὶ ἀναθεῖναί οἱ τὴν ἵππον ταύτην ἐφιᾶσιν.

13.10. The sons also of Pheidolas were winners in the horse-race, and the horse is represented on a slab with this inscription:—The swift Lycus by one victory at the Isthmus and two hereCrowned the house of the sons of Pheidolas.But the inscription is at variance with the Elean records of Olympic victors. These records give a victory to the sons of Pheidolas at the sixty-eighth Festival but at no other. You may take my statements as accurate.

13.10. ἐγένετο δὲ καὶ τοῦ Φειδώλα τοῖς παισὶν ἐπὶ κέλητι ἵππῳ νίκη, καὶ ὅ τε ἵππος ἐπὶ στήλῃ πεποιημένος καὶ ἐπίγραμμά ἐστιν ἐπʼ αὐτῷ·ὠκυδρόμας Λύκος Ἴσθμιʼ ἅπαξ, δύο δʼ ἐνθάδε νίκαιςΦειδώλα παίδων ἐστεφάνωσε δόμους.οὐ μὴν τῷ γε ἐπιγράμματι καὶ τὰ Ἠλείων ἐς τοὺς Ὀλυμπιονίκας ὁμολογεῖ γράμματα· ὀγδόῃ γὰρ Ὀλυμπιάδι καὶ ἑξηκοστῇ καὶ οὐ πέρα ταύτης ἐστὶν ἐν τοῖς Ἠλείων γράμμασιν ἡ νίκη τῶν Φειδώλα παίδων·

13.11. There are statues to Agathinus, son of Thrasybulus, and to Telemachus, both men of Elis. Telemachus won the race for four-horse chariots; the statue of Agathinus was dedicated by the Achaeans of Pellene. The Athenian people dedicated a statue of Aristophon, the son of Lysinus, who won the men's pancratium at Olympia.

13.11. ταῦτα μὲν δὴ οὕτως ἔχοντα ἴστω τις· Ἠλείοις δὲ ἀνδράσιν Ἀγαθίνῳ τε τῷ Θρασυβούλου καὶ Τηλεμάχῳ, Τηλεμάχῳ μὲν ἐπὶ ἵππων νίκῃ γέγονεν ἡ εἰκών, Ἀγαθῖνον δὲ ἀνέθεσαν Ἀχαιοὶ Πελληνεῖς. ἀνέθηκε δὲ καὶ ὁ Ἀθηναίων δῆμος Ἀριστοφῶντα Λυσίνου, παγκρατιαστὰς ἐν τῷ ἀγῶνι τῷ ἐν Ὀλυμπίᾳ κρατήσαντα ἄνδρας.

14.1. Pherias of Aegina, whose statue stands by the side of Aristophon the Athenian, at the seventy-eighth Festival was considered very young, and, being judged to be as yet unfit to wrestle, was debarred from the contest. Out at the next Festival he was admitted to the boys' wrestling-match and won it. What happened to this Pherias was different, in fact the exact opposite of what happened at Olympia to Nicasylus of Rhodes.

14.1. Φερίας δὲ Αἰγινήτης—οὗτος γὰρ δὴ παρὰ τὸν Ἀθηναῖον Ἀριστοφῶντα ἀνάκειται—ὀγδόῃ μὲν πρὸς ταῖς ἑβδομήκοντα Ὀλυμπιάδι κομιδῇ τε ἔδοξεν εἶναι νέος καὶ οὐκ ἐπιτήδειός πω νομισθεὶς παλαίειν ἀπηλάθη τοῦ ἀγῶνος, τῇ δὲ ἑξῆς—κατεδέχθη γὰρ τηνικαῦτα ἐς τοὺς παῖδας—ἐνίκα παλαίων. τῷ δὲ Φερίᾳ τούτῳ διάφορον καὶ οὐδαμῶς ἐοικυῖαν ἔσχεν ἐν Ὀλυμπίᾳ τύχην Νικασύλος Ῥόδιος.

14.2. Being eighteen years of age he was not allowed by the Eleans to compete in the boys' wrestling-match, but won the men's match and was proclaimed victor. He was afterwards proclaimed victor at Nemea also and at the Isthmus. But when he was twenty years old he met his death before he returned home to Rhodes. The feat of the Rhodian wrestler at Olympia was in my opinion surpassed by Artemidorus of Tralles. He failed in the boys' pancratium at Olympia, the reason of his failure being his extreme youth.

14.2. ὄγδοον γὰρ ἐπὶ τοῖς δέκα ἔτεσι γεγονὼς μὴ παλαῖσαι μὲν ἐν παισὶν ὑπὸ Ἠλείων ἀπηλάθη, ἀνηγορεύθη δὲ ἐν ἀνδράσιν, ὥσπερ γε καὶ ἐνίκησεν· ἀνηγορεύθη δὲ καὶ ὕστερον Νεμέᾳ τε καὶ Ἰσθμῷ. γεγονότα δὲ εἰκοσαετῆ τὸ χρεὼν ἐπιλαμβάνει, πρὶν ἢ ἐς τὴν Ῥόδον αὐτὸν οἴκαδε ἀναστρέψαι. τὸ δὲ ἐν Ὀλυμπίᾳ τοῦ Ῥοδίου παλαιστοῦ τόλμημα Ἀρτεμίδωρος γένος Τραλλιανὸς ὑπερεβάλετο κατὰ ἐμὴν δόξαν. Ἀρτεμιδώρῳ γὰρ ἁμαρτεῖν μὲν Ὀλυμπίων συνέβη παγκρατιάζοντι ἐν παισίν, αἰτία δέ οἱ ἐγένετο τῆς διαμαρτίας τὸ ἄγαν νέον·

14.3. When, however, the time arrived for the contest held by the Ionians of Smyrna, his strength had so increased that he beat in the pancratium on the same day those who had competed with him at Olympia, after the boys the beardless youths as they are called, and thirdly the pick of the men. His match with the beardless youths was the outcome, they say, of a trainer's encouragement; he fought the men because of the insult of a man pancratiast. Artemidorus won an Olympic victory among the men at the two hundred and twelfth Festival.

14.3. ὡς δὲ ἀφίκετο ἀγῶνος καιρὸς ὃν Σμυρναῖοι Ἰώνων ἄγουσιν, ἐς τοσοῦτο ἄρα αὐτῷ τὰ τῆς ῥώμης ἐπηύξητο ὡς κρατῆσαι παγκρατιάζοντα ἐπὶ ἡμέρας τῆς αὐτῆς τούς τε ἐξ Ὀλυμπίας ἀνταγωνιστὰς καὶ ἐπὶ τοῖς παισὶν οὓς ἀγενείους καλοῦσι καὶ τρίτα δὴ ὅ τι ἄριστον ἦν τῶν ἀνδρῶν. γενέσθαι δέ οἱ τὴν ἅμιλλαν πρὸς ἀγενείους τε καὶ ἄνδρας τὴν μὲν ἐκ γυμναστοῦ παρακλήσεώς φασι, τὴν δὲ ἐξ ἀνδρὸς παγκρατιαστοῦ λοιδορίας. ἀνείλετο δὲ ἐν ἀνδράσιν ὁ Ἀρτεμίδωρος Ὀλυμπικὴν νίκην δευτέρᾳ καὶ δεκάτῃ πρὸς διακοσίαις Ὀλυμπιάδι.

14.4. Next to the statue of Nicasylus is a small bronze horse, which Crocon of Eretria dedicated when he won a crown with a racehorse. Near the horse is Telestas of Messene, who won the boys' boxing-match. The artist who represented Telestas was Silanion.

14.4. Νικασύλου δὲ τῆς εἰκόνος ἵππος τε οὐ μέγας ἔχεται χαλκοῦς, ὃν Κρόκων Ἐρετριεὺς ἀνέθηκεν ἀνελόμενος κέλητι ἵππῳ στέφανον, καὶ πλησίον τοῦ ἵππου Τελέστας ἐστὶ Μεσσήνιος κρατήσας πυγμῇ παῖδας· Σιλανίωνος δὲ ἔργον ἐστὶν ὁ Τελέστας.

14.5. The statue of Milo the son of Diotimus was made by Dameas, also a native of Crotona. Milo won six victories for wrestling at Olympia, one of them among the boys; at Pytho he won six among the men and one among the boys. He came to Olympia to wrestle for the seventh time, but did not succeed in mastering Timasitheus, a fellow-citizen who was also a young man, and who refused, moreover, to come to close quarters with him.

14.5. Μίλωνα δὲ τὸν Διοτίμου πεποίηκε μὲν Δαμέας ἐκ Κρότωνος καὶ οὗτος· ἐγένοντο δὲ τῷ Μίλωνι ἓξ μὲν ἐν Ὀλυμπίᾳ πάλης νῖκαι, μία ⟨δὲ⟩ ἐν παισὶν ἐξ αὐτῶν, Πυθοῖ δὲ ἔν τε ἀνδράσιν ἓξ καὶ μία ἐνταῦθα ἐν παισίν. ἀφίκετο δὲ καὶ ἕβδομον παλαίσων ἐς Ὀλυμπίαν· ἀλλὰ γὰρ οὐκ ἐγένετο οἷός τε καταπαλαῖσαι Τιμασίθεον πολίτην τε ὄντα αὐτῷ καὶ ἡλικίᾳ νέον, πρὸς δὲ καὶ σύνεγγυς οὐκ ἐθέλοντα ἵστασθαι.

14.6. It is further stated that Milo carried his own statue into the Altis. His feats with the pomegranate and the quoit are also remembered by tradition. He would grasp a pomegranate so firmly that nobody could wrest it from him by force, and yet he did not damage it by pressure. He would stand upon a greased quoit, and make fools of those who charged him and tried to push him from the quoit. He used to perform also the following exhibition feats.

14.6. λέγεται δὲ καὶ ὡς ἐσκομίσειεν αὐτὸς αὑτοῦ τὸν ἀνδριάντα ἐς τὴν Ἄλτιν ὁ Μίλων, λέγεται δὲ ἐς αὐτὸν καὶ ⟨τὸ⟩ ἐπὶ τῇ ῥοιᾷ καὶ τὸ ἐπὶ τῷ δίσκῳ· ῥοιὰν μὲν δὴ οὕτω κατεῖχεν ὡς μήτε ἄλλῳ παρεῖναι βιαζομένῳ μήτε αὐτὸς λυμήνασθαι πιέζων, ἱστάμενος δὲ ἐπὶ ἀληλιμμένῳ τῷ δίσκῳ γέλωτα ἐποιεῖτο τοὺς ἐμπίπτοντάς τε καὶ ὠθοῦντας ἀπὸ τοῦ δίσκου. παρείχετο δὲ καὶ ἄλλα τοιάδε ἐς ἐπίδειξιν.

14.7. He would tie a cord round his forehead as though it were a ribbon or a crown. Holding his breath and filling with blood the veins on his head, he would break the cord by the strength of these veins. It is said that he would let down by his side his right arm from the shoulder to the elbow, and stretch out straight the arm below the elbow, turning the thumb upwards, while the other fingers lay in a row. In this position, then, the little finger was lowest, but nobody could bend it back by pressure.

14.7. περιέδει τῷ μετώπῳ χορδὴν κατὰ ταὐτὰ δὴ καὶ εἰ ταινίαν περιθεῖτο ἢ στέφανον· κατέχων δὲ ἐντὸς χειλῶν τὸ ἆσθμα καὶ ἐμπιπλὰς αἵματος τὰς ἐν τῇ κεφαλῇ φλέβας, διερρήγνυεν ὑπὸ ἰσχύος τῶν φλεβῶν τὴν χορδήν. λέγεται δὲ καὶ ὡς τῆς δεξιᾶς χειρὸς τὸ μὲν ἐς τὸν ἀγκῶνα ἐκ τοῦ ὤμου παρʼ αὐτὴν καθίει τὴν πλευράν, τὸ δὲ ἀπὸ τοῦ ἀγκῶνος ἔτεινεν ἐς εὐθύ, τῶν δακτύλων τὸν μὲν αὐτῶν ἀναστρέφων τὸν ἀντίχειρα ἐς τὸ ἄνω, τῶν λοιπῶν δὲ ἀλλήλοις ἐπικειμένων κατὰ στοῖχον· τὸν ἐλάχιστον οὖν τῶν δακτύλων κάτω γινόμενον οὐκ ἀπεκίνησεν ἄν τις βιαζόμενος.

14.8. They say that he was killed by wild beasts. The story has it that he came across in the land of Crotona a tree-trunk that was drying up; wedges were inserted to keep the trunk apart. Milo in his pride thrust his hands into the trunk, the wedges slipped, and Milo was held fast by the trunk until the wolves—a beast that roves in vast packs in the land of Crotona—made him their prey.

14.8. ἀποθανεῖν δὲ ὑπὸ θηρίων φασὶν αὐτόν· ἐπιτυχεῖν γὰρ αὐτὸν ἐν τῇ Κροτωνιάτιδι αὐαινομένῳ ξύλῳ, σφῆνες δὲ ἐγκείμενοι διίστασαν τὸ ξύλον· ὁ δὲ ὑπὸ φρονήματος ὁ Μίλων καθίησι τὰς χεῖρας ἐς τὸ ξύλον, ὀλισθάνουσί τε δὴ οἱ σφῆνες καὶ ἐχόμενος ὁ Μίλων ὑπὸ τοῦ ξύλου λύκοις ἐγίνετο εὕρημα. μάλιστα δέ πως τὸ θηρίον τοῦτο ἐν τῇ Κροτωνιάτιδι πολύ τε νέμεται καὶ ἄφθονον.

14.9. Such was the fate that overtook Milo. Pyrrhus, the son of Aeacides, who was king on the Thesprotian mainland and performed many remarkable deeds, as I have related in my account of the Athenians, had his statue dedicated by Thrasybulus of Elis. Beside Pyrrhus is a little man holding flutes, carved in relief upon a slab. This man won Pythian victories next after Sacadas of Argos.

14.9. Μίλωνι μὲν δὴ τοιόνδε τέλος ἐπηκολούθησε· Πύρρον δὲ τὸν Αἰακίδου βασιλεύσαντα ἐν τῇ Θεσπρωτίδι ἠπείρῳ καὶ ἔργα πολλὰ ἐργασάμενον καὶ ἄξια μνήμης, ἃ ἐν τῷ λόγῳ τῷ ἐς Ἀθηναίους ἐδήλωσα, τοῦτον ἐς τὴν Ἄλτιν ἀνέθηκε Θρασύβουλος Ἠλεῖος. παρὰ δὲ τὸν Πύρρον ἀνὴρ μικρὸς αὐλοὺς ἔχων ἐστὶν ἐκτετυπωμένος ἐπὶ στήλῃ. τούτῳ Πυθικαὶ νῖκαι γεγόνασι τῷ ἀνδρὶ δευτέρῳ μετὰ Σακάδαν τὸν Ἀργεῖον·

14.10. For Sacadas won in the games introduced by the Amphictyons before a crown was awarded for success, and after this victory two others for which crowns were given; but at the next six Pythian Festivals Pythocritus of Sicyon was victor, being the only flute-player so to distinguish himself. It is also clear that at the Olympic Festival he fluted six times for the pentathlum. For these reasons the slab at Olympia was erected in honor of Pythocritus, with the inscription on it:—This is the monument of the flute-player Pythocritus, the son of Callinicus.

14.10. Σακάδας μὲν γὰρ τὸν ἀγῶνα τὸν τεθέντα ὑπὸ Ἀμφικτυόνων οὐκ ὄντα πω στεφανίτην καὶ ἐπʼ ἐκείνῳ στεφανίτας δύο ἐνίκησε, Πυθόκριτος δὲ ὁ Σικυώνιος τὰς ἐφεξῆς τούτων πυθιάδας ἕξ, μόνος δὴ οὗτος αὐλητής· δῆλα δὲ ὅτι καὶ ἐν τῷ ἀγῶνι τῷ Ὀλυμπίασιν ἐπηύλησεν ἑξάκις τῷ πεντάθλῳ. Πυθοκρίτῳ μὲν γέγονεν ἀντὶ τούτων ἡ ἐν Ὀλυμπίᾳ στήλη καὶ ἐπίγραμμα ἐπʼ αὐτῇ,Πυθοκρίτου⟨τοῦ⟩ Καλλινίκου μνᾶμα ταὐλητᾶ ⟨τά⟩δε·ἀνέθεσαν δὲ καὶ τὸ κοινὸν τὸ Αἰτωλῶν Κύλωνα, ὃς ἀπὸ τῆς Ἀριστοτίμου τυραννίδος ἠλευθέρωσεν Ἠλείους.

14.11. The Aetolian League dedicated a statue of Cylon, who delivered the Eleans from the tyranny of Aristotimus. The statue of Gorgus, the son of Eucletus, a Messenian who won a victory in the pentathlum, was made by the Boeotian Theron; that of Damaretus, another Messenian, who won the boys' boxing-match, was made by the Athenian Silanion. Anauchidas, the son of Philys, an Elean, won a crown in the boys' wrestling-match and afterwards in the match for men. Who made his statue is not known, but Ageladas of Argos made the statue of Anochus of Tarentum, the son of Adamatas, who won victories in the short and double foot-race.

14.11. Γόργον δὲ τὸν Εὐκλήτου Μεσσήνιον ἀνελόμενον πεντάθλου νίκην καὶ Δαμάρετον καὶ τοῦτον Μεσσήνιον κρατήσαντα πυγμῇ παῖδας, τὸν μὲν αὐτῶν Βοιώτιος Θήρων, Δαμαρέτου δὲ τὴν εἰκόνα Ἀθηναῖος Σιλανίων ἐποίησεν. Ἀναυχίδας δὲ ὁ Φίλυος Ἠλεῖος πάλης ἔσχεν ἐν παισὶ στέφανον καὶ ἐν ἀνδράσιν ὕστερον· τούτῳ μὲν δὴ τὴν εἰκόνα ὅστις ὁ εἰργασμένος ἐστὶν οὐκ ἴσμεν, Ἄνοχος δὲ ὁ Ἀδαμάτα Ταραντῖνος, σταδίου λαβὼν καὶ διαύλου νίκην, ἐστὶν Ἀγελάδα τέχνη τοῦ Ἀργείου.

14.12. A boy seated on a horse and a man standing by the horse the inscription declares to be Xenombrotus of Meropian Cos, who was proclaimed victor in the horse-race, and Xenodicus, who was announced a winner in the boys' boxing-match. The statue of the latter is by Pantias, that of the former is by Philotimus the Aeginetan. The two statues of Pythes, the son of Andromachus, a native of Abdera, were made by Lysippus, and were dedicated by his soldiers. Pythes seems to have been a captain of mercenaries or some sort of distinguished soldier.

14.12. παῖδα δὲ ἐφʼ ἵππου καθήμενον καὶ ἑστηκότα ἄνδρα παρὰ τὸν ἵππον φησὶ τὸ ἐπίγραμμα εἶναι Ξενόμβροτον ἐκ Κῶ τῆς Μεροπίδος, ἐπὶ ἵππου νίκῃ κεκηρυγμένον, Ξενόδικον δὲ ἐπὶ πυγμῇ παίδων ἀναγορευθέντα· τὸν μὲν Παντίας αὐτῶν, Ξενόμβροτον δὲ Φιλότιμος Αἰγινήτης ἐποίησε. Πύθου δὲ τοῦ Ἀνδρομάχου, γένος ἀνδρὸς ἐξ Ἀβδήρων, ἐποίησε μὲν Λύσιππος, ἀνέθεσαν δὲ οἱ στρατιῶται δύο εἰκόνας· εἶναι δὲ ἡγεμών τις ξένων ἢ καὶ ἄλλως τὰ πολεμικὰ ἀγαθὸς ὁ Πύθης ἔοικε.

14.13. There are statues of winners of the boys' race, namely, Meneptolemus of Apollonia on the Ionian Gulf and Philo of Corcyra; also Hieronymus of Andros, who defeated in the pentathlum at Olympia Tisamenus of Elis, who afterwards served as soothsayer in the Greek army that fought against Mardonius and the Persians at Plataea. By the side of this Hieronymus is a statue of a boy wrestler, also of Andros, Procles, the son of Lycastidas. The sculptor who made the statue of Lycastidas was named Stomius, while Somis made the statue of Procles. Aeschines of Elis won two victories in the pentathlum, and his statues are also two in number.

14.13. κεῖνται δὲ καὶ ἐν παισὶν εἰληφότες δρόμου νίκας Μενεπτόλεμος ἐξ Ἀπολλωνίας τῆς ἐν τῷ Ἰονίῳ ⟨κόλπῳ⟩ καὶ Κορκυραῖος Φίλων, ἐπὶ δὲ αὐτοῖς Ἱερώνυμος Ἄνδριος, ὃς τὸν Ἠλεῖον Τισαμενὸν πενταθλοῦντα ἐν Ὀλυμπίᾳ κατεπάλαισε τὸν [ἐν] Ἕλλησιν ὕστερον τούτων ἐναντία Μαρδονίου καὶ Μήδων Πλαταιᾶσι μαντευσάμενον. οὗτός τε δὴ ὁ Ἱερώνυμος ἀνάκειται καὶ παρʼ αὐτὸν παλαιστὴς παῖς, Ἄνδριος καὶ οὗτος, Προκλῆς ὁ Λυκαστίδα· τοῖς πλάσταις δὲ οἳ τοὺς ἀνδριάντας ἐποίησαν, τῷ μὲν Στόμιός ἐστιν ὄνομα, τῷ δὲ τὸν Προκλέα εἰργασμένῳ Σῶμις. Αἰσχίνῃ δὲ Ἠλείῳ νῖκαί τε δύο ἐγένοντο πεντάθλου καὶ ἴσαι ταῖς νίκαις αἱ εἰκόνες.

15.1. Archippus of Mitylene overcame his competitors in the men's boxing-match, and his fellow-townsmen hold that he added to his fame by winning the crown, when he was not more than twenty years old, at Olympia, at Pytho, at Nemea and at the Isthmus. The statue of the boy runner Xenon, son of Calliteles from Lepreus in Triphylia, was made by Pyrilampes the Messenan; who made the statue of Cleinomachus of Elis I do not know, but Cleinomachus was proclaimed victor in the pentathlum.

15.1. Ἀρχίππῳ δὲ Μιτυληναίῳ τοὺς ἐς τὴν πυγμὴν ἐσελθόντας κρατήσαντι ἄνδρας ἄλλο τοιόνδε προσποιοῦσιν οἱ Μιτυληναῖοι ἐς δόξαν, ὡς καὶ τὸν ἐν Ὀλυμπίᾳ καὶ Πυθοῖ καὶ Νεμέᾳ καὶ Ἰσθμῷ λάβοι στέφανον ἡλικίαν οὐ πρόσω γεγονὼς ἐτῶν εἴκοσι. τὸν δὲ παῖδα σταδιοδρόμον Ξένωνα Καλλιτέλους ἐν Λεπρέου τοῦ ἐν τῇ Τριφυλίᾳ Πυριλάμπης Μεσσήνιος, Κλεινόμαχον δὲ Ἠλεῖον ὅστις ὁ ποιήσας ἐστὶν οὐκ ἴσμεν· ἀνηγορεύθη δὲ ὁ Κλεινόμαχος ἐπὶ νίκῃ πεντάθλου.

15.2. The inscription on the statue of Pantarces of Elis states that it was dedicated by Achaeans, because he made peace between them and the Eleans, and procured the release of those who had been made prisoners by both sides during the war. This Pantarces also won a victory with a race-horse, and there is a memorial of his victory also at Olympia. The statue of Olidas, of Elis, was dedicated by the Aetolian nation, and Charinus of Elis is represented in a statue dedicated for a victory in the double race and in the race in armour. By his side is Ageles of Chios, victorious in the boys' boxing-match, the artist being Theomnestus of Sardes.

15.2. Παντάρκην δὲ Ἠλεῖον Ἀχαιῶν ἀνάθημα εἶναι τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ φησιν· εἰρήνην τε γὰρ Ἀχαιοῖς ποιῆσαι καὶ Ἠλείοις αὐτόν, καὶ ὅσοι παρʼ ἀμφοτέρων πολεμούντων ἑαλώκεσαν, ἄφεσιν καὶ τούτοις γενέσθαι [καὶ] διʼ αὐτόν. οὗτος ἀνείλετο καὶ κέλητι ἵππῳ νίκην ὁ Παντάρκης, καί οἱ καὶ τῆς νίκης ὑπόμνημά ἐστιν ἐν Ὀλυμπίᾳ. Ὀλίδαν δὲ ἀνέθηκεν Ἠλεῖον τὸ ἔθνος τὸ Αἰτωλῶν, Χαρῖνος δὲ Ἠλεῖος ἐπὶ διαύλου τε ἀνάκειται καὶ ὅπλου νίκῃ· παρὰ δὲ αὐτὸν Ἀγέλης Χῖος κρατήσας πυγμῇ παῖδας, Θεομνήστου Σαρδιανοῦ τέχνη.

15.3. The statue of Cleitomachus of Thebes was dedicated by his father Hermocrates, and his famous deeds are these. At the isthmus he won the men's wrestling-match, and on the same day he overcame all competitors in the boxing-match and in the pancratium. His victories at Pytho were all in the pancratium, three in number. At Olympia this Cleitomachus was the first after Theagenes of Thasos to be proclaimed victor in both boxing and the pancratium.

15.3. Κλειτομάχου δὲ Θηβαίου τὴν μὲν εἰκόνα ἀνέθηκεν Ἑρμοκράτης ὁ [τοῦ] ⟨Κλει⟩τομάχου πατήρ, τὰ δὲ οἱ ἐς δόξαν ἦν τοιάδε. ἐν Ἰσθμῷ παλαιστὰς κατεπάλαισεν ἄνδρας καὶ ἐπὶ ἡμέρας τῆς αὐτῆς τούς τε ⟨ἐς⟩ τὴν πυγμὴν καὶ τοὺς ἐς τὸ παγκράτιον ἐσελθόντας ἐκράτει τῇ μάχῃ· αἱ δὲ Πυθοῖ νῖκαι παγκρατίου μέν εἰσιν αὐτῷ πᾶσαι, τρεῖς δὲ ἀριθμόν· ἐν δὲ Ὀλυμπίᾳ δεύτερος ὁ Κλειτόμαχος οὗτος μετὰ τὸν Θάσιον Θεαγένην ἐπὶ παγκρατίῳ τε ἀνηγορεύθη καὶ πυγμῇ.

15.4. He won his victory in the pancratium at the hundred and forty-first Olympic Festival. The next Festival saw this Cleitomachus a competitor in the pancratium and in boxing, while Caprus of Elis was minded both to wrestle and to compete in the pancratium on the same day.

15.4. παγκρατίου μὲν οὖν μιᾷ πρὸς ⟨ταῖς⟩ τεσσαράκοντα καὶ ἑκατὸν Ὀλυμπιάσιν ἔφθανεν ἀνῃρημένος νίκην· ἡ δὲ Ὀλυμπιὰς ἡ ἐφεξῆς εἶχε μὲν τὸν Κλειτόμαχον τοῦτον παγκρατίου καὶ πυγμῆς ἀγωνιστήν, εἶχε δὲ καὶ Ἠλεῖον Κάπρον ἐπὶ ἡμέρας τῆς αὐτῆς παλαῖσαί τε ὁμοῦ καὶ παγκρατιάσαι προθυμούμενον.

15.5. After Caprus had won in the wrestling-match, Cleitomachus put it to the umpires that it would be fair if they were to bring in the pancratium before he received wounds in the boxing. His request seemed reasonable, and so the pancratium was brought in. Although Cleitomachus was defeated by Caprus he tackled the boxers with sturdy spirit and unwearied vigor.

15.5. γεγονυίας δὲ ἤδη τῷ Κάπρῳ νίκης ἐπὶ τῇ πάλῃ, ἀνεδίδασκεν ὁ Κλειτόμαχος τοὺς Ἑλλανοδίκας γενήσεσθαι σὺν τῷ δικαίῳ σφίσιν, εἰ τὸ παγκράτιον ἐσκαλέσαιντο πρὶν ἢ πυκτεύσαντα αὐτὸν λαβεῖν τραύματα· λέγει τε δὴ εἰκότα καὶ οὕτως ἐσκληθέντος τοῦ παγκρατίου κρατηθεὶς ὑπὸ τοῦ Κάπρου ὅμως ἐχρήσατο ἐς τοὺς πύκτας θυμῷ τε ἐρρωμένῳ καὶ ἀκμῆτι τῷ σώματι.

15.6. The Ionians of Erythrae dedicated a statue of Epitherses, son of Metrodorus, who won two boxing prizes at Olympia, two at Pytho, and also victories at Nemea and the Isthmus; the Syracusans dedicated two statues of Hiero at the public charge, while a third is the gift of Hiero's sons. I pointed out in a recent chapter ow this Hiero had the same name as the son of Deinomenes, and, like him, was despot of Syracuse.

15.6. Ἐρυθραῖοι δὲ οἱ Ἴωνες Ἐπιθέρσην τὸν Μητροδώρου, δύο μὲν ἐν Ὀλυμπίᾳ πυγμῆς, δὶς δὲ Πυθοῖ νίκας καὶ ἐν Νεμέᾳ τε καὶ ἐν Ἰσθμῷ λαβόντα, οὗτοι μὲν τὸν Ἐπιθέρσην τοῦτον, Συρακούσιοι δὲ δύο μὲν Ἱέρωνος εἰκόνας τὸ δημόσιον, τρίτην δὲ ἀνέθεσαν οἱ τοῦ Ἱέρωνος παῖδες· ἐδήλωσα δὲ ὀλίγῳ τι πρότερον ὡς ὁμώνυμός τε τῷ Δεινομένους ὁ Ἱέρων οὗτος καὶ Συρακουσῶν εἴη κατὰ ταὐτὰ ἐκείνῳ τύραννος.

15.7. The Paleans, who form one of the four divisions of the Cephallenians, dedicated a statue of Timoptolis, an Elean, the son of Lampis. These Paleans were of old called Dulichians. There is also a statue set up of Archidamus the son of Agesilaus, and of some man or other representing a hunter. There is a statue of Demetrius, who made an expedition against Seleucus and was taken prisoner in the battle, and one of Antigonus the son of Demetrius; they are offerings, you may be sure, of the Byzantines.

15.7. ἀνέθεσαν δὲ καὶ Ἠλεῖον ἄνδρα Τιμόπτολιν Λάμπιδος Παλεῖς, ἡ τετάρτη Κεφαλλήνων μοῖρα· οὗτοι δὲ οἱ Παλεῖς ἐκαλοῦντο Δουλιχιεῖς τὰ ἀρχαιότερα. ἀνάκειται δὲ καὶ Ἀρχίδαμος ὁ Ἀγησιλάου καὶ ἀνὴρ ὅστις δὴ θηρεύοντος παρεχόμενος σχῆμα. Δημήτριον δὲ τὸν ἐλάσαντα ἐπὶ Σέλευκον στρατιᾷ καὶ ἁλόντα ἐν τῇ μάχῃ καὶ τοῦ Δημητρίου τὸν παῖδα Ἀντίγονον ἀναθήματα ἴστω τις Βυζαντίων ὄντας.

15.8. At the thirty-eighth Festival Eutelidas the Spartan won two victories among the boys, one for wrestling and one for the pentathlum, this being the first and last occasion when boys were allowed to enter for the pentathlum. The statue of Eutelidas is old, and the letters on the pedestal are worn dim with age.

15.8. Σπαρτιάτῃ δὲ Εὐτελίδᾳ γεγόνασιν ἐν παισὶ νῖκαι δύο ἐπὶ τῆς ὀγδόης καὶ τριακοστῆς Ὀλυμπιάδος πάλης, ἡ δὲ ἑτέρα πεντάθλου· πρῶτον γὰρ δὴ τότε οἱ παῖδες καὶ ὕστατον πενταθλήσοντες ἐσεκλήθησαν· ἔστι δὲ ἥ τε εἰκὼν ἀρχαία τοῦ Εὐτελίδα, καὶ τὰ ἐπὶ τῷ βάθρῳ γράμματα ἀμυδρὰ ὑπὸ τοῦ χρόνου.

15.9. After Eutelidas is another statue of Areus the Lacedaemonian king, and beside it is a statue of Gorgus the Elean. Gorgus is the only man down to my time who has won four victories at Olympia for the pentathlum, beside a victory in the double race and a victory in the race in armour.

15.9. μετὰ δὲ τὸν Εὐτελίδαν Ἀρεύς τε αὖθις ὁ Λακεδαιμονίων βασιλεὺς καὶ Ἠλεῖος παρʼ αὐτὸν ἀνάκειται Γόργος. μόνῳ δὲ ἀνθρώπων ἄχρι ἐμοῦ τῷ Γόργῳ τέσσαρες μὲν ⟨ἐν⟩ Ὀλυμπίᾳ γεγόνασιν ἐπὶ πεντάθλῳ, διαύλου δὲ καὶ ὅπλου μία ἐφʼ ἑκατέρῳ νίκη.

15.10. The man with the boys standing beside him they say is Ptolemy, son of Lagus. Beside him are two statues of the Elean Caprus, the son of Pythagoras, who received on the same day a crown for wrestling and a crown for the pancratium. This Caprus was the first man to win the two victories. His victim overcome in the pancratium I have already mentioned; in wrestling the man he overcame was the Elean Paeanius, who at the previous Festival had won a victory for wrestling, while at the Pythian games he won a crown in the boys' boxing-match, and again in the men's wrestling-match and in the men's boxing-match on one and the same day.

15.10. ὅτῳ δὲ παρεστήκασιν οἱ παῖδες, τοῦτον μὲν Πτολεμαῖον τὸν Λάγου φασὶν εἶναι· παρὰ δὲ αὐτὸν ἀνδριάντες δύο ἀνδρός εἰσιν Ἠλείου Κάπρου τοῦ Πυθαγόρου, πάλης τε εἰληφότος καὶ παγκρατίου στέφανον ἐπὶ ἡμέρας τῆς αὐτῆς· πρώτῳ δὲ γεγόνασιν ἀνθρώπων αἱ δύο νῖκαι τῷ Κάπρῳ τούτῳ. τὸν μὲν δὴ ἐπὶ τοῦ παγκρατίου καταγωνισθέντα ὑπʼ αὐτοῦ δεδήλωκεν [δὲ] ὁ λόγος ἤδη μοι· παλαίων δὲ κατέβαλεν Ἠλεῖον Παιάνιον Ὀλυμπιάδα πάλῃ τὴν προτέραν ἀνῃρημένον καὶ Πύθια παίδων τε πυγμῇ καὶ αὖθις ἐν ἀνδράσι πάλῃ τε καὶ πυγμῇ στεφανωθέντα ἐπὶ ἡμέρας τῆς αὐτῆς.

16.1. The victories of Caprus were not achieved without great toils and strong effort. There are also at Olympia statues to Anauchidas and Pherenicus, Eleans by race who won crowns for wrestling among the boys. Pleistaenus, the son of the Eurydamus who commanded the Aetolians against the Gauls, had his statue dedicated by the Thespians.

16.1. Κάπρῳ μὲν δὴ οὐκ ἄνευ μεγάλων πόνων καὶ ἰσχυρᾶς ταλαιπωρίας ἐγένοντο αἱ νῖκαι· εἰσὶ δὲ εἰκόνες ἐν Ὀλυμπίᾳ καὶ Ἀναυχίδᾳ καὶ Φερενίκῳ, γένος μὲν Ἠλείοις, πάλης δὲ ἐν παισὶν ἀνελομένοις στεφάνους. Πλείσταινον δὲ τὸν Εὐρυδάμου τοῦ ἐναντία Γαλατῶν στρατηγήσαντος Αἰτωλοῖς Θεσπιεῖς εἰσιν οἱ ἀναθέντες.

16.2. The statue of Antigonus the father of Demetrius and the statue of Seleucus were dedicated by Tydeus the Elean. The fame of Seleucus became great among all men especially because of the capture of Demetrius. Timon won victories for the pentathlum at all the Greek games except the Isthmian, at which he, like other Eleans, abstained from competing. The inscription on his statue adds that he joined the Aetolians in their expedition against the Thessalians and became leader of the garrison at Naupactus because of his friendship with the Aetolians.

16.2. Τυδεὺς δὲ Ἠλεῖος Ἀντίγονόν τε τὸν Δημητρίου πατέρα καὶ Σέλευκον ἀνέθηκε· Σελεύκου δὲ ἐς ἅπαντας ἤρθη τὸ ὄνομα ἀνθρώπους ἄλλων τε ἕνεκα καὶ διὰ τὴν Δημητρίου μάλιστα ἅλωσιν. Τίμωνι δὲ ἀγώνων τε νῖκαι τῶν ἐν Ἕλλησιν ὑπάρχουσιν ἐπὶ πεντάθλῳ πλὴν τοῦ Ἰσθμικοῦ—τούτου δὲ [τῷ] μὴ ἀγωνιστὴς γενέσθαι κατὰ τὰ αὐτὰ Ἠλείοις τοῖς ἄλλοις εἴργετο —καὶ τάδε ἄλλα φησὶ τὸ ἐς αὐτὸν ἐπίγραμμα, Αἰτωλοῖς αὐτὸν ἐπιστρατείας μετασχεῖν ἐπὶ Θεσσαλοὺς καὶ φρουρᾶς ἡγεμόνα ἐν Ναυπάκτῳ φιλίᾳ γενέσθαι τῇ ἐς Αἰτωλούς.

16.3. Not far from the statue of Timon stands Hellas, and by Hellas stands Elis; Hellas is crowning with one hand Antigonus the guardian of Philip the son of Demetrius, with the other Philip himself; Elis is crowning Demetrius, who marched against Seleucus, and Ptolemy the son of Lagus.

16.3. Τίμωνος δὲ οὐ πόρρω τῆς εἰκόνος Ἑλλάς τε δὴ καὶ Ἦλις παρὰ τὴν Ἑλλάδα, ἡ μὲν Ἀντίγονον τὸν ἐπιτροπεύσαντα Φιλίππου τοῦ Δημητρίου, τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν τὸν Φίλιππον στεφανοῦσα αὐτόν, ἡ δὲ Ἦλις Δημήτριον τὸν στρατεύσαντα ἐπὶ Σέλευκον καὶ Πτολεμαῖον τὸν Λάγου στεφανοῦσά ἐστιν.

16.4. Aristeides of Elis won at Olympia (so the inscription on his statue declares) a victory in the race run in armour, at Pytho a victory in the double race, and at Nemea in the race for boys in the horse-course. The length of the horse-course is twice that of the double course; the event had been omitted from the Nemean and Isthmian games, but was restored to the Argives for their winter Nemean games by the emperor Hadrian.

16.4. Ἀριστείδῃ δὲ Ἠλείῳ γενέσθαι μὲν ὅπλου νίκην ἐν Ὀλυμπίᾳ, γενέσθαι δὲ καὶ διαύλου Πυθοῖ τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ δηλοῖ Νεμείων τε ἐν παισὶν ἐπὶ τῷ ἱππίῳ ⟨δρόμῳ⟩. δρόμου δέ εἰσι τοῦ ἱππίου μῆκος μὲν δίαυλοι δύο, ἐκλειφθέντα δὲ ἐκ Νεμείων τε καὶ Ἰσθμίων αὐτὸν βασιλεὺς Ἀδριανὸς ἐς Νεμείων ἀγῶνα τῶν χειμερινῶν ἀπέδωκεν Ἀργείοις.

16.5. Quite close to the statue of Aristeides stands Menalces of Elis, Proclaimed victor at Olympia in the pentathlum, along with Philonides son of Zotes, who was a native of Chersonesus in Crete, and a courier of Alexander the son of Philip. After him comes Brimias of Elis, victor in the men's boxing-match, Leonidas from Naxos in the Aegean, a statue dedicated by the Arcadians of Psophis, a statue of Asamon, victor in the men's boxing-match, and a statue of Nicander, who won two victories at Olympia in the double course and six victories in foot-races of various kinds at the Nemean games. Asamon and Nicander were Eleans the statue of the latter was made by Daippus, that of Asamon by the Messenian Pyrilampes.

16.5. τοῦ δὲ Ἀριστείδου ἐγγύτατα Μενάλκης ἕστηκεν Ἠλεῖος, ἀναγορευθεὶς Ὀλυμπίασιν ἐπὶ πεντάθλῳ, καὶ Φιλωνίδης Ζώτου, γένος μὲν ἐκ Χερρονήσου τῆς Κρητῶν, Ἀλεξάνδρου δὲ ἡμεροδρόμος τοῦ Φιλίππου. μετὰ δὲ τοῦτον Βριμίας ἐστὶν Ἠλεῖος, κρατήσας ἄνδρας πυγμῇ, Λεωνίδας τε ἐκ Νάξου τῆς ἐν τῷ Αἰγαίῳ, Ψωφιδίων ἀνάθημα Ἀρκάδων, Ἀσάμωνός τε εἰκὼν ἐν ἀνδράσι πυγμῇ νενικηκότος, ἡ δὲ Νικάνδρου, διαύλου μὲν δύο ἐν Ὀλυμπίᾳ, Νεμείων δὲ ⟨καὶ Ἰσθμίων⟩ ἀναμὶξ ἐπὶ δρόμῳ νίκας ἓξ ἀνῃρημένου. ὁ δὲ Ἀσάμων καὶ ὁ Νίκανδρος Ἠλεῖοι μὲν ἦσαν, πεποίηκε δὲ τῷ μὲν Δάιππος τὴν εἰκόνα, Ἀσάμωνι δὲ Πυριλάμπης Μεσσήνιος.

16.6. Eualcidas of Elis won victories in the boys' boxing-match, Seleadas the Lacedaemonian in the men's wrestling-match. Here too is dedicated a small chariot of the Laconian Polypeithes, and on the same slab Calliteles, the father of Polypeithes, a wrestler. Polypeithes was victorious with his four-horse chariot, Calliteles in wrestling.

16.6. Εὐαλκίδᾳ δὲ Ἠλείῳ καὶ Σελεάδᾳ Λακεδαιμονίῳ, τῷ μὲν ἐν παισὶν ἐγένοντο πυγμῆς νῖκαι, Σελεάδᾳ δὲ ἀνδρῶν πάλης. ἐνταῦθα καὶ ἅρμα οὐ μέγα ἀνάκειται Πολυπείθους Λάκωνος καὶ ἐπὶ στήλης τῆς αὐτῆς Καλλιτέλης ὁ τοῦ Πολυπείθους πατήρ, παλαιστὴς ἀνήρ· νῖκαι δέ σφισι τῷ μὲν ἵπποις, Καλλιτέλει δὲ παλαίσαντί εἰσιν.

16.7. There are private Eleans, Lampus the son of Arniscus and... of Aristarchus; these the Psophidians dedicated, either because they were their public friends or because they had shown them some good-will. Between them stands Lysippus of Elis, who beat his competitors in the boys' wrestling-match; his statue was made by Andreas of Argos.

16.7. ἰδιώτας δὲ ἄνδρας Ἠλείους Λάμπον Ἀρνίσκου καὶ Ἀριστάρχου Ψωφίδιοι προξένους ὄντας σφίσιν ἀνέθεσαν ἢ καὶ ἄλλην τινὰ ἐς αὐτοὺς ἔχοντας εὔνοιαν· μέσος δὲ ἕστηκεν αὐτῶν Λύσιππος Ἠλεῖος καταπαλαίσας τοὺς ἐσελθόντας τῶν παίδων, Ἀνδρέας δὲ Ἀργεῖος ἐποίησε τοῦ Λυσίππου τὴν εἰκόνα.

16.8. Demosthenes the Lacedaemonian won an Olympic victory in the men's foot-race, and he dedicated in the Altis a slab by the side of his statue. The inscription declares that the distance from Olympia to another slab at Lacedaemon is six hundred and sixty furlongs. Theodorus gained a victory in the pentathlum, Pyttalus the son of Lampis won the boys' boxing-match, and Neolaidas received a crown for the foot-race and the race in armour; all were, I may tell you, Eleans. About Pyttalus it is further related that, when a dispute about boundaries occurred between the Arcadians and the Eleans, he delivered judgment on the matter. His statue is the work of Sthennis the Olynthian.

16.8. Λακεδαιμονίῳ δὲ Δεινοσθένει σταδίου τε ἐγένετο ἐν ἀνδράσιν Ὀλυμπικὴ νίκη καὶ στήλην ἐν τῇ Ἄλτει παρὰ τὸν ἀνδριάντα ἀνέθηκεν ὁ Δεινοσθένης· ὁδοῦ δὲ τῆς ἐς Λακεδαίμονα ἐξ Ὀλυμπίας ἐπὶ ἑτέραν στήλην τὴν ἐν Λακεδαίμονι μέτρα ⟨φησὶν⟩ εἶναι σταδίους ἑξήκοντα καὶ ἑξακοσίους. Θεόδωρον δὲ λαβόντα ἐπὶ πεντάθλῳ νίκην καὶ Πύτταλον Λάμπιδος πυγμῇ παῖδας κρατήσαντα καὶ Νε⟨ο⟩λαΐδαν σταδίου τε ἀνελόμενον καὶ ὅπλου στέφανον, Ἠλείους σφᾶς ὄντας ἴστω τις· ἐπὶ δὲ τῷ Πυττάλῳ καὶ τάδε ἔτι λέγουσιν, ὡς γενομένης πρὸς Ἀρκάδας Ἠλείοις ἀμφισβητήσεως περὶ γῆς ὅρων εἶπεν οὗτος ὁ Πύτταλος τὴν δίκην· ὁ δέ οἱ ἀνδριὰς ἔργον ἐστὶν Ὀλυνθίου Σθέν⟨ν⟩ιδος.