SCRIPTURA

Pausanias · Description of Greece · 34 of 60

Book VI · chapters 21–26

Translated by W. H. S. Jones

ContentsMarkdown.md ↓

21.4. At this ridge which has the same name as the robber, a river, falling into the Alpheius from the south, just opposite the Erymanthus, is the boundary between the land of Pisa and Arcadia; it is called the Diagon. Forty stades beyond the ridge of Saurus is a temple of Asclepius, surnamed Demaenetus after the founder. It too is in ruins. It was built on the height beside the Alpheius.

21.4. κατὰ ταύτην τὴν ἐπώνυμον τοῦ λῃστοῦ δειράδα ποταμὸς ἀπὸ μεσημβρίας κατιὼν ἐς τὸν Ἀλφειὸν καταντικρὺ τοῦ Ἐρυμάνθου μάλιστα, οὗτός ἐστιν ὁ τὴν Πισαίαν πρὸς Ἀρκάδας διορίζων, ὄνομα δέ οἱ Διάγων. τεσσαράκοντα δὲ ἀπὸ τῆς Σαύρου δειράδος προελθόντι στάδια ἔστιν Ἀσκληπιοῦ ναός, ἐπίκλησιν μὲν Δημαινέτου ἀπὸ τοῦ ἱδρυσαμένου, ἐρείπια δὲ καὶ αὐτός· ᾠκοδομήθη δὲ ἐπὶ τοῦ ὑψηλοῦ παρὰ τὸν Ἀλφειόν.

21.5. Not far from it is a sanctuary of Dionysus Leucyanites, whereby flows a river Leucyanias. This river too is a tributary of the Alpheius; it descends from Mount Pholoe. Crossing the Alpheius after it you will be within the land of Pisa.

21.5. τούτου δὲ οὐ πόρρω ἱερὸν Διονύσου Λευκυανίτου πεποίηται, καὶ ποταμὸς παρέξεισι ταύτῃ Λευκυανίας· ἐκδίδωσι μὲν οὖν καὶ οὗτος ἐς τὸν Ἀλφειόν, κάτεισι δὲ ἐκ Φολόης τοῦ ὄρους. διαβήσῃ τε δὴ τὸ ἀπὸ τούτου τὸν Ἀλφειὸν καὶ ἐντὸς γῆς ἔσῃ τῆς Πισαίας.

21.6. In this district is a hill rising to a sharp peak, on which are the ruins of the city of Phrixa, as well as a temple of Athena surnamed Cydonian. This temple is not entire, but the altar is still there. The sanctuary was founded for the goddess, they say, by Clymenus, a descendant of Idaean Heracles, and he came from Cydonia in Crete and from the river Jardanus. The Eleans say that Pelops too sacrificed to Cydonian Athena before he set about his contest with Oenomaus.

21.6. ἐν ταύτῃ τῇ χώρᾳ λόφος ἐστὶν ἀνήκων ἐς ὀξύ, ἐπὶ δὲ αὐτῷ πόλεως Φρίξας ἐρείπια καὶ Ἀθηνᾶς ἐστιν ἐπίκλησιν Κυδωνίας ναός. οὗτος μὲν οὐ τὰ πάντα ἐστὶ σῶς, βωμὸς δὲ καὶ ἐς ἐμὲ ἔτι· ἱδρύσασθαι δὲ τῇ θεῷ τὸ ἱερὸν Κλύμενόν φασιν ἀπόγονον Ἡρακλέους τοῦ Ἰδαίου, παραγενέσθαι δὲ αὐτὸν ἀπὸ Κυδωνίας τῆς Κρητικῆς καὶ τοῦ Ἰαρδάνου ποταμοῦ. λέγουσι δὲ καὶ Πέλοπα οἱ Ἠλεῖοι τῇ Ἀθηνᾷ θῦσαι τῇ Κυδωνίᾳ πρὶν ἢ ἐς τὸν ἀγῶνα αὐτὸν τῷ Οἰνομάῳ καθίστασθαι.

21.7. Going on from this point you come to the water of Parthenia, and by the river is the grave of the mares of Marmax. The story has it that this Marmax was the first suitor of Hippodameia to arrive, and that he was killed by Oenomaus before the others; that the names of his mares were Parthenia and Eripha; that Oenomaus slew the mares after Marmax, but granted burial to them also, and that the river received the name Parthenia from the mare of Marmax.

21.7. προϊόντι δὲ ἐντεῦθεν τό τε ὕδωρ τῆς Παρθενίας ἐστὶ καὶ πρὸς τῷ ποταμῷ τάφος ἵππων τῶν Μάρμακος· Ἱπποδαμείας δὲ μνηστῆρα ἔχει λόγος ἀφικέσθαι πρῶτον τοῦτον Μάρμακα καὶ ἀποθανεῖν ὑπὸ τοῦ Οἰνομάου πρὸ τῶν ἄλλων, ὀνόματα δὲ αὐτοῦ ταῖς ἵπποις Παρθενίαν τε εἶναι καὶ Ἐρίφαν—Οἰνόμαον δὲ ἐπικατασφάξαι μὲν τὰς ἵππους τῷ Μάρμακι, μεταδοῦναι μέντοι καὶ ταύταις ταφῆναι—, καὶ ὄνομα Παρθενίας τῷ ποταμῷ ἀπὸ ἵππου τῆς Μάρμακος.

21.8. There is another river called Harpinates, and not far from the river are, among the other ruins of a city Harpina, its altars. The city was founded, they say, by Oenomaus, who named it after his mother Harpina.

21.8. ἔστι δὲ καὶ ἄλλος Ἁρπινάτης καλούμενος ποταμὸς καὶ οὐ πολὺ ἀπὸ τοῦ ποταμοῦ πόλεως Ἁρπίνης ἄλλα τε ἐρείπια καὶ μάλιστα οἱ βωμοί· οἰκίσαι δὲ Οἰνόμαον τὴν πόλιν καὶ θέσθαι τὸ ὄνομα ἀπὸ τῆς μητρὸς λέγουσιν Ἁρπίνης.

21.9. A little farther on is a high mound of earth, the grave of the suitors of Hippodameia. Now Oenomaus, they say, laid them in the ground near one another with no token of respect. But afterwards Pelops raised a high monument to them all, to honor them and to please Hippodamaeia. I think too that Pelops wanted a memorial to tell posterity the number and character of the men vanquished by Oenomaus before Pelops himself conquered him.

21.9. προελθόντι δὲ οὐ πολὺ γῆς χῶμά ἐστιν ὑψηλόν, τῶν μνηστήρων τῶν Ἱπποδαμείας τάφος. Οἰνόμαον μὲν οὖν ἐγγὺς ἀλλήλων κρύπτειν γῇ φασιν οὐκ ἐπιφανῶς αὐτούς· Πέλοψ δὲ ὕστερον μνῆμα ἐν κοινῷ σφισιν ἐπὶ μέγα ἐξῆρε τιμῇ τῇ ἐς αὐτοὺς καὶ Ἱπποδαμείας χάριτι, δοκεῖν δέ μοι καὶ ὑπόμνημα ἐς τοὺς ἔπειτα ὅσων τε καὶ οἵων τὸν Οἰνόμαον κρατήσαντα ἐνίκησεν αὐτός.

21.10. According to the epic poem called the Great Eoeae the next after Marmax to be killed by Oenomaus was Alcathus, son of Porthaon; after Alcathus came Euryalus, Eurymachus and Crotalus. Now the parents and fatherlands of these I was unable to discover, but Acrias, the next after them to be killed, one might guess to have been a Lacedaemonian and the founder of Acriae. After Acrias they say that Oenomaus slew Capetus, Lycurgus, Lasius, Chalcodon and Tricolonus, who, according to the Arcadians, was the descendant and namesake of Tricolonus, the son of Lycaon.

21.10. ἀπέθανον δὲ ὑπὸ τοῦ Οἰνομάου κατὰ τὰ ἔπη τὰς μεγάλας Ἠοίας Ἀλκάθους ὁ Πορθάονος, δεύτερος οὗτος ἐπὶ τῷ Μάρμακι, μετὰ δὲ Ἀλκάθουν Εὐρύαλος καὶ Εὐρύμαχός τε καὶ Κρόταλος· τούτων μὲν οὖν γονέας τε καὶ πατρίδας οὐχ οἷά τε ἦν πυθέσθαι μοι, τὸν δὲ ἀποθανόντα ἐπʼ αὐτοῖς Ἀκρίαν τεκμαίροιτο ἄν τις Λακεδαιμόνιόν τε εἶναι καὶ οἰκιστὴν Ἀκριῶν. ἐπὶ δὲ τῷ Ἀκρίᾳ Κάπετόν φασιν ὑπὸ τοῦ Οἰνομάου φονευθῆναι καὶ Λυκοῦργον Λάσιόν τε καὶ Χαλκώδοντα καὶ Τρικόλωνον· ἀπόγονον δὲ αὐτὸν εἶναι καὶ ὁμώνυμον Τρικολώνῳ τῷ Λυκάονος λέγουσιν οἱ Ἀρκάδες.

21.11. After Tricolonus there met their fate in the race Aristomachus and Prias, and then Pelagon, Aeolius and Cronius. Some add to the aforesaid Erythras, the son of Leucon, the son of Athamas, after whom was named Erythrae in Boeotia, and Eioneus, the son of Magnes the son of Aeolus. These are the men whose monument is here, and Pelops, they say, sacrificed every year to them as heroes, when he had won the sovereignty of Pisa.

21.11. Τρικολώνου δὲ ὕστερον ἐπέλαβεν ἐν τῷ δρόμῳ τὸ χρεὼν Ἀριστόμαχόν τε καὶ Πρίαντα, ἔτι δὲ Πελάγοντα καὶ Αἰόλιόν τε καὶ Κρόνιον. οἱ δὲ καὶ ἐπαριθμοῦσι τοῖς κατειλεγμένοις Ἐρύθραν παῖδα Λεύκωνος τοῦ Ἀθάμαντος—ἀπὸ τούτου Ἐρυθραὶ πόλισμα ἐκαλεῖτο Βοιωτῶν—καὶ Ἠιονέα Μάγνητος τοῦ Αἰόλου. τούτοις μὲν δὴ ἐνταῦθά ἐστι τὸ μνῆμα, καὶ τὸν Πέλοπα, ἡνίκα τῶν Πισαίων ἔσχε τὴν ἀρχήν, φασὶν ἐναγίζειν αὐτοῖς ἀνὰ πᾶν ἔτος.

22.1. Going forward about a stade from the grave one sees traces of a sanctuary of Artemis, surnamed Cordax because the followers of Pelops celebrated their victory by the side of this goddess and danced the cordax, a dance peculiar to the dwellers round Mount Sipylus. Not far from the sanctuary is a small building containing a bronze chest, in which are kept the bones of Pelops. Of the wall and of the rest of the building there were no remains, but vines were planted over all the district where Pisa stood.

22.1. προελθόντι δὲ ὅσον τε στάδιον ἀπὸ τοῦ τάφου σημεῖά ἐστιν ἱεροῦ Κορδάκας ἐπίκλησιν Ἀρτέμιδος, ὅτι οἱ τοῦ Πέλοπος ἀκόλουθοι τὰ ἐπινίκια ἤγαγον παρὰ τῇ θεῷ ταύτῃ καὶ ὠρχήσαντο ἐπιχώριον τοῖς περὶ τὸν Σίπυλον κόρδακα ὄρχησιν. τοῦ ἱεροῦ δὲ οὐ πόρρω οἴκημά τε οὐ μέγα καὶ κιβωτός ἐστιν ἐν αὐτῷ χαλκῆ· ὀστᾶ τὰ Πέλοπος ἐν τῇ κιβωτῷ φυλάσσουσι. τείχους δὲ ἢ ἄλλου κατασκευάσματος ἐλείπετο οὐδὲν ἔτι, ἄμπελοι δὲ ἦσαν διὰ τοῦ χωρίου πεφυτευμέναι παντός, ἔνθα ἡ Πίσα ᾠκεῖτο.

22.2. The founder of the city, they say, was Pisus, the son of Perieres, the son of Aeolus. The people of Pisa brought of themselves disaster on their own heads by their hostility to the Eleans, and by their keenness to preside over the Olympic games instead of them. At the eighth Festival they brought in Pheidon of Argos, the most overbearing of the Greek tyrants, and held the games along with him, while at the thirty-fourth Festival the people of Pisa, with their king Pantaleon the son of Omphalion, collected an army from the neighborhood, and held the Olympic games instead of the Eleans.

22.2. οἰκιστὴν μὲν δὴ γενέσθαι τῇ πόλει Πίσον τὸν Περιήρους φασὶ τοῦ Αἰόλου· Πισαῖοι δὲ ἐφειλκύσαντο αὐθαίρετον συμφορὰν ἀπεχθανόμενοί τε Ἠλείοις καὶ σπουδὴν ποιούμενοι τιθέναι τὸν Ὀλυμπικὸν ἀγῶνα ἀντὶ Ἠλείων, οἵγε Ὀλυμπιάδι μὲν τῇ ὀγδόῃ τὸν Ἀργεῖον ἐπηγάγοντο Φείδωνα τυράννων τῶν ἐν Ἕλλησι μάλιστα ὑβρίσαντα καὶ τὸν ἀγῶνα ἔθεσαν ὁμοῦ τῷ Φείδωνι, τετάρτῃ δὲ Ὀλυμπιάδι καὶ τριακοστῇ στρατὸν οἱ Πισαῖοι καὶ βασιλεὺς αὐτῶν Πανταλέων ὁ Ὀμφαλίωνος παρὰ τῶν προσχώρων ἀθροίσαντες ἐποίησαν ἀντὶ Ἠλείων τὰ Ὀλύμπια.

22.3. These Festivals, as well as the hundred and fourth, which was held by the Arcadians, are called “Non-Olympiads” by the Eleans, who do not include them in a list of Olympiads. At the forty-eighth Festival, Damophon the son of Pantaleon gave the Eleans reasons for suspecting that he was intriguing against them, but when they invaded the land of Pisa with an army he persuaded them by prayers and oaths to return quietly home again.

22.3. ταύτας τὰς Ὀλυμπιάδας καὶ ἐπʼ αὐταῖς τὴν τετάρτην τε καὶ ἑκατοστήν, τεθεῖσαν δὲ ὑπὸ Ἀρκάδων, ἀνολυμπιάδα⟨ς⟩ οἱ Ἠλεῖοι καλοῦντες οὐ σφᾶς ἐν καταλόγῳ τῶν Ὀλυμπιάδων γράφουσιν. ὀγδόῃ δὲ ἐπὶ ταῖς τεσσαράκοντα Ὀλυμπιάδι Δαμοφῶν ὁ Πανταλέοντος ὑπόνοιαν μέν τινα παρέσχεν Ἠλείοις νεώτερα ἐς αὐτοὺς βουλεύειν, ἐσβαλόντας δὲ ἐς τὴν Πισαίαν σὺν ὅπλοις ἀπελθεῖν οἴκαδε ἀπράκτους ἔπεισε δεήσεσί τε καὶ ὅρκοις.

22.4. When Pyrrhus, the son of Pantaleon, succeeded his brother Damophon as king, the people of Pisa of their own accord made war against Elis, and were joined in their revolt from the Eleans by the people of Macistus and Scillus, which are in Triphylia, and by the people of Dyspontium, another vassal community. The list were closely related to the people of Pisa, and it was a tradition of theirs that their founder had been Dysponteus the son of Oenomaus. It was the fate of Pisa, and of all her allies, to be destroyed by the Eleans.

22.4. Πύρρου δὲ τοῦ Πανταλέοντος μετὰ Δαμοφῶντα τὸν ἀδελφὸν βασιλεύσαντος Πισαῖοι πόλεμον ἑκούσιον ἐπανείλοντο Ἠλείοις, συναπέστησαν δέ σφισιν ἀπὸ Ἠλείων Μακίστιοι καὶ Σκιλλούντιοι, οὗτοι μὲν ἐκ τῆς Τριφυλίας, τῶν δὲ ἄλλων περιοίκων Δυσπόντιοι· τούτοις καὶ μάλιστα ἐς τοὺς Πισαίους οἰκεῖα ἦν, καὶ οἰκιστὴν Δυσποντέα γενέσθαι σφίσιν Οἰνομάου παῖδα ἐμνημόνευον. Πισαίους μὲν δὴ καὶ ὅσοι τοῦ πολέμου Πισαίοις μετέσχον, ἐπέλαβεν ἀναστάτους ὑπὸ Ἠλείων γενέσθαι·

22.5. Of Pylus in the land of' Elis the ruins are to be seen on the mountain road from Olympia to Elis, the distance between Elis and Pylus being eighty stades. This Pylus was founded, as I have already said, by a Megarian called Pylon, the son of Cleson. Destroyed by Heracles and refounded by the Eleans, the city was doomed in time to be without inhabitants. Beside it the river Ladon flows into the Peneius.

22.5. Πύλου δὲ τῆς ἐν τῇ Ἠλείᾳ δῆλα τὰ ἐρείπια κατὰ τὴν ἐξ Ὀλυμπίας ἐστὶν ἐς Ἦλιν ὀρεινὴν ὁδόν, ὀγδοήκοντα δὲ στάδια ἐς Ἦλιν ἀπὸ τῆς Πύλου. ταύτην τὴν Πύλον ᾤκισε μὲν κατὰ τὰ ἤδη λελεγμένα μοι Μεγαρεὺς ἀνὴρ Πύλων ὁ Κλήσωνος· γενομένη δὲ ὑπὸ Ἡρακλέους ἀνάστατος καὶ αὖθις ἐπισυνοικισθεῖσα ὑπὸ Ἠλείων, ἔμελλεν ἀνὰ χρόνον οὐχ ἕξειν οἰκήτορας. παρὰ δὲ αὐτὴν ποταμὸς Λάδων κάτεισιν ἐς τὸν Πηνειόν.

22.6. The Eleans declare that there is a reference to this Pylus in the passage of Homer:And he was descended from the riverAlpheius, that in broad stream flows through the land of the Pylians.The Eleans convinced me that they are right. For the Alpheius does flow through this district, and the passage cannot refer to another Pylus. For the land of the Pylians over against the island Sphacteria simply cannot in the nature of things be crossed by the Alpheius, and, moreover, we know of no city in Arcadia named Pylus.

22.6. λέγουσι δὲ οἱ Ἠλεῖοι καὶ ἔπος ἐς τὴν Πύλον ταύτην ἔχειν τῶν Ὁμήρου,γένος δʼ ἦν ἐκ ποταμοῖοἈλφειοῦ, ὅστʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,καὶ ἐμὲ ἔπειθον λέγοντες· ῥεῖ γὰρ δὴ διὰ τῆς χώρας ταύτης ὁ Ἀλφειός, ἐς δὲ ἄλλην Πύλον οὐκ ἔστιν ἐπενεγκεῖν τὸ ἔπος· Πυλίων γὰρ τῶν ὑπὲρ νήσου τῆς Σφακτηρίας οὐ πέφυκεν ἀρχὴν διοδεύειν τὴν γῆν ὁ Ἀλφειός, οὐ μὴν οὐδὲ ἐν τῇ Ἀρκάδων Πύλον ποτὲ ὀνομασθεῖσαν ἴσμεν πόλιν.

22.7. Distant from Olympia about fifty stades is Heracleia, a village of the Eleans, and beside it is a river Cytherus. A spring flows into the river, and there is a sanctuary of nymphs near the spring. Individually the names of the nymphs are Calliphaeia, Synallasis, Pegaea and Iasis, but their common surname is the Ionides. Those who bathe in the spring are cured of all sorts of aches and pains. They say that the nymphs are named after Ion, the son of Gargettus, who migrated to this place from Athens.

22.7. ἀπέχει δὲ ὡς πεντήκοντα Ὀλυμπίας σταδίους κώμη τε Ἠλείων Ἡράκλεια καὶ πρὸς αὐτῇ Κύθηρος ποταμός· πηγὴ δὲ ἐκδιδοῦσα ἐς τὸν ποταμὸν καὶ νυμφῶν ἐστιν ἱερὸν ἐπὶ τῇ πηγῇ. ὀνόματα δὲ ἰδίᾳ μὲν ἑκάστῃ τῶν νυμφῶν Καλλιφάεια καὶ Συνάλλασις καὶ Πηγαία τε καὶ Ἴασις, ἐν κοινῷ δέ σφισιν ἐπίκλησις Ἰωνίδες. λουομένοις δὲ ἐν τῇ πηγῇ καμάτων τέ ἐστι καὶ ἀλγημάτων παντοίων ἰάματα· καλεῖσθαι δὲ τὰς νύμφας ἀπὸ Ἴωνος λέγουσι τοῦ Γαργηττοῦ, μετοικήσαντος ἐνταῦθα ἐξ Ἀθηνῶν.

22.8. If you wish to go to Elis through the plain, you will travel one hundred and twenty stades to Letrini, and one hundred and eighty from Letrini to Elis. Originally Letrini was a town, and Letreus the son of Pelops was its founder; but in my time were left a few buildings, with an image of Artemis Alpheiaea in a temple.

22.8. εἰ δὲ ἐλθεῖν ἐς Ἦλιν διὰ τοῦ πεδίου θελήσειας, σταδίους μὲν εἴκοσι καὶ ἑκατὸν ἐς Λετρίνους ἕξεις, ὀγδοήκοντα δὲ ἐκ Λετρίνων καὶ ἑκατὸν ἐπὶ Ἦλιν. τὸ μὲν δὴ ἐξ ἀρχῆς πόλισμα ἦν οἱ Λετρῖνοι, καὶ Λετρεὺς ὁ Πέλοπος ἐγεγόνει σφίσιν οἰκιστής· ἐπʼ ἐμοῦ δὲ οἰκήματά τε ἐλείπετο ὀλίγα καὶ Ἀλφειαίας Ἀρτέμιδος ἄγαλμα ἐν ναῷ.

22.9. Legend has it that the goddess received the surname for the following reason. Alpheius fell in love with Artemis, and then, realizing that persuasive entreaties would not win the goddess as his bride, he dared to plot violence against her. Artemis was holding at Letrini an all-night revel with the nymphs who were her playmates, and to it came Alpheius. But Artemis had a suspicion of the plot of Alpheius, and smeared with mud her own face and the faces of the nymphs with her. So Alpheius, when he joined the throng, could not distinguish Artemis from the others, and, not being able to pick her out, went away without bringing off his attempt.

22.9. γενέσθαι δὲ τὴν ἐπίκλησιν τῇ θεῷ λέγουσιν ἐπὶ λόγῳ τοιῷδε· ἐρασθῆναι τῆς Ἀρτέμιδος τὸν Ἀλφειόν, ἐρασθέντα δέ, ὡς ἐπέγνω μὴ γενήσεσθαί οἱ διὰ πειθοῦς καὶ δεήσεως τὸν γάμον, ἐπιτολμᾶν ὡς βιασόμενον τὴν θεόν, καὶ αὐτὸν ἐς παννυχίδα ἐς Λετρίνους ἐλθεῖν ὑπὸ αὐτῆς τε ἀγομένην τῆς Ἀρτέμιδος καὶ νυμφῶν αἷς παίζουσα συνῆν [αὐτῇ]· τὴν δὲ—ἐν ὑπονοίᾳ γὰρ τοῦ Ἀλφειοῦ τὴν ἐπιβουλὴν ἔχειν— ἀλείψασθαι τὸ πρόσωπον πηλῷ καὶ αὐτὴν καὶ ὅσαι τῶν νυμφῶν παρῆσαν, καὶ τὸν Ἀλφειόν, ὡς ἐσῆλθεν, οὐκ ἔχειν αὐτὸν ἀπὸ τῶν ἄλλων διακρῖναι τὴν Ἄρτεμιν, ἅτε δὲ οὐ διαγινώσκοντα ἀπελθεῖν ἐπὶ ἀπράκτῳ τῷ ἐγχειρήματι.

22.10. The people of Letrini called the goddess Alpheian because of the love of Alpheius for her. But the Eleans, who from the first had been friends of Letrini, transferred to that city the worship of Artemis Elaphiaea established amongst themselves, and held that they were worshipping Artemis Alpheiaea, and so in time the Alpheiaean goddess came to be named Elaphiaea.

22.10. Λετριναῖοι μὲν δὴ Ἀλφειαίαν ἐκάλουν τὴν θεὸν ἐπὶ τοῦ Ἀλφειοῦ τῷ ἐς αὐτὴν ἔρωτι· οἱ δὲ Ἠλεῖοι —φιλία γάρ σφισιν ὑπῆρχεν ἐξ ἀρχῆς ἐς Λετριναίους —τὰ παρὰ σφίσιν Ἀρτέμιδι ἐς τιμὴν τῇ Ἐλαφιαίᾳ καθεστηκότα ἐς Λετρίνους τε μετήγαγον καὶ τῇ Ἀρτέμιδι ἐνόμισαν τῇ Ἀλφειαίᾳ δρᾶν, καὶ οὕτω τὴν Ἀλφειαίαν θεὸν Ἐλαφιαίαν ἀνὰ χρόνον ἐξενίκησεν ὀνομασθῆναι.

22.11. The Eleans, I think, called Artemis Elaphiaea from the hunting of the deer (elaphos). But they themselves say that Elaphius was the name of a native woman by whom Artemis was reared. About six stades distant from Letrini is a lake that never dries up, being just about three stades across.

22.11. Ἐλαφιαίαν δὲ ἐκάλουν οἱ Ἠλεῖοι τὴν Ἄρτεμιν ἐπὶ τῶν ἐλάφων ἐμοὶ δοκεῖν τῇ θήρᾳ· αὐτοὶ δὲ γυναικὸς ἐπιχωρίας ὄνομα εἶναι τὴν Ἐλάφιον καὶ ὑπὸ ταύτης τραφῆναι τὴν Ἄρτεμίν φασι. Λετρίνων δὲ ὅσον τε ἕξ ἀπωτέρω σταδίοις ἐστὶν ἀέναος λίμνη τριῶν που τὴν διάμετρον σταδίων μάλιστα.

23.1. One of the noteworthy things in Elis is an old gymnasium. In this gymnasium the athletes are wont to go through the training through which they must pass before going to Olympia. High plane-trees grow between the tracks inside a wall. The whole of this enclosure is called Xystus, because an exercise of Heracles, the son of Amphitryo, was to scrape up (anaxuein) each day all the thistles that grew there.

23.1. ἐν δὲ Ἤλιδι τὰ ἄξια μνήμης γυμνάσιόν ἐστιν ἀρχαῖον· καὶ ὅσα ἐς τοὺς ἀθλητὰς πρὶν ἢ ἐς Ὀλυμπίαν ἀφικνεῖσθαι νομίζουσιν, ἐν τούτῳ σφίσι τῷ γυμνασίῳ δρᾶν καθέστηκε. πλάτανοι μὲν ὑψηλαὶ διὰ τῶν δρόμων πεφύκασιν ἐντὸς τοίχου· ὁ σύμπας δὲ οὗτος περίβολος καλεῖται Ξυστός, ὅτι Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος ἐς ἄσκησιν ἐγίνετο, ὅσαι τῶν ἀκανθῶν ἐφύοντο ἐνταῦθα ἐπὶ ἑκάστῃ ἡμέρᾳ σφᾶς ἀναξύειν.

23.2. The track for the competing runners, called by the natives the Sacred Track, is separate from that on which the runners and pentathletes practise. In the gymnasium is the place called Plethrium. In it the umpires match the competitors according to age and skill; it is for wrestling that they match them.

23.2. χωρὶς μὲν δὴ ἐς ἅμιλλαν τῶν δρομέων ἐστὶν ἀποκεκριμένος δρόμος, ὀνομάζεται δὲ ὑπὸ τῶν ἐπιχωρίων ἱερός, χωρὶς δὲ ἔνθα ἐπὶ μελέτῃ δρομεῖς καὶ οἱ πένταθλοι θέουσιν. ἔστι δὲ ἐν τῷ γυμνασίῳ καλούμενον Πλέθριον· ἐν δὲ αὐτῷ συμβάλλουσιν οἱ Ἑλλανοδίκαι τοὺς καθʼ ἡλικίαν ἢ καὶ αὐτῷ διαφέροντας τῷ ἐπιτηδεύματι· συμβάλλουσι δὲ ἐπὶ πάλῃ.

23.3. There are also in the gymnasium altars of the gods, of Idaean Heracles, surnamed Comrade, of Love, of the deity called by Eleans and Athenians alike Love Returned, of Demeter and of her daughter. Achilles has no altar, only a cenotaph raised to him because of an oracle. On an appointed day at the beginning of the festival, when the course of the sun is sinking towards the west, the Elean women do honor to Achilles, especially by bewailing him.

23.3. εἰσὶ δὲ καὶ θεῶν ἐν τῷ γυμνασίῳ βωμοί, Ἡρακλέους τοῦ Ἰδαίου, Παραστάτου δὲ ἐπίκλησιν, καὶ Ἔρωτος καὶ ὃν Ἠλεῖοι καὶ Ἀθηναῖοι κατὰ ταὐτὰ Ἠλείοις Ἀντέρωτα ὀνομάζουσι, Δήμητρός τε καὶ τῆς παιδός. Ἀχιλλεῖ δὲ οὐ βωμός, κενὸν δέ ἐστιν αὐτῷ μνῆμα ἐκ μαντείας· τῆς πανηγύρεως δὲ ἀρχομένης ἐν ἡμέρᾳ ῥητῇ περὶ ἀποκλίνοντα ἐς δυσμὰς τοῦ ἡλίου τὸν δρόμον αἱ γυναῖκες αἱ Ἠλεῖαι ἄλλα τε τοῦ Ἀχιλλέως δρῶσιν ἐς τιμὴν καὶ κόπτεσθαι νομίζουσιν αὐτόν.

23.4. There is another enclosed gymnasium, but smaller, adjoining the larger one and called Square because of its shape. Here the athletes practise wrestling, and here, when they have no more wrestling to do, they are matched in contests with the softer gloves. There is also dedicated here one of the images made in honor of Zeus out of the fines imposed upon Sosander of Smyrna and upon Polyctor of Elis.

23.4. ἔστι δὲ καὶ ἄλλος ἐλάσσων γυμνασίου περίβολος, ὃς ἔχεται μὲν τοῦ μείζονος, τετράγωνον δὲ ὀνομάζουσιν ἐπὶ τῷ σχήματι· καὶ παλαῖστραι τοῖς ἀθλοῦσιν ἐνταῦθα ποιοῦνται, καὶ συμβάλλουσιν αὐτόθι τοὺς ἀθλητὰς οὐ παλαίσοντας ἔτι, ἐπὶ δὲ ἱμάντων τῶν μαλακωτέρων ταῖς πληγαῖς. ἀνάκειται δὲ καὶ τῶν ἀγαλμάτων τὸ ἕτερον, ἃ ἐπὶ ζημίᾳ Σωσάνδρου τε τοῦ Σμυρναίου καὶ Ἠλείου Πολύκτορος τῷ Διὶ ἐποιήθη.

23.5. There is also a third enclosed gymnasium, called Maltho from the softness of its floor, and reserved for the youths for the whole time of the festival. In a corner of the Maltho is a bust of Heracles as far as the shoulders, and in one of the wrestling-schools is a relief showing Love and Love Returned, as he is called. Love holds a palm-branch, and Love Returned is trying to take the palm from him.

23.5. ἔστι δὲ καὶ τρίτος γυμνασίου περίβολος, ὄνομα μὲν Μαλθὼ τῆς μαλακότητος τοῦ ἐδάφους ἕνεκα, τοῖς δὲ ἐφήβοις ἀνεῖται τῆς πανηγύρεως τὸν χρόνον πάντα. ἔστι δὲ ἐν γωνίᾳ τῆς Μαλθοῦς πρόσωπον Ἡρακλέους ἄχρι ἐς τοὺς ὤμους, καὶ ἐν τῶν παλαιστρῶν μιᾷ τύπος Ἔρωτα ἔχων ἐπειργασμένον καὶ τὸν καλούμενον Ἀντέρωτα· ἔχει δὲ ὁ μὲν φοίνικος ὁ Ἔρως κλάδον, ὁ δὲ ἀφελέσθαι πειρᾶται τὸν φοίνικα ὁ Ἀντέρως.

23.6. On each side of the entrance to the Maltho stands an image of a boy boxer. He was by birth, so the Guardian of the Laws at Elis told me, from Alexandria over against the island Pharos, and his name was Sarapion; arriving at Elis when the townsfolk were suffering from famine he supplied them with food. For this reason these honors were paid him here. The time of his crown at Olympia and of his benefaction to the Eleans was the two hundred and seventeenth Festival.

23.6. τῆς ἐσόδου δὲ ἑκατέρωθεν τῆς ἐς τὴν Μαλθὼ παιδὸς ἕστηκεν εἰκὼν πύκτου· καὶ αὐτὸν ἔφασκεν ὁ νομοφύλαξ Ἠλείων γένος μὲν Ἀλεξανδρέα εἶναι τῆς ὑπὲρ Φάρου τῆς νήσου, Σαραπίωνα δὲ ὄνομα, ἀφικόμενον δὲ ἐς Ἦλιν σπανίζουσι σίτου σφίσι τροφὰς δοῦναι. τούτῳ μὲν αὐτόθι ἀντὶ τούτου γεγόνασιν αἱ τιμαί· χρόνος δὲ στεφάνου τε τοῦ ἐν Ὀλυμπίᾳ καὶ εὐεργεσίας αὐτῷ τῆς ἐς Ἠλείους Ὀλυμπιὰς ἑβδόμη πρὸς ταῖς δέκα τε καὶ διακοσίαις.

23.7. In this gymnasium is also the Elean Council House, where take place exhibitions of extempore speeches and recitations of written works of all kinds. It is called Lalichmium, after the man who dedicated it. About it are dedicated shields, which are for show and not made to be used in war.

23.7. ἐν τούτῳ τῷ γυμνασίῳ καὶ βουλευτήριόν ἐστιν Ἠλείοις, καὶ ἐπιδείξεις ἐνταῦθα λόγων τε αὐτοσχεδίων καὶ συγγραμμάτων ποιοῦνται παντοίων· καλεῖται δὲ Λαλίχμιον τοῦ ἀναθέντος ἐπώνυμον. περὶ δὲ αὐτὸ ἀσπίδες ἀνάκεινται, θέας ἕνεκα καὶ οὐκ ἐς ἔργον πολέμου πεποιημέναι.

23.8. The way from the gymnasium to the baths passes through the Street of Silence and beside the sanctuary of Artemis Philomeirax. The goddess is so surnamed because she is neighbor to the gymnasium; the street received, they say, the name of Silence for the following reason. Men of the army of Oxylus were sent to spy out what was happening in Elis. On the way they exhorted each other, when they should be near the wall, themselves to keep a strict silence, but to listen attentively if perchance they might learn aught from the people in the town. These men by this street reached the town unobserved, and after hearing all they wished they went back again to the Aetolians. So the street received its name from the silence of the spies.

23.8. ἐκ δὲ τοῦ γυμνασίου πρὸς τὰ λουτρὰ ἐρχομένῳ διʼ ἀγυιᾶς τε ἡ ὁδὸς Σιωπῆς καὶ παρὰ τὸ ἱερὸν τῆς Φιλομείρακός ἐστιν Ἀρτέμιδος. τῇ μὲν δὴ θεῷ γέγονεν ἡ ἐπίκλησις ἅτε τοῦ γυμνασίου γείτονι· τῇ ἀγυιᾷ δὲ Σιωπῇ ὄνομα ἐπὶ λόγῳ τοιῷδε τεθῆναι λέγουσιν. ἄνδρες τοῦ Ὀξύλου στρατεύματος ἐπὶ κατασκοπῇ τῶν ἐν Ἤλιδι ἀποπεμφθέντες καὶ ἀλλήλοις διακελευσάμενοι κατὰ τὴν ὁδόν, ἐπειδὰν πλησίον γίνωνται τοῦ τείχους, φθέγγεσθαι μὲν μηδὲν ἔτι αὐτοί, ἐπακροᾶσθαι δὲ εἴ τι παρὰ τῶν ἐντὸς πυθέσθαι δυνήσονται, οὗτοι λανθάνουσι παρελθόντες ἐς τὴν πόλιν κατὰ τὴν ἀγυιὰν ταύτην καὶ ἐπακούσαντες ὁπόσα ἐβούλοντο ἐπανίασιν αὖθις ἐς τοὺς Αἰτωλούς· καὶ ἡ ἀγυιὰ τὸ ὄνομα εἴληφεν ἀπὸ τῶν κατασκόπων τῆς σιωπῆς.

24.1. One of the two ways from the gymnasium leads to the market-place, and to what is called the Umpires' Room; it is above the grave of Achilles, and by it the umpires are wont to go to the gymnasium. They enter before sunrise to match the runners, and at midday for the pentathlum and for such contests as are called heavy.

24.1. ἑτέρα δὲ ἔξοδος ἐκ τοῦ γυμνασίου φέρει μὲν ἔς τε τὴν ἀγορὰν καὶ ἐπὶ τὸν Ἑλλανοδικαιῶνα καλούμενον, ἔστι δὲ ὑπὲρ τοῦ Ἀχιλλέως τὸν τάφον· καὶ ταύτῃ τοὺς Ἑλλανοδίκας ἰέναι καθέστηκεν ἐς τὸ γυμνάσιον. ἐσίασι δὲ πρὶν μὲν ἥλιον ἀνίσχειν συμβαλοῦντες δρομέας, μεσούσης δὲ τῆς ἡμέρας ἐπὶ τὸ πένταθλον καὶ ὅσα βαρέα ἆθλα ὀνομάζουσιν.

24.2. The market-place of Elis is not after the fashion of the cities of Ionia and of the Greek cities near Ionia; it is built in the older manner, with porticoes separated from each other and with streets through them. The modern name of the market-place is Hippodromus, and the natives train their horses there. Of the porticoes the southern is in the Doric style, and it is divided by the pillars into three parts. In it the umpires generally spend the day.

24.2. ἡ δὲ ἀγορὰ τοῖς Ἠλείοις οὐ κατὰ τὰς Ἰώνων καὶ ὅσαι πρὸς Ἰωνίᾳ πόλεις εἰσὶν Ἑλλήνων, τρόπῳ δὲ πεποίηται τῷ ἀρχαιοτέρῳ στοαῖς τε ἀπὸ ἀλλήλων διεστώσαις καὶ ἀγυιαῖς διʼ αὐτῶν. ὄνομα δὲ τῇ ἀγορᾷ τὸ ἐφʼ ἡμῶν ἐστιν Ἱππόδρομος, καὶ οἱ ἐπιχώριοι τοὺς ἵππους παιδεύουσιν ἐνταῦθα. τῶν στοῶν δὲ ἡ πρὸς μεσημβρίαν ἐργασίας ἐστὶ τῆς Δωρίου, διαιροῦσι δὲ αὐτὴν ἐς μοίρας τρεῖς οἱ κίονες· ἐν ταύτῃ διημερεύουσι τὰ πολλὰ οἱ Ἑλλανοδίκαι.

24.3. At the pillars they also cause altars to be made to Zeus, and in the open market-place are the altars, in number not many; for, their construction being improvised, they are without difficulty taken to pieces. As you enter the market-place at this portico the Umpires' Room is on your left, parallel to the end of the portico. What separates it from the market-place is a street. In this Umpires' Room dwell for ten consecutive months the umpires elect, who are instructed by the Guardians of the Law as to their duties at the festival.

24.3. ποιοῦνται δὲ πρὸς αὐτοῖς καὶ βωμοὺς τῷ Διί, καὶ εἰσὶν ἐν τῷ ὑπαίθρῳ τῆς ἀγορᾶς οἱ βωμοὶ πλῆθος οὐ πολλοί· καταλύονται γὰρ οὐ χαλεπῶς ἅτε αὐτοσχεδίως οἰκοδομούμενοι. κατὰ ταύτην τὴν στοὰν ἰόντι ἐς τὴν ἀγορὰν ἔστιν ἐν ἀριστερᾷ παρὰ τὸ πέρας τῆς στοᾶς ὁ Ἑλλανοδικαιών· ἀγυιὰ δὲ ἡ διείργουσα ἀπὸ τῆς ἀγορᾶς ἐστιν αὐτόν. ἐν τούτῳ τῷ Ἑλλανοδικαιῶνι οἰκοῦσι δέκα ἐφεξῆς μῆνας οἱ αἱρεθέντες ἑλλανοδικεῖν καὶ ὑπὸ τῶν νομοφυλάκων ὅσα ἐς τὸν ἀγῶνα σφᾶς ⟨δεῖ ποιεῖν⟩ διδάσκονται.

24.4. Near to the portico where the umpires pass the day is another portico, between the two being one street. The Eleans call it the Corcyrean, because, they say, the Corcyreans landed in their country and carried off part of the booty, but they themselves took many times as much booty from the land of the Corcyreans, and built the portico from the tithe of the spoils.

24.4. τῇ στοᾷ δὲ ἔνθα οἱ Ἑλλανοδίκαι διημερεύουσιν ἔστιν ἐγγὺς ἄλλη στοά· τὸ μεταξὺ αὐτῶν ἀγυιὰ μία. ταύτην ὀνομάζουσι Κορκυραϊκὴν οἱ Ἠλεῖοι· ναυσὶ γὰρ ἐς τὴν σφετέραν Κορκυραίους ἐλθόντας ἐλάσαι μοῖραν τῆς λείας λέγοντες λαβεῖν τε ἐκ τῆς Κορκυραίων πολλαπλάσια καὶ οἰκοδομήσασθαι τὴν στοὰν ἀπὸ τῶν λαφύρων τῆς δεκάτης.

24.5. The portico is in the Doric style and double, having its pillars both on the side towards the market-place and on the side away from it. Down the center of it the roof is supported, not by pillars, but by a wall, beside which on either side have been dedicated statues. On the side of the portico towards the market-place stands a statue of Pyrrhon, son of Pistocrates, a sophist who never brought himself to make a definite admission on any matter. The tomb also of Pyrrhon is not far from the town of the Eleans. The name of the place is Petra, and it is said that Petra was a township in ancient times.

24.5. ἔστι δὲ ἡ κατασκευὴ τῆς στοᾶς Δώριος καὶ διπλῆ, τῇ μὲν ἐς τὴν ἀγορὰν τοὺς κίονας, τῇ δὲ ἐς τὰ ἐπέκεινα τῆς ἀγορᾶς ἔχουσα· κατὰ μέσον δὲ αὐτῆς οὐ κίονες, ἀλλὰ τοῖχος ὁ ταύτῃ τὸν ὄροφον ἀνέχων ἐστίν, ἀνάκεινται δὲ καὶ εἰκόνες ἑκατέρωθεν πρὸς τῷ τοίχῳ. κατὰ δὲ τῆς στοᾶς τὸ ἐς τὴν ἀγορὰν ἕστηκε Πύρρωνος τοῦ Πιστοκράτους εἰκών, σοφιστοῦ τε ἀνδρὸς καὶ ἐς βέβαιον ὁμολογίαν ἐπὶ οὐδενὶ λόγῳ καταστάντος. ἔστι δὲ καὶ μνῆμα τῷ Πύρρωνι οὐ πόρρω τοῦ Ἠλείων ἄστεως· Πέτρα μὲν τῷ χωρίῳ τὸ ὄνομα, λέγεται ⟨δὲ⟩ ὡς ἡ Πέτρα δῆμος εἴη τὸ ἀρχαῖον.

24.6. The most notable things that the Eleans have in the open part of the market-place are a temple and image of Apollo Healer. The meaning of the name would appear to be exactly the same as that of Averter of Evil, the name current among the Athenians. In another part are the stone images of the sun and of the moon; from the head of the moon project horns, from the head of the sun, his rays. There is also a sanctuary to the Graces; the images are of wood, with their clothes gilded, while their faces, hands and feet are of white marble. One of them holds a rose, the middle one a die, and the third a small branch of myrtle.

24.6. Ἠλείοις δὲ ἐν τῷ ὑπαίθρῳ τῆς ἀγορᾶς τὰ ἐπιφανέστατα ναός ἐστι καὶ ἄγαλμα Ἀπόλλωνος Ἀκεσίου· σημαίνοι δʼ ἂν τὸ ὄνομα οὐδέν τι ἀλλοῖον ἢ ὁ καλούμενος Ἀλεξίκακος ὑπὸ Ἀθηναίων. ἑτέρωθι δὲ Ἡλίῳ πεποίηται καὶ Σελήνῃ λίθου τὰ ἀγάλματα, καὶ τῆς μὲν κέρατα ἐκ τῆς κεφαλῆς, τοῦ δὲ αἱ ἀκτῖνες ἀνέχουσιν. ἔστι δὲ καὶ Χάρισιν ἱερὸν καὶ ξόανα ἐπίχρυσα τὰ ἐς ἐσθῆτα, πρόσωπα δὲ καὶ χεῖρες καὶ πόδες λίθου λευκοῦ· ἔχουσι δὲ ἡ μὲν αὐτῶν ῥόδον, ἀστράγαλον δὲ ἡ μέση, καὶ ἡ τρίτη κλῶνα οὐ μέγαν μυρσίνης.

24.7. The reason for their holding these things may be guessed to be this. The rose and the myrtle are sacred to Aphrodite and connected with the story of Adonis, while the Graces are of all deities the nearest related to Aphrodite. As for the die, it is the plaything of youths and maidens, who have nothing of the ugliness of old age. On the right of the Graces is an image of Love, standing on the same pedestal.

24.7. ἔχειν δὲ αὐτὰς ἐπὶ τοιῷδε εἰκάζοι τις ἂν τὰ εἰρημένα, ῥόδον μὲν καὶ μυρσίνην Ἀφροδίτης τε ἱερὰ εἶναι καὶ οἰκεῖα τῷ ἐς Ἄδωνιν λόγῳ, Χάριτας δὲ Ἀφροδίτῃ μάλιστα ⟨φίλας⟩ εἶναι θεῶν· ἀστράγαλον δὲ μειρακίων τε καὶ παρθένων, οἷς ἄχαρι οὐδέν πω πρόσεστιν ἐκ γήρως, τούτων εἶναι τὸν ἀστράγαλον παίγνιον. τῶν Χαρίτων δὲ ἐν δεξιᾷ ἄγαλμά ἐστιν Ἔρωτος· ἕστηκε δὲ ἐπὶ βάθρου τοῦ αὐτοῦ.

24.8. Here there is also a temple of Silenus, which is sacred to Silenus alone, and not to him in common with Dionysus. Drunkenness is offering him wine in a cup. That the Silenuses are a mortal race you may infer especially from their graves, for there is a tomb of a Silenus in the land of the Hebrews, and of another at Pergamus.

24.8. ἔστι δὲ καὶ Σιληνοῦ ναὸς ἐνταῦθα, ἰδίᾳ τῷ Σιληνῷ καὶ οὐχ ὁμοῦ Διονύσῳ πεποιημένος· Μέθη δὲ οἶνον ἐν ἐκπώματι αὐτῷ δίδωσι. θνητὸν δὲ εἶναι τὸ γένος τῶν Σιληνῶν εἰκάσαι τις ἂν μάλιστα ἐπὶ τοῖς τάφοις αὐτῶν· ἐν γὰρ τῇ Ἑβραίων χώρᾳ Σιληνοῦ μνῆμα καὶ ἄλλου Σιληνοῦ Περγαμηνοῖς ἐστιν.

24.9. In the market-place of Elis I saw something else, a low structure in the form of a temple. It has no walls, the roof being supported by pillars made of oak. The natives agree that it is a tomb, but they do not remember whose it is. If the old man I asked spoke the truth, it would be the tomb of Oxylus.

24.9. Ἠλείων δὲ ἐν τῇ ἀγορᾷ καὶ ἄλλο τοιόνδε εἶδον, ναοῦ σχῆμα· ἔστι δὲ οὐχ ὑψηλόν, καὶ τοῖχοι μὲν οὐκ εἰσί, τὸν ὄροφον δὲ δρυὸς ἀνέχουσιν εἰργασμένοι κίονες. τοῦτο εἶναι μὲν ὁμολογοῦσιν οἱ ἐπιχώριοι μνῆμα, ὅτου δὲ οὐ μνημονεύουσιν· εἰ δὲ ὁ γέρων ὅντινα ἠρόμην εἶπεν ἀληθῆ λόγον, Ὀξύλου τοῦτο ἂν μνῆμα εἴη.

24.10. There is also in the market-place a building for the women called the Sixteen, where they weave the robe for Hera. Adjoining the market-place is an old temple surrounded by pillars; the roof has fallen down, and I found no image in the temple. It is dedicated to the Roman emperors.

24.10. πεποίηται δὲ ἐν τῇ ἀγορᾷ καὶ ταῖς γυναιξὶν οἴκημα ταῖς ἑκκαίδεκα καλουμέναις, ἔνθα τὸν πέπλον ὑφαίνουσι τῇ Ἥρᾳ. ἔχεται δὲ τῆς ἀγορᾶς ναὸς ἀρχαῖος στοαῖς ἐν κύκλῳ περίστυλος, ὁ δὲ ὄροφος κατερρύηκε τῷ ναῷ καὶ ἄγαλμα οὐδὲν ἐλείπετο· βασιλεῦσι δὲ ἀνεῖται Ῥωμαίοις.

25.1. Behind the portico built from the spoils of Corcyra is a temple of Aphrodite, the precinct being in the open, not far from the temple. The goddess in the temple they call Heavenly; she is of ivory and gold, the work of Pheidias, and she stands with one foot upon a tortoise. The precinct of the other Aphrodite is surrounded by a wall, and within the precinct has been made a basement, upon which sits a bronze image of Aphrodite upon a bronze he-goat. It is a work of Scopas, and the Aphrodite is named Common. The meaning of the tortoise and of the he-goat I leave to those who care to guess.

25.1. ἔστι δὲ τῆς στοᾶς ὀπίσω τῆς ἀπὸ τῶν λαφύρων τῶν ἐκ Κορκύρας Ἀφροδίτης ναός, τὸ δὲ ἐν ὑπαίθρῳ τέμενος οὐ πολὺ ἀφεστηκὸς ἀπὸ τοῦ ναοῦ. καὶ τὴν μὲν ἐν τῷ ναῷ καλοῦσιν Οὐρανίαν, ἐλέφαντος δέ ἐστι καὶ χρυσοῦ, τέχνη Φειδίου, τῷ δὲ ἑτέρῳ ποδὶ ἐπὶ χελώνης βέβηκε· τῆς δὲ περιέχεται μὲν τὸ τέμενος θριγκῷ, κρηπὶς δὲ ἐντὸς τοῦ τεμένους πεποίηται καὶ ἐπὶ τῇ κρηπῖδι ἄγαλμα Ἀφροδίτης χαλκοῦν ἐπὶ τράγῳ κάθηται χαλκῷ· Σκόπα τοῦτο ἔργον, Ἀφροδίτην δὲ Πάνδημον ὀνομάζουσι. τὰ δὲ ἐπὶ τῇ χελώνῃ τε καὶ ἐς τὸν τράγον παρίημι τοῖς θέλουσιν εἰκάζειν.

25.2. The sacred enclosure of Hades and its temple (for the Eleans have these among their possessions) are opened once every year, but not even on this occasion is anybody permitted to enter except the priest. The following is the reason why the Eleans worship Hades; they are the only men we know of so to do. It is said that, when Heracles was leading an expedition against Pylus in Elis, Athena was one of his allies. Now among those who came to fight on the side of the Pylians was Hades, who was the foe of Heracles but was worshipped at Pylus.

25.2. ὁ δὲ ἱερὸς τοῦ Ἅιδου περίβολός τε καὶ ναός—ἔστι γὰρ δὴ Ἠλείοις καὶ Ἅιδου περίβολός τε καὶ ναός— ἀνοίγνυται μὲν ἅπαξ κατὰ ἔτος ἕκαστον, ἐσελθεῖν δὲ οὐδὲ τότε ἐφεῖται πέρα γε τοῦ ἱερωμένου. ἀνθρώπων δὲ ὧν ἴσμεν μόνοι τιμῶσιν Ἅιδην Ἠλεῖοι κατὰ αἰτίαν τήνδε. Ἡρακλεῖ στρατιὰν ἄγοντι ἐπὶ Πύλον τὴν ἐν τῇ Ἤλιδι, παρεῖναί οἱ καὶ Ἀθηνᾶν συνεργὸν λέγουσιν· ἀφικέσθαι οὖν καὶ Πυλίοις τὸν Ἅιδην συμμαχήσοντα τῇ ἀπεχθείᾳ τοῦ Ἡρακλέους, ἔχοντα ἐν τῇ Πύλῳ τιμάς.

25.3. Homer is quoted in support of the story, who says in the Iliad:And among them huge Hades suffered a wound from a swift arrow,When the same man, the son of aegis-bearing Zeus,Hit him in Pylus among the dead, and gave him over to pains.If in the expedition of Agamemnon and Menelaus against Troy Poseidon was according to Homer an ally of the Greeks, it cannot be unnatural for the same poet to hold that Hades helped the Pylians. At any rate it was in the belief that the god was their friend but the enemy of Heracles that the Eleans made the sanctuary for him. The reason why they are wont to open it only once each year is, I suppose, because men too go down only once to Hades.

25.3. ἐπάγονται δὲ καὶ Ὅμηρον τῷ λόγῳ μάρτυρα ποιήσαντα ἐν Ἰλιάδιτλῆ δʼ Ἀίδης ἐν τοῖσι πελώριος ὠκὺν ὀιστόν,εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιοἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·εἰ δὲ κατὰ τὴν Ἀγαμέμνονος καὶ Μενελάου στρατείαν ἐπὶ Ἴλιον Ποσειδῶν τῷ Ὁμήρου λόγῳ τοῖς Ἕλλησιν ἐπίκουρος ἦν, οὐκ ἂν ἄπο τοῦ εἰκότος οὐδὲ Ἅιδην εἴη δόξῃ γε τοῦ αὐτοῦ ποιητοῦ Πυλίοις ἀμῦναι. Ἠλεῖοι δʼ οὖν ὡς σφίσι τε εὔνῳ καὶ ἀπεχθανομένῳ πρὸς τὸν Ἡρακλέα ἐποιήσαντο ⟨τὸ⟩ ἱερὸν τῷ θεῷ· ἑκάστου δὲ ἅπαξ ἀνοίγειν τοῦ ἐνιαυτοῦ νομίζουσιν, ὅτι οἶμαι καὶ ἀνθρώποις ἅπαξ ἡ κάθοδος ἡ ἐς τοῦ Ἅιδου γίνεται.

25.4. The Eleans have also a sanctuary of Fortune. In a portico of the sanctuary has been dedicated a colossal image, made of gilded wood except the face, hands and feet, which are of white marble. Here Sosipolis too is worshipped in a small shrine on the left of the sanctuary of Fortune. The god is painted according to his appearance in a dream: in age a boy, wrapped in a star-spangled robe, and in one hand holding the horn of Amaltheia.

25.4. τοῖς δὲ Ἠλείοις καὶ Τύχης ⟨ἐστὶν⟩ [τὸ] ἱερὸν· ἐν στοᾷ δὲ τοῦ ἱεροῦ μεγέθει μέγα ἄγαλμα ἀνάκειται, ξόανον ἐπίχρυσον πλὴν προσώπου καὶ χειρῶν τε ἄκρων καὶ ποδῶν, ταῦτα δέ οἵ ἐστι λίθου λευκοῦ. ἐνταῦθα ἔχει τιμὰς καὶ ὁ Σωσίπολις ἐν ἀριστερᾷ τῆς Τύχης, ἐν οἰκήματι οὐ μεγάλῳ· κατὰ δὲ ὄψιν ὀνείρατος γραφῇ μεμιμημένος ἐστὶν ὁ θεός, παῖς μὲν ἡλικίαν, ἀμπέχεται δὲ χλαμύδα ποικίλην ὑπὸ ἀστέρων, τῇ χειρὶ δὲ ἔχει τῇ ἑτέρᾳ τὸ κέρας τῆς Ἀμαλθείας.

25.5. In the most thickly-populated part of Elis is a statue of bronze no taller than a tall man; it represents a beardless youth with his legs crossed, leaning with both hands upon a spear. They cast about it a garment of wool, one of flax and one of fine linen.

25.5. καθότι δὲ Ἠλείων ἡ πόλις πληθύει μάλιστα ἀνθρώποις, κατὰ τοῦτο ἀνδριάς σφισιν ἀνδρὸς οὐ μείζων μεγάλου χαλκοῦς ἐστιν οὐκ ἔχων πω γένεια τόν τε ἕτερον τῶν ποδῶν ἐπιπλέκων τῷ ἑτέρῳ καὶ ταῖς χερσὶν ἀμφοτέραις ἐπὶ δόρατι ἠρεισμένος· ἐσθῆτα δὲ ἐρεᾶν αὐτῷ καὶ ἀπὸ λίνου τε καὶ βύσσου περιβάλλουσι.

25.6. This image was said to be of Poseidon, and to have been worshipped in ancient times at Samicum in Triphylia. Transferred to Elis it received still greater honor, but the Eleans call it Satrap and not Poseidon, having learned the name Satrap, which is a surname of Corybas, after the enlargement of Patrae.

25.6. τοῦτο τὸ ἄγαλμα ἐλέγετο εἶναι Ποσειδῶνος, ἔχειν δὲ τὸ ἀρχαῖον ἐπὶ Σαμικῷ τῷ ἐν τῇ Τριφυλίᾳ τιμάς· μετακομισθὲν δὲ ἐς τὴν Ἦλιν τιμῆς μὲν καὶ ἐς πλέον ἔτι ἥκει, Σατράπην δὲ καὶ οὐ Ποσειδῶνα ὄνομα αὐτῷ τίθενται, μετὰ τὴν Πατρέων προσοίκησιν τὸ ὄνομα τοῦ Σατράπου διδαχθέντες· Κορύβαντός τε ἐπίκλησις ὁ Σατράπης ἐστί.

26.1. Between the market-place and the Menius is an old theater and a shrine of Dionysus. The image is the work of Praxiteles. Of the gods the Eleans worship Dionysus with the greatest reverence, and they assert that the god attends their festival, the Thyia. The place where they hold the festival they name the Thyia is about eight stades from the city. Three pots are brought into the building by the priests and set down empty in the presence of the citizens and of any strangers who may chance to be in the country. The doors of the building are sealed by the priests themselves and by any others who may be so inclined.

26.1. θέατρον δὲ ἀρχαῖον, μεταξὺ τῆς ἀγορᾶς καὶ τοῦ Μηνίου τὸ θέατρόν τε καὶ ἱερόν ἐστι Διονύσου· τέχνη τὸ ἄγαλμα Πραξιτέλους, θεῶν δὲ ἐν τοῖς μάλιστα Διόνυσον σέβουσιν Ἠλεῖοι καὶ τὸν θεόν σφισιν ἐπιφοιτᾶν ἐς τῶν Θυίων τὴν ἑορτὴν λέγουσιν. ἀπέχει μέν γε τῆς πόλεως ὅσον τε ὀκτὼ στάδια ἔνθα τὴν ἑορτὴν ἄγουσι Θυῖα ὀνομάζοντες· λέβητας δὲ ἀριθμὸν τρεῖς ἐς οἴκημα ἐσκομίσαντες οἱ ἱερεῖς κατατίθενται κενούς, παρόντων καὶ τῶν ἀστῶν καὶ ξένων, εἰ τύχοιεν ἐπιδημοῦντες· σφραγῖδας δὲ αὐτοί τε οἱ ἱερεῖς καὶ τῶν ἄλλων ὅσοις ἂν κατὰ γνώμην ᾖ ταῖς θύραις τοῦ οἰκήματος ἐπιβάλλουσιν, ἐς δὲ τὴν ἐπιοῦσαν τά τε σημεῖα ἐπιγνῶναι πάρεστί σφισι καὶ ἐσελθόντες ἐς τὸ οἴκημα εὑρίσκουσιν οἴνου πεπλησμένους τοὺς λέβητας.

26.2. On the morrow they are allowed to examine the seals, and on going into the building they find the pots filled with wine. I did not myself arrive at the time of the festival, but the most respected Elean citizens, and with them strangers also, swore that what I have said is the truth. The Andrians too assert that every other year at their feast of Dionysus wine flows of its own accord from the sanctuary. If the Greeks are to be believed in these matters, one might with equal reason accept what the Ethiopians above Syene say about the table of the sun.

26.2. ταῦτα Ἠλείων τε οἱ δοκιμώτατοι ἄνδρες, σὺν αὐτοῖς δὲ καὶ ξένοι κατώμνυντο ἔχειν κατὰ τὰ εἰρημένα, ἐπεὶ αὐτός γε οὐκ ἐς καιρὸν ἀφικόμην τῆς ἑορτῆς· λέγουσι δὲ καὶ Ἄνδριοι παρὰ ἔτος σφίσιν ἐς τοῦ Διονύσου τὴν ἑορτὴν ῥεῖν οἶνον αὐτόματον ἐκ τοῦ ἱεροῦ. ⟨εἰ⟩ πιστεύειν χρὴ ταῦτα Ἕλλησιν, [εἰ] ἀποδέχοιτο ἄν τις τῷ λόγῳ γε τῷ αὐτῷ καὶ ὅσα Αἰθίοπες οἱ ὑπὲρ Συήνης ἐς τοῦ ἡλίου τὴν τράπεζαν λέγουσιν.

26.3. On the Acropolis of the Eleans is a sanctuary of Athena. The image is of ivory and gold. They say that the goddess is the work of Pheidias. On her helmet is an image of a cock, this bird being very ready to fight. The bird might also be considered as sacred to Athena the worker.

26.3. ἐν ἀκροπόλει δὲ τῇ Ἠλείων ἐστὶν ἱερὸν Ἀθηνᾶς· ἐλέφαντος δὲ τὸ ἄγαλμα καὶ χρυσοῦ. εἶναι μὲν δὴ Φειδίου φασὶν αὐτήν, πεποίηται δὲ ἀλεκτρυὼν ἐπὶ τῷ κράνει, ὅτι οὗτοι προχειρότατα ἔχουσιν ἐς μάχας οἱ ἀλεκτρυόνες· δύναιτο δʼ ἂν καὶ Ἀθηνᾶς τῆς Ἐργάνης ἱερὸς ὁ ὄρνις νομίζεσθαι.

26.4. Cyllene is one hundred and twenty stades distant from Elis; it faces Sicily and affords ships a suitable anchorage. It is the port of Elis, and received its name from a man of Arcadia. Homer does not mention Cyllene in the list of the Eleans, but in a later part of the poem he has shown that Cyllene was one of the towns he knew.

26.4. Κυλλήνη δὲ σταδίους μὲν εἴκοσιν Ἤλιδος καὶ ἑκατὸν ἀφέστηκε, κεῖται δὲ τετραμμένη τε πρὸς Σικελίαν καὶ ὅρμον παρεχομένη ναυσὶν ἐπιτήδειον· ἐπίνειον δὲ οὖσα Ἠλείων ἀπὸ ἀνδρὸς Ἀρκάδος τὸ ὄνομα εἴληφε. Κυλλήνης δὲ ἐν μὲν Ἠλείων καταλόγῳ λόγον οὐδένα Ὅμηρος ἐποιήσατο, ἐν δὲ ἔπεσι τοῖς ὕστερον δεδήλωκεν ὡς πόλισμα οὖσαν καὶ τὴν Κυλλήνην ἐπίσταται·

26.5. Pulydamas stripped Otus of Cyllene,Comrade of Phyleides and ruler of the great-souled Epeans.In Cyllene is a sanctuary of Asclepius, and one of Aphrodite. But the image of Hermes, most devoutly worshipped by the inhabitants, is merely the male member upright on the pedestal.

26.5. Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξεν,Φυλείδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.θεῶν δὲ ἱερὰ ἐν Κυλλήνῃ Ἀσκληπιοῦ, τὸ δὲ Ἀφροδίτης ἐστί· τοῦ Ἑρμοῦ δὲ τὸ ἄγαλμα, ὃν οἱ ταύτῃ περισσῶς σέβουσιν, ὀρθόν ἐστιν αἰδοῖον ἐπὶ τοῦ βάθρου.

26.6. The land of Elis is fruitful, being especially suited to the growth of fine flax. Now while hemp and flax, both the ordinary and the fine variety, are sown by those whose soil is suited to grow it, the threads from which the Seres make the dresses are produced from no bark, but in a different way as follows. There is in the land of the Seres an insect which the Greeks call ser, though the Seres themselves give it another name.

26.6. ἡ δὲ Ἠλεία χώρα τά τε ἄλλα ἐστὶν ἐς καρποὺς καὶ τὴν βύσσον οὐχ ἥκιστα ἐκτρέφειν ἀγαθή. τὴν μὲν δὴ κανναβίδα καὶ λίνον καὶ τὴν βύσσον σπείρουσιν ὅσοις ἡ γῆ τρέφειν ἐστὶν ἐπιτήδειος· οἱ μίτοι δέ, ἀφʼ ὧν τὰς ἐσθῆτας ποιοῦσιν οἱ Σῆρες, ἀπὸ οὐδενὸς φλοιοῦ, τρόπον δὲ ἕτερον γίνονται τοιόνδε. ἔστιν ἐν τῇ γῇ ζωύφιόν σφισιν, ὃν σῆρα καλοῦσιν Ἕλληνες, ὑπὸ δὲ αὐτῶν Σηρῶν ἄλλο πού τι καὶ οὐ σὴρ ὀνομάζεται·

26.7. Its size is twice that of the largest beetle, but in other respects it is like the spiders that spin under trees, and furthermore it has, like the spider, eight feet. These creatures are reared by the Seres, who build them houses adapted for winter and for summer. The product of the creatures, a clue of fine thread, is found rolled round their feet.

26.7. μέγεθος μέν ἐστιν αὐτοῦ διπλάσιον ἢ κανθάρων ὁ μέγιστος, τὰ δὲ ἄλλα εἴκασται τοῖς ἀράχναις, οἳ ὑπὸ τοῖς δένδρεσιν ὑφαίνουσι, καὶ δὴ καὶ πόδας ἀριθμὸν ὀκτὼ κατὰ ταὐτὰ ἔχει τοῖς ἀράχναις. ταῦτα τὰ ζῷα τρέφουσιν οἱ Σῆρες οἴκους κατασκευασάμενοι χειμῶνός τε καὶ θέρους ὥρᾳ ἐπιτηδείους· τὸ δὲ ἔργον τῶν ζῴων κλῶσμα εὑρίσκεται λεπτὸν τοῖς ποσὶν αὐτῶν περιειλιγμένον.

26.8. They keep them for four years, feeding them on millet, but in the fifth year, knowing that they have no longer to live, they give them green reed to eat. This of all foods the creature likes best; so it stuffs itself with the reed till it bursts with surfeit, and after it has thus died they find inside it the greater part of the thread. Seria is known to be an island lying in a recess of the Red Sea.

26.8. τρέφουσι δὲ αὐτὰ ἐπὶ μὲν τέσσαρα ἔτη παρέχοντες τροφήν σφισιν ἔλυμον, πέμπτῳ δὲ—οὐ γὰρ πρόσω βιωσόμενα ἴσασι—κάλαμον διδόασιν ἐσθίειν χλωρόν· ἡ δέ ἐστιν ἡδίστη τροφὴ πασῶν τῷ ζῴῳ, καὶ ἐμφορηθὲν τοῦ καλάμου ῥήγνυταί τε ὑπὸ πλησμονῆς καὶ ἀποθανόντος οὕτω τὸ πολὺ τῆς ἁρπεδόνης εὑρίσκουσιν ἔνδον. γινώσκεται δὲ ἡ Σηρία νῆσος ἐν μυχῷ θαλάσσης κειμένη τῆς Ἐρυθρᾶς.

26.9. But I have heard that it is not the Red Sea, but a river called Ser, that makes this island, just as in Egypt the Delta is surrounded by the Nile and by no sea. Such another island is Seria said to be. These Seres themselves are of Aethiopian race, as are the inhabitants of the neighboring islands, Abasa and Sacaea. Some say, however, that they are not Ethiopians but a mongrel race of Scythians and Indians.

26.9. ἤκουσα δὲ καὶ ὡς οὐχ ἡ Ἐρυθρά, ποταμὸς δὲ ὃν Σῆρα ὀνομάζουσιν, οὗτός ἐστιν ὁ ποιῶν νῆσον αὐτήν, ὥσπερ καὶ Αἰγύπτου τὸ Δέλτα ὑπὸ τοῦ Νείλου καὶ οὐχ ὑπὸ μιᾶς περιέχεσθαι θαλάσσης· τοιαύτην ἑτέραν καὶ τὴν Σηρίαν νῆσον εἶναι. οὗτοι μὲν δὴ τοῦ Αἰθιόπων γένους αὐτοί τέ εἰσιν οἱ Σῆρες καὶ ὅσοι τὰς προσεχεῖς αὐτῇ νέμονται νήσους, Ἄβασαν καὶ Σακαίαν· οἱ δὲ αὐτοὺς οὐκ Αἰθίοπας, Σκύθας δὲ ἀναμεμιγμένους Ἰνδοῖς φασὶν εἶναι.

26.10. Such are the accounts that are given. As you go from Elis to Achaia you come after one hundred and fifty-seven stades to the river Larisus, and in modern days this river forms the boundary between Elis and Achaia, though of old the boundary was Cape Araxus on the coast.

26.10. ταῦτα μὲν δὴ οὕτω λέγεται· ἀνδρὶ δὲ ἐς Ἀχαΐαν ἰόντι ἐξ Ἤλιδος ἑπτὰ καὶ πεντήκοντα στάδιοι καὶ ἑκατὸν ἐπὶ ποταμόν εἰσι Λάρισον, καὶ Ἠλείοις ὅροι πρὸς Ἀχαιοὺς τῆς χώρας ὁ ποταμός ἐστιν ἐφʼ ἡμῶν ὁ Λάρισος· τὰ δὲ ἔτι ἀρχαιότερα ἄκρα σφίσι πρὸς θαλάσσῃ ὅρος ἦν ὁ Ἄραξος.