1.1. The part of Arcadia that lies next to the Argive land is occupied by Tegeans and Mantineans, who with the rest of the Arcadians inhabit the interior of the Peloponnesus. The first people within the peninsula are the Corinthians, living on the Isthmus, and their neighbors on the side sea-wards are the Epidaurians. Along Epidaurus, Troezen, and Nermion, come the Argolic Gulf and the coast of Argolis; next to Argolis come the vassals of Lacedaemon, and these border on Messenia, which comes down to the sea at Mothone, Pylus and Cyparissiae.
1.1. Ἀρκάδων δὲ τὰ πρὸς τῆς Ἀργείας Τεγεᾶταί τε ἔχουσι καὶ Μαντινεῖς, νέμονται δὲ οὗτοί τε καὶ τὸ ἄλλο Ἀρκαδικὸν ⟨τὸ⟩ μεσόγαιον τῆς Πελοποννήσου. Κορίνθιοι γὰρ οἰκοῦσιν ἐπὶ τῷ ἰσθμῷ πρῶτοι· Κορινθίοις δὲ τὰ πρὸς θαλάσσης εἰσὶν Ἐπιδαύριοι γείτονες· τὰ δὲ ἐς Ἐπίδαυρον καὶ Τροιζῆνά τε καὶ Ἑρμιόνα ὁ κόλπος ἐστὶν ὁ Ἀργολικὸς καὶ ὅσα ἐπιθαλάσσια τῆς Ἀργείας· ταύτης δὲ ἔχονται τῆς χώρας Λακεδαιμονίων περίοικοι, τούτοις δὲ ὅμορος ἡ Μεσσηνία· καταβαίνει γὰρ μέχρι θαλάσσης ἐς Μοθώνην καὶ Πύλον καὶ ἐπὶ Κυπαρισσιάς.
1.2. On the side of Lechaeum the Corinthians are bounded by the Sicyonians, who dwell in the extreme part of Argolis on this side. After Sicyon come the Achaeans who live along the coast at the other end of the Peloponnesus, opposite the Echinadian islands, dwell the Eleans. The land of Elis, on the side of Olympia and the mouth of the Alpheius, borders on Messenia; on the side of Achaia it borders on the land of Dyme.
1.2. τὰ δὲ πρὸς Λεχαίου Κορινθίοις Σικυώνιοι προσοικοῦσιν ἔσχατοι ταύτῃ μοίρας τῆς Ἀργολίδος· μετὰ δὲ Σικυῶνα Ἀχαιοὶ τὸ ἐντεῦθέν εἰσιν οἱ παρὰ τὸν αἰγιαλὸν οἰκοῦντες· τὸ δὲ ἕτερον Πελοποννήσου πέρας τὸ ἀπαντικρὺ τῶν Ἐχινάδων οἰκοῦσιν Ἠλεῖοι· τῆς δὲ γῆς τῆς Ἠλείας κατὰ μὲν Ὀλυμπίαν καὶ τοῦ Ἀλφειοῦ τὰς ἐκβολὰς πρὸς τὴν Μεσσηνίαν εἰσὶν ὅροι, τὰ δὲ πρὸς Ἀχαΐαν Δυμαίων εἰσὶν ὅμοροι.
1.3. These that I have mentioned extend to the sea, but the Arcadians are shut off from the sea on every side and dwell in the interior. Hence, when they went to Troy, so Homer says, they did not sail in their own ships, but in vessels lent by Agamemnon.
1.3. τούτων τῶν κατειλεγμένων καθηκόντων ἐπὶ θάλασσαν Ἀρκάδες τὸ ἐντὸς οἰκοῦσιν ἀποκλειόμενοι θαλάσσης πανταχόθεν· ὅθεν σφᾶς καὶ Ὅμηρος ἀφικέσθαι φησὶν ἐς Τροίαν παρʼ Ἀγαμέμνονος πλοῖα εἰληφότας καὶ οὐχὶ ναυσὶν οἰκείαις.
1.4. The Arcadians say that Pelasgus was the first inhabitant of this land. It is natural to suppose that others accompanied Pelasgus, and that he was not by himself; for otherwise he would have been a king without any subjects to rule over. However, in stature and in prowess, in beauty and in wisdom, Pelasgus excelled his fellows, and for this reason, I think, he was chosen to be king by them. Asius the poet says of him:—The godlike Pelasgus on the wooded mountainsBlack earth gave up, that the race of mortals might exist.
1.4. φασὶ δὲ Ἀρκάδες ὡς Πελασγὸς γένοιτο ἐν τῇ γῇ ταύτῃ πρῶτος. εἰκὸς δὲ ἔχει τοῦ λόγου καὶ ἄλλους ὁμοῦ τῷ Πελασγῷ μηδὲ αὐτὸν Πελασγὸν γενέσθαι μόνον· ποίων γὰρ ἂν καὶ ἦρχεν ὁ Πελασγὸς ἀνθρώπων; μεγέθει μέντοι καὶ κατὰ ἀλκὴν καὶ κάλλος προεἶχεν ὁ Πελασγὸς καὶ γνώμην ὑπὲρ τοὺς ἄλλους ἦν, καὶ τούτων ἕνεκα αἱρεθῆναί μοι δοκεῖ βασιλεύειν ὑπʼ αὐτῶν. πεποίηται δὲ καὶ Ἀσίῳ τοιάδε ἐς αὐτόν·Ἀντίθεον δὲ Πελασγὸν ἐν ὑψικόμοισιν ὄρεσσιγαῖα μέλαινʼ ἀνέδωκεν, ἵνα θνητῶν γένος εἴη.
1.5. Pelasgus on becoming king invented huts that humans should not shiver, or be soaked by rain, or oppressed by heat. Moreover; he it was who first thought of coats of sheep-skins, such as poor folk still wear in Euboea and Phocis. He too it was who checked the habit of eating green leaves, grasses, and roots always inedible and sometimes poisonous.
1.5. Πελασγὸς δὲ βασιλεύσας τοῦτο μὲν ποιήσασθαι καλύβας ἐπενόησεν, ὡς μὴ ῥιγοῦν τε καὶ ὕεσθαι τοὺς ἀνθρώπους μηδὲ ὑπὸ τοῦ καύματος ταλαιπωρεῖν· τοῦτο δὲ τοὺς χιτῶνας τοὺς ἐκ τῶν δερμάτων τῶν οἰῶν, οἷς καὶ νῦν περί τε Εὔβοιαν ἔτι χρῶνται καὶ ἐν τῇ Φωκίδι ὁπόσοι βίου σπανίζουσιν, οὗτός ἐστιν ὁ ἐξευρών. καὶ δὴ καὶ τῶν φύλλων τὰ ἔτι χλωρὰ καὶ πόας τε καὶ ῥίζας οὐδὲ ἐδωδίμους, ἀλλὰ καὶ ὀλεθρίους ἐνίας σιτουμένους τοὺς ἀνθρώπους τούτων μὲν ἔπαυσεν ὁ Πελασγός·
1.6. But he introduced as food the nuts of trees, not those of all trees but only the acorns of the edible oak. Some people have followed this diet so closely since the time of Pelasgus that even the Pythian priestess, when she forbade the Lacedaemonians to touch the land of the Arcadians, uttered the following verses:—In Arcadia are many men who eat acorns,Who will prevent you; though I do not grudge it you.It is said that it was in the reign of Pelasgus that the land was called Pelasgia.
1.6. ὁ δὲ τὸν καρπὸν τῶν δρυῶν οὔτι που πασῶν, ἀλλὰ τὰς βαλάνους τῆς φηγοῦ τροφὴν ἐξεῦρεν εἶναι. παρέμεινέ τε ἐνίοις ἐς τοσοῦτο ἀπὸ Πελασγοῦ τούτου ἡ δίαιτα, ὡς καὶ τὴν Πυθίαν, ἡνίκα Λακεδαιμονίοις γῆς τῆς Ἀρκάδων ἀπηγόρευεν ἅπτεσθαι, καὶ τάδε εἰπεῖν τὰ ἔπη·πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν,οἵ σʼ ἀποκωλύσουσιν· ἐγὼ δέ τοι οὔ τι μεγαίρω.Πελασγοῦ δὲ βασιλεύοντος γενέσθαι καὶ τῇ χώρᾳ Πελασγίαν φασὶν ὄνομα.
2.1. Lycaon the son of Pelasgus devised the following plans, which were more clever than those of his father. He founded the city Lycosura on Mount Lycaeus, gave to Zeus the surname Lycaeus and founded the Lycaean games. I hold that the Panathenian festival was not founded before the Lycaean. The early name for the former festival was the Athenian, which was changed to the Panathenian in the time of Theseus, because it was then established by the whole Athenian people gathered together in a single city.
2.1. Λυκάων δὲ ὁ Πελασγοῦ τοσάδε εὗρεν ἢ ὁ πατήρ οἱ σοφώτερα· Λυκόσουράν τε γὰρ πόλιν ᾤκισεν ἐν τῷ ὄρει τῷ Λυκαίῳ καὶ Δία ὠνόμασε Λυκαῖον καὶ ἀγῶνα ἔθηκε Λύκαια. οὐκέτι δὲ τὰ παρʼ Ἀθηναίοις Παναθήναια τεθῆναι πρότερα ἀποφαίνομαι· τούτῳ γὰρ τῷ ἀγῶνι Ἀθήναια ὄνομα ἦν, Παναθήναια δὲ κληθῆναί φασιν ἐπὶ Θησέως, ὅτι ὑπὸ Ἀθηναίων ἐτέθη συνειλεγμένων ἐς μίαν ἁπάντων πόλιν.
2.2. The Olympic games I leave out of the present account, because they are traced back to a time earlier than the human race, the story being that Cronus and Zeus wrestled there, and that the Curetes were the first to race at Olympia. My view is that Lycaon was contemporary with Cecrops, the king of Athens, but that they were not equally wise in matters of religion.
2.2. ὁ δὲ ἀγὼν ὁ Ὀλυμπικὸς—ἐπανάγουσι γὰρ δὴ αὐτὸν ἐς τὰ ἀνωτέρω τοῦ ἀνθρώπων γένους, Κρόνον καὶ Δία αὐτόθι παλαῖσαι λέγοντες καὶ ὡς Κούρητες δράμοιεν πρῶτοι—τούτων ἕνεκα ἐκτὸς ἔστω μοι τοῦ παρόντος λόγου. δοκῶ δὲ ἔγωγε Κέκροπι ἡλικίαν τῷ βασιλεύσαντι Ἀθηναίων καὶ Λυκάονι εἶναι τὴν αὐτήν, σοφίᾳ δὲ οὐχ ὁμοίᾳ σφᾶς ἐς τὸ θεῖον χρήσασθαι.
2.3. For Cecrops was the first to name Zeus the Supreme god, and refused to sacrifice anything that had life in it, but burnt instead on the altar the national cakes which the Athenians still call pelanoi. But Lycaon brought a human baby to the altar of Lycaean Zeus, and sacrificed it, pouring out its blood upon the altar, and according to the legend immediately after the sacrifice he was changed from a man to a wolf (Lycos).
2.3. ὁ μὲν γὰρ Δία τε ὠνόμασεν Ὕπατον πρῶτος, καὶ ὁπόσα ἔχει ψυχήν, τούτων μὲν ἠξίωσεν οὐδὲν θῦσαι, πέμματα δὲ ἐπιχώρια ἐπὶ τοῦ βωμοῦ καθήγισεν, ἃ πελάνους καλοῦσιν ἔτι καὶ ἐς ἡμᾶς Ἀθηναῖοι· Λυκάων δὲ ἐπὶ τὸν βωμὸν τοῦ Λυκαίου Διὸς βρέφος ἤνεγκεν ἀνθρώπου καὶ ἔθυσε τὸ βρέφος καὶ ἔσπεισεν ἐπὶ τοῦ βωμοῦ τὸ αἷμα, καὶ αὐτὸν αὐτίκα ἐπὶ τῇ θυσίᾳ γενέσθαι λύκον φασὶν ἀντὶ ἀνθρώπου.
2.4. I for my part believe this story; it has been a legend among the Arcadians from of old, and it has the additional merit of probability. For the men of those days, because of their righteousness and piety, were guests of the gods, eating at the same board; the good were openly honored by the gods, and sinners were openly visited with their wrath. Nay, in those days men were changed to gods, who down to the present day have honors paid to them—Aristaeus, Britomartis of Crete, Heracles the son of Alcmena, Amphiaraus the son of Oicles, and besides these Polydeuces and Castor.
2.4. καὶ ἐμέ γε ὁ λόγος οὗτος πείθει, λέγεται δὲ ὑπὸ Ἀρκάδων ἐκ παλαιοῦ, καὶ τὸ εἰκὸς αὐτῷ πρόσεστιν. οἱ γὰρ δὴ τότε ἄνθρωποι ξένοι καὶ ὁμοτράπεζοι θεοῖς ἦσαν ὑπὸ δικαιοσύνης καὶ εὐσεβείας, καί σφισιν ἐναργῶς ἀπήντα παρὰ τῶν θεῶν τιμή τε οὖσιν ἀγαθοῖς καὶ ἀδικήσασιν ὡσαύτως ἡ ὀργή, ἐπεί τοι καὶ θεοὶ τότε ἐγίνοντο ἐξ ἀνθρώπων, οἳ γέρα καὶ ἐς τόδε ἔτι ἔχουσιν ὡς Ἀρισταῖος καὶ Βριτόμαρτις ἡ Κρητικὴ καὶ Ἡρακλῆς ὁ Ἀλκμήνης καὶ Ἀμφιάραος ὁ Ὀικλέους, ἐπὶ δὲ αὐτοῖς Πολυδεύκης τε καὶ Κάστωρ.
2.5. So one might believe that Lycaon was turned into a beast, and Niobe, the daughter of Tantalus, into a stone. But at the present time, when sin has grown to such a height and has been spreading over every land and every city, no longer do men turn into gods, except in the flattering words addressed to despots, and the wrath of the gods is reserved until the sinners have departed to the next world.
2.5. οὕτω πείθοιτο ἄν τις καὶ Λυκάονα θηρίον καὶ τὴν Ταντάλου Νιόβην γενέσθαι λίθον. ἐπʼ ἐμοῦ δὲ—κακία γὰρ δὴ ἐπὶ πλεῖστον ηὔξετο καὶ γῆν τε ἐπενέμετο πᾶσαν καὶ πόλεις πάσας—οὔτε θεὸς ἐγίνετο οὐδεὶς ἔτι ἐξ ἀνθρώπου, πλὴν ὅσον λόγῳ καὶ κολακείᾳ πρὸς τὸ ὑπερέχον, καὶ ἀδίκοις τὸ μήνιμα τὸ ἐκ τῶν θεῶν ὀψέ τε καὶ ἀπελθοῦσιν ἐνθένδε ἀπόκειται.
2.6. All through the ages, many events that have occurred in the past, and even some that occur to-day, have been generally discredited because of the lies built up on a foundation of fact. It is said, for instance, that ever since the time of Lycaon a man has changed into a wolf at the sacrifice to Lycaean Zeus, but that the change is not for life; if, when he is a wolf, he abstains from human flesh, after nine years he becomes a man again, but if he tastes human flesh he remains a beast for ever.
2.6. ἐν δὲ τῷ παντὶ αἰῶνι πολλὰ μὲν πάλαι συμβάντα, ⟨τὰ⟩ δὲ καὶ ἔτι γινόμενα ἄπιστα εἶναι πεποιήκασιν ἐς τοὺς πολλοὺς οἱ τοῖς ἀληθέσιν ἐποικοδομοῦντες ἐψευσμένα. λέγουσι γὰρ δὴ ὡς Λυκάονος ὕστερον ἀεί τις ἐξ ἀνθρώπου λύκος γίνοιτο ἐπὶ τῇ θυσίᾳ τοῦ Λυκαίου Διός, γίνοιτο δὲ οὐκ ἐς ἅπαντα τὸν βίον· ὁπότε δὲ εἴη λύκος, εἰ μὲν κρεῶν ἀπόσχοιτο ἀνθρωπίνων, ὕστερον ἔτει δεκάτῳ φασὶν αὐτὸν αὖθις ἄνθρωπον ἐκ λύκου γίνεσθαι, γευσάμενον δὲ ἐς ἀεὶ μένειν θηρίον.
2.7. Similarly too it is said that Niobe on Mount Sipylus sheds tears in the season of summer. I have also heard that the griffins have spots like the leopard, and that the Tritons speak with human voice, though others say that they blow through a shell that has been bored. Those who like to listen to the miraculous are themselves apt to add to the marvel, and so they ruin truth by mixing it with falsehood.
2.7. ὡσαύτως δὲ καὶ Νιόβην λέγουσιν ἐν Σιπύλῳ τῷ ὄρει θέρους ὥρᾳ κλαίειν. ἤδη δὲ καὶ ἄλλα ἤκουσα, τοῖς γρυψὶ στίγματα ὁποῖα καὶ ταῖς παρδάλεσιν εἶναι, καὶ ὡς οἱ Τρίτωνες ἀνθρώπου φωνῇ φθέγγοιντο· οἱ δὲ καὶ φυσᾶν διὰ κόχλου τετρυπημένης φασὶν αὐτούς. ὁπόσοι δὲ μυθολογήμασιν ἀκούοντες ἥδονται, πεφύκασι καὶ αὐτοί τι ἐπιτερατεύεσθαι· καὶ οὕτω τοῖς ἀληθέσιν ἐλυμήναντο, συγκεραννύντες αὐτὰ ἐψευσμένοις.
3.1. In the third generation after Pelasgus the land increased in the number both of its cities and of its population. For Nyctimus, who was the eldest son of Lycaon, possessed all the power, while the other sons founded cities on the sites they considered best. Thus Pallantium was founded by Pallas, Oresthasium by Orestheus and Phigalia by Phigalus.
3.1. τρίτῃ δὲ ὕστερον γενεᾷ μετὰ Πελασγὸν ἔς τε πόλεων καὶ ἐς ἀνθρώπων πλῆθος ἐπέδωκεν ἡ χώρα. Νύκτιμος μὲν γὰρ πρεσβύτατός τε ἦν καὶ εἶχε τὸ πᾶν κράτος· οἱ δὲ ἄλλοι παῖδες τοῦ Λυκάονος πόλεις ἐνταῦθα ἔκτιζον ἔνθα ἑκάστῳ μάλιστα ἦν κατὰ γνώμην. Πάλλας μὲν καὶ Ὀρεσθεὺς καὶ Φίγαλος Παλλάντιον, Ὀρεσθεὺς δὲ Ὀρεσθάσιον, Φιγαλίαν δὲ οἰκίζει Φίγαλος.
3.2. Pallantium is mentioned by Stesichorus of Himera in his Geryoneid. Phigalia and Oresthasium in course of time changed their names, Oresthasium to Oresteium after Orestes, the son of Agamemnon, Phigalia to Phialia after Phialus, the son of Bucolion. Cities were founded by Trapezeus also, and by Daseatas, Macareus, Helisson, Acacus and Thocnus. The last founded Thocnia, and Acacus Acacesium. It was after this Acacus, according to the Arcadian account, that Homer made a surname for Hermes.
3.2. Παλλαντίου μὲν δὴ καὶ Στησίχορος ὁ Ἱμεραῖος ἐν Γηρυονηίδι ἐποιήσατο μνήμην· Φιγαλία δὲ καὶ Ὀρεσθάσιον [ἐν] χρόνῳ μεταβάλλουσι τὰ ὀνόματα, Ὀρέστειόν τε ἀπὸ Ὀρέστου κληθεῖσα τοῦ Ἀγαμέμνονος καὶ Φιαλία ἀπὸ τοῦ Βουκολίωνος παιδὸς Φιάλου. Τραπεζεὺς δὲ καὶ Δασεάτας καὶ Μακαρεὺς καὶ Ἑλισσὼν καὶ Ἄκακός τε καὶ Θῶκνος Θωκνίαν πόλιν, ὁ δὲ Ἀκακήσιον ἔκτισεν· ἀπὸ τούτου δὲ τοῦ Ἀκάκου καὶ Ὅμηρος λόγῳ τῷ Ἀρκάδων ἐς Ἑρμῆν ἐποίησεν ἐπίκλησιν·
3.3. Helisson has given a name to both the town and the river so called, and similarly Macaria, Dasea, and Trapezus were named after the sons of Lycaon. Orchomenus became founder of both the town called Methydrium and of Orchomenus, styled by Homer “rich in sheep.” Hypsus and … … founded Melaeneae and Hypsus, and also Thyraeum and Haemoniae. The Arcadians are of opinion that both the Thyrea in Argolis and also the Thyrean gulf were named after this Thyraeus.
3.3. ἀπὸ δὲ Ἑλισσόντος ἥ τε πόλις καὶ ὁ ποταμὸς Ἑλισσὼν τὰ ὀνόματα ἐσχήκασιν, ὡσαύτως δὲ καὶ Μακαρία τε καὶ Δασέα καὶ Τραπεζοῦς ἀπὸ τῶν Λυκάονος ἐκλήθησαν καὶ αὗται παίδων. Ὀρχομενὸς δὲ ἐγένετο οἰκιστὴς Μεθυδρίου τε καλουμένης καὶ Ὀρχομενίων, οὓς ἐν τοῖς ἔπεσι πολυμήλους ὠνόμασεν Ὅμηρος. ὑπὸ δὲ Ὑψοῦντος καὶ Μελαινεαί τε ἐκτίσθησαν καὶ Ὑψοῦς, ἔτι δὲ Θυραῖόν τε καὶ Αἱμονιαί· δόξῃ δὲ τῇ Ἀρκάδων καὶ ἡ Θυρέα ⟨ἡ⟩ ἐν τῇ Ἀργολίδι γῇ καὶ ὁ Θυρεάτης καλούμενος κόλπος ἀπὸ τοῦ Θυραίου τούτου τὰ ὀνόματα ἐσχήκασι.
3.4. Maenalus founded Maenalus, which was in ancient times the most famous of the cities of Arcadia, Tegeates founded Tegea and Mantineus Mantineia. Cromi was named after Cromus, Charisia after Charisius, its founder, Tricoloni after Tricolonus, Peraethenses after Peraethus, Asea after Aseatas, Lycoa after … … and Sumatia after Sumateus. Alipherus also and Heraeus both gave their names to cities.
3.4. Μαντινεὺς δὲ καὶ Τεγεάτης καὶ Μαίναλος, ὁ μὲν τῶν ἐν Ἀρκαδίᾳ πόλεων ὀνομαστοτάτην τὸ ἀρχαῖον Μαίναλον, Τεγεάτης δὲ καὶ Μαντινεὺς Τεγέαν κτίζουσι καὶ Μαντίνειαν. ὠνομάσθησαν δὲ καὶ ἀπὸ Κρώμου Κρῶμοι, καὶ Χαρισία Χαρίσιον ἔχουσα οἰκιστήν, Τρικόλωνοι δὲ ἀπὸ Τρικολώνου, καὶ ἀπὸ μὲν Περαίθου Περαιθεῖς, Ἀσέα δὲ ἀπὸ Ἀσεάτα καὶ ⟨ἀπὸ Λυκέως⟩ Λυκόα καὶ Σουματία ἀπὸ Σουματέως· Ἀλίφηρος δὲ καὶ Ἡραιεὺς ἐπώνυμοι καὶ οὗτοι πόλεσίν εἰσιν ἀμφότεροι.
3.5. But Oenotrus, the youngest of the sons of Lycaon, asked his brother Nyctimus for money and men and crossed by sea to Italy; the land of Oenotria received its name from Oenotrus who was its king. This was the first expedition despatched from Greece to found a colony, and if a man makes the most careful calculation possible he will discover that no foreigners either emigrated to another land before Oenotrus.
3.5. Οἴνωτρος δὲ ὁ τῶν παίδων νεώτατος Λυκάονι ἀρσένων Νύκτιμον τὸν ἀδελφὸν χρήματα καὶ ἄνδρας αἰτήσας ἐπεραιώθη ναυσὶν ἐς Ἰταλίαν, καὶ ἡ Οἰνωτρία χώρα τὸ ὄνομα ἔσχεν ἀπὸ Οἰνώτρου βασιλεύοντος. οὗτος ἐκ τῆς Ἑλλάδος ἐς ἀποικίαν στόλος πρῶτος ἐστάλη· ἀναριθμουμένῳ δὲ ἐς τὸ ἀκριβέστατον οὐδὲ ἐκ τῶν βαρβάρων οὐδένες πρότερον ἢ Οἴνωτρος ἀφίκοντο ἐς τὴν ἀλλοδαπήν.
3.6. In addition to all this male issue, Lycaon had a daughter Callisto. This Callisto (I repeat the current Greek legend) was loved by Zeus and mated with him. When Hera detected the intrigue she turned Callisto into a bear, and Artemis to please Hera shot the bear. Zeus sent Hermes with orders to save the child that Callisto bore in her womb, and Callisto herself he turned into the constellation known as the Great Bear, which is mentioned by Homer in the return voyage of Odysseus from Calypso:—Gazing at the Pleiades and late-setting Bootes,And the Bear, which they also call the Wain.
3.6. ἐπὶ δὲ τῷ γένει παντὶ τῷ ἄρσενι θυγάτηρ Λυκάονι ἐγένετο Καλλιστώ. ταύτῃ τῇ Καλλιστοῖ—λέγω δὲ τὰ λεγόμενα ὑπὸ Ἑλλήνων—συνεγένετο ἐρασθεὶς Ζεύς· Ἥρα δὲ ὡς ἐφώρασεν, ἐποίησεν ἄρκτον τὴν Καλλιστώ, Ἄρτεμις δὲ ἐς χάριν τῆς Ἥρας κατετόξευσεν αὐτήν. καὶ ὁ Ζεὺς Ἑρμῆν πέμπει σῶσαι τὸν παῖδά οἱ προστάξας, ὃν ἐν τῇ γαστρὶ εἶχεν ἡ Καλλιστώ·
3.7. But it may be that the constellation is merely named in honor of Callisto, since her grave is pointed out by the Arcadians. After the death of Nyctimus, Arcas the son of Callisto came to the throne. He introduced the cultivation of crops, which he learned from Triptolemus, and taught men to make bread, to weave clothes, and other things besides, having learned the art of spinning from Adristas. After this king the land was called Arcadia instead of Pelasgia and its inhabitants Arcadians instead of Pelasgians.
3.7. Καλλιστὼ δὲ αὐτὴν ἐποίησεν ἀστέρας καλουμένην ἄρκτον μεγάλην, ἧς καὶ Ὅμηρος ἐν Ὀδυσσέως ἀνάπλῳ παρὰ Καλυψοῦς μνήμην ἔσχε·Πληιάδας τʼ ἐσορῶντα καὶ ὀψὲ δύοντα Βοώτηνἄρκτον θʼ, ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν.ἔχοιεν δʼ ἂν καὶ ἄλλως τὸ ὄνομα οἱ ἀστέρες ἐπὶ τιμῇ τῇ Καλλιστοῦς, ἐπεὶ τάφον γε αὐτῆς ἀποφαίνουσιν οἱ Ἀρκάδες. μετὰ δὲ Νύκτιμον ἀποθανόντα Ἀρκὰς ἐξεδέξατο ὁ Καλλιστοῦς τὴν ἀρχήν· καὶ τόν τε ἥμερον καρπὸν ἐσηγάγετο οὗτος παρὰ Τριπτολέμου καὶ τὴν ποίησιν ἐδίδαξε τοῦ ἄρτου καὶ ἐσθῆτα ὑφαίνεσθαι καὶ ἄλλα, τὰ ἐς ταλασίαν μαθὼν παρὰ Δρίστα. ἀπὸ τούτου δὲ βασιλεύσαντος Ἀρκαδία τε ἀντὶ Πελασγίας ἡ χώρα καὶ ἀντὶ Πελασγῶν Ἀρκάδες ἐκλήθησαν οἱ ἄνθρωποι.
4.2. His wife, according to the legend, was no mortal woman but a Dryad nymph. For they used to call some nymphs Dryads, others Epimeliads, and others Naiads, and Homer in his poetry talks mostly of Naiad nymphs. This nymph they call Erato, and by her they say that Arcas had Azan, Apheidas and Elatus. Previously he had had Autolaus, an illegitimate son.
4.2. συνοικῆσαι δὲ οὐ θνητῇ γυναικὶ αὐτόν, ἀλλὰ νύμφῃ Δρυάδι ἔλεγον· Δρυάδας γὰρ δὴ καὶ Ἐπιμηλιάδας, τὰς δὲ αὐτῶν ἐκάλουν Ναΐδας, καὶ Ὁμήρῳ γε ἐν τοῖς ἔπεσι Ναΐδων νυμφῶν μάλιστά ἐστι μνήμη. τὴν δὲ νύμφην ταύτην καλοῦσιν Ἐρατώ, καὶ ἐκ ταύτης φασὶν Ἀρκάδι Ἀζᾶνα καὶ Ἀφείδαντα γενέσθαι καὶ Ἔλατον·
4.3. When his sons grew up, Arcas divided the land between them into three parts, and one district was named Azania after Azan; from Azania, it is said, settled the colonists who dwell about the cave in Phrygia called Steunos and the river Pencalas. To Apheidas fell Tegea and the land adjoining, and for this reason poets too call Tegea “the lot of Apheidas.”
4.3. ἐγεγόνει δὲ αὐτῷ πρότερον ἔτι Αὐτόλαος νόθος. τοῖς δὲ παισίν, ὡς ηὐξήθησαν, διένειμεν Ἀρκὰς τριχῇ τὴν χώραν, καὶ ἀπὸ μὲν Ἀζᾶνος ἡ Ἀζανία μοῖρα ὠνομάσθη· παρὰ τούτων δὲ ἀποικισθῆναι λέγουσιν, ὅσοι περὶ τὸ ἄντρον ἐν Φρυγίᾳ τὸ καλούμενον Στεῦνος καὶ Πέγκαλαν ποταμὸν οἰκοῦσιν. Ἀφείδας δὲ Τεγέαν καὶ τὴν προσεχῆ ταύτης ἔλαχεν· ἐπὶ τούτῳ δὲ καὶ ποιηταὶ καλοῦσιν Ἀφειδάντειον κλῆρον τὴν Τεγέαν.
4.4. Elatus got Mount Cyllene, which down to that time had received no name. Afterwards Elatus migrated to what is now called Phocis, helped the Phocians when hard pressed in war by the Phlegyans, and became the founder of the city Elateia. It is said that Azan had a son Cleitor, Apheidas a son Aleus, and that Elatus had five sons, Aepytus, Pereus, Cyllen, Ischys, and Stymphalus.
4.4. Ἔλατος δὲ ἔσχε τὸ ὄρος τὴν Κυλλήνην, ἔτι τότε οὖσαν ἀνώνυμον· χρόνῳ δὲ ὕστερον μετῴκησεν ὁ Ἔλατος ἐς τὴν νῦν καλουμένην Φωκίδα, καὶ τοῖς τε Φωκεῦσιν ἤμυνεν ὑπὸ Φλεγυῶν πολέμῳ πιεζομένοις καὶ Ἐλατείας πόλεως ἐγένετο οἰκιστής. παῖδα δὲ Ἀζᾶνι μὲν Κλείτορα, Ἀφείδαντι δὲ Ἄλεον, Ἐλάτῳ δέ φασιν εἶναι πέντε, Αἴπυτον Περέα Κυλλῆνα Ἴσχυν Στύμφηλον.
4.5. On the death of Axan, the son of Arcas, athletic contests were held for the first time; horse-races were certainly held, but I cannot speak positively about other contests. Now Cleitor the son of Azan dwelt in Lycosura, and was the most powerful of the kings, founding Cleitor, which he named after himself; Aleus held his father's portion.
4.5. ἐπὶ δὲ Ἀζᾶνι τῷ Ἀρκάδος τελευτήσαντι ἆθλα ἐτέθη πρῶτον· εἰ μὲν καὶ ἄλλα, οὐκ οἶδα, ἱπποδρομίας δὲ ἐτέθη. Κλείτωρ μὲν δὴ ὁ Ἀζᾶνος ἐν Λυκοσώρᾳ τε ᾤκει καὶ ἦν τῶν βασιλέων δυνατώτατος καὶ Κλείτορα ᾤκισεν ἀφʼ αὑτοῦ πόλιν, Ἄλεος δὲ εἶχε τὴν πατρῴαν λῆξιν·
4.6. Of the sons of Elatus, Cyllen gave his name to Mount Cyllene, and Stymphalus gave his to the spring and to the city Stymphalus near the spring. The story of the death of Ischys, the son of Elatus, I have already told in my history of Argolis. Pereus, they say, had no male child, but only a daughter, Neaera. She married Autolycus, who lived on Mount Parnassus, and was said to be a son of Hermes, although his real father was Baedalion.
4.6. ἀπὸ δὲ Ἐλάτου τῶν παίδων Κυλλήνην τὸ ὄρος καλοῦσιν ἀπὸ Κυλλῆνος, καὶ ἀπὸ Στυμφήλου πηγή τε ὀνομάζεται καὶ πόλις Στύμφηλος ἐπὶ τῇ πηγῇ. τὰ δὲ ἐς τὸν θάνατον Ἴσχυος τοῦ Ἐλάτου πρότερον ἔτι ἐν τῇ συγγραφῇ τῇ Ἀργολίδι ἐδήλωσα. παῖδα δὲ Περεῖ ἄρρενα μέν φασιν οὐδένα, Νέαιραν δὲ γενέσθαι θυγατέρα· ταύτην γυναῖκα ἔσχεν Αὐτόλυκος, οἰκῶν μὲν ἐν τῷ ὄρει τῷ Παρνασσῷ, λεγόμενος δὲ Ἑρμοῦ παῖς εἶναι, Δαιδαλίωνος δὲ ὢν τῷ ἀληθεῖ λόγῳ.
4.7. Cleitor, the son of Azan, had no children, and the sovereignty of the Arcadians devolved upon Aepytus, the son of Elatus. While out hunting, Aepytus was killed, not by any of the more powerful beasts, but by a seps that he failed to notice. This species of snake I have myself seen. It is like the smallest kind of adder, of the color of ash, with spots dotted here and there. It has a broad head and a narrow neck, a large belly and a short tail. This snake, like another called cerastes (“the horned snake”), walks with a sidelong motion, as do crabs.
4.7. Κλείτορι δὲ τῷ Ἀζᾶνος οὐ γενομένων παίδων, ἐς Αἴπυτον Ἐλάτου περιεχώρησεν ἡ Ἀρκάδων βασιλεία· τὸν δὲ Αἴπυτον ἐξελθόντα ἐς ἄγραν θηρίων μὲν τῶν ἀλκιμωτέρων οὐδέν, σὴψ δὲ οὐ προϊδόμενον ἀποκτίννυσι. τὸν δὲ ὄφιν τοῦτον καὶ αὐτός ποτε εἶδον· κατὰ ἔχιν ἐστὶ τὸν μικρότατον, τέφρᾳ ἐμφερής, στίγμασιν οὐ συνεχέσι πεποικιλμένος· κεφαλὴ δέ ἐστιν αὐτῷ πλατεῖα καὶ τράχηλος στενός, γαστέρα δὲ ἔχει μείζονα καὶ οὐρὰν βραχεῖαν· βαδίζει δὲ οὗτός τε καὶ ὄφις ἕτερος ὁ κεράστης καλούμενος ἐνδιδόντες ἐς τὰ πλάγια, ὥσπερ οἱ καρκίνοι.
4.8. After Aepytus Aleus came to the throne. For Agamedes and Gortys, the sons of Stymphalus, were three generations removed from Arcas, and Aleus, the son of Apheidas, two generations. Aleus built the old sanctuary in Tegea of Athena Alea, and made Tegea the capital of his kingdom. Gortys the son of Stymphalus founded the city Gortys on a river which is also called after him. The sons of Aleus were Lycurgus, Amphidamas and Cepheus; he also had a daughter Auge.
4.8. μετὰ δὲ Αἴπυτον ἔσχεν Ἄλεος τὴν ἀρχήν· Ἀγαμήδης μὲν γὰρ καὶ Γόρτυς οἱ Στυμφήλου τέταρτον γένος ἦσαν ἀπὸ Ἀρκάδος, Ἄλεος δὲ τρίτον ὁ Ἀφείδαντος. Ἄλεος δὲ τῇ τε Ἀθηνᾷ τῇ Ἀλέᾳ τὸ ἱερὸν ᾠκοδόμησεν ἐν Τεγέᾳ τὸ ἀρχαῖον καὶ αὐτῷ κατεσκεύαστο αὐτόθι ἡ βασιλεία· Γόρτυς δὲ ὁ Στυμφήλου πόλιν Γόρτυνα ᾤκισεν ἐπὶ ποταμῷ· καλεῖται δὲ Γορτύνιος καὶ ὁ ποταμός. Ἀλέῳ δὲ ἄρσενες μὲν παῖδες Λυκοῦργός τε καὶ Ἀμφιδάμας καὶ Κηφεύς, θυγάτηρ δὲ ἐγένετο Αὔγη.
4.9. Hecataeus says that this Auge used to have intercourse with Heracles when he came to Tegea. At last it was discovered that she had borne a child to Heracles, and Aleus, putting her with her infant son in a chest, sent them out to sea. She came to Teuthras, lord of the plain of the Caicus, who fell in love with her and married her. The tomb of Auge still exists at Pergamus above the Calcus; it is a mound of earth surrounded by a basement of stone and surmounted by a figure of a naked woman in bronze.
4.9. ταύτῃ τῇ Αὔγῃ τῷ Ἑκαταίου λόγῳ συνεγίνετο Ἡρακλῆς, ὁπότε ἀφίκοιτο ἐς Τεγέαν· τέλος δὲ καὶ ἐφωράθη τετοκυῖα ἐκ τοῦ Ἡρακλέους, καὶ αὐτὴν ὁ Ἄλεος ἐσθέμενος ὁμοῦ τῷ παιδὶ ἐς λάρνακα ἀφίησεν ἐς θάλασσαν, καὶ ἡ μὲν ἀφίκετο ἐς Τεύθραντα δυνάστην ἄνδρα ἐν Καΐκου πεδίῳ καὶ συνῴκησεν ἐρασθέντι τῷ Τεύθραντι· καὶ νῦν ἔστι μὲν Αὔγης μνῆμα ἐν Περγάμῳ τῇ ὑπὲρ τοῦ Καΐκου, γῆς χῶμα λίθου περιεχόμενον κρηπῖδι, ἔστι δὲ ἐν τῷ μνήματι ἐπίθημα χαλκοῦ πεποιημένον, γυνὴ γυμνή.
4.10. After the death of Aleus Lycurgus his son got the kingdom as being the eldest; he is notorious for killing, by treachery and riot in fair fight, a warrior called Areithous. Of his two sons, Ancaeus and Epochus, the latter fell ill and died, while the former joined the expedition of Jason to Colchis; afterwards, while hunting down with Meleager the Calydonian boar, he was killed by the brute.
4.10. μετὰ δὲ Ἄλιον τελευτήσαντα Λυκοῦργος ὁ Ἀλέου τὴν βασιλείαν πρεσβεῖα ἔσχε· παρέσχετο δὲ ἐς μνήμην Ἀρηίθοον ἄνδρα πολεμικὸν δόλῳ καὶ οὐ σὺν τῷ δικαίῳ κτείνας. γενομένων δὲ αὐτῷ παίδων Ἀγκαίου τε καὶ Ἐπόχου, τὸν μὲν νοσήσαντα ἐπιλαμβάνει τὸ χρεών, Ἀγκαῖος δὲ Ἰάσονί τε τοῦ πλοῦ μετέσχεν ἐς Κόλχους καὶ ὕστερον ὁμοῦ Μελεάγρῳ τὸ ἐν Καλυδῶνι κατεργαζόμενος θηρίον ἀπέθανεν ὑπὸ τοῦ ὑός. Λυκοῦργος μὲν δὴ πορρωτάτω γήρως ἀφίκετο ἐπιδὼν τοὺς παῖδας ἀμφοτέρους τελευτήσαντας·
5.1. So Lycurgus outlived both his sons, and reached an extreme old age. On his death, Echemus, son of Aeropus, son of Cepheus, son of Aleus, became king of the Arcadians. In his time the Dorians, in their attempt to return to the Peloponnesus under the leadership of Hyllus, the son of Heracles, were defeated by the Achaeans at the Isthmus of Corinth, and Echemus killed Hyllus, who had challenged him to single combat. I have come to the conclusion that this is a more probable story than the one I gave before, that on this occasion Orestes was king of the Achaeans, and that it was during his reign that Hyllus attempted to return to the Peloponnesus. If the second account be accepted, it would appear that Timandra, the daughter of Tyndareus, married Echemus, who killed Hyllus.
5.1. Λυκούργου δὲ ἀποθανόντος Ἔχεμος ὁ Ἀερόπου τοῦ Κηφέως τοῦ Ἀλέου τὴν Ἀρκάδων ἔσχεν ἀρχήν. ἐπὶ τούτου Δωριεῖς κατιόντας ἐς Πελοπόννησον ὑπὸ ἡγεμόνι Ὕλλῳ τῷ Ἡρακλέους Ἀχαιοὶ περὶ ἰσθμὸν τὸν Κορινθίων κρατοῦσι μάχῃ, καὶ Ἔχεμος ἀποκτίννυσιν Ὕλλον μονομαχήσαντά οἱ κατὰ πρόκλησιν. τάδε γὰρ ἐφαίνετο εἰκότα εἶναί μοι μᾶλλον ἢ ὁ πρότερος λόγος, ἐν ᾧ βασιλεύειν τε Ἀχαιῶν τηνικαῦτα Ὀρέστην ἔγραψα καὶ Ὕλλον [καὶ] Ὀρέστου βασιλεύοντος ἀποπειρᾶσαι καθόδου τῆς ἐς Πελοπόννησον. φαίνοιτο δʼ ἂν τῷ ὑστέρῳ τῶν λόγων καὶ Τιμάνδρα συνοικήσασα ἡ Τυνδάρεω τῷ ἀποκτείναντι Ὕλλον Ἐχέμῳ.
5.2. Agapenor, the son of Ancaeus, the son of Lycurgus, who was king after Echemus, led the Arcadians to Troy. After the capture of Troy the storm that overtook the Greeks on their return home carried Agapenor and the Arcadian fleet to Cyprus, and so Agapenor became the founder of Paphos, and built the sanctuary of Aphrodite at Palaepaphos (Old Paphos). Up to that time the goddess had been worshipped by the Cyprians in the district called Golgi.
5.2. Ἀγαπήνωρ δὲ ὁ Ἀγκαίου τοῦ Λυκούργου μετὰ Ἔχεμον βασιλεύσας ἐς Τροίαν ἡγήσατο Ἀρκάσιν. Ἰλίου δὲ ἁλούσης ὁ τοῖς Ἕλλησι κατὰ τὸν πλοῦν τὸν οἴκαδε ἐπιγενόμενος χειμὼν Ἀγαπήνορα καὶ τὸ Ἀρκάδων ναυτικὸν κατήνεγκεν ἐς Κύπρον, καὶ Πάφου τε Ἀγαπήνωρ ἐγένετο οἰκιστὴς καὶ τῆς Ἀφροδίτης κατεσκευάσατο ἐν Παλαιπάφῳ τὸ ἱερόν· τέως δὲ ἡ θεὸς παρὰ Κυπρίων τιμὰς εἶχεν ἐν Γολγοῖς καλουμένῳ χωρίῳ.
5.3. Afterwards Laodice, a descendant of Agapenor, sent to Tegea a robe as a gift for Athena Alea. The inscription on the offering told as well the race of Laodice:—This is the robe of Laodice; she offered it to her Athena,Sending it to her broad fatherland from divine Cyprus.
5.3. χρόνῳ δὲ ὕστερον Λαοδίκη γεγονυῖα ἀπὸ Ἀγαπήνορος ἔπεμψεν ἐς Τεγέαν τῇ Ἀθηνᾷ τῇ Ἀλέᾳ πέπλον· τὸ δὲ ἐπὶ τῷ ἀναθήματι ἐπίγραμμα καὶ αὐτῆς Λαοδίκης ἅμα ἐδήλου τὸ γένος·Λαοδίκης ὅδε πέπλος· ἑᾷ δʼ ἀνέθηκεν Ἀθηνᾷπατρίδʼ ἐς εὐρύχορον Κύπρου ἀπὸ ζαθέας.Ἀγαπήνορος δὲ οὐκ ἀνασωθέντος οἴκαδε ἐξ Ἰλίου, παρέλαβε τὴν ἀρχὴν Ἱππόθους Κερκυόνος τοῦ Ἀγαμήδους τοῦ Στυμφήλου.
5.4. When Agapenor did not return home from Troy, the kingdom devolved upon Hippothous, the son of Cercyon, the son of Agamedes, the son of Stymphalus. No remarkable event is recorded of his life, except that he established as the capital of his kingdom not Tegea but Trapezus. Aepytus, the son of Hippothous, succeeded his father to the throne, and Orestes, the son of Agamemnon, in obedience to an oracle of the Delphic Apollo, moved his home from Mycenae to Arcadia.
5.4. καὶ τῷ μὲν ἐπιφανὲς συμβῆναι παρὰ τὸν βίον φασὶν οὐδέν, πλὴν ὅσον οὐκ ἐν Τεγέᾳ τὴν βασιλείαν κατεστήσατο ἀλλὰ ἐν Τραπεζοῦντι· Αἴπυτος δὲ ὁ Ἱππόθου μετὰ τὸν πατέρα ἔσχε τὴν ἀρχήν, καὶ Ὀρέστης ὁ Ἀγαμέμνονος κατὰ μαντείαν τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος μετῴκησεν ἐς Ἀρκαδίαν ἐκ Μυκηνῶν.
5.5. Aepytus, the son of Hippothous, dared to enter the sanctuary of Poseidon at Mantineia, into which no mortal was, just as no mortal today is, allowed to pass; on entering it he was struck blind, and shortly after this calamity he died.
5.5. Αἰπύτῳ δὲ τῷ Ἱππόθου παρελθεῖν ἐς τὸ ἱερὸν τοῦ Ποσειδῶνος τὸ ἐν Μαντινείᾳ τολμήσαντι— ἔσοδος δὲ ἀνθρώποις οὔτε τότε ἐς αὐτὸ ἦν οὔτε ἄχρι ἡμῶν ἔστιν—, ἐς τοῦτο ἐσελθόντι τυφλωθῆναι καὶ οὐ μετὰ πολὺ τῆς συμφορᾶς τελευτῆσαί οἱ τὸν βίον ἐγένετο.
5.6. Aepytus was succeeded as king by his son Cypselus, and in his reign the Dorian expedition returned to the Peloponnesus, not, as three generations before, across the Corinthian Isthmus, but by sea to the place called Rhium. Cypselus, learning about the expedition, married his daughter to the son of Aristomachus whom he found without a wife, and so winning over Cresphontes he himself and the Arcadians had nothing at all to fear.
5.6. Κυψέλου δὲ τοῦ Αἰπύτου βασιλεύοντος μετὰ Αἴπυτον, ὁ Δωριέων στόλος οὐ διὰ τοῦ Κορινθίων ἰσθμοῦ, καθὰ ἐπὶ τρεῖς τὰς πρότερον γενεάς, ναυσὶ δὲ κατὰ τὸ ὀνομαζόμενον Ῥίον κάτεισιν ἐς Πελοπόννησον· πυνθανόμενός τε ⟨τὰ⟩ ἐς αὐτοὺς ὁ Κύψελος, ὃν τῶν Ἀριστομάχου παίδων οὐκ ἔχοντά πω γυναῖκα εὕρισκε, τούτῳ τὴν θυγατέρα ἐκδοὺς καὶ οἰκειωσάμενος τὸν Κρεσφόντην αὐτός τε καὶ οἱ Ἀρκάδες ἐκτὸς ἑστήκεσαν δείματος.
5.7. Holaeas was the son of Cypselus, who, aided by the Heracleidae from Lacedaemon and Argos, restored to Messene his sister's son Aepytus. Holaeas had a son Bucolion, and he a son Phialus, who robbed Phigalus, the son of Lycaon, the founder of Phigalia, of the honor of giving his name to the city; Phialus changed it to Phialia, after his own name, but the change did not win universal acceptance.
5.7. Ὁλαίας δὲ ἦν Κυψέλου παῖς, ὃς καὶ τῆς ἀδελφῆς τὸν παῖδα Αἴπυτον, σὺν δὲ αὐτῷ καὶ οἱ ἐκ Λακεδαίμονος καὶ Ἄργους Ἡρακλεῖδαι κατάγουσιν ἐς Μεσσήνην. τοῦ δὲ ἦν Βουκολίων, τοῦ δὲ Φίαλος, ὃς τὸν Λυκάονος Φίγαλον οἰκιστὴν ὄντα ἀφελόμενος τὴν τιμὴν Φιαλίαν τὸ ὄνομα τῇ πόλει μετέθετο ἀφʼ ἑαυτοῦ· οὐ μὴν καὶ ἐς ἅπαν γε ἐξενίκησεν.
5.8. In the reign of Simus, the son of Phialus, the people of Phigalia lost by fire the ancient wooden image of Black Demeter. This loss proved to be a sign that Simus himself also was soon to meet his end. Simus was succeeded as king by Pompus his son, in whose reign the Aeginetans made trading voyages as far as Cyllene, from which place they carried their cargoes up country on pack-animals to the Arcadians. In return for this Pompus honored the Arcadians greatly, and furthermore gave the name Aeginetes to his son out of friendship for the Aeginetans.
5.8. ἐπὶ δὲ Σίμου τοῦ Φιάλου βασιλεύοντος ἠφανίσθη Φιγαλεῦσιν ὑπὸ πυρὸς τῆς Μελαίνης Δήμητρος τὸ ἀρχαῖον ξόανον· ἐσήμαινε δὲ ἄρα οὐ μετὰ πολὺ ἔσεσθαι καὶ αὐτῷ Σίμῳ τοῦ βίου τὴν τελευτήν. Πόμπου δὲ ἐκδεξαμένου τοῦ Σίμου τὴν ἀρχήν, Αἰγινῆται κατὰ ἐμπορίαν ἐσέπλεον ναυσὶν ἐς Κυλλήνην, ἐκεῖθεν δὲ ὑποζυγίοις τὰ φορτία ἀνῆγον παρὰ τοὺς Ἀρκάδας. ἀντὶ τούτου ἐτίμησεν ὁ Πόμπος μεγάλως, καὶ δὴ καὶ ὄνομα Αἰγινήτην τῷ παιδὶ ἔθετο ἐπὶ τῶν Αἰγινητῶν τῇ φιλίᾳ.
5.9. After Aeginetes his son Polymestor became king of the Arcadians, and it was then that Charillus and the Lacedaemonians for the first time invaded the land of Tegea with an army. They were defeated in battle by the people of Tegea, who, men and women alike, flew to arms; the whole army, including Charillus himself, were taken prisoners. Charillus and his army I shall mention at greater length in my account of Tegea.
5.9. μετὰ δὲ Αἰγινήτην Πολυμήστωρ ἐγένετο ⟨ὁ⟩ Αἰγινήτου βασιλεὺς Ἀρκάδων, καὶ Λακεδαιμόνιοι καὶ Χάριλλος πρῶτον τότε ἐς τὴν Τεγεατῶν ἐσβάλλουσι στρατιᾷ· καὶ σφᾶς αὐτοί τε οἱ Τεγεᾶται καὶ γυναῖκες ὅπλα ἐνδῦσαι μάχῃ νικῶσι, καὶ τόν τε ἄλλον στρατὸν καὶ αὐτὸν Χάριλλον ζῶντα αἱροῦσι. Χαρίλλου μὲν δὴ καὶ τῆς σὺν αὐτῷ στρατιᾶς ἐς πλέον μνήμην ποιησόμεθα ἐν τοῖς Τεγεατικοῖς·
5.10. Polymestor had no children, and Aechmis succeeded to the throne, who was the son of Briacas, and the nephew of Polymestor. For Briacas too was a son of Aeginetes, but younger than Polymestor. After Aechmis came to the throne occurred the war between the Lacedaemonians and the Messenians. The Arcadians had from the first been friendly to the Messenians, and on this occasion they openly fought against the Lacedaemonians on the side of Aristodemus, the king of Messenia.
5.10. Πολυμήστορι δὲ οὐ γενομένων παίδων παρέλαβεν Αἶχμις τὴν ἀρχήν, Βριάκα μὲν παῖς, Πολυμήστορος δὲ ἀδελφιδοῦς· Αἰγινήτου γὰρ ἦν καὶ Βριάκας, νεώτερος δὲ ἦν Πολυμήστορος. Αἴχμιδος δὲ βασιλεύσαντος Λακεδαιμονίοις ἐγένετο ὁ πρὸς Μεσσηνίους πόλεμος· τοῖς δὲ Ἀρκάσιν ὑπῆρχε μὲν ἐς τοὺς Μεσσηνίους εὔνοια ἐξ ἀρχῆς, τότε δὲ καὶ ἐκ τοῦ φανεροῦ πρὸς Λακεδαιμονίους ἐμαχέσαντο μετὰ Ἀριστοδήμου βασιλεύοντος ἐν Μεσσήνῃ.
5.11. Aristocrates, the son of Aechmis, may have been guilty of outrages against the Arcadians of his most impious acts, however, against the gods I have sure knowledge, and I will proceed to relate them. There is a sanctuary of Artemis, surnamed Hymnia, standing on the borders of Orchomenus, near the territory of Mantineia. Artemis Hymnia has been worshipped by all the Arcadians from the most remote period. At that time the office of priestess to the goddess was still always held by a girl who was a virgin.
5.11. Ἀριστοκράτης δὲ ὁ Αἴχμιδος τάχα μέν που καὶ ἄλλα ἐς τοὺς Ἀρκάδας ὕβρισεν· ἃ δὲ ἀνοσιώτατα ἔργων ἐς θεοὺς ἐργασάμενον οἶδα αὐτόν, ἐπέξεισί μοι ταῦτα ὁ λόγος. ἔστιν Ἀρτέμιδος ἱερὸν Ὑμνίας ἐπίκλησιν. τοῦτο ἐν ὅροις μέν ἐστιν Ὀρχομενίων, πρὸς δὲ τῇ Μαντινικῇ· σέβουσιν ἐκ παλαιοτάτου καὶ οἱ πάντες Ἀρκάδες Ὑμνίαν Ἄρτεμιν. ἐλάμβανε δὲ τὴν ἱερωσύνην τῆς θεοῦ τότε ἔτι κόρη παρθένος.
5.12. The maiden persisted in resisting the advances of Aristocrates, but at last, when she had taken refuge in the sanctuary, she was outraged by him near the image of Artemis. When the crime came to be generally known, the Arcadians stoned the culprit, and also changed the rule for the future; as priestess of Artemis they now appoint, not a virgin, but a woman who has had enough of intercourse with men.
5.12. Ἀριστοκράτης δέ, ὥς οἱ πειρῶντι τὴν παρθένον ἀντέβαινεν ἀεὶ τὰ παρʼ αὐτῆς, τέλος καταφυγοῦσαν ἐς τὸ ἱερὸν παρὰ τῇ Ἀρτέμιδι ᾔσχυνεν. ὡς δὲ ἐς ἅπαντας ἐξηγγέλθη τὸ τόλμημα, τὸν μὲν καταλιθοῦσιν οἱ Ἀρκάδες, μετεβλήθη δὲ ἐξ ἐκείνου καὶ ὁ νόμος· ἀντὶ γὰρ παρθένου διδόασι τῇ Ἀρτέμιδι ἱέρειαν γυναῖκα ὁμιλίας ἀνδρῶν ἀποχρώντως ἔχουσαν.
5.13. This man had a son Hicetas, and Hicetas had a son Aristocrates the second, named after his grandfather and also meeting with a death like his. For he too was stoned by the Arcadians, who discovered that he had received bribes from Lacedaemon, and that the Messenian disaster at the Great Ditch was caused by the treachery of Aristocrates. This sin explains why the kingship was taken from the whole house of Cypselus.
5.13. τούτου δὲ υἱὸς ἐγένετο Ἱκέτας, Ἱκέτα δὲ Ἀριστοκράτης ἄλλος ὁμώνυμός τε τῷ προγόνῳ καὶ δὴ καὶ τοῦ βίου τὴν αὐτὴν ἔσχεν ἐκείνῳ τελευτήν· κατελίθωσαν γὰρ καὶ τοῦτον οἱ Ἀρκάδες, φωράσαντες δῶρα ἐκ Λακεδαίμονος εἰληφότα καὶ Μεσσηνίοις τὸ ἐπὶ τῇ Μεγάλῃ τάφρῳ πταῖσμα προδοσίαν τοῦ Ἀριστοκράτους οὖσαν. αὕτη δὲ ἡ ἀδικία καὶ τῷ γένει τῷ ἀπὸ Κυψέλου παντὶ παρέσχεν αἰτίαν παυσθῆναι τῆς ἀρχῆς.
6.1. I spent much care upon the history of the Arcadian kings, and the genealogy as given above was told me by the Arcadians themselves. Of their memorable achievements the oldest is the Trojan war; then comes the help they gave the Messenians in their struggle against Lacedaemon, and they also took part in the action at Plataea against the Persians.
6.1. τὰ μὲν δὴ ἐς τοὺς βασιλεῖς πολυπραγμονήσαντί μοι κατὰ ταῦτα ἐγενεαλόγησαν οἱ Ἀρκάδες· κοινῇ δὲ Ἀρκάσιν ὑπῆρχεν ἐς μνήμην τὰ μὲν ἀρχαιότατα ὁ πρὸς Ἰλίῳ πόλεμος, δεύτερα δὲ ὁπόσα ἀμύνοντες Μεσσηνίοις Λακεδαιμονίων ἐναντία ἐμαχέσαντο· μέτεστι δὲ καὶ πρὸς Μήδους σφίσιν ἔργου τοῦ ἐν Πλαταιαῖς.
6.2. It was compulsion rather than sympathy that made them join the Lacedaemonians in their war against Athens and in crossing over to Asia with Agesilaus; they also followed the Lacedaemonians to Leuctra in Boeotia. Their distrust of the Lacedaemonians was shown on many occasions; in particular, immediately after the Lacedaemonian reverse at Leuctra they seceded from them and joined the Thebans. Though they did not fight on the Greek side against Philip and the Macedonians at Chaeroneia, nor later in Thessaly against Antipater, yet they did not actually range themselves against the Greeks.
6.2. Λακεδαιμονίοις δὲ ἀνάγκῃ πλέον καὶ οὐ μετʼ εὐνοίας ἐπί τε Ἀθηναίους συνεστρατεύσαντο καὶ ἐς τὴν Ἀσίαν μετὰ Ἀγησιλάου διέβησαν, καὶ δὴ καὶ ἐς Λεῦκτρα αὐτοῖς τὰ Βοιωτικὰ ἠκολούθησαν. τὸ δὲ ὕποπτον τὸ ἐς τοὺς Λακεδαιμονίους ἀλλαχοῦ τε ἐπεδείξαντο καὶ μετὰ τὸ ἀτύχημα Λακεδαιμονίων τὸ ἐν Λεύκτροις παρὰ Θηβαίους αὐτίκα ἀπʼ αὐτῶν μετέστησαν. Φιλίππῳ δὲ καὶ Μακεδόσιν ἐν Χαιρωνείᾳ καὶ ὕστερον ἐν Θεσσαλίᾳ πρὸς Ἀντίπατρον οὐκ ἐμαχέσαντο μετὰ Ἑλλήνων, οὐ μὴν οὐδὲ τοῖς Ἕλλησιν ἐναντία ἐτάξαντο.
6.3. It was because of the Lacedaemonians, they say, that they took no part in resisting the Gallic threat to Thermopylae; they feared that their land would be laid waste in the absence of their men of military age. As members of the Achaean League the Arcadians were more enthusiastic than any other Greeks. The fortunes of each individual city, as distinct from those of the Arcadian people as a whole, I shall reserve for their proper place in my narrative.
6.3. πρὸς Γαλάτας δὲ τοῦ ἐν Θερμοπύλαις κινδύνου φασὶ Λακεδαιμονίων ἕνεκα οὐ μετασχεῖν, ἵνα μή σφισιν οἱ Λακεδαιμόνιοι κακουργοῖεν τὴν γῆν ἀπόντων τῶν ἐν ἡλικίᾳ· συνεδρίου δὲ τῶν Ἀχαιῶν μετέσχον οἱ Ἀρκάδες προθυμότατα Ἑλλήνων. ὁπόσα δὲ αὐτοῖς οὐχὶ ἐν κοινῷ, κατὰ πόλεις δὲ ἰδίᾳ συμβεβηκότα εὕρισκον, ἀποθησόμεθα αὐτῶν ἕκαστον ἐς τὸ οἰκεῖον τοῦ λόγου.
6.4. There is a pass into Arcadia on the Argive side in the direction of Hysiae and over Mount Parthenius into Tegean territory. There are two others on the side of Mantineia: one through what is called Prinus and one through the Ladder. The latter is the broader, and its descent had steps that were once cut into it. Crossing the Ladder you come to a place called Melangeia, from which the drinking water of the Mantineans flows down to their city.
6.4. εἰσὶν οὖν ἐς Ἀρκαδίαν ἐσβολαὶ κατὰ τὴν Ἀργείαν πρὸς μὲν Ὑσιῶν καὶ ὑπὲρ τὸ ὄρος τὸ Παρθένιον ἐς τὴν Τεγεατικήν, δύο δὲ ἄλλαι κατὰ Μαντίνειαν διά τε Πρίνου καλουμένης καὶ διὰ Κλίμακος. αὕτη δὲ εὐρυτέρα τέ ἐστι καὶ ἡ κάθοδος εἶχεν αὕτη βασμίδας ποτὲ ἐμπεποιημένας· ὑπερβαλόντων δὲ τὴν Κλίμακα χωρίον ἐστὶν ὀνομαζόμενον Μελαγγεῖα, καὶ τὸ ὕδωρ αὐτόθεν τὸ πότιμον Μαντινεῦσι κάτεισιν ἐς τὴν πόλιν.
6.5. Farther off from Melangeia, about seven stades distant from Mantineia, there is a well called the Well of the Meliasts. These Meliasts celebrate the orgies of Dionysus. Near the well is a hall of Dionysus and a sanctuary of Black Aphrodite. This surname of the goddess is simply due to the fact that men do not, as the beasts do, have sexual intercourse always by day, but in most cases by night.
6.5. προελθόντι δὲ ἐκ τῶν Μελαγγείων, ἀπέχοντι τῆς πόλεως στάδια ὡς ἑπτὰ ἔστι κρήνη καλουμένη Μελιαστῶν· οἱ Μελιασταὶ δὲ οὗτοι δρῶσι τὰ ὄργια τοῦ Διονύσου, καὶ Διονύσου τε μέγαρον πρὸς τῇ κρήνῃ καὶ Ἀφροδίτης ἐστὶν ἱερὸν Μελαινίδος. ἐπίκλησιν δὲ ἡ θεὸς ταύτην κατʼ ἄλλο μὲν ἔσχεν οὐδέν, ὅτι δὲ ἀνθρώπων μὴ τὰ πάντα αἱ μίξεις ὥσπερ τοῖς κτήνεσι μεθʼ ἡμέραν, τὰ πλείω δέ εἰσιν ἐν νυκτί.
6.6. The second road is less broad than the other, and leads over Mount Artemisius. I have already made mention of this mountain, noting that on it are a temple and image of Artemis, and also the springs of the Inachus. The river Inachus, so long as it flows by the road across the mountain, is the boundary between the territory of Argos and that of Mantineia. But when it turns away from the road the stream flows through Argolis from this point on, and for this reason Aeschylus among others calls the Inachus an Argive river.
6.6. ἡ δὲ ὑπολειπομένη τῶν ὁδῶν στενωτέρα ἐστὶ τῆς προτέρας καὶ ἄγει διὰ τοῦ Ἀρτεμισίου. τούτου δὲ ἐπεμνήσθην καὶ ἔτι πρότερον τοῦ ὄρους, ὡς ἔχοι μὲν ναὸν καὶ ἄγαλμα Ἀρτέμιδος, ἔχοι δὲ καὶ τοῦ Ἰνάχου τὰς πηγάς. ὁ δὲ Ἴναχος ἐφʼ ὅσον μὲν πρόεισι κατὰ τὴν ὁδὸν τὴν διὰ τοῦ ὄρους, τοῦτό ἐστιν Ἀργείοις καὶ Μαντινεῦσιν ὅρος τῆς χώρας· ἀποστρέψας δὲ ἐκ τῆς ὁδοῦ τὸ ὕδωρ διὰ τῆς Ἀργείας ἤδη τὸ ἀπὸ τούτου κάτεισι, καὶ ἐπὶ τούτῳ τὸν Ἴναχον ἄλλοι τε καὶ Αἰσχύλος ποταμὸν καλοῦσιν Ἀργεῖον.
7.1. After crossing into Mantinean country over Mount Artemisius you will come to a plain called the Untilled Plain, whose name well describes it, for the rain-water coming down into it from the mountains prevents the plain from being tilled; nothing indeed could prevent it from being a lake, were it not that the water disappears into a chasm in the earth.
7.1. ὑπερβαλόντα δὲ ἐς τὴν Μαντινικὴν διὰ τοῦ Ἀρτεμισίου πεδίον ἐκδέξεταί σε Ἀργὸν καλούμενον, καθάπερ γε καὶ ἔστι· τὸ γὰρ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ κατερχόμενον ἐς αὐτὸ ἐκ τῶν ὀρῶν ἀργὸν εἶναι τὸ πεδίον ποιεῖ, ἐκώλυέ τε οὐδὲν ἂν τὸ πεδίον τοῦτο εἶναι λίμνην, εἰ μὴ τὸ ὕδωρ ἠφανίζετο ἐς χάσμα γῆς.
7.2. After disappearing here it rises again at Dine (Whirlpool). Dine is a stream of fresh water rising out of the sea by what is called Genethlium in Argolis. In olden times the Argives cast horses adorned with bridles down into Dine as an offering to Poseidon. Not only here in Argolis, but also by Cheimerium in Thesprotis, is there unmistakably fresh water rising up in the sea.
7.2. ἀφανισθὲν δὲ ἐνταῦθα ἄνεισι κατὰ τὴν Δίνην· ἔστι δὲ ἡ Δίνη κατὰ τὸ Γενέθλιον καλούμενον τῆς Ἀργολίδος, ὕδωρ γλυκὺ ἐκ θαλάσσης ἀνερχόμενον. τὸ δὲ ἀρχαῖον καὶ καθίεσαν ἐς τὴν Δίνην τῷ Ποσειδῶνι ἵππους οἱ Ἀργεῖοι κεκοσμημένους χαλινοῖς. γλυκὺ δὲ ὕδωρ ἐν θαλάσσῃ δῆλόν ἐστιν ἐνταῦθά τε ἀνιὸν ⟨ἐν⟩ τῇ Ἀργολίδι καὶ ἐν τῇ Θεσπρωτίδι κατὰ τὸ Χειμέριον καλούμενον.
7.3. A greater marvel still is the water that boils in the Maeander, which comes partly from a rock surrounded by the stream, and partly rises from the mud of the river. In front of Dicaearchia also, in the land of the Etruscans, there is water boiling in the sea, and an artificial island has been made through it, so that this water is not “untilled,” but serves for hot baths.
7.3. θαύματος δὲ ἔτι πλέονός ἐστιν ἐν Μαιάνδρῳ ζέον ὕδωρ, τὸ μὲν ἐκ πέτρας, περιέχοντος τοῦ ῥεύματος τὴν πέτραν, τὸ δὲ καὶ ἐκ τῆς ἰλύος ἄνεισι τοῦ ποταμοῦ. πρὸ Δικαιαρχίας δὲ τῆς Τυρσηνῶν ὕδωρ τε ἐν θαλάσσῃ ζέον καὶ νῆσος διʼ αὐτό ἐστι χειροποίητος, ὡς μηδὲ τοῦτο τὸ ὕδωρ ἀργὸν ⟨εἶναι⟩ ἀλλά σφισι λουτρὰ θερμά.
7.4. In the territory of the Mantineans on the left of the plain called Untilled is a mountain, on which are the ruins of a camp of Philip, the son of Amyntas, and of a village called Nestane. For it is said that by this Nestane Philip made an encampment, and the spring here they still call Philippium after the king. Philip came to Arcadia to bring over the Arcadians to his side, and to separate them from the rest of the Greek people.
7.4. τοῦ δὲ Ἀργοῦ καλουμένου πεδίου Μαντινεῦσιν ὄρος ἐστὶν ἐν ἀριστερᾷ, σκηνῆς τε Φιλίππου τοῦ Ἀμύντου καὶ κώμης ἐρείπια ἔχον Νεστάνης· πρὸς ταύτῃ γὰρ στρατοπεδεύσασθαι τῇ Νεστάνῃ Φίλιππον λέγουσι καὶ τὴν πηγὴν αὐτόθι ὀνομάζουσιν ἔτι ἀπὸ ἐκείνου Φιλίππιον. ἀφίκετο δὲ ἐς Ἀρκαδίαν Φίλιππος οἰκειωσόμενός τε Ἀρκάδας καὶ ἀπὸ τοῦ Ἑλληνικοῦ σφᾶς τοῦ ἄλλου διαστήσων.
7.5. Philip may be supposed to have accomplished exploits greater than those of any Macedonian king who reigned either before or after. But nobody of sound mind would call him a good general, for no man has so sinned by continually trampling on oaths to heaven, and by breaking treaties and dishonoring his word on every occasion.
7.5. Φίλιππον δὲ βασιλέων μὲν τῶν πρὸ αὐτοῦ καὶ ὅσοι Μακεδόσι γεγόνασιν ὕστερον, τούτων μὲν πείθοιτο ἄν τις μέγιστα αὐτὸν ἔργα ἐπιδείξασθαι· στρατηγὸν δὲ ἀγαθὸν οὐκ ἄν τις φρονῶν ὀρθὰ καλέσειεν αὐτόν, ὅς γε καὶ ὅρκους θεῶν κατεπάτησεν ἀεὶ καὶ σπονδὰς ἐπὶ παντὶ ἐψεύσατο πίστιν τε ἠτίμασε μάλιστα ἀνθρώπων.
7.6. The wrath of heaven was not late in visiting him; never in fact have we known it more speedy. When he was but forty-six years old, Philip fulfilled the oracle that it is said was given him when he inquired of Delphi about the Persians:—The bull is crowned; the consummation is at hand; the sacrificer is ready.Very soon afterwards events showed that this oracle pointed, not to the Persians, but to Philip himself.
7.6. καί οἱ τὸ ἐκ τοῦ θεοῦ μήνιμα ἀπήντησεν οὐκ ὀψέ, πρῶτα δὲ ὧν ἴσμεν. Φίλιππος μὲν οὐ πρόσω βιώσας ἕξ τε καὶ τεσσαράκοντα ἐτῶν τὸ μάντευμα ἐξετέλεσε τὸ ἐκ Δελφῶν, ὃ δὴ χρωμένῳ οἱ περὶ τοῦ Πέρσου γενέσθαι λέγουσιν,ἔστεπται μὲν ὁ ταῦρος, ἔχει τέλος, ἔστιν ὁ θύσων·τοῦτο μὲν δὴ οὐ μετὰ πολὺ ἐδήλωσεν οὐκ ἐς τὸν Μῆδον, ἀλλὰ ἐς αὐτὸν ἔχον Φίλιππον·
7.7. On the death of Philip, his infant son by Cleopatra, the niece of Attalus, was along with his mother dragged by Olympias on to a bronze vessel and burned to death. Afterwards Olympias killed Aridaeus also. It turned out that the god intended to mow down to destruction the family of Cassander as well. Cassander's sons were by Thessalonice, the daughter of Philip, and both Thessalonice and Aridaeus had Thessalian women for their mothers. The fate of Alexander is familiar to everybody alike.
7.7. ἐπὶ δὲ Φιλίππῳ τελευτήσαντι Φιλίππου παῖδα νήπιον, γεγονότα δὲ ἐκ Κλεοπάτρας ἀδελφιδῆς Ἀττάλου, τοῦτον τὸν παῖδα ὁμοῦ τῇ μητρὶ Ὀλυμπιὰς ἐπὶ σκεύους χαλκοῦ πυρὸς ὑποβεβλημένου διέφθειρεν ἕλκουσα· χρόνῳ δὲ ὕστερον καὶ Ἀριδαῖον ἀπέκτεινεν. ἔμελλε δὲ ἄρα ὁ δαίμων καὶ τὸ γένος τὸ Κασσάνδρου κακῶς ἐξαμήσειν· Κασσάνδρῳ δὲ οἱ παῖδες ἐκ Θεσσαλονίκης γεγόνασι τῆς Φιλίππου, Θεσσαλονίκῃ δὲ ἦσαν καὶ Ἀριδαίῳ μητέρες Θεσσαλαί. τὰ δὲ ἐς Ἀλέξανδρον καὶ τοῖς πᾶσιν ὁμοίως δῆλά ἐστιν [Ἀλεξάνδρου θάνατος]·
7.8. But if Philip had taken to heart the fate of the Spartan Glaucus, and at each of his acts had bethought himself of the verse:—If a man keeps his oath his family prospers hereafter;then, I believe, some god would not have extinguished so relentlessly the life of Alexander and, at the same time, the Macedonian supremacy.
7.8. εἰ δὲ τῶν ἐς Γλαῦκον τὸν Σπαρτιάτην ἐποιήσατο ὁ Φίλιππος λόγον καὶ τὸ ἔπος ἐφʼ ἑκάστου τῶν ἔργων ἀνεμίμνησκεν αὑτόν,ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀρείων,οὐκ ἂν οὕτω δίχα λόγου δοκεῖ μοι θεῶν τις Ἀλεξάνδρου τε ὁμοῦ τὸν βίον καὶ ἀκμὴν τὴν Μακεδόνων σβέσαι.
8.1. So much by way of a digression. After the ruins of Nestane is a holy sanctuary of Demeter, and every year the Mantineans hold a festival in her honor. By Nestane there lies, on lower ground, about... itself too forming part of the Untilled Plain, and it is called the Dancing Floor of Maera. The road across the Untilled Plain is about ten stades. After crossing it you will descend, a little farther on, into another plain. On it, alongside the highway, is a well called Lamb.
8.1. τόδε μὲν ἡμῖν ἐγένετο ἐπεισόδιον τῷ λόγῳ· μετὰ δὲ τὰ ἐρείπια τῆς Νεστάνης ἱερὸν Δήμητρός ἐστιν ἅγιον, καὶ αὐτῇ καὶ ἑορτὴν ἀνὰ πᾶν ἔτος ἄγουσιν οἱ Μαντινεῖς. καὶ κατὰ τὴν Νεστάνην ὑπόκειται μάλιστα, μοῖρα μὲν καὶ αὐτὴ τοῦ πεδίου τοῦ Ἀργοῦ, χορὸς δὲ ὀνομάζεται Μαιρᾶς. τοῦ πεδίου δέ ἐστιν ἡ διέξοδος τοῦ Ἀργοῦ σταδίων δέκα. ὑπερβὰς δὲ οὐ πολὺ ἐς ἕτερον καταβήσῃ πεδίον· ἐν τούτῳ δὲ παρὰ τὴν λεωφόρον ἐστὶν Ἄρνη καλουμένη κρήνη.