SCRIPTURA

Pausanias · Description of Greece · 37 of 60

Book VII · chapters 12–18

Translated by W. H. S. Jones

ContentsMarkdown.md ↓

12.6. These disputes were the cause of a war between the Lacedaemonians and the Achaeans, and the former, realizing that they were not a match for their opponents, sent envoys to their cities and entered into personal negotiations with Diaeus. The cities all made the same reply, that it was unlawful to turn a deaf ear to their general when he proclaimed a campaign; for Diaeus, who was in command of the Achaeans, declared that he would march to make war, not on Sparta but on those that were troubling her.

12.6. πόλεμός τε δὴ ἀπὸ τῶν ἀμφισβητημάτων τούτων Ἀχαιοῖς καὶ Λακεδαιμονίοις ἤρχετο καὶ Λακεδαιμόνιοι συνιέντες οὐκ ἀξιόμαχοι πρὸς Ἀχαιοὺς εἶναι πρεσβείαις ἐχρῶντο πρὸς τὰς πόλεις αὐτῶν καὶ ἰδίᾳ πρὸς τὸν Δίαιον λόγοις. αἱ μὲν δὴ κατὰ τὰ αὐτὰ αἱ πόλεις ἐποιοῦντο τὰς ἀποκρίσεις, οὔ σφισιν ἔξοδον ἐπαγγέλλοντος στρατηγοῦ παρακούειν εἶναι νόμον· Δίαιος γὰρ ἦρχε τῶν Ἀχαιῶν καὶ ἔφασκεν οὐ τῇ Σπάρτῃ, τοῖς δὲ ταράσσουσιν αὐτὴν πολεμήσων ἀφίξεσθαι.

12.7. When the Spartan senate inquired how many he considered were guilty, he reported to them the names of twenty-four citizens of the very front rank in Sparta. Thereupon was carried a motion of Agasisthenes, whose advice on this occasion enhanced the already great reputation he enjoyed. He bade the twenty-four to go into voluntary exile from Lacedaemon, instead of bringing war upon Sparta by remaining where they were; if they exiled themselves to Rome, he declared, they would before long be restored to their country by the Romans.

12.7. ἐρομένων δὲ τῶν γερόντων ὁπόσους ἡγοῖτο ἀδικεῖν, ἐσπέμπει σφίσι τεσσάρων ὀνόματα ἀνδρῶν καὶ εἴκοσι πρωτευόντων τὰ πάντα ἐν Σπάρτῃ. ἐνταῦθα Ἀγασισθένους ἐνίκησε γνώμη δοκίμου καὶ τὰ πρότερα ὄντος, ἀπὸ δὲ τῆς παραινέσεως ταύτης προελθόντος καὶ ἐς πλέον δόξης· ὃς τοὺς ἄνδρας τούτους ἐκέλευσεν ἐκ Λακεδαίμονος ἐθελοντὰς φεύγειν μηδὲ αὐτοῦ μένοντας ἐργάσασθαι τῇ Σπάρτῃ πόλεμον, φυγόντας δὲ ἐς Ῥώμην καταχθήσεσθαι σφᾶς οὐ μετὰ πολὺ ἔφασκεν ὑπὸ Ῥωμαίων.

12.8. So they departed, underwent a nominal trial at Sparta, and were condemned to death. The Achaeans on their side despatched to Rome Callicrates and Diaeus to oppose the exiles from Sparta before the senate. Callicrates died of disease on the journey, and even if he had reached Rome I do not know that he would have been of any assistance to the Achaeans—perhaps he would have been the cause of greater troubles. The debate between Diaeus and Menalcidas before the senate was marked by fluency rather than by decency on either side.

12.8. καὶ οἱ μὲν ἀπελθόντες ὑπήγοντο ὑπὸ Σπαρτιατῶν ἐς δικαστήριον τῷ λόγῳ καὶ ἀποθανεῖν ἦσαν κατεγνωσμένοι· ἀπεστάλησαν δὲ καὶ ὑπὸ Ἀχαιῶν Καλλικράτης ἐς Ῥώμην καὶ Δίαιος τοῖς φεύγουσιν ἐκ Σπάρτης ἀντιδικήσοντες ἐπὶ τῆς βουλῆς. καὶ αὐτῶν ὁ μὲν κατὰ τὴν ὁδὸν Καλλικράτης τελευτᾷ νόσῳ, οὐδὲ οἶδα εἰ ἀφικόμενος ἐς Ῥώμην ὠφέλησεν ἄν τι Ἀχαιοὺς ἢ κακῶν σφισιν ἐγένετο μειζόνων ἀρχή· Δίαιος δὲ ἐς ἀντιλογίαν Μεναλκίδᾳ καταστὰς ἐπὶ τῆς βουλῆς πολλὰ μὲν εἶπε, τὰ δὲ ἤκουσεν οὐ σὺν κόσμῳ.

12.9. The answer of the senate to their remarks was that they were sending envoys to settle the disputes between the Lacedaemonians and the Achaeans. The journey of the envoys from Rome proved rather slow, giving Diaeus a fresh opportunity of deceiving the Achaeans and Menalcidas of deceiving the Lacedaemonians. Diaeus misled the Achaeans into the belief that the Roman senate had decreed the complete subjection to them of the Lacedaemonians; Menalcidas deceived the Lacedaemonians into thinking that the Romans had entirely freed them from the Achaean League.

12.9. καί σφισιν ἀπεκρίνατο ἡ βουλὴ ἀποστέλλειν πρέσβεις, οἳ κρινοῦσιν ὅσα Λακεδαιμονίοις καὶ Ἀχαιοῖς διάφορα ἦν ἐς ἀλλήλους. καὶ τοῖς ἐκ Ῥώμης πρέσβεσι σχολαιτέρα πως ἐγίνετο ἡ ὁδός, ὥστε ἐξαπατᾶν ὑπῆρχεν ἐξ ἀρχῆς Διαίῳ τε Ἀχαιοὺς καὶ Μεναλκίδᾳ Λακεδαιμονίους· τοὺς μὲν δὴ παρῆγεν ὁ Δίαιος ὡς τὰ πάντα ἕπεσθαι Λακεδαιμόνιοί σφισιν ὑπὸ τῆς Ῥωμαίων βουλῆς εἰσιν ἐγνωσμένοι, Λακεδαιμονίους δὲ ὁ Μεναλκίδας ἠπάτα παντελῶς τοῦ συνεδρεύειν ἐς τὸ Ἀχαϊκὸν ὑπὸ Ῥωμαίων αὐτοὺς ἀπηλλάχθαι.

13.1. So the result of the debate was that the Achaeans again came near to actual war with the Lacedaemonians, and Damocritus, who had been elected general of the Achaeans at this time, proceeded to mobilize an army against Sparta. But about this time there arrived in Macedonia a Roman force under Metellus, whose object was to put down the rebellion of Andriscus, the son of Perseus, the son of Philip. The war in Macedonia, it turned out, was easily decided in favour of the Romans, but Metellus urged the envoys, sent by the Roman senate to settle the affairs of Asia, to parley with the chiefs of the Achaeans before making the crossing.

13.1. αὖθις οὖν ἐκ τῶν ἀντιλογιῶν Λακεδαιμονίοις ὥρμηντο Ἀχαιοὶ πολεμεῖν, καὶ στρατὸς ἐπὶ τὴν Σπάρτην ἠθροίζετο ὑπὸ Δαμοκρίτου στρατηγεῖν τηνικαῦτα Ἀχαιῶν ᾑρημένου. περὶ δὲ τὸν αὐτὸν χρόνον τοῦτον ἀφίκετο ἐς Μακεδονίαν στρατιά τε Ῥωμαίων καὶ ἡγεμὼν ἐπʼ αὐτῇ Μέτελλος, Ἀνδρίσκῳ τῷ Περσέως τοῦ Φιλίππου πολεμήσοντες ἀφεστηκότι ἀπὸ Ῥωμαίων. καὶ ὁ μὲν ἐν Μακεδονίᾳ πόλεμος ἔμελλεν ὡς ῥᾷστα κατὰ τὸ ἐπιτηδειότατον Ῥωμαίοις κριθήσεσθαι·

13.2. They were to order them not to attack Sparta, but to await the arrival from Rome of the envoys sent for the purpose of arbitrating between the Lacedaemonians and the Achaeans. They delivered their instructions to the Achaeans under Damocritus when these had already begun a campaign against Lacedaemon, and so, realizing that the Achaeans were set against their advice, proceeded on their way to Asia. The Lacedaemonians, with a spirit greater than their strength, took up arms, and sallied forth to defend their country. But they were soon crushed; a thousand of their bravest youths fell in the battle, and the rest of the soldiery fled towards the city with all the haste they could.

13.2. Μέτελλος δὲ ἄνδρας ὑπὸ τῆς Ῥωμαίων ἀπεσταλμένους βουλῆς ἐπὶ τὰ ἐν τῇ Ἀσίᾳ πράγματα ἐκέλευε, πρὶν ἢ ἐς τὴν Ἀσίαν διαβῆναι, τοῖς ἡγεμόσιν αὐτοὺς τοῖς Ἀχαιῶν ἐς λόγους ἐλθεῖν, ὅπλα μὲν ἐπὶ τὴν Σπάρτην μὴ ἐπιφέρειν σφίσιν ἀπαγορεύσοντας, τὴν δὲ ἐκ Ῥώμης παρουσίαν τῶν ἀνδρῶν προεροῦντας μένειν, οἳ κατὰ τοῦτο ἦσαν ἀπεσταλμένοι Λακεδαιμονίοις δικασταὶ καὶ Ἀχαιοῖς γενέσθαι. οἱ μὲν δὴ τὰ ἐντεταλμένα Δαμοκρίτῳ καὶ Ἀχαιοῖς ἐπήγγελλον ἐφθακόσιν ἔξοδον ἐπὶ Λακεδαίμονα πεποιῆσθαι καὶ—ἑώρων γὰρ [τὰ] πρὸς τὴν παραίνεσιν ἀνθεστηκότα ⟨τὰ⟩ Ἀχαιῶν—ἀπηλλάσσοντο ἐς τὴν Ἀσίαν· Λακεδαιμόνιοι δὲ ὑπὸ φρονήματος μᾶλλον ἢ ἰσχύος ἔλαβον μὲν τὰ ὅπλα καὶ ἐπεξῆλθον ἀμυνοῦντες τῇ οἰκείᾳ, βιασθέντες δὲ οὐ μετὰ πολύ, ὅσον μὲν ἐς χιλίους οἱ ἡλικίᾳ μάλιστα αὐτῶν καὶ τόλμαις ἀκμάζοντες πίπτουσιν ἐν τῇ μάχῃ, τὸ δὲ ἄλλο στρατιωτικόν, ὡς ἕκαστος τάχους εἶχεν, ἔφευγον πρὸς τὴν πόλιν.

13.4. If Damocritus had made a vigorous effort, the Achaeans could have dashed into the walls of Sparta along with the fugitives from the field of battle. As it was, he at once recalled the Achaeans from the pursuit, and confined his future operations to raids and plunder, instead of prosecuting the siege with energy.

13.4. εἰ δὲ ὁ Δαμόκριτος προθυμίαν ἐποιήσατο, τοῖς φεύγουσιν ἐκ τῆς παρατάξεως ὁμοῦ καὶ Ἀχαιοῖς ἐσδραμεῖν ⟨ὑπῆρξεν ἂν⟩ ἐς τὸ τεῖχος τῆς Σπάρτης [εἰς Σπάρτην]· νῦν δὲ αὐτίκα τε ἀνεκάλεσεν ἀπὸ τῆς διώξεως τοὺς Ἀχαιοὺς καὶ ἐχρῆτο καὶ ἐς τὸ ἔπειτα καταδρομαῖς μᾶλλον καὶ ἁρπαγαῖς ἐκ τῆς χώρας ἢ συντόνῳ πολιορκίᾳ.

13.5. So Damocritus withdrew his army, and the Achaeans sentenced him to pay a fine of fifty talents for his treachery. Being unable to pay, he left the Peloponnesus and went into exile. Diaeus, who was elected general after Damocritus, agreed, when Metellus sent another embassy, to involve the Lacedaemonians in no war, but to await the arrival of the arbitrators from Rome.

13.5. Δαμοκρίτῳ μὲν οὖν ἀπαγαγόντι ὀπίσω τὴν στρατιὰν ἐπιβάλλουσιν οἱ Ἀχαιοὶ ζημίαν πεντήκοντα ἅτε ἀνδρὶ προδότῃ τάλαντα, καὶ—οὐ γὰρ εἶχεν ἐκτῖσαι— φεύγων ᾤχετο ἐκ Πελοποννήσου· Δίαιος δὲ Ἀχαιῶν μετὰ Δαμόκριτον στρατηγεῖν ᾑρημένος ἀποστείλαντι αὖθις Μετέλλῳ πρέσβεις ὡμολόγησε μηδένα ἐπάξειν Λακεδαιμονίοις πόλεμον, ἀλλὰ ἔστʼ ἂν ἥκωσιν ἐκ Ῥώμης, ἀναμενεῖν τοὺς διαλλακτάς.

13.6. But he invented another trick to embarrass the Lacedaemonians. He induced the towns around Sparta to be friendly to the Achaeans, and even introduced garrisons into them, to be Achaean bases against Sparta.

13.6. στρατήγημα δὲ ἄλλο ἐς τοὺς Λακεδαιμονίους παρεῦρε τοιόνδε· τὰ ἐν κύκλῳ τῆς Σπάρτης πολίσματα ἐς τὴν Ἀχαιῶν ὑπηγάγετο εὔνοιαν, ἐσήγαγε δὲ ἐς αὐτὰ καὶ φρουράς, ὁρμητήρια ἐπὶ τὴν Σπάρτην Ἀχαιοῖς εἶναι.

13.7. The Lacedaemonians elected Menalcidas to be their general against Diaeus, and although they were utterly unprepared for war, being especially ill-provided with money, while in addition their land had remained unsown, he nevertheless dared to break the truce, and took by assault and sacked Iasus, a town on the borders of Laconia, but at that time subject to the Achaeans.

13.7. Μεναλκίδας δὲ ᾕρητο μὲν ὑπὸ Λακεδαιμονίων ἐναντία Διαίῳ στρατηγεῖν· ἐχόντων δὲ αὐτῶν ἔς τε τὴν πᾶσαν πολέμου παρασκευὴν καὶ οὐχ ἥκιστα τοῖς χρήμασιν ἀσθενῶς, πρὸς δὲ καὶ τῆς γῆς σφισιν ἀσπόρου μεμενηκυίας, †διας ὅμως τὰς σπονδὰς ὑπερβῆναι καὶ πόλισμα Ἴασον ἑλὼν ἐξ ἐπιδρομῆς ἐπόρθησεν, ἐν ὅροις μὲν χώρας τῆς Λακωνικῆς, Ἀχαιῶν δὲ ἐν τῷ τότε ὑπήκοον.

13.8. Having again stirred up war between Lacedaemonians and Achaeans he incurred blame at the hands of his countrymen, and, failing to find a way of escape for the Lacedaemonians from the peril that threatened them, he took his own life by poison. Such was the end of Menalcidas. At the time he was in command of the Lacedaemonians, and previously he had commanded the Achaeans. In the former office he proved a most stupid general, in the latter an unparalleled villain.

13.8. ἐξεγείρας δὲ αὖθις Λακεδαιμονίοις καὶ Ἀχαιοῖς πόλεμον ἐν ἐγκλήμασί τε ἦν ὑπὸ τῶν πολιτῶν καὶ— οὐ γάρ τινα ἐκ τοῦ προσδοκωμένου κινδύνου Λακεδαιμονίοις σωτηρίαν εὕρισκεν—ἀφίησιν ἑκουσίως τὴν ψυχὴν πιὼν φάρμακον. καὶ Μεκαλκίδᾳ μὲν τέλος τοιοῦτον ἐγένετο, ἄρξαντι ἐν τῷ [ἑαυτοῦ νῷ] τότε μὲν Λακεδαιμονίων ὡς ἂν ὁ ἀμαθέστατος στρατηγός, πρότερον δὲ ἔτι τοῦ Ἀχαιῶν ἔθνους ὡς ἀνθρώπων ὁ ἀδικώτατος.

14.1. There also arrived in Greece the envoys despatched from Rome to arbitrate between the Lacedaemonians and the Achaeans, among them being Orestes. He invited to visit him the magistrates in each of the Greek cities, along with Diaeus. When they arrived at his lodging, he proceeded to disclose to them the whole story, that the Roman senate decreed that neither the Lacedaemonians nor yet Corinth itself should belong to the Achaean League, and that Argos, Heracleia by Mount Oeta and the Arcadian Orchomenus should be released from the Achaean confederacy. For they were not, he said, related at all to the Achaeans, and but late-comers to the League.

14.1. ἀφίκοντο δὲ ἐς τὴν Ἑλλάδα καὶ οἱ ἀποσταλέντες ἐκ Ῥώμης Λακεδαιμονίοις δικασταὶ καὶ Ἀχαιοῖς γενέσθαι, ἄλλοι τε καὶ Ὀρέστης· ⟨ὁ δὲ⟩ τούς τε ἐν ἑκάστῃ πόλει τῶν Ἀχαιῶν ἔχοντας τὰς ἀρχὰς καὶ Δίαιον ἐκάλει παρʼ αὑτόν. ἀφικομένοις δὲ ἔνθα ἔτυχεν αὐτὸς ἐσῳκισμένος, ἀπεγύμνου τὸν πάντα σφίσιν ἤδη λόγον, ὡς δίκαια ἡγοῖτο ἡ Ῥωμαίων βουλὴ μήτε Λακεδαιμονίους τελεῖν ἐς τὸ Ἀχαϊκὸν μήτε αὐτὴν Κόρινθον, ἀφεῖσθαι δὲ καὶ Ἄργος καὶ Ἡράκλειαν τὴν πρὸς Οἴτῃ καὶ Ὀρχομενίους Ἀρκάδας συνεδρίου τοῦ Ἀχαιῶν· γένους τε γὰρ αὐτοῖς οὐδὲν τοῦ Ἀχαιῶν μετεῖναι καὶ ὕστερον τὰς πόλεις προσχωρῆσαι ταύτας πρὸς τὸ Ἀχαϊκόν.

14.2. The magistrates of the Achaeans did not wait for Orestes to conclude, but while he was yet speaking ran out of the house and summoned the Achaeans to an assembly. When the Achaeans heard the decision of the Romans, they at once turned against the Spartans who happened to be then residing in Corinth, and arrested every one, not only those whom they knew for certain to be Lacedaemonians, but also all those they suspected to be such from the cut of their hair, or because of their shoes, their clothes or even their names. Some of them, who succeeded in taking refuge in the lodging of Orestes, they actually attempted even from there to drag away by force.

14.2. ταῦτα Ὀρέστου λέγοντος οἱ ἄρχοντες τῶν Ἀχαιῶν οὐδὲ τὸν πάντα ὑπομείναντες ἀκοῦσαι λόγον ἔθεον ἐς τὸ ἐκτὸς τῆς οἰκίας καὶ ἐκάλουν Ἀχαιοὺς ἐς ἐκκλησίαν· οἱ δὲ ὡς τὰ ἐγνωσμένα ἐπύθοντο ὑπὸ Ῥωμαίων, αὐτίκα ἐτρέποντο ἐπὶ τοὺς Σπαρτιάτας οἳ Κορίνθῳ τότε ἔτυχον ἐπιδημοῦντες, συνήρπαζον δὲ πάντα τινὰ καὶ ὃν Λακεδαιμόνιον σαφῶς ὄντα ἠπίσταντο καὶ ὅτῳ κουρᾶς ἢ ὑποδημάτων ἕνεκα ἢ ἐπὶ τῇ ἐσθῆτι ἢ κατʼ ὄνομα προσγένοιτο ὑπόνοια· τοὺς δὲ αὐτῶν καὶ καταφυγεῖν ἔνθα Ὀρέστης ᾤκει φθάνοντας ὅμως καὶ ἐντεῦθεν ἐβιάζοντο ἕλκειν.

14.3. Orestes and his colleagues tried to check their violence, reminding them that they were committing unprovoked acts of criminal insolence against the Romans. A few days afterwards the Achaeans shut up in prison the Lacedaemonians they held under arrest, but separated from them the foreigners and let them go. They also despatched to Rome Thearidas, with certain other members of the Achaean government. These set out, but meeting on the journey the Roman envoys who had been sent after Orestes to deal with the dispute between the Lacedaemonians and the Achaeans, they too turned back.

14.3. Ὀρέστης δὲ καὶ οἱ σὺν αὐτῷ τῆς τε τόλμης ἐπέχειν τοὺς Ἀχαιοὺς ἐπειρῶντο καὶ ἐκέλευον μεμνῆσθαι σφᾶς ὡς ἀδικημάτων καὶ ὕβρεως ἄρχουσιν ἐς Ῥωμαίους. ἡμέραις δὲ ὕστερον οὐ πολλαῖς οἱ Ἀχαιοὶ Λακεδαιμονίων μὲν αὐτῶν ὅσους εἶχον συνειληφότες, κατατίθενται σφᾶς ἐς δεσμωτήριον, τοὺς ξένους δὲ ἀπʼ αὐτῶν διακρίνοντες ἠφίεσαν. ἀποστέλλουσι δὲ καὶ ἐς Ῥώμην ἄλλους τε Ἀχαιῶν τῶν ἐν τέλει καὶ Θεαρίδαν· ὡς δὲ ἀπῆλθον, ἐντυχόντες κατὰ τὴν ἄνοδον Ῥωμαίων πρέσβεσιν ἐπὶ τὰ Λακεδαιμονίων καὶ Ἀχαιῶν ὕστερον ἢ Ὀρέστης ἀπεσταλμένοις, ὀπίσω καὶ αὐτοὶ τρέπονται.

14.4. When the time came for Diaeus to relinquish his office, Critolaus was elected general by the Achaeans. This Critolaus was seized with a keen but utterly unthinking passion to make war against the Romans. The envoys from the Romans had by this time already arrived to adjudicate on the dispute between the Lacedaemonians and the Achaeans, and Critolaus had a conference with them at Tegea in Arcadia, being most unwilling to summon the Achaeans to meet them in a general assembly. However, in the hearing of the Romans he sent messengers with instructions to summon the deputies to the assembly, but privately he sent orders to the deputies of the various cities to absent themselves from the meeting.

14.4. Διαίῳ δὲ ἐξήκοντος τοῦ χρόνου τῆς ἀρχῆς στρατηγεῖν ὑπὸ Ἀχαιῶν ᾑρέθη Κριτόλαος. τοῦτον δριμὺς καὶ σὺν οὐδενὶ λογισμῷ τὸν Κριτόλαον πολεμεῖν πρὸς Ῥωμαίους ἔρως ἔσχε· καὶ—ἔτυχον γὰρ τότε ἤδη οἱ παρὰ Ῥωμαίων ἥκοντες τὰ Λακεδαιμονίων καὶ Ἀχαιῶν δικάσαι—ἀφίκετο μὲν ἐν Τεγέᾳ τῇ Ἀρκάδων τοῖς ἀνδράσιν ἐς λόγους ὁ Κριτόλαος, ἀθροῖσαι δὲ Ἀχαιούς σφισιν ἐς κοινὸν σύλλογον οὐδαμῶς ἤθελεν, ἀλλὰ ἐς μὲν ἐπήκοον τῶν Ῥωμαίων ἔπεμπεν ἀγγέλους κελεύων τοὺς συνέδρους καλεῖν ἐς τὸ Ἀχαϊκόν, ἰδίᾳ δὲ τοῖς συνέδροις ἐπέστελλεν ἐς τὰς πόλεις ἀπολείπεσθαι σφᾶς τοῦ συλλόγου.

14.5. When the deputies did not attend, Critolaus showed very clearly how he was hoodwinking the Romans. He urged them to wait for another meeting of the Achaeans, to take place five months later, declaring that he would not confer with them without the general assembly of the Achaeans. When the envoys realized that they were being deceived, they departed for Rome but Critolaus summoned a meeting of the Achaeans at Corinth, and persuaded them both to take up arms against Sparta and also to declare war openly on Rome.

14.5. ὡς δὲ οὐκ ἀφίκοντο οἱ συνεδρεύσοντες, ἐνταῦθα ὁ Κριτόλαος μάλιστα ἐπεδείκνυτο ἀπάτῃ πρὸς Ῥωμαίους χρώμενος, ὃς ἄλλην ἐκέλευεν ἀναμένειν αὐτοὺς Ἀχαιῶν σύνοδον, ἐς μῆνα ἐσομένην ἕκτον· αὐτὸς δὲ οὐδὲν ἰδίᾳ διαλέξεσθαί σφισιν ἄνευ τοῦ κοινοῦ τοῦ Ἀχαιῶν ἔφασκε. καὶ οἱ μὲν ἐπεὶ ἀπατώμενοι συνῆκαν, ἀπηλλάσσοντο ἐς Ῥώμην· Κριτόλαος δὲ ἐς Κόρινθον Ἀχαιοὺς ἀθροίσας ἀνέπεισε μὲν ἐπιφέρειν ὅπλα ἐπὶ τὴν Σπάρτην, ἀνέπεισε δὲ καὶ Ῥωμαίοις ἐκ τοῦ εὐθέος πόλεμον ἄρασθαι.

14.6. For a king or state to undertake a war and be unlucky is due to the jealousy of some divinity rather than to the fault of the combatants; but audacity combined with weakness should be called madness rather than ill-luck. But it was such a combination that overthrew Critolaus and the Achaeans. The Achaeans were also encouraged by Pytheas, who at that time was Boeotarch at Thebes, and the Thebans promised to give enthusiastic support in the war.

14.6. τὸ μὲν δὴ ἄνδρα βασιλέα καὶ πόλιν ἀνελέσθαι πόλεμον καὶ μὴ εὐτυχῆσαι συνέβη φθόνῳ μᾶλλον ἔκ του δαιμόνων ἢ τοῖς πολεμήσασι ποιεῖ τὸ ἔγκλημα· θρασύτης δὲ ἡ μετὰ ἀσθενείας μανία ⟨ἂν⟩ μᾶλλον ἢ ἀτυχία καλοῖτο. ὃ δὴ καὶ Κριτόλαον καὶ Ἀχαιοὺς ἔβλαψε. παρώξυνε δὲ καὶ Ἀχαιοὺς Πυθέας βοιωταρχῶν τηνικαῦτα ἐν Θήβαις, καὶ οἱ Θηβαῖοι συνεπιλήψεσθαι προθύμως ἐπηγγέλλοντο τοῦ πολέμου·

14.7. The Thebans had been sentenced, at the first ruling given by Metellus, to pay a fine for invading the territory of Phocis with an armed force; at the second to compensate the Euboeans for laying waste Euboea; at the third to compensate the people of Amphissa for ravaging their territory when the corn was ripe for harvest.

14.7. ἑαλώκεσαν δὲ οἱ Θηβαῖοι πρώτην δίκην Μετέλλου δικάζοντος Φωκεῦσιν ἐκτῖσαι ζημίαν, ὅτι ἐσέβαλον σὺν ὅπλοις ἐς γῆν τὴν Φωκίδα, δευτέραν Εὐβοεῦσιν, ἐδῄωσαν γὰρ καὶ Εὐβοέων τὴν χώραν, τρίτην δὲ Ἀμφισσεῦσι, τεμόντες καὶ τὴν Ἀμφισσέων περὶ ἀκμὴν σίτου.

15.1. The Romans, learning the news from the envoys sent to Greece and from the despatches of Metellus, decided that the Achaeans were in the wrong, and they ordered Mummius, the consul elected for that year, to lead a fleet with a land force against them. As soon as Metellus learned that Mummius and his army were coming to fight the Achaeans, he was full of enthusiasm to bring the war to a conclusion without help before Mummius reached Greece.

15.1. Ῥωμαῖοι δὲ παρά τε τῶν ἀνδρῶν διδαχθέντες οὓς ἐς τὴν Ἑλλάδα ἀπέστειλαν καὶ ἐκ τῶν γραμμάτων ἃ Μέτελλος ἐπέστελλεν, ἀδικεῖν Ἀχαιῶν κατέγνωσαν· καὶ ἦν γὰρ Μόμμιός σφισιν ὕπατος τότε ᾑρημένος, τοῦτον ναῦς τε καὶ στρατιὰν πεζὴν ἐκέλευον ἐπʼ Ἀχαιοὺς ἄγειν. Μέτελλος δὲ παραυτίκα ἐπέπυστο ὡς Μόμμιος καὶ ὁ σὺν αὐτῷ στρατὸς ἐπὶ Ἀχαιοὺς ἀφίκοιτο· καὶ ἐποιεῖτο σπουδήν, εἰ ἐπιθεὶς αὐτὸς πέρας τῷ πολέμῳ φανῇ πρὶν ἢ Μόμμιον ἐς τὴν Ἑλλάδα ἀφῖχθαι.

15.2. So he despatched envoys to the Achaeans, bidding them release from the League the Lacedaemonians and the other states mentioned in the order of the Romans, promising that the Romans would entirely forgive them for their disobedience on the previous occasion. While making these proposals for peace he marched from Macedonia through Thessaly and along the gulf of Lamia. But Critolaus and the Achaeans would listen to no suggestions for an agreement, and sat down to besiege Heracleia, which refused to join the Achaean League.

15.2. ἀγγέλους οὖν παρὰ τοὺς Ἀχαιοὺς ἀπέστελλεν, ἀφιέναι κελεύων σφᾶς συντελείας Λακεδαιμονίους καὶ πόλεις ἄλλας ὁπόσας εἴρητο ὑπὸ Ῥωμαίων, τῆς τε ἐκ τοῦ χρόνου τοῦ προτέρου σφίσιν ἀπειθείας οὐδεμίαν παρὰ Ῥωμαίων ὑπισχνεῖτο ὀργὴν γενήσεσθαι. ἅμα τε δὴ ταῦτα ἐπεκηρυκεύετο καὶ ἤλαυνεν ἐκ Μακεδονίας τὸν στρατόν, διὰ Θεσσαλίας τὴν πορείαν καὶ παρὰ τὸν Λαμιακὸν ποιούμενος κόλπον. Κριτόλαος δὲ καὶ Ἀχαιοὶ λόγον μὲν φέροντα ἐς σύμβασιν προσίεντο οὐδένα, Ἡράκλειαν δὲ προσεκάθηντο πολιορκοῦντες οὐ βουλομένους ἐς τὸ Ἀχαϊκὸν συντελεῖν.

15.3. Then, when Critolaus was informed by his scouts that the Romans under Metellus had crossed the Spercheius, he fled to Scarpheia in Locris, without daring even to draw up the Achaeans in the pass between Heracleia and Thermopylae, and to await Metellus there. To such a depth of terror did he sink that brighter hopes were not suggested even by the spot itself, the site of the Lacedaemonian effort to save Greece, and of the no less glorious exploit of the Athenians against the Gauls.

15.3. τότε δὲ ὡς παρὰ τῶν κατασκόπων ἐπυνθάνετο ὁ Κριτόλαος Μέτελλον καὶ Ῥωμαίους διαβεβηκέναι τὸν Σπερχειόν, ἀπέφευγεν ἐς Σκάρφειαν τὴν Λοκρῶν, οὐδὲ κατὰ τὸ στενὸν τὸ Ἡρακλείας τε μεταξὺ καὶ Θερμοπυλῶν τοὺς Ἀχαιοὺς τάξας ἐτόλμησεν ὑπομεῖναι Μέτελλον· ἀλλὰ ἐς τοσοῦτο ἀφίκετο δείματος ὡς μηδὲ αὐτὸ ποιήσασθαι τὸ χωρίον πρὸς ἀμείνονος ἐλπίδος, ἔνθα ἦν μὲν Λακεδαιμονίοις ὑπὲρ τῶν Ἑλλήνων τὰ ἐς Μήδους, ἦν δὲ καὶ Ἀθηναίοις τὰ ἐς Γαλάτας οὐδὲν ἀφανέστερα ἐκείνων τολμήματα.

15.4. Critolaus and the Achaeans took to flight, but at a short distance from Scarpheia they were overtaken by the men of Metellus, who killed many and took about a thousand prisoners. Critolaus was neither seen alive after the battle nor found among the dead. If he dared to plunge into the marsh of the sea at the foot of Mount Oeta he must inevitably have sunk into the depths without leaving a trace to tell the tale.

15.4. ὑποφεύγοντας δὲ Κριτόλαον καὶ Ἀχαιοὺς αἱροῦσιν ὀλίγον πρὸ τῆς Σκαρφείας οἱ ὁμοῦ τῷ Μετέλλῳ, καὶ ἀπέκτεινάν τε πλήθει πολλοὺς καὶ ἔλαβον ζῶντας ὅσον χιλίους. Κριτόλαος δὲ οὔτε ὤφθη ζῶν μετὰ τὴν μάχην οὔτε ἐν τοῖς νεκροῖς εὑρέθη· εἰ δὲ ἐτόλμησε τῆς πρὸς τῇ Οἴτῃ θαλάσσης ἐς ταύτης καταδῦναι τὸ τέλμα, παντάπασιν ἔμελλεν ἄγνωστός τε καὶ ἄπυστος οἰχήσεσθαι κατὰ τοῦ βυθοῦ.

15.5. So the end of Critolaus offers a wide field for conjecture. A thousand picked troops of Arcadia, who had joined Critolaus in his enterprise, took the field and advanced as far as Elateia in Phocis, into which city they were received by the inhabitants on the ground of some supposed ancient connection between them. But when the Phocians heard of the disaster to Critolaus and the Achaeans, they ordered the Arcadians to depart from Elateia.

15.5. ἐς μὲν οὖν τὴν Κριτολάου τελευτὴν καὶ ἄλλα πάρεστιν εἰκάζειν· Ἀρκάδων δὲ ἐξεστρατευμένοι λογάδες χίλιοι, οἳ Κριτολάῳ τοῦ ἔργου μετέσχον, προῆλθον μὲν ἄχρι Ἐλατείας τῆς Φωκέων καὶ ἐς τὴν πόλιν ὑπʼ αὐτῶν κατὰ συγγένειαν δή τινα παλαιὰν ἐδέχθησαν· ὡς δὲ τοῖς Φωκεῦσιν ἡ Κριτολάου συμφορὰ καὶ Ἀχαιῶν ἀπηγγέλλετο, ἀπελθεῖν ἐκ τῆς Ἐλατείας κελεύουσι τοὺς Ἀρκάδας.

15.6. As they were retreating to the Peloponnesus the Romans under Metellus fell upon them near Chaeroneia. It was then that the vengeance of the Greek gods overtook the Arcadians, who were slain by the Romans on the very spot on which they had deserted from the Greeks who were struggling at Chaeroneia against the Macedonians under Philip.

15.6. ἀπιοῦσι δὲ ὀπίσω σφίσιν ἐς τὴν Πελοπόννησον Μέτελλος καὶ Ῥωμαῖοι περὶ Χαιρώνειαν ἐπιφαίνονται· ἔνθα δὴ ἐπελάμβανε τοὺς Ἀρκάδας ἐκ θεῶν δίκη τῶν Ἑλληνικῶν, οἳ ἐν Χαιρωνείᾳ Φιλίππου καὶ Μακεδόνων ἐναντία ἀγωνιζομένους ἐγκαταλιπόντες Ἕλληνας τότε ἐν χωρίῳ τῷ αὐτῷ ἐκτείνοντο ὑπὸ Ῥωμαίων.

15.7. Diaeus once more came forward to command the Achaean army. He proceeded to set free slaves, following the example of Miltiades and the Athenians before the battle of Marathon, and enlisted from the cities of the Achaeans and Arcadians those who were of military age. The muster, including the slaves, amounted roughly to six hundred cavalry and fourteen thousand foot.

15.7. Ἀχαιοῖς δὲ αὖθις ἐπὶ τὴν ἡγεμονίαν τοῦ στρατεύματος παρῄει Δίαιος· καὶ δούλους τε ἐς ἐλευθερίαν ἠφίει, τὸ Μιλτιάδου καὶ Ἀθηναίων βούλευμα ⟨τὸ⟩ πρὸ τοῦ ἔργου τοῦ ἐν Μαραθῶνι μιμούμενος, καὶ Ἀχαιῶν συνέλεγε καὶ Ἀρκάδων ἀπὸ τῶν πόλεων τοὺς ἐν ἡλικίᾳ· ἐγένετο δέ, ἀναμεμιγμένων ὁμοῦ καὶ οἰκετῶν, τὸ ἀθροισθὲν ἐς ἑξακοσίους μὲν μάλιστα ἀριθμὸν ἱππεῖς, τὸ δὲ ὁπλιτεῦον τετρακισχίλιοί τε καὶ μύριοι.

15.8. And here Diaeus sank into utter folly. Although he knew that Critolaus and the whole force of Achaia had put up such a poor fight against Metellus, he nevertheless detached about four thousand, put them under the command of Alcamenes, and despatched them to Megara to garrison the city, and to stay the advance of Metellus and the Romans, should they march that way.

15.8. ἐνταῦθα ὁ Δίαιος ἐς ἅπαν ἀφίκετο ἀνοίας, ὃς Κριτόλαον καὶ πᾶσαν τὴν Ἀχαιῶν ἐπιστάμενος παρασκευὴν κακῶς οὕτως ἀγωνισαμένην πρὸς Μέτελλον ἀπέλεξεν αὐτὸς ὅσον τετρακισχιλίους· καὶ ἄρχοντα ἐπʼ αὐτοῖς ἔταξεν Ἀλκαμένην. ἀπεστέλλοντο δὲ ἐς Μέγαρα φρουρά τε εἶναι Μεγαρεῦσι τοῦ ἄστεως καί, ἢν Μέτελλος ἐπίῃ καὶ οἱ Ῥωμαῖοι, τοῦ πρόσω σφᾶς κωλύειν.

15.9. When the picked Arcadian troops had been overthrown near Chaeroneia, Metellus moved his army and marched against Thebes, for the Thebans had joined the Achaeans in investing Heracleia, and had taken part in the engagement of Scarpheia. Then the inhabitants, of both sexes and of all ages, abandoned the city and wandered about Boeotia, or took refuge on the tops of the mountains.

15.9. Μέτελλος δὲ ὡς οἱ περὶ Χαιρώνειαν λογάδες κατέστρωντο οἱ Ἀρκάδων, ἀναστήσας τὸ στράτευμα ἤλαυνεν ἐπὶ τὰς Θήβας· Ἡράκλειάν τε γὰρ ἐπολιόρκησαν οἱ Θηβαῖοι μετὰ Ἀχαιῶν καὶ ἀγῶνος τοῦ πρὸς Σκάρφειαν μετεσχήκεσαν. τότε δὲ αὐτοί τε καὶ γυναῖκες ἐκλελοιπότες πᾶσα ἡλικία τὴν πόλιν ἐπλανῶντο ἀνὰ τὴν Βοιωτίαν καὶ ἐς τῶν ὀρῶν τὰ ἄκρα ἀνέφευγον.

15.10. But Metellus would not allow either the burning of sanctuaries of the gods or the destruction of buildings, and he forbade his men to kill any Theban or take prisoner any fugitive. If, however, Pytheas should be caught, he was to be brought before him. Pytheas was discovered immediately, brought before Metellus and punished. When the army approached Megara, Alcamenes and his men did not face it, but straightway fled to the camp of the Achaeans at Corinth.

15.10. Μέτελλος δὲ οὔτε ἱερὰ ἐμπιπράναι θεῶν οὔτε οἰκοδομήματα καθαιρεῖν εἴα, Θηβαίων τε τῶν ἄλλων μήτε ἀποκτεῖναι μηδένα μήτε αἱρεῖν φεύγοντα ἀπηγόρευε· Πυθέαν δὲ ἢν ἕλωσιν, ἀνάγειν ἐκέλευσεν ὡς αὐτόν· ἐξεύρητό τε δὴ αὐτίκα ὁ Πυθέας καὶ ἀναχθεὶς δίκην εἶχεν. ὡς δὲ πλησίον Μεγάρων ἐγίνετο ὁ στρατός, οὔτε ὑπέμειναν οἱ περὶ τὸν Ἀλκαμένην καὶ αὐτίκα ἐς Κόρινθον παρὰ τὸ στρατόπεδον τὸ Ἀχαιῶν ᾤχοντο φεύγοντες.

15.11. The Megarians surrendered their city to the Romans without a blow, and when Metellus came to the Isthmus he again made overtures to the Achaeans for an agreed peace. For he was possessed of a strong desire to settle by himself the affairs of both Macedonia and Achaia. His efforts, however, were thwarted by the senselessness of Diaeus.

15.11. καὶ Μεγαρεῖς μὲν παραδιδόασιν ἀμαχεὶ Ῥωμαίοις τὴν πόλιν, Μέτελλος δὲ ὡς ἀφίκετο παρὰ τὸν ἰσθμόν, ἐπεκηρυκεύετο καὶ τότε Ἀχαιοῖς ⟨ἐς⟩ εἰρήνην καὶ ὁμολογίας προκαλούμενος· ἰσχυρὸς γάρ τις ἐνέκειτο αὐτῷ πόθος τὰ ἐν Μακεδονίᾳ τε ὁμοῦ καὶ τὰ Ἀχαιῶν κατεργασθῆναι διʼ αὐτοῦ. τούτῳ μὲν ταῦτα ἐσπευκότι Δίαιος ἠναντιοῦτο ὑπὸ ἀγνωμοσύνης·

16.1. Mummius, bringing with him Orestes, the commissioner sent earlier to deal with the dispute between the Lacedaemonians and the Achaeans, reached the Roman army at early dawn, and sending Metellus and his forces to Macedonia, himself waited at the Isthmus for his whole force to assemble. There came three thousand five hundred cavalry, while the infantry amounted to twenty-three thousand. They were joined by a company of Cretan archers and by Philopoemen, at the head of some troops sent by Attalus from Pergamus on the Caicus.

16.1. Μόμμιος δὲ Ὀρέστην ἅμα ἀγόμενος, τὸν πρότερον ἐπὶ τῇ Λακεδαιμονίων διαφορᾷ καὶ Ἀχαιῶν ἐλθόντα, ἀφίκετο μὲν περὶ ὄρθρον ἐς τὸ τῶν Ῥωμαίων στράτευμα, ἀποπέμψας δὲ ἐς Μακεδονίαν Μέτελλον καὶ ὅσον εἵπετο ἐκείνῳ, ἀνέμενεν αὐτὸς ἐν τῷ ἰσθμῷ τὴν πᾶσαν ἀθροισθῆναι παρασκευήν. ἀφίκετο δὲ ἱππικὸν μὲν πεντακόσιοί τε καὶ τρισχίλιοι, τοῦ πεζοῦ δὲ ἀριθμὸς ἐγένετο ἐς μυριάδας δύο προσόντων καὶ τούτοις τρισχιλίων· ἐπῆλθον δὲ καὶ τοξόται Κρῆτες καὶ ἐκ Περγάμου τῆς ὑπὲρ Καΐκου Φιλοποίμην στρατιώτας ἄγων παρὰ Ἀττάλου.

16.2. Certain of the Italian troops along with the auxiliaries were stationed by Mummius twelve stades away, to be an outpost for the whole army. The contempt of the Romans made them keep a careless look-out, and the Achaeans, attacking them in the first watch, killed some, drove yet more back to the camp, and took some five hundred shields. Puffed up with this success the Achaeans marched out to battle before the Romans began their attack.

16.2. Μόμμιος μὲν δὴ τῶν τε ἐξ Ἰταλίας τινὰς καὶ τὰ ἐπικουρικὰ ἀπωτέρω δύο τε καὶ δέκα ἔταξε σταδίοις, πρὸ τοῦ παντὸς εἶναι στρατεύματος φυλακήν· Ἀχαιοὶ δέ, ἐχόντων ἀφυλακτότερον ὑπὸ φρονήματος τῶν Ῥωμαίων, ἐπιτίθενται [τοῖς] ἐπὶ φυλακῆς αὐτοῖς τῆς πρώτης, καὶ τοὺς μὲν φονεύουσι, πλείονας δὲ ἔτι ἐς τὸ στρατόπεδον κατεῖρξαν, καὶ ἀσπίδας ὅσον τε πεντακοσίας εἷλον. ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ ἐπήρθησαν οἱ Ἀχαιοὶ ποιήσασθαι τὴν ἔξοδον πρότερον πρὶν ἢ Ῥωμαίους ἄρχειν μάχης·

16.3. But when Mummius advanced to meet them, the Achaean horse at once took to flight, without waiting for even the first charge of the Roman cavalry. The infantry were depressed at the rout of their horse, but nevertheless received the onslaught of the Roman men-at-arms; overwhelmed by numbers and faint with their wounds they offered a spirited resistance, until a thousand picked Romans fell upon their flank and utterly routed them.

16.3. ὡς δὲ ἀντεπῆγε καὶ ὁ Μόμμιος, οἱ μὲν ἐς τὸ ἱππικὸν τῶν Ἀχαιῶν ταχθέντες αὐτίκα ᾤχοντο φεύγοντες, τῆς Ῥωμαίων ἵππου μηδὲ τὴν πρώτην ἔφοδον ὑπομείναντες· ὁ δὲ πεζὸς στρατὸς ἀθύμως μὲν εἶχεν ἐπὶ τῶν ἱππέων τῇ τροπῇ, δεξάμενοι δὲ τὴν ἐμβολὴν τοῦ ὁπλιτικοῦ τοῦ Ῥωμαίων βιαζόμενοί τε τῷ πλήθει καὶ ἀπαγορεύοντες τοῖς τραύμασιν ὅμως ἀντεῖχον ὑπὸ τοῦ θυμοῦ, πρίν γε δὴ Ῥωμαίων λογάδες χίλιοι προσπεσόντες κατὰ τὰ πλάγια ἐς τελέαν τοὺς Ἀχαιοὺς φυγὴν κατέστησαν.

16.4. If after the battle Diaeus had boldly thrown himself into Corinth and received the fugitives within the walls, the Achaeans might have been able to get favorable terms from Mummius, by putting him to the trouble of a protracted siege. As it was, when the Achaeans were but beginning to yield, Diaeus fled straight for Megalopolis, his conduct towards the Achaeans showing a marked contrast to that of Callistratus, the son of Empedus, towards the Athenians.

16.4. εἰ δὲ ἐτόλμησεν ἐσδραμεῖν μετὰ τὴν μάχην Δίαιος ἐς Κόρινθον καὶ ὑποδέξασθαι τῷ τείχει τοὺς διαπίπτοντας ἐκ τῆς φυγῆς, κἂν εὕρασθαί τι παρὰ Μομμίου οἱ Ἀχαιοὶ φιλάνθρωπον ἐδυνήθησαν, ἐς πολιορκίαν καὶ τριβὴν πολέμου καταστάντες· νῦν δὲ ἀρχομένων ἔτι ἐνδιδόναι τῶν Ἀχαιῶν εὐθὺ Μεγάλης πόλεως ἔφευγεν ὁ Δίαιος, οὐδέν τι γενόμενος ἐς Ἀχαιοὺς ὅμοιος ἢ καὶ Καλλίστρατος ὁ Ἐμπέδου πρὸς Ἀθηναίους.

16.5. This man commanded some cavalry in Sicily, and when the Athenians and their partners in the expedition were being massacred at the river Asinarus, he courageously cut a way through the enemy at the head of his horsemen. He brought most of them safe to Catana, and then returned by the same way back to Syracuse. Finding the enemy still plundering the Athenian camp, he cut down some five of them, and then both he and his horse received mortal wounds and died.

16.5. τούτῳ γὰρ τῷ ἀνδρὶ ἱππαρχήσαντι ἐν Σικελίᾳ, ὅτε Ἀθηναῖοι καὶ ὅσοι ἄλλοι τοῦ στόλου μετεσχήκεσαν ἀπώλλυντο πρὸς τῷ ποταμῷ [τότε] τῷ Ἀσινάρῳ, τούτῳ τότε τῷ Καλλιστράτῳ παρέστη τόλμα διεκπαῖσαι διὰ τῶν πολεμίων ἄγοντι τοὺς ἱππέας· ὡς δὲ τὸ πολὺ ἀπέσωσεν αὐτῶν ἐς Κατάνην, ἀνέστρεφεν ὀπίσω τὴν αὐτὴν αὖθις ὁδὸν ἐς Συρακούσας, διαρπάζοντας δὲ ἔτι εὑρὼν τὸ Ἀθηναίων στρατόπεδον καταβάλλει τε ὅσον πέντε ἐξ αὐτῶν, καὶ τραύματα ἐπίκαιρα αὐτὸς καὶ ὁ ἵππος λαβόντες ἀφιᾶσι τὴν ψυχήν.

16.6. So he won glory for the Athenians and for himself, by saving the men under his command and seeking his own death. But Diaeus having ruined the Achaeans came to tell the tidings of disaster to the people of Megalopolis, killed his wife with his own hand, just to save her from being taken prisoner, and then committed suicide by drinking poison. He may be compared to Menalcidas for his avarice, and proved equally like him in the cowardice of his death.

16.6. οὗτος μὲν δὴ ἀγαθὴν δόξαν Ἀθηναίοις καὶ αὑτῷ κτώμενος περιεποίησέ τε ὧν ἦρχε καὶ ἐτελεύτησεν αὐτὸς ἑκουσίως· Δίαιος δὲ Ἀχαιοὺς ἀπολωλεκὼς Μεγαλοπολίταις κακῶν τῶν ἐφεστηκότων ἧκεν ἄγγελος, ἀποκτείνας δὲ αὐτοχειρὶ τὴν γυναῖκα, ἵνα δὴ μὴ γένοιτο αἰχμάλωτος, τελευτᾷ πιὼν φάρμακον, ἐοικυῖαν μὲν παρασχόμενος Μεναλκίδᾳ τὴν ἐς χρήματα πλεονεξίαν, ἐοικυῖαν δὲ καὶ ⟨τὴν⟩ ἐς τὸν θάνατον δειλίαν.

16.7. As soon as night fell, the Achaeans who had escaped to Corinth after the battle fled from the city, and there fled with them most of the Corinthians themselves. At first Mummius hesitated to enter Corinth, although the gates were open, as he suspected that an ambush had been laid within the walls. But on the third day after the battle he proceeded to storm Corinth and to set it on fire.

16.7. Ἀχαιῶν δὲ οἱ ἐς Κόρινθον ἀποσωθέντες μετὰ τὴν μάχην ἀπεδίδρασκον ὑπὸ νύκτα εὐθύς· ἀπεδίδρασκον δὲ καὶ αὐτῶν Κορινθίων οἱ πολλοί. Μόμμιος δὲ τὸ μὲν παραυτίκα, ἀναπεπταμένων ὅμως τῶν πυλῶν, ἐπεῖχεν ἐς τὴν Κόρινθον παρελθεῖν, ὑποκαθῆσθαί τινα ἐντὸς τοῦ τείχους ὑποπτεύων ἐνέδραν· τρίτῃ δὲ ἡμέρᾳ μετὰ τὴν μάχην ᾕρει τε κατὰ κράτος καὶ ἔκαιε Κόρινθον.

16.8. The majority of those found in it were put to the sword by the Romans, but the women and children Mummius sold into slavery. He also sold all the slaves who had been set free, had fought on the side of the Achaeans, and had not fallen at once on the field of battle. The most admired votive offerings and works of art were carried off by Mummius; those of less account he gave to Philopoemen, the general sent by Attalus; even in my day there were Corinthian spoils at Pergamus.

16.8. τῶν δὲ ἐγκαταληφθέντων τὸ μὲν πολὺ οἱ Ῥωμαῖοι φονεύουσι, γυναῖκας δὲ καὶ παῖδας ἀπέδοτο Μόμμιος· ἀπέδοτο δὲ καὶ οἰκέτας, ὅσοι τῶν ἐς ἐλευθερίαν ἀφεθέντων καὶ μαχεσαμένων μετὰ Ἀχαιῶν μὴ εὐθὺς ὑπὸ τοῦ πολέμου τὸ ἔργον ἐτεθνήκεσαν. ἀναθημάτων δὲ καὶ τοῦ ἄλλου κόσμου τὰ μὲν μάλιστα ἀνήκοντα ἐς θαῦμα ἀνήγετο, τὰ δὲ ἐκείνοις οὐχ ὁμοίου λόγου Φιλοποίμενι ὁ Μόμμιος τῷ παρʼ Ἀττάλου στρατηγῷ δίδωσι· καὶ ἦν Περγαμηνοῖς καὶ ἐς ἐμὲ ἔτι λάφυρα Κορίνθια.

16.9. The walls of all the cities that had made war against Rome Mummius demolished, disarming the inhabitants, even before assistant commissioners were despatched from Rome, and when these did arrive, he proceeded to put down democracies and to establish governments based on a property qualification. Tribute was imposed on Greece, and those with property were forbidden to acquire possessions in a foreign country. Racial confederacies, whether of Achaeans, or Phocians, or Boeotians, or of any other Greek people, were one and all put down.

16.9. πόλεων δέ, ὅσαι Ῥωμαίων ἐναντία ἐπολέμησαν, τείχη μὲν ὁ Μόμμιος κατέλυε καὶ ὅπλα ἀφῃρεῖτο πρὶν ἢ καὶ συμβούλους ἀποσταλῆναι παρὰ Ῥωμαίων· ὡς δὲ ἀφίκοντο οἱ σὺν αὐτῷ βουλευσόμενοι, ἐνταῦθα δημοκρατίας μὲν κατέπαυε, καθίστα δὲ ἀπὸ τιμημάτων τὰς ἀρχάς· καὶ φόρος τε ἐτάχθη τῇ Ἑλλάδι καὶ οἱ τὰ χρήματα ἔχοντες ἐκωλύοντο ἐν τῇ ὑπερορίᾳ κτᾶσθαι· συνέδριά τε κατὰ ἔθνος τὰ ἑκάστων, Ἀχαιῶν καὶ τὸ ἐν Φωκεῦσιν ἢ Βοιωτοῖς ἢ ἑτέρωθί που τῆς Ἑλλάδος, κατελέλυτο ὁμοίως πάντα.

16.10. A few years later the Romans took pity on Greece, restored the various old racial confederacies, with the right to acquire property in a foreign country, and remitted the fines imposed by Mummius. For he had ordered the Boeotians to pay a hundred talents to the people of Heracleia and Euboea, and the Achaeans to pay two hundred to the Lacedaemonians. Although the Romans granted the Greeks remission of these payments, yet down to my day a Roman governor has been sent to the country. The Romans call him the Governor, not of Greece, but of Achaia, because the cause of the subjection of Greece was the Achaeans, at that time at the head of the Greek nation. This war came to an end when Antitheus was archon at Athens, in the hundred and sixtieth Olympiad, at which Diodorus of Sicyon was victorious.

16.10. ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ἐτράποντο ἐς ἔλεον Ῥωμαῖοι τῆς Ἑλλάδος, καὶ συνέδριά τε κατὰ ἔθνος ἀποδιδόασιν ἑκάστοις τὰ ἀρχαῖα καὶ τὸ ἐν τῇ ὑπερορίᾳ κτᾶσθαι, ἀφῆκαν δὲ καὶ ὅσοις ἐπιβεβλήκει Μόμμιος ζημίαν· Βοιωτούς τε γὰρ Ἡρακλεώταις καὶ Εὐβοεῦσι τάλαντα ἑκατὸν καὶ Ἀχαιοὺς Λακεδαιμονίοις διακόσια ἐκέλευσεν ἐκτῖσαι. τούτων μὲν δὴ ἄφεσιν παρὰ Ῥωμαίων εὕροντο Ἕλληνες, ἡγεμὼν δὲ ἔτι καὶ ἐς ἐμὲ ἀπεστέλλετο· καλοῦσι δὲ οὐχ Ἑλλάδος, ἀλλὰ Ἀχαΐας ἡγεμόνα οἱ Ῥωμαῖοι, διότι ἐχειρώσαντο Ἕλληνας διʼ Ἀχαιῶν τότε τοῦ Ἑλληνικοῦ προεστηκότων. ὁ δὲ πόλεμος ἔσχεν οὗτος τέλος Ἀντιθέου μὲν Ἀθήνῃσιν ἄρχοντος, Ὀλυμπιάδι δὲ ἑξηκοστῇ πρὸς ταῖς ἑκατόν, ἣν ἐνίκα Διόδωρος Σικυώνιος.

17.1. It was at this time that Greece was struck with universal and utter prostration, although parts of it from the beginning had suffered ruin and devastation at the hand of heaven. Argos, a city that reached the zenith of its power in the days of the heroes, as they are called, was deserted by its good fortune at the Dorian revolution.

17.1. ἐς ἅπαν δὲ ἀσθενείας τότε μάλιστα κατῆλθεν ἡ Ἑλλάς, λυμανθεῖσα κατὰ μέρη καὶ διαπορθηθεῖσα ἐξ ἀρχῆς ὑπὸ τοῦ δαίμονος. Ἄργος μέν, ἐς πλεῖστον ἀφικομένην δυνάμεως πόλιν ἐπὶ τῶν καλουμένων ἡρώων, ὁμοῦ τῇ μεταβολῇ τῇ ἐς Δωριέας ἐπέλιπε τὸ ἐκ τῆς τύχης εὐμενές·

17.2. The people of Attica, reviving after the Peloponnesian war and the plague, raised themselves again only to be struck down a few years later by the ascendancy of Macedonia. From Macedonia the wrath of Alexander swooped like a thunderbolt on Thebes of Boeotia. The Lacedaemonians suffered injury through Epaminondas of Thebes and again through the war with the Achaeans. And when painfully, like a shoot from a mutilated and mostly withered trunk, the Achaean power sprang up, it was cut short, while still growing, by the cowardice of its generals.

17.2. τὸ δὲ ἔθνος τὸ Ἀττικόν, ἀπὸ τοῦ Πελοποννησίων πολέμου καὶ νόσου τῆς λοιμώδους ἀνενεγκόν τε καὶ αὖθις ἀνανηξάμενον, ἔτεσιν ἔμελλεν οὐ πολλοῖς ὕστερον ἡ Μακεδόνων ἀκμὴ καθαιρήσειν· κατέσκηψε δὲ ἐκ Μακεδονίας καὶ ἐς τὰς Βοιωτίας Θήβας τὸ Ἀλεξάνδρου μήνιμα. Λακεδαιμονίοις δὲ Ἐπαμινώνδας ὁ Θηβαῖος καὶ αὖθις ὁ Ἀχαιῶν πόλεμος ἐγένετο· ὅτε δὲ καὶ μόγις, ἅτε ἐκ δένδρου λελωβημένου καὶ αὔου τὰ πλείονα, ἀνεβλάστησεν ἐκ τῆς Ἑλλάδος τὸ Ἀχαϊκόν, καὶ αὐτὸ ἡ κακία τῶν στρατηγησάντων ἐκόλουσεν ἔτι αὐξανόμενον.

17.3. At a later time, when the Roman imperial power devolved upon Nero, he gave to the Roman people the very prosperous island of Sardinia in exchange for Greece, and then bestowed upon the latter complete freedom. When I considered this act of Nero it struck me how true is the remark of Plato, the son of Ariston, who says that the greatest and most daring crimes are committed, not by ordinary men, but by a noble soul ruined by a perverted education.

17.3. χρόνῳ δὲ ὕστερον ἐς Νέρωνα ἡ βασιλεία περιῆλθεν ἡ Ῥωμαίων, καὶ ἐλεύθερον ὁ Νέρων ἀφίησιν ἁπάντων, ἀλλαγὴν πρὸς δῆμον ποιησάμενος τὸν Ῥωμαίων· Σαρδὼ γὰρ τὴν νῆσον ἐς τὰ μάλιστα εὐδαίμονα ἀντὶ Ἑλλάδος σφίσιν ἀντέδωκεν. ἀπιδόντι οὖν ἐς τοῦτό μοι τοῦ Νέρωνος τὸ ἔργον ὀρθότατα εἰρηκέναι Πλάτων ἐφαίνετο ὁ Ἀρίστωνος, ὁπόσα ἀδικήματα μεγέθει καὶ τολμήματί ἐστιν ὑπερηρκότα, οὐ τῶν ἐπιτυχόντων εἶναι ταῦτα ἀνθρώπων, ψυχῆς δὲ γενναίας ὑπὸ ἀτόπου παιδείας διεφθαρμένης.

17.4. The Greeks, however, were not to profit by the gift. For in the reign of Vespasian, the next emperor after Nero, they became embroiled in a civil war; Vespasian ordered that they should again pay tribute and be subject to a governor, saying that the Greek people had forgotten how to be free.

17.4. οὐ μὴν Ἕλλησί γε ἐξεγένετο ὄνασθαι τοῦ δώρου· Οὐεσπασιανοῦ γὰρ μετὰ Νέρωνα ἄρξαντος ἐς ἐμφύλιον στάσιν προήχθησαν, καὶ σφᾶς ὑποτελεῖς τε αὖθις ὁ Οὐεσπασιανὸς εἶναι φόρων καὶ ἀκούειν ἐκέλευσεν ἡγεμόνος, ἀπομεμαθηκέναι φήσας τὴν ἐλευθερίαν τὸ Ἑλληνικόν.

17.5. To resume after my researches into Achaean history. The boundary between Achaia and Elis is the river Larisus, and by the river is a temple of Larisaean Athena; about thirty stades distant from the Larisus is Dyme, an Achaean city. This was the only Achaean city that in his wars Philip the son of Demetrius made subject to him, and for this reason Sulpicius, another Roman governor, handed over Dyme to be sacked by his soldiery. Afterwards Augustus annexed it to Patrae.

17.5. τάδε μὲν οὕτω συμβάντα εὕρισκον· Ἀχαιοῖς δὲ ὅροι καὶ Ἠλείοις τῆς χώρας ποταμός τε Λάρισος καὶ Ἀθηνᾶς ἐπὶ τῷ ποταμῷ ναός ἐστι Λαρισαίας, καὶ Ἀχαιῶν πόλις Δύμη σταδίους ὅσον τε τριάκοντα ἀπέχει τοῦ Λαρίσου. ταύτην Φίλιππος ὁ Δημητρίου πολεμῶν μόνην τῶν Ἀχαϊκῶν ἔσχεν ὑπήκοον, καὶ ἐπὶ τῇ αἰτίᾳ ταύτῃ Σουλπίκιος, ἡγεμὼν καὶ οὗτος Ῥωμαίων, ἐπέτρεψε τῇ στρατιᾷ διαρπάσαι τὴν Δύμην· Αὔγουστος δὲ ὕστερον καὶ προσένειμεν αὐτὴν Πατρεῦσιν.

17.6. Its more ancient name was Paleia, but the Ionians changed this to its modern name while they still occupied the city; I am uncertain whether they named it after Dyme, a native woman, or after Dymas, the son of Aegimius. But nobody is likely to be led into a fallacy by the inscription on the statue of Oebotas at Olympia. Oebotas was a man of Dyme, who won the foot-race at the sixth Festival and was honored, because of a Delphic oracle, with a statue erected in the eightieth Olympiad. On it is an inscription which says:— This Oebotas, an Achaean, the son of Oenias, by winning the foot-race,Added to the renown of his fatherland Paleia.

17.6. ἐκαλεῖτο δὲ τὰ μὲν ἀρχαιότερα Πάλεια· ἐχόντων δὲ ἔτι Ἰώνων ὄνομά οἱ μετέθεντο ⟨τὸ⟩ ἐφʼ ἡμῶν, σαφῶς δὲ οὐκ οἶδα εἴτε ἀπὸ γυναικὸς ἐπιχωρίας Δύμης εἴτε ἀπὸ Δύμαντος τοῦ Αἰγιμίου. ὑπὸ δὲ τοῦ ἐλεγείου τοῦ Ὀλυμπίασιν ἐπὶ τῇ εἰκόνι τῇ Οἰβώτα οὐ προαχθείη ⟨ἄν⟩ τις ἐς ἀλογίαν. Οἰβώτᾳ γὰρ ἀνδρὶ Δυμαίῳ, σταδίου μὲν ἀνελομένῳ νίκην Ὀλυμπιάδι ἕκτῃ, εἰκόνος δὲ ἐν Ὀλυμπίᾳ περὶ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα κατὰ μάντευμα ἐκ Δελφῶν ἀξιωθέντι, ἐπίγραμμά ἐστιν ἐπʼ αὐτῷ λέγον·

17.7. This inscription should mislead nobody, although it calls the city Paleia and not Dyme. For it is the custom of Greek poets to use ancient names instead of more modern ones, just as they surname Amphiaraus and Adrastus Phoronids, and Theseus an Erechthid.

17.7. Οἰνία Οἰβώτας στάδιον νικῶν ὅδʼ Ἁχαιὸςπατρίδα Πάλειαν θῆκʼ ὀνομαστοτέραν.τοῦτο οὖν οὐκ ἄν τινι ἀλογίαν παραστήσειεν, εἰ Πάλειαν ἀλλὰ μὴ Δύμην τὸ ἐπίγραμμα καλεῖ τὴν πόλιν· τὰ γὰρ ἀρχαιότερα ὀνόματα ἐς ποίησιν ἐπάγεσθαι τῶν ὑστέρων καθεστηκός ἐστιν Ἕλλησι, καὶ Ἀμφιάραόν τε καὶ Ἄδραστον Φορωνείδας καὶ Ἐρεχθείδην ἐπονομάζουσι τὸν Θησέα.

17.8. A little before the city of Dyme there is, on the right of the road, the grave of Sostratus. He was a native youth, loved they say by Heracles, who outliving Sostratus made him his tomb and gave him some hair from his head as a primal offering. Even today there is a slab on the top of the mound, with a figure of Heracles in relief. I was told that the natives also sacrifice to Sostratus as to a hero.

17.8. ὀλίγον δὲ πρὸ τοῦ ἄστεώς ἐστι τοῦ Δυμαίων ἐν δεξιᾷ τῆς ὁδοῦ τάφος Σωστράτου· μειράκιον δὲ ἦν τῶν ἐπιχωρίων, γενέσθαι δὲ Ἡρακλέους ἐρώμενόν φασιν αὐτόν, καὶ—ἀποθανεῖν γὰρ τὸν Σώστρατον Ἡρακλέους ἔτι ὄντος μετὰ ἀνθρώπων—οὕτως οἱ τὸν Ἡρακλέα τό τε μνῆμα αὐτὸν εἶναι τὸν ποιήσαντα καὶ ἀπαρχὰς ἀπὸ τῶν ἐν τῇ κεφαλῇ τριχῶν δοῦναι. ἐπίθημα δὲ καὶ ἐς ἐμὲ ἔτι στήλη τε ἦν ἐπὶ τοῦ χώματος καὶ Ἡρακλῆς ἐπειργασμένος· ἐλέγετο δὲ ὡς οἱ ἐπιχώριοι καὶ ἐναγίζουσι τῷ Σωστράτῳ.

17.9. The people of Dyme have a temple of Athena with an extremely ancient image; they have as well a sanctuary built for the Dindymenian mother and Attis. As to Attis, I could learn no secret about him, but Hermesianax, the elegiac poet, says in a poem that he was the son of Galaus the Phrygian, and that he was a eunuch from birth. The account of Hermesianax goes on to say that, on growing up, Attis migrated to Lydia and celebrated for the Lydians the orgies of the Mother; that he rose to such honor with her that Zeus, being wroth at it, sent a boar to destroy the tillage of the Lydians.

17.9. Δυμαίοις δὲ ἔστι μὲν Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα ἐς τὰ μάλιστα ἀρχαῖον, ἔστι δὲ καὶ ἄλλο ἱερόν σφισι Δινδυμήνῃ μητρὶ καὶ Ἄττῃ πεποιημένον. Ἄττης δὲ ὅστις ἦν, οὐδὲν οἷός τε ἦν ἀπόρρητον ἐς αὐτὸν ἐξευρεῖν, ἀλλὰ Ἑρμησιάνακτι μὲν τῷ τὰ ἐλεγεῖα γράψαντι πεποιημένα ἐστὶν ὡς υἱός τε ἦν Καλαοῦ Φρυγὸς καὶ ὡς οὐ τεκνοποιὸς ὑπὸ τῆς μητρὸς τεχθείη· ἐπεὶ δὲ ηὔξητο, μετῴκησεν ἐς Λυδίαν τῷ Ἑρμησιάνακτος λόγῳ καὶ Λυδοῖς ὄργια ἐτέλει Μητρός, ἐς τοσοῦτο ἥκων παρʼ αὐτῇ τιμῆς ὡς Δία αὐτῇ νεμεσήσαντα ὗν ἐπὶ τὰ ἔργα ἐπιπέμψαι τῶν Λυδῶν.

17.10. Then certain Lydians, with Attis himself, were killed by the boar, and it is consistent with this that the Gauls who inhabit Pessinus abstain from pork. But the current view about Attis is different, the local legend about him being this. Zeus, it is said, let fall in his sleep seed upon the ground, which in course of time sent up a demon, with two sexual organs, male and female. They call the demon Agdistis. But the gods, fearing Agdistis, cut off the male organ.

17.10. ἐνταῦθα ἄλλοι τε τῶν Λυδῶν καὶ αὐτὸς Ἄττης ἀπέθανεν ὑπὸ τοῦ ὑός· καί τι ἑπόμενον τούτοις Γαλατῶν δρῶσιν οἱ Πεσσινοῦντα ἔχοντες, ὑῶν οὐχ ἁπτόμενοι. νομίζουσί γε μὴν οὐχ οὕτω τὰ ἐς τὸν Ἄττην, ἀλλὰ ἐπιχώριός ἐστιν ἄλλος σφίσιν ἐς αὐτὸν λόγος, Δία ὑπνωμένον ἀφεῖναι σπέρμα ἐς γῆν, τὴν δὲ ἀνὰ χρόνον ἀνεῖναι δαίμονα διπλᾶ ἔχοντα αἰδοῖα, τὰ μὲν ἀνδρός, τὰ δὲ αὐτῶν γυναικός· ὄνομα δὲ Ἄγδιστιν αὐτῷ τίθενται. θεοὶ δὲ Ἄγδιστιν δείσαντες τὰ αἰδοῖά οἱ τὰ ἀνδρὸς ἀποκόπτουσιν.

17.11. There grew up from it an almond-tree with its fruit ripe, and a daughter of the river Sangarius, they say, took of the fruit and laid it in her bosom, when it at once disappeared, but she was with child. A boy was born, and exposed, but was tended by a he-goat. As he grew up his beauty was more than human, and Agdistis fell in love with him. When he had grown up, Attis was sent by his relatives to Pessinus, that he might wed the king's daughter.

17.11. ὡς δὲ ἀπʼ αὐτῶν ἀναφῦσα ἀμυγδαλῆ εἶχεν ὡραῖον τὸν καρπόν, θυγατέρα τοῦ Σαγγαρίου ποταμοῦ λαβεῖν φασι τοῦ καρποῦ· ἐσθεμένης δὲ ἐς τὸν κόλπον καρπὸς μὲν ἐκεῖνος ἦν αὐτίκα ἀφανής, αὐτὴ δὲ ἐκύει· τεκούσης δὲ τράγος περιεῖπε τὸν παῖδα ἐκκείμενον. ὡς δὲ αὐξανομένῳ κάλλους οἱ μετῆν πλέον ἢ κατὰ εἶδος ἀνθρώπου, ἐνταῦθα τοῦ παιδὸς ἔρως ἔσχεν Ἄγδιστιν. αὐξηθέντα δὲ Ἄττην ἀποστέλλουσιν ἐς Πεσσινοῦντα οἱ προσήκοντες συνοικήσοντα τοῦ βασιλέως θυγατρί·

17.12. The marriage-song was being sung, when Agdistis appeared, and Attis went mad and cut off his genitals, as also did he who was giving him his daughter in marriage. But Agdistis repented of what he had done to Attis, and persuaded Zeus to grant that the body of Attis should neither rot at all nor decay.

17.12. ὑμέναιος δὲ ᾔδετο καὶ Ἄγδιστις ἐφίσταται καὶ τὰ αἰδοῖα ἀπέκοψε μανεὶς ὁ Ἄττης, ἀπέκοψε δὲ καὶ ὁ τὴν θυγατέρα αὐτῷ διδούς· Ἄγδιστιν δὲ μετάνοια ἔσχεν οἷα Ἄττην ἔδρασε, καί οἱ παρὰ Διὸς εὕρετο μήτε σήπεσθαί τι Ἄττῃ τοῦ σώματος μήτε τήκεσθαι. τάδε μὲν ἐς Ἄττην τὰ γνωριμώτατα·

17.13. These are the most popular forms of the legend of Attis. In the territory of Dyme is also the grave of Oebotas the runner. Although this Oebotas was the first Achaean to win an Olympic victory, he yet received from them no special prize. Wherefore Oebotas pronounced a curse that no Achaean in future should win an Olympic victory. There must have been some god who was careful that the curse of Oebotas should be fulfilled, but the Achaeans by sending to Delphi at last learned why it was that they had been failing to win the Olympic crown.

17.13. ἐν δὲ τῇ χώρᾳ τῇ Δυμαίᾳ καὶ τοῦ δρομέως Οἰβώτα ⟨τάφος ἐστί· τούτῳ τῷ Οἰβώτα⟩ νικήσαντι Ὀλύμπια Ἀχαιῶν πρώτῳ γέρας οὐδὲν ἐξαίρετον παρʼ αὐτῶν ἐγένετο εὕρασθαι· καὶ ἐπὶ τούτῳ κατάρας ὁ Οἰβώτας ἐποιήσατο μηδενὶ Ὀλυμπικὴν νίκην ἔτι Ἀχαιῶν γενέσθαι. καὶ—ἦν γάρ τις θεῶν ᾧ τοῦ Οἰβώτα τελεῖσθαι τὰς κατάρας οὐκ ἀμελὲς ἦν—διδάσκονταί ποτε οἱ Ἀχαιοὶ καθʼ ἥντινα αἰτίαν στεφάνου τοῦ Ὀλυμπίασιν ἡμάρτανον, διδάσκονται δὲ ἀποστείλαντες ἐς Δελφούς·

17.14. So they dedicated the statue of Oebotas at Olympia and honored him in other ways, and then Sostratus of Pellene won the footrace for boys. It is still to-day a custom for the Achaeans who are going to compete at Olympia to sacrifice to Oebotas as to a hero, and, if they are successful, to place a wreath on the statue of Oebotas at Olympia.

17.14. οὕτω καὶ ἄλλα ἐς τιμήν σφισι τοῦ Οἰβώτα ποιήσασι καὶ τὴν εἰκόνα ἀναθεῖσιν ἐς Ὀλυμπίαν Σώστρατος Πελληνεὺς σταδίου νίκην ἔσχεν ἐν παισί. διαμένει δὲ ἐς ἐμὲ ἔτι Ἀχαιῶν τοῖς ἀγωνίζεσθαι μέλλουσι τὰ Ὀλύμπια ἐναγίζειν τῷ Οἰβώτᾳ, καὶ ἢν κρατήσωσιν, ἐν Ὀλυμπίᾳ στεφανοῦν τοῦ Οἰβώτα τὴν εἰκόνα.

18.1. Some forty stades from Dyme the river Peirus flows down into the sea; on the Peirus once stood the Achaean city of Olenus. The poets who have sung of Heracles and his labours have found a favorite subject in Dexamenus, king of Olenus, and the entertainment Heracles received at his court. That Olenus was from the beginning a small town I find confirmed in an elegiac poem composed by Hermesianax about Eurytion the Centaur. In course of time, it is said, the inhabitants, owing to their weakness, left Olenus and migrated to Peirae and Euryteiae.

18.1. σταδίους δὲ ὅσον τεσσαράκοντα προελθόντι ἐκ Δύμης ποταμὸς Πεῖρος ἐς θάλατταν κάτεισι, καὶ Ἀχαιῶν πόλις ποτὲ Ὤλενος ᾠκεῖτο παρὰ τῷ Πείρῳ. ὁπόσοι δὲ ἐς Ἡρακλέα καὶ τὰ ἔργα αὐτοῦ πεποιήκασιν, ἔστιν οὐκ ἐλάχιστά σφισι δείγματα τοῦ λόγου Δεξαμενὸς ὁ ἐν Ὠλένῳ βασιλεὺς καὶ ὁποίων Ἡρακλῆς παρʼ αὐτῷ ξενίων ἔτυχε. καὶ ὅτι μὲν ἦν πόλισμα ἐξ ἀρχῆς μικρὸν ἡ Ὤλενος, μαρτυρεῖ τῷ λόγῳ μου καὶ ἐλεγεῖον ἐς Εὐρυτίωνα Κένταυρον ὑπὸ Ἑρμησιάνακτος πεποιημένον· ἀνὰ χρόνον δὲ τοὺς οἰκήτορας ἐκλιπεῖν ὑπὸ ἀσθενείας φασὶ τὴν Ὤλενον καὶ ἐς Πειράς τε καὶ ἐς Εὐρυτειὰς ἀποχωρῆσαι.

18.2. About eighty stades from the river Peirus is the city of Patrae. Not far from Patrae the river Glaucus flows into the sea. The historians of ancient Patrae say that it was an aboriginal, Eumelus, who first settled in the land, and that he was king over but a few subjects. But when Triptolemus came from Attica, he received from him cultivated corn, and, learning how to found a city, named it Aroe from the tilling of the soil.

18.2. τοῦ δὲ Πείρου ποταμοῦ περὶ τοὺς ὀγδοήκοντα ἀφέστηκε σταδίους Πατρέων ἡ πόλις· οὐ πόρρω δὲ αὐτῆς ποταμὸς Γλαῦκος ἐκδίδωσιν ἐς θάλασσαν. Πατρέων δὲ οἱ τὰ ἀρχαιότατα μνημονεύοντές φασιν Εὔμηλον αὐτόχθονα οἰκῆσαι πρῶτον ἐν τῇ χώρᾳ, βασιλεύοντα αὐτὸν ἀνθρώπων οὐ πολλῶν. Τριπτολέμου δὲ ἐκ τῆς Ἀττικῆς ἀφικομένου τόν τε καρπὸν λαμβάνει τὸν ἥμερον καὶ οἰκίσαι διδαχθεὶς πόλιν Ἀρόην ὠνόμασεν ἐπὶ τῇ ἐργασίᾳ τῆς γῆς.

18.3. It is said that Triptolemus once fell asleep, and that then Antheias, the son of Eumelus, yoked the dragons to the car of Triptolemus and tried to sow the seed himself. But Antheias fell off the car and was killed, and so Triptolemus and Eumelus together founded a city, and called it Antheia after the son of Eumelus.

18.3. ὡς δὲ πρὸς ὕπνον ἐτράπετο ὁ Τριπτόλεμος, ἐνταῦθα Ἀνθείαν παῖδα Εὐμήλου τοὺς δράκοντάς φασιν ὑπὸ τοῦ Τριπτολέμου τὸ ἅρμα ζεύξαντα ἐθελῆσαι καὶ αὐτὸν σπεῖραι· καὶ τὸν μὲν ἐπιλαμβάνει τὸ χρεὼν ἐκπεσόντα τοῦ ἅρματος, Τριπτόλεμος δὲ καὶ Εὔμηλος Ἄνθειαν πόλιν οἰκίζουσιν ἐν κοινῷ, τοῦ Εὐμήλου παιδὸς ἐπώνυμον.