22.6. Whether the modern Arabian birds with the same name as the old Arcadian birds are also of the same breed, I do not know. But if there have been from all time Stymphalian birds, just as there have been hawks and eagles, I should call these birds of Arabian origin, and a section of them might have flown on some occasion to Arcadia and reached Stymphalus. Originally they would be called by the Arabians, not Stymphalian, but by another name. But the fame of Heracles, and the superiority of the Greek over the foreigner, has resulted in the birds of the Arabian desert being called Stymphalian even in modern times.
22.6. εἰ μὲν δὴ καὶ αἱ κατʼ ἐμὲ ὄρνιθες αἱ Ἀράβιοι τῶν ἐν Ἀρκαδίᾳ ποτὲ ὀρνίθων τὸ ὄνομα, εἶδος δὲ ⟨οὐ⟩ τὸ αὐτὸ ἐκείναις ἔχουσιν, οὐκ οἶδα· εἰ δὲ τὸν πάντα αἰῶνα κατὰ τὰ αὐτὰ ἱέραξι καὶ ἀετοῖς καὶ Στυμφαλίδες εἰσὶν ὄρνιθες, Ἀράβιόν τε εἶναί μοι θρέμμα αἱ ὄρνιθες αὗται φαίνονται, καὶ δύναιτο ἂν πετομένη ποτὲ ἀπόμοιρα ἐξ αὐτῶν ἐς Ἀρκαδίαν ἀφικέσθαι ἐπὶ Στύμφαλον. ὑπὸ μὲν δὴ τῶν Ἀράβων ἄλλο ⟨τί⟩ που ἐξ ἀρχῆς καλοῖντο ἂν καὶ οὐ Στυμφαλίδες· τοῦ Ἡρακλέους δὲ ἡ δόξα καὶ τὸ Ἑλληνικὸν πρὸ τοῦ βαρβαρικοῦ τετιμημένον ἐξενίκησεν ὡς καὶ τὰς ἐν τῇ ἐρήμῳ τῇ Ἀράβων Στυμφαλίδας ⟨καὶ⟩ ἐπὶ ἡμῶν ὀνομάζεσθαι.
22.7. In Stymphalus there is also an old sanctuary of Stymphalian Artemis, the image being of wood, for the most part gilded. Near the roof of the temple have been carved, among other things, the Stymphalian birds. Now it was difficult to discern clearly whether the carving was in wood or in gypsum, but such evidence as I had led me to conclude that it was not of gypsum but of wood. There are here also maidens of white marble, with the legs of birds, and they stand behind the temple.
22.7. ἐν Στυμφάλῳ δὲ καὶ ἱερὸν Ἀρτέμιδός ἐστιν ἀρχαῖον Στυμφαλίας· τὸ δὲ ἄγαλμα ξόανόν ἐστι τὰ πολλὰ ἐπίχρυσον. πρὸς δὲ τοῦ ναοῦ τῷ ὀρόφῳ πεποιημέναι καὶ οἱ Στυμφαλίδες εἰσὶν ὄρνιθες· σαφῶς μὲν οὖν χαλεπὸν ἦν διαγνῶναι πότερον ξύλου ποίημα ἦν ἢ γύψου, τεκμαιρομένοις δὲ ἡμῖν ἐφαίνετο εἶναι ξύλου μᾶλλον ἢ γύψου. εἰσὶ δὲ αὐτόθι καὶ παρθένοι λίθου λευκοῦ, σκέλη δέ σφισίν ἐστιν ὀρνίθων, ἑστᾶσι δὲ ὄπισθε τοῦ ναοῦ.
22.8. Even in our own day the following miracle is said to have occurred. The festival of Stymphalian Artemis at Stymphalus was carelessly celebrated, and its established ritual in great part transgressed. Now a log fell into the mouth of the chasm into which the river descends, and so prevented the water from draining away, and (so it is said) the plain became a lake for a distance of four hundred stades.
22.8. λέγεται δὲ καὶ ἐφʼ ἡμῶν γενέσθαι θαῦμα τοιόνδε. ἐν Στυμφάλῳ τῆς Ἀρτέμιδος τῆς Στυμφαλίας τὴν ἑορτὴν [κα]τά τε ἄλλα ἦγον οὐ σπουδῇ καὶ τὰ ἐς αὐτὴν καθεστηκότα ὑπερέβαινον τὰ πολλά. ἐσπεσοῦσα οὖν ὕλη κατὰ τοῦ βαράθρου τὸ στόμα, ᾗ κάτεισιν ὁ ποταμός [ὅς ἐστιν ὁ Στύμφαλος], ἀνεῖργε μὴ καταδύεσθαι τὸ ὕδωρ, λίμνην τε ὅσον ἐπὶ τετρακοσίους σταδίους τὸ πεδίον σφίσι γενέσθαι λέγουσι.
22.9. They also say that a hunter chased a deer, which fled and plunged into the marsh, followed by the hunter, who, in the excitement of the hunt, swam after the deer. So the chasm swallowed up both the deer and her pursuer. They are said to have been followed by the water of the river, so that by the next day the whole of the water was dried up that flooded the Stymphalian plain. Hereafter they put greater zeal into the festival in honor of Artemis.
22.9. φασὶ δὲ ἕπεσθαι θηρευτὴν ἄνδρα ἐλάφῳ φευγούσῃ, καὶ τὴν μὲν ἐς τὸ τέλμα ἵεσθαι, τὸν δὲ ἄνδρα τὸν θηρευτὴν ἐπακολουθοῦντα ὑπὸ τοῦ θυμοῦ κατόπιν τῆς ἐλάφου νήχεσθαι· καὶ οὕτω τὸ βάραθρον τήν τε ἔλαφον καὶ ἐπʼ αὐτῇ τὸν ἄνδρα ὑπεδέξατο. τούτοις δὲ τοῦ ποταμοῦ τὸ ὕδωρ ἐπακολουθῆσαί φασιν, ὥστε ἐς ἡμέραν Στυμφαλίοις ἐξήραντο ἅπαν τοῦ πεδίου τὸ λιμνάζον· καὶ ἀπὸ τούτου τῇ Ἀρτέμιδι τὴν ἑορτὴν φιλοτιμίᾳ πλέονι ἄγουσι.
23.1. After Stymphalus comes Alea, which too belongs to the Argive federation, and its citizens point to Aleus, the son of Apheidas, as their founder. The sanctuaries of the gods here are those of Ephesian Artemis and Athena Alea, and there is a temple of Dionysus with an image. In honor of Dionysus they celebrate every other year a festival called Sciereia, and at this festival, in obedience to a response from Delphi, women are flogged, just as the Spartan lads are flogged at the image of the Orthian goddess.
23.1. μετὰ δὲ Στύμφαλόν ἐστιν Ἀλέα, συνεδρίου μὲν τοῦ Ἀργολικοῦ μετέχουσα καὶ αὕτη, Ἄλεον δὲ τὸν Ἀφείδαντος γενέσθαι σφίσιν ἀποφαίνουσιν οἰκιστήν. θεῶν δὲ ἱερὰ αὐτόθι Ἀρτέμιδός ἐστιν Ἐφεσίας καὶ Ἀθηνᾶς Ἀλέας, καὶ Διονύσου ναὸς καὶ ἄγαλμα. τούτῳ παρὰ ἔτος Σκιέρεια ἑορτὴν ἄγουσι, καὶ ἐν Διονύσου τῇ ἑορτῇ κατὰ μάντευμα ἐκ Δελφῶν μαστιγοῦνται γυναῖκες, καθὰ καὶ οἱ Σπαρτιατῶν ἔφηβοι παρὰ τῇ Ὀρθίᾳ.
23.2. In my account of Orchomenus, I explained how the straight road runs at first beside the gully, and afterwards to the left of the flood water. On the plain of Caphyae has been made a dyke of earth, which prevents the water from the Orchomenian territory from doing harm to the tilled land of Caphyae. Inside the dyke flows along another stream, in size big enough to be called a river, and descending into a chasm of the earth it rises again at Nasi, as it is called. The place where it reappears is called Rheunus; the stream having risen here, hereafter the water forms an ever-flowing river, the Tagus.
23.2. ἐδήλωσα δὲ ἐν τῷ λόγῳ τῷ ἐς Ὀρχομενίους ὡς πρῶτα μὲν παρὰ τὴν χαράδραν ἐστὶν ⟨ἡ⟩ εὐθεῖα, τὸ ἀπὸ τούτου δὲ ἐν ἀριστερᾷ τοῦ ὕδατος τοῦ λιμνάζοντος. ἐν δὲ τῷ πεδίῳ τῷ Καφυῶν πεποίηται γῆς χῶμα, διʼ οὗ ἀπείργεται τὸ ὕδωρ τὸ ἐκ τῆς Ὀρχομενίας μὴ εἶναι Καφυεῦσιν βλάβος τῇ ἐνεργῷ. κατὰ δὲ τὸ ἐντὸς τοῦ χώματος παρέξεισιν ὕδωρ ἄλλο, πλήθει μὲν ὅσον τε εἶναι ποταμόν, κατερχόμενον δὲ ἐς χάσμα γῆς ἄνεισιν αὖθις παρὰ Νάσους καλουμένας· τὸ δὲ χωρίον ἔνθα ἄνεισιν ὀνομάζεται Ῥεῦνος· ἀνατείλαντος δὲ ἐνταῦθα, τὸ ὕδωρ τὸ ἀπὸ τούτου παρέχεται ποταμὸν ἀέναον Τράγον.
23.3. The name of the city is clearly derived from Cepheus, the son of Aleus, but its form in the Arcadian dialect, Caphyae, is the one that has survived. The inhabitants say that originally they were from Attica, but on being expelled from Athens by Aegeus they fled to Arcadia, threw themselves on the mercy of Cepheus, and found a home in the country. The town is on the border of the plain at the foot of some inconsiderable mountains. The Caphyatans have a sanctuary of the god Poseidon, and one of the goddess Artemis, surnamed Cnacalesia.
23.3. τὸ δὲ ὄνομά ἐστι μὲν δῆλον ἀπὸ Κηφέως τοῦ Ἀλέου τῇ πόλει γεγονός, ὀνομάζεσθαι δὲ αὐτὴν φωνῇ τῇ Ἀρκάδων Καφυὰς ἐκνενίκηκε. φασὶ δὲ οἱ Καφυεῖς τὰ ἄνωθεν ἐκ τῆς Ἀττικῆς εἶναι χώρας, ἐκβληθέντες δὲ ὑπὸ Αἰγέως ἐξ Ἀθηνῶν ἐς Ἀρκαδίαν φυγεῖν καὶ ἱκέται γενόμενοι Κηφέως οἰκῆσαι ἐνταῦθα. τὸ μὲν δὴ πόλισμα ἐπὶ τοῦ πεδίου τῷ πέρατι ὀρῶν οὐκ ἄγαν ὑψηλῶν παρὰ τοῖς ποσίν ἐστι· Καφυάταις δὲ ἱερὰ θεῶν Ποσειδῶνός ἐστι καὶ ἐπίκλησιν Κνακαλησίας Ἀρτέμιδος.
23.4. They have also a mountain called Cnacalus, where every year they celebrate mysteries in honor of their Artemis. A little beyond the city is a spring, and by the spring grows a large and beautiful plane tree. They call it Menelais, saying that the plane was planted by the spring by Menelaus, who came to the spot when he was collecting his army against Troy. To-day they give the name Menelais to the spring as well as to the plane.
23.4. ἔστι δὲ αὐτοῖς καὶ ὄρος Κνάκαλος, ἔνθα ἐπέτειον τελετὴν ἄγουσι τῇ Ἀρτέμιδι. ὀλίγον δὲ ὑπὲρ τὴν πόλιν πηγή τέ ἐστι καὶ ἐπὶ τῇ πηγῇ πλάτανος μεγάλη καὶ εὐειδὴς πέφυκε· καλοῦσι δὲ αὐτὴν Μενελαΐδα, Μενέλαον [γὰρ] στρατὸν ἀθροίζοντα ἐς Τροίαν ἀφικέσθαι τε ἐνταῦθα καὶ ἐπὶ τῇ πηγῇ τὴν πλάτανον φυτεῦσαι λέγοντες· ἐφʼ ἡμῶν δὲ καὶ τὴν πηγὴν κατὰ ταὐτὰ τῇ πλατάνῳ καλοῦσι Μενελαΐδα.
23.5. If I am to base my calculations on the accounts of the Greeks in fixing the relative ages of such trees as are still preserved and flourish, the oldest of them is the withy growing in the Samian sanctuary of Hera, after which come the oak in Dodona, the olive on the Acropolis and the olive in Delos. The third place in respect of age the Syrians would assign to the bay-tree they have in their country. Of the others this plane-tree is the oldest.
23.5. εἰ δὲ Ἑλλήνων τοῖς λόγοις ἑπόμενον καταριθμήσασθαι δεῖ με ὁπόσα δένδρα σῶα ἔτι καὶ τεθηλότα λείπεται, πρεσβύτατον μὲν ἡ λύγος ἐστὶν αὐτῶν ἡ ἐν τῷ Σαμίων πεφυκυῖα ἱερῷ Ἥρας, μετὰ δὲ αὐτὴν ἡ ἐν Δωδώνῃ δρῦς καὶ ἐλαία τε ἡ ἐν ἀκροπόλει καὶ ἡ παρὰ Δηλίοις· τρίτα δὲ ἕνεκα ἀρχαιότητος νέμοιεν ἂν τῇ δάφνῃ τῇ παρὰ σφίσιν οἱ Σύροι· τῶν δὲ ἄλλων ἡ πλάτανός ἐστιν αὕτη παλαιότατον.
23.6. About a stade distant from Caphyae is a place called Condylea, where there are a grove and a temple of Artemis called of old Condyleatis. They say that the name of the goddess was changed for the following reason. Some children, the number of whom is not recorded, while playing about the sanctuary found a rope, and tying it round the neck of the image said that Artemis was being strangled.
23.6. Καφυῶν δὲ ἀφέστηκεν ὅσον στάδιον Κονδυλέα χωρίον, καὶ Ἀρτέμιδος ἄλσος καὶ ναός ἐστιν ἐνταῦθα καλουμένης Κονδυλεάτιδος τὸ ἀρχαῖον· μετονομασθῆναι δὲ ἐπὶ αἰτίᾳ τὴν θεόν φασι τοιαύτῃ. παιδία περὶ τὸ ἱερὸν παίζοντα—ἀριθμὸν δὲ αὐτῶν οὐ μνημονεύουσιν—ἐπέτυχε καλῳδίῳ, δήσαντα δὲ τὸ καλῴδιον τοῦ ἀγάλματος περὶ τὸν τράχηλον ἐπέλεγεν ὡς ἀπάγχοιτο ἡ Ἄρτεμις.
23.7. The Caphyans, detecting what the children had done, stoned them to death. When they had done this, a malady befell their women, whose babies were stillborn, until the Pythian priestess bade them bury the children, and sacrifice to them every year as sacrifice is made to heroes, because they had been wrongly put to death. The Caphyans still obey this oracle, and call the goddess at Condyleae, as they say the oracle also bade them, the Strangled Lady from that day to this.
23.7. φωράσαντες δὲ οἱ Καφυεῖς τὰ ποιηθέντα ὑπὸ τῶν παιδίων καταλεύουσιν αὐτά· καί σφισι ταῦτα ἐργασαμένοις ἐσέπεσεν ἐς τὰς γυναῖκας νόσος, τὰ ἐν τῇ γαστρὶ πρὸ τοκετοῦ τεθνεῶτα ἐκβάλλεσθαι, ἐς ὃ ἡ Πυθία θάψαι τε τὰ παιδία ἀνεῖπε καὶ ἐναγίζειν αὐτοῖς κατὰ ἔτος· ἀποθανεῖν γὰρ αὐτὰ οὐ σὺν δίκῃ. Καφυεῖς δὲ ποιοῦσι τά τε ἄλλα ἔτι καὶ νῦν κατʼ ἐκεῖνο τὸ μάντευμα καὶ τὴν ἐν ταῖς Κονδυλέαις θεὸν— προσεῖναι γὰρ καὶ τόδε ἔτι τῷ χρησμῷ φασι—καλοῦσιν Ἀπαγχομένην ἐξ ἐκείνου.
23.8. Going up about seven stades from Caphyae you will go down to what is called Nasi. Fifty stades farther on is the Ladon. You will then cross the river and reach a grove called Soron, passing through Argeathae, Lycuntes, as it is called, and Scotane. Now the road to Psophis passes by way of Soron, which, like other Arcadian groves, breeds the following beasts wild boars, bears, and tortoises of vast size.
23.8. ἀνελθὼν δὲ ἐκ Καφυῶν ὅσον σταδίους ἑπτὰ ἐπὶ Νάσους καλουμένας καταβήσῃ· πεντήκοντα δὲ προελθόντι αὐτόθεν σταδίους ἐστὶν ὁ Λάδων. διαβήσῃ τε δὴ τὸν ποταμὸν καὶ ἐπὶ δρυμὸν ἀφίξῃ Σόρωνα διά τε Ἀργεαθῶν καὶ Λυκούντων καλουμένων καὶ Σκοτάνης.
23.9. One could of the last make harps not inferior to those made from the Indian tortoise. At the end of Soron are the ruins of the village Paus, and a little farther what is called Seirae; this Seirae forms a boundary between Cleitor and Psophis.
23.9. ἄγει μὲν δὴ ὁ Σόρων τὴν ἐπὶ Ψωφῖδος· θηρία δὲ οὗτός τε καὶ ὅσοι δρυμοὶ τοῖς Ἀρκάσιν εἰσὶν ἄλλοι παρέχονται τοσάδε, ἀγρίους ὗς καὶ ἄρκτους καὶ χελώνας μεγίστας μεγέθει· λύρας ἂν ποιήσαιο ἐξ αὐτῶν χελώνης Ἰνδικῆς λύρᾳ παρισουμένας. τοῦ Σόρωνος δὲ πρὸς τοῖς πέρασιν ἔστι μὲν Πάου κώμης ἐρείπια, εἰσὶ δὲ οὐ πολὺ ἀπωτέρω ⟨αἱ⟩ καλούμεναι Σεῖραι· ὅροι δὲ Κλειτορίοις τῆς χώρας πρὸς Ψωφιδίους εἰσὶν αἱ Σεῖραι.
24.1. The founder of Psophis, according to some, was Psophis, the son of Arrhon, the son of Erymanthus, the son of Aristas, the son of Parthaon, the son of Periphetes, the son of Nyctimus. Others say that Psophis was the daughter of Xanthus, the son of Erymanthus, the son of Arcas. Such are the Arcadian traditions concerning their kings, but the most accurate version is that Eryx, the despot of Sicania, had a daughter named Psophis, whom Heracles, though he had intercourse with her, refused to take to his home, but left with child in the care of his friend Lycortas, who lived at Phegia, a city called Erymanthus before the reign of Phegeus.
24.1. Ψωφῖδος δὲ οἱ μέν φασιν οἰκιστὴν γενέσθαι Ψώφιδα τὸν Ἄρρωνος τοῦ Ἐρυμάνθου τοῦ Ἀρίστα τοῦ Παρθάονος τοῦ Περιφήτου τοῦ Νυκτίμου· τοῖς δέ ἐστιν εἰρημένα θυγατέρα Ψωφῖδα εἶναι Ξάνθου τοῦ Ἐρυμάνθου τοῦ Ἀρκάδος. τάδε μὲν οὖν οὕτω κατὰ τὴν Ἀρκάδων ἐς τοὺς βασιλέας ἔχει μνήμην·
24.2. Having been brought up here, Echephron and Promachus, the sons of Heracles and the Sicanian woman, changed the name of Phegia to Psophis, the name of their mother. Psophis is also the name of the Zacynthian acropolis, because the first man to sail across to the island was Zacynthus, the son of Dardanus, a Psophidian who became its founder. From Seirae it is thirty stades to Psophis, by the side of which runs the river Aroanius, and a little farther away the river Erymanthus.
24.2. ὁ δὲ ἀληθέστατος τῶν λόγων ἐστὶν Ἔρυκος τοῦ ἐν Σικανίᾳ δυναστεύσαντος παῖδα εἶναι τὴν Ψωφῖδα, ᾗ ⟨συγγενόμενος Ἡρακλῆς ἀγαγέσθαι μὲν αὐτὴν⟩ ἐς τὸν οἶκον οὐκ ἠξίου, καταλείπει δὲ ἔχουσαν ἐν τῇ γαστρὶ παρὰ Λυκόρτᾳ, ξένῳ μὲν ὄντι αὐτοῦ, παροικοῦντι δὲ ἐν πόλει Φηγίᾳ, πρὸ δὲ τοῦ Φηγέως τῆς βασιλείας Ἐρυμάνθῳ καλουμένῃ· ἐπιτραφέντες δὲ αὐτόθι Ἐχέφρων καὶ Πρόμαχος Ἡρακλέους τε ὄντες καὶ τῆς γυναικὸς τῆς Σικανῆς μετέθεντο τῇ Φηγίᾳ τὸ ὄνομα Ψωφῖδα ἀπὸ τῆς μητρός. ἔστι δὲ καὶ Ζακυνθίων τῇ ἀκροπόλει Ψωφὶς ὄνομα, ὅτι ναυσὶν ἐς τὴν νῆσον ἐπεραιώθη πρῶτος καὶ ἐγένετο οἰκιστὴς ἀνὴρ Ψωφίδιος, Ζάκυνθος [τε] ὁ Δαρδάνου. Σειρῶν μὲν δὴ σταδίοις ἐστὶν ἀπωτέρω τριάκοντα ἡ Ψωφίς· παρὰ δὲ αὐτὴν ὅ τε Ἀροάνιος ποταμὸς καὶ ὀλίγον ἀπωτέρω τῆς πόλεως Ἐρύμανθος ῥέουσιν.
24.4. The Erymanthus has its source in Mount Lampeia, which is said to be sacred to Pan. One might regard Lampeia as a part of Mount Erymanthus. Homer says that in Taygetus and Erymanthus... hunter... so... of Lampeia, Erymanthus, and passing through Arcadia, with Mount Pholoe on the right and the district of Thelpusa on the left, flows into the Alpheius.
24.4. ἔχει δὲ τὰς πηγὰς ὁ Ἐρύμανθος ἐν ὄρει Λαμπείᾳ, τὸ δὲ ὄρος τοῦτο ἱερὸν εἶναι Πανὸς λέγεται· εἴη δʼ ἂν τοῦ ὄρους τοῦ Ἐρυμάνθου μοῖρα ἡ Λάμπεια. ἐποίησε δὲ Ὅμηρος ὡς ἐν Ταϋγέτῳ τε καὶ Ἐρυμάνθῳ θηρευτὴς οὖν τῆς Λαμπείας ὁ Ἐρύμανθος, καὶ Ἀρκαδίαν διεξελθὼν ἐν δεξιᾷ μὲν τὸ ὄρος ἔχων τὴν Φολόην, ἐν ἀριστερᾷ δὲ πάλιν Θέλπουσαν χώραν, κάτεισιν ἐς τὸν Ἀλφειόν.
24.5. There is also a legend that Heracles at the command of Eurystheus hunted by the side of the Erymanthus a boar that surpassed all others in size and in strength. The people of Cumae among the Opici say that the boar's tusks dedicated in their sanctuary of Apollo are those of the Erymanthian boar, but the saying is altogether improbable.
24.5. λέγεται δὲ ὡς Ἡρακλῆς κατὰ πρόσταγμα Εὐρυσθέως παρὰ τῷ Ἐρυμάνθῳ θηράσειεν ὗν μεγέθει καὶ ἀλκῇ τοὺς ἄλλους ὑπερηρκότα. Κυμαῖοι δὲ οἱ ἐν Ὀπικοῖς συὸς ὀδόντας ἀνακειμένους παρὰ σφίσιν ἐν Ἀπόλλωνος ἱερῷ λόγῳ μὲν λέγουσιν ὡς οἱ ὀδόντες ὑὸς εἶεν τοῦ Ἐρυμανθίου, τῷ λόγῳ δὲ αὐτῶν οὐδὲ ἐπʼ ὀλίγον μέτεστι τοῦ εἰκότος.
24.6. In Psophis there is a sanctuary of Aphrodite surnamed Erycine; I found only ruins of it remaining, but the people said that it was established by the sons of Psophis. Their account is probable, for in Sicily too, in the territory of Eryx, is a sanctuary of Erycine, which from the remotest times has been very holy, and quite as rich as the sanctuary in Paphos.
24.6. Ψωφιδίοις δὲ ἐν τῇ πόλει τοῦτο μὲν Ἀφροδίτης ἱερὸν Ἐρυκίνης ἐστὶν ἐπίκλησιν—[ἧς] ἐρείπια ἐφʼ ἡμῶν ἐλείπετο αὐτοῦ μόνα, ἐλέγοντο δὲ οἱ Ψωφῖδος αὐτὸ ἱδρύσασθαι παῖδες, καὶ [ἐν] τῷ λόγῳ τὸ εἰκὸς πρόσεστι· ἔστι γὰρ καὶ ἐν Σικελίᾳ τῆς Ἐρυκίνης ἱερὸν ἐν τῇ χώρᾳ τῇ Ἔρυκος, ἁγιώτατόν τε ἐκ παλαιοτάτου καὶ οὐκ ἀποδέον πλούτῳ τοῦ ἱεροῦ τοῦ ἐν Πάφῳ— Προμάχου δὲ καὶ Ἐχέφρονος τῶν Ψωφῖδος οὐκ ἐπιφανῆ κατʼ ἐμὲ ἔτι ἦν τὰ ἡρῷα.
24.7. The hero-shrines, however, of Promachus and Echephron, the sons of Psophis, were no longer distinguished when I saw them. In Psophis is buried Alcmaeon also, the son of Amphiaraus, and his tomb is a building remarkable for neither its size nor its ornament. About it grow cypresses, reaching to such a height that even the mountain by Psophis was overshadowed by them. These the inhabitants will not cut down, holding them to be sacred to Alcmaeon.
24.7. τέθαπται δὲ καὶ Ἀλκμαίων ἐν Ψωφῖδι ὁ Ἀμφιαράου, καί οἱ τὸ μνῆμά ἐστιν οἴκημα οὔτε μεγέθει ⟨μέγα⟩ οὔτε ἄλλως κεκοσμημένον· περὶ δὲ αὐτὸ κυπάρισσοι πεφύκασιν ἐς τοσοῦτον ὕψος ἀνήκουσαι, ὥστε καὶ τὸ ὄρος τὸ πρὸς τῇ Ψωφῖδι κατεσκιάζετο ὑπʼ αὐτῶν. ταύτας οὐκ ἐθέλουσιν ἐκκόπτειν ἱερὰς τοῦ Ἀλκμαίωνος νομίζοντες· καλοῦνται δὲ ὑπὸ τῶν ἐπιχωρίων παρθένοι.
24.8. They are called “maidens” by the natives. Alcmaeon, after killing his mother, fled from Argos and came to Psophis, which was still called Phegia after Phegeus, and married Alphesiboea, the daughter of Phegeus. Among the presents that he naturally gave her was the necklace. While he lived among the Arcadians his disease did not grow any better, so he had recourse to the oracle at Delphi. The Pythian priestess informed him that the only land into which the avenging spirit of Eriphyle would not follow him was the newest land, one brought up to light by the sea after the pollution of his mother's death.
24.8. ὁ δὲ Ἀλκμαίων ἡνίκα τὴν μητέρα ἀποκτείνας ἔφυγεν ἐξ Ἄργους, τότε ἐς τὴν Ψωφῖδα ἐλθών, Φηγίαν ἔτι ἀπὸ τοῦ Φηγέως ὀνομαζομένην, συνῴκησεν Ἀλφεσιβοίᾳ τῇ Φηγέως θυγατρὶ καὶ αὐτῇ δῶρα ὡς τὸ εἰκὸς καὶ ἄλλα καὶ τὸν ὅρμον δίδωσιν. ὡς δὲ οἰκοῦντι αὐτῷ παρὰ τοῖς Ἀρκάσιν οὐδὲν ἐγίνετο ἡ νόσος ῥᾴων, κατέφυγεν ἐπὶ τὸ μαντεῖον τὸ ἐν Δελφοῖς, καὶ αὐτὸν ἡ Πυθία διδάσκει τὸν Ἐριφύλης ἀλάστορα ἐς ταύτην οἱ μόνην χώραν οὐ συνακολουθήσειν, ἥτις ἐστὶ νεωτάτη καὶ ἡ θάλασσα τοῦ μητρῴου μιάσματος ἀνέφηνεν ὕστερον αὐτήν.
24.9. On discovering the alluvial deposit of the Achelous he settled there, and took to wife Callirhoe, said by the Acarnanians to have been the daughter of Achelous. He had two sons, Acarnan and Amphoterus; after this Acarnan were called by their present name (so the story runs) the dwellers in this part of the mainland, who previously were called Curetes. Senseless passions shipwreck many men, and even more women.
24.9. καὶ ὁ μὲν ἐξευρὼν τοῦ Ἀχελῴου τὴν πρόσχωσιν ἐνταῦθα ᾤκησε, καὶ γυναῖκα ἔσχε Καλλιρόην τοῦ Ἀχελῴου θυγατέρα λόγῳ τῷ Ἀκαρνάνων, καί οἱ παῖδες Ἀκαρνάν τε καὶ Ἀμφότερος ἐγένοντο· ἀπὸ δὲ τοῦ Ἀκαρνᾶνος τοῖς ἐν τῇ ἠπείρῳ ταύτῃ τὸ ὄνομα τὸ νῦν γενέσθαι λέγουσι τὰ πρὸ τούτου Κούρησι καλουμένοις. ἐς ἐπιθυμίας δὲ ἀνοήτους πολλοὶ μὲν ἄνδρες, γυναῖκες δὲ ἔτι πλέον ἐξοκέλλουσιν.
24.10. Callirhoe conceived a passion for the necklace of Eriphyle, and for this reason sent Alcmaeon against his will to Phegia. Temenus and Axion, the sons of Phegeus, murdered him by treachery. The sons of Phegeus are said to have dedicated the necklace to the god in Delphi, and it is said that the expedition of the Greeks to Troy took place when they were kings in the city that was still called Phegia. The people of Psophis assert that the reason why they took no part in the expedition was because their princes had incurred the enmity of the leaders of the Argives, who were in most cases related by blood to Alcmaeon, and had joined him in his campaign against Thebes.
24.10. ἐπεθύμησεν ἡ Καλλιρόη τῆς Ἐριφύλης οἱ γενέσθαι τὸν ὅρμον καὶ διʼ αὐτὸ ἐς τὴν Φηγίαν τὸν Ἀλκμαίωνα ἔστειλεν ἄκοντα, καὶ αὐτὸν ὑπὸ Φηγέως τῶν παίδων Τημένου καὶ Ἀξίονος δολοφονηθέντα ἐπέλαβεν ἡ τελευτή. τοῦ Φηγέως δὲ οἱ παῖδες τῷ Ἀπόλλωνι ἀναθεῖναι τῷ ἐν Δελφοῖς λέγονται τὸν ὅρμον. καὶ ἐπὶ τούτων βασιλευόντων ἐν Φηγίᾳ τότε ἔτι καλουμένῃ τῇ πόλει [Φηγίᾳ] στρατεῦσαί φασιν Ἕλληνας ἐς Τροίαν· σφᾶς δὲ οἱ Ψωφίδιοι τοῦ στόλου φασὶν οὐ μετασχεῖν, ὅτι αὐτῶν τοῖς βασιλεῦσιν οἱ Ἀργείων ἀπηχθάνοντο ἡγεμόνες, κατὰ γένος τε τῷ Ἀλκμαίωνι οἱ πολλοὶ προσήκοντες καὶ τῆς ἐπιστρατείας αὐτῷ κοινωνήσαντες ⟨τῆς⟩ ἐς Θήβας.
24.11. That the Echinades islands have not been made mainland as yet by the Achelous is due to the Aetolian people, who have been driven from their homes and all their land has been laid waste. Accordingly, as Aetolia remains untilled, the Achelous does not bring as much mud upon the Echinades as it otherwise would do. My reasoning is confirmed by the fact that the Maeander, flowing through the land of the Phrygians and Carians, which is ploughed up each year, has turned to mainland in a short time the sea that once was between Priene and Miletus.
24.11. τὰς δὲ Ἐχινάδας νήσους ὑπὸ τοῦ Ἀχελῴου μὴ σφᾶς ἤπειρον ἄχρι ἡμῶν ἀπειργάσθαι γέγονε δὴ αἰτία τὸ Αἰτωλῶν ἔθνος, γεγόνασι δὲ αὐτοί τε ἀνάστατοι καὶ ἡ γῆ σφισι πᾶσα ἠρήμωται· ταῖς Ἐχινάσιν οὖν ἅτε ἀσπόρου μενούσης τῆς Αἰτωλίας οὐχ ὁμοίως ὁ Ἀχελῷος ἐπάγει τὴν ἰλύν. μαρτύριον δέ μοι τοῦ λόγου· ὁ γὰρ Μαίανδρος διὰ τῆς Φρυγῶν καὶ Καρῶν ἀρουμένης ὅσα ἔτη ῥέων τὴν μεταξὺ Πριήνης καὶ Μιλήτου θάλασσαν ἐν οὐ πολλῷ χρόνῳ πεποίηκεν ἤπειρον.
24.12. The people of Psophis have also by the side of the Erymanthus a temple and image of Erymanthus. The images of all rivers except the Nile in Egypt are made of white marble; but the images of the Nile, became it descends to the sea through Aethiopia, they are accustomed to make of black stone.
24.12. Ψωφιδίοις δὲ καὶ παρὰ τῷ Ἐρυμάνθῳ ναός ἐστιν Ἐρυμάνθου καὶ ἄγαλμα. ποιεῖται δὲ πλὴν τοῦ Αἰγυπτίου Νείλου ποταμοῖς τοῖς ἄλλοις λίθου λευκοῦ τὰ ἀγάλματα· τῷ Νείλῳ δέ, ἅτε διὰ τῆς Αἰθιόπων κατιόντι ἐς θάλασσαν, μέλανος λίθου τὰ ἀγάλματα ἐργάζεσθαι νομίζουσιν.
24.13. I heard in Psophis a statement about one Aglaus, a Psophidian contemporary with Croesus the Lydian. The statement was that the whole of his life was happy, but I could not believe it.
24.13. ὃν δὲ ἤκουσα ἐν Ψωφῖδι ἐπὶ Ἀγλαῷ λόγον ἀνδρὶ Ψωφιδίῳ κατὰ Κροῖσον τὸν Λυδὸν ὄντι ἡλικίαν, ὡς ὁ Ἀγλαὸς τὸν χρόνον τοῦ βίου πάντα γένοιτο εὐδαίμων, οὔ με ἔπειθεν ὁ λόγος. ἀλλὰ ἀνθρώπων μὲν τῶν ἐφʼ ἑαυτοῦ κακὰ ἄν τις ἐλάσσονα ἀναδέξαιτο, καθὰ καὶ ναῦς ἧσσον ἂν χειμασθείη νεὼς ἄλλης·
24.14. The truth is that one man may receive fewer ills than his contemporaries, just as one ship may be less tossed by storms than another ship. But we shall not be able to find a man never touched by misfortune or a ship never met by an unfavorable breeze. For Homer too says in his poetry that by the side of Zeus is set a jar of good things, and another jar of evil things, taught by the god at Delphi, who once declared that Homer himself was both unhappy and blessed, being destined by birth to both states alike.
24.14. ἄνδρα δὲ συμφορῶν ἀεὶ στάντα ἐκτὸς ἢ τὰ πάντα οὐρίῳ ναῦν χρησαμένην πνεύματι οὐκ ἔστιν ὅπως δυνησόμεθα ἐξευρεῖν, ἐπεὶ καὶ Ὅμηρος κατακείμενον παρὰ τῷ Διὶ ἀγαθῶν πίθον, τὸν δὲ ἕτερον κακῶν ἐποίησεν, ὑπὸ τοῦ ἐν Δελφοῖς θεοῦ δεδιδαγμένος, ὃς αὐτόν ποτε Ὅμηρον κακοδαίμονά τε προσεῖπε καὶ ὄλβιον ὡς φύντα ἐπὶ ἀμφοτέροις ὁμοίως.
25.1. As you go from Psophis to Thelpusa you first reach on the left of the Ladon a place called Tropaea, adjoining which is a grove, Aphrodisium. Thirdly, there is ancient writing on a slab:—The boundary between Psophis and Thelpusa.”In the Thelpusian territory is a river called Arsen (Male). Cross this and go on for about twenty-five stades, when you will arrive at the ruins of the village Caus, with a sanctuary of Causian Asclepius, built on the road.
25.1. ἐς δὲ Θέλπουσαν ἰόντι ἐκ Ψωφῖδος πρῶτα μὲν χωρίον Τρόπαιά ἐστιν ὀνομαζόμενον ἐν ἀριστερᾷ τοῦ Λάδωνος, Τροπαίων δὲ ἔχεται δρυμὸς Ἀφροδίσιον· τρίτα δέ ἐστιν ἀρχαῖα ἐν στήλῃ γράμματα,ὅροι Ψωφιδίοις πρὸς τὴν Θελπουσίαν χώραν.ἐν δὲ τῇ γῇ τῇ Θελπουσίᾳ ποταμός ἐστιν Ἄρσην καλούμενος· τοῦτον οὖν διαβήσῃ καὶ ὅσον πέντε ἀπʼ αὐτοῦ σταδίοις ἀφίξῃ καὶ εἴκοσι ἐπὶ ἐρείπια Καοῦντος κώμης [ὃ] καὶ ἱερὸν Ἀσκληπιοῦ Καουσίου πεποιημένον ἐν τῇ ὁδῷ.
25.2. Thelpusa is some forty stades distant from this sanctuary. It is said that it was named after Thelpusa, a nymph, and that she was a daughter of Ladon. The Ladon rises in springs within the territory of Cleitor, as my account has already set forth. It flows first beside a place Leucasium and Mesoboa, through Nasi to Oryx, also called Halus, and from Halus it descends to Thaliades and a sanctuary of Eleusinian Demeter.
25.2. τοῦ δὲ ἱεροῦ τούτου σταδίους τεσσαράκοντα μάλιστα ἀφέστηκεν ἡ πόλις· τεθῆναι δὲ αὐτῇ ὄνομα ἀπὸ νύμφης λέγουσι Θελπούσης, ταύτην δὲ θυγατέρα εἶναι Λάδωνος. τῷ δὲ Λάδωνι ἄρχεται μὲν τὸ ὕδωρ ἐν πηγαῖς τῆς Κλειτορίας, καθὰ ὁ λόγος ἐδήλωσεν ἤδη μοι· ῥεῖ δὲ πρῶτον μὲν παρὰ Λευκάσιον χωρίον καὶ Μεσόβοα καὶ διὰ τῶν Νάσων ἐπί τε Ὄρυγα τὸν καὶ Ἁλοῦντα ὀνομαζόμενον, ἐξ Ἁλοῦντος δὲ ἐπὶ Θαλιάδας τε καὶ ἐπὶ Δήμητρος ἱερὸν κάτεισιν Ἐλευσινίας.
25.3. This sanctuary is on the borders of Thelpusa. In it are images, each no less than seven feet high, of Demeter, her daughter, and Dionysus, all alike of stone. After the sanctuary of the Eleusinian goddess the Ladon flows by the city Thelpusa on the left, situated on a high hill, in modern times so deserted that the market-place, which is at the extremity of it, was originally, they say, right in the very middle of it. Thelpusa has a temple of Asclepius and a sanctuary of the twelve gods; the greater part of this, I found, lay level with the ground.
25.3. τὸ δὲ ἱερὸν τοῦτο ἔστι μὲν Θελπουσίων ἐν ὅροις· ἀγάλματα δὲ ἐν αὐτῷ, ποδῶν ἑπτὰ οὐκ ἀποδέον ἕκαστον, Δήμητρός ἐστι καὶ ἡ παῖς καὶ ὁ Διόνυσος, τὰ πάντα ὁμοίως λίθου. μετὰ δὲ τῆς Ἐλευσινίας τὸ ἱερὸν καὶ Θέλπουσαν τὴν πόλιν ὁ Λάδων παρέξεισιν ἐν ἀριστερᾷ, κειμένην μὲν ἐπὶ λόφου μεγάλου, τὰ πλείω δὲ ἐφʼ ἡμῶν ἔρημον, ὥστε καὶ τὴν ἀγορὰν ἐπὶ τῷ πέρατι οὖσάν φασιν ἐν τῷ μεσαιτάτῳ ποιηθῆναι τὸ ἐξ ἀρχῆς. ἔστι δὲ ἐν Θελπούσῃ ναὸς Ἀσκληπιοῦ καὶ θεῶν ἱερὸν τῶν δώδεκα·
25.4. After Thelpusa the Ladon descends to the sanctuary of Demeter in Onceium. The Thelpusians call the goddess Fury, and with them agrees Antimachus also, who wrote a poem about the expedition of the Argives against Thebes. His verse runs thus:—There, they say, is the seat of Demeter Fury.Now Oncius was, according to tradition, a son of Apollo, and held sway in Thelpusian territory around the place Oncium; the goddess has the surname Fury for the following reason.
25.4. τούτου τὰ πολλὰ ἐς ἔδαφος ἔκειτο ἤδη. μετὰ δὲ Θέλπουσαν ἐπὶ τὸ ἱερὸν τῆς Δήμητρος ὁ Λάδων κάτεισι τὸ ἐν Ὀγκείῳ· καλοῦσι δὲ Ἐρινὺν οἱ Θελπούσιοι τὴν θεόν, ὁμολογεῖ δέ σφισι καὶ Ἀντίμαχος ἐπιστρατείαν Ἀργείων ποιήσας ἐς Θήβας· καί οἱ τὸ ἔπος ἔχει,Δήμητρος τόθι φασὶν Ἐρινύος εἶναι ἔδεθλον.ὁ μὲν δὴ Ὄγκιος Ἀπόλλωνός ἐστι κατὰ τὴν φήμην καὶ ἐν τῇ Θελπουσίᾳ περὶ τὸ χωρίον ἐδυνάστευε τὸ Ὄγκιον, τῇ θεῷ δὲ Ἐρινὺς γέγονεν ἐπίκλησις·
25.5. When Demeter was wandering in search of her daughter, she was followed, it is said, by Poseidon, who lusted after her. So she turned, the story runs, into a mare, and grazed with the mares of Oncius; realizing that he was outwitted, Poseidon too changed into a stallion and enjoyed Demeter.
25.5. πλανωμένῃ γὰρ τῇ Δήμητρι, ἡνίκα τὴν παῖδα ἐζήτει, λέγουσιν ἕπεσθαί οἱ τὸν Ποσειδῶνα ἐπιθυμοῦντα αὐτῇ μιχθῆναι, καὶ τὴν μὲν ἐς ἵππον μεταβαλοῦσαν ὁμοῦ ταῖς ἵπποις νέμεσθαι ταῖς Ὀγκίου, Ποσειδῶν δὲ συνίησεν ἀπατώμενος καὶ συγγίνεται τῇ Δήμητρι ἄρσενι ἵππῳ καὶ αὐτὸς εἰκασθείς.
25.6. At first, they say, Demeter was angry at what had happened, but later on she laid aside her wrath and wished to bathe in the Ladon. So the goddess has obtained two surnames, Fury because of her avenging anger, because the Arcadians call being wrathful “being furious,” and Bather (Lusia) because she bathed in the Ladon. The images in the temple are of wood, but their faces, hands and feet are of Parian marble.
25.6. τὸ μὲν δὴ παραυτίκα τὴν Δήμητρα ἐπὶ τῷ συμβάντι ἔχειν ὀργίλως, χρόνῳ δὲ ὕστερον τοῦ τε θυμοῦ παύσασθαι καὶ τῷ Λάδωνι ἐθελῆσαί φασιν αὐτὴν λούσασθαι· ἐπὶ τούτῳ καὶ ἐπικλήσεις τῇ θεῷ γεγόνασι, τοῦ μηνίματος μὲν ἕνεκα Ἐρινύς, ὅτι τὸ θυμῷ χρῆσθαι καλοῦσιν ἐρινύειν οἱ Ἀρκάδες, Λουσία δὲ ἐπὶ τῷ λούσασθαι τῷ Λάδωνι. τὰ δὲ ἀγάλματά ἐστι τὰ ⟨ἐν τῷ⟩ ναῷ ξύλου, πρόσωπα δέ σφισι καὶ χεῖρες ἄκραι καὶ πόδες εἰσὶ Παρίου λίθου·
25.7. The image of Fury holds what is called the chest, and in her right hand a torch; her height I conjecture to be nine feet. Lusia seemed to be six feet high. Those who think the image to be Themis and not Demeter Lusia are, I would have them know, mistaken in their opinion. Demeter, they say, had by Poseidon a daughter, whose name they are not wont to divulge to the uninitiated, and a horse called Areion. For this reason they say that they were the first Arcadians to call Poseidon Horse.
25.7. τὸ μὲν δὴ τῆς Ἐρινύος τήν τε κίστην καλουμένην ἔχει καὶ ἐν τῇ δεξιᾷ δᾷδα, μέγεθος δὲ εἰκάζομεν ἐννέα εἶναι ποδῶν αὐτήν· ἡ Λουσία δὲ ποδῶν ἓξ ἐφαίνετο εἶναι. ὅσοι δὲ Θέμιδος καὶ οὐ Δήμητρος τῆς Λουσίας τὸ ἄγαλμα εἶναι νομίζουσι, μάταια ἴστωσαν ὑπειληφότες. τὴν δὲ Δήμητρα τεκεῖν φασιν ἐκ τοῦ Ποσειδῶνος θυγατέρα, ἧς τὸ ὄνομα ἐς ἀτελέστους λέγειν οὐ νομίζουσι, καὶ ἵππον τὸν Ἀρείονα· ἐπὶ τούτῳ δὲ παρὰ σφίσιν Ἀρκάδων πρώτοις Ἵππιον Ποσειδῶνα ὀνομασθῆναι.
25.8. They quote verses from the Iliad and from the Thebaid in confirmation of their story. In the Iliad there are verses about Areion himself:Not even if he drive divine Areion behind,The swift horse of Adrastus, who was of the race of the gods.In the Thebaid it is said that Adrastus fled from Thebes:Wearing wretched clothes, and with him dark-maned Areion.They will have it that the verses obscurely hint that Poseidon was father to Areion, but Antimachus says that Earth was his mother:
25.8. ἐπάγονται δὲ ἐξ Ἰλιάδος ἔπη καὶ ἐκ Θηβαΐδος μαρτύριά σφισιν εἶναι τῷ λόγῳ, ἐν μὲν Ἰλιάδι ἐς αὐτὸν Ἀρείονα πεποιῆσθαι,οὐδʼ εἴ κεν μετόπισθεν Ἀρείονα δῖον ἐλαύνοι,Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν·ἐν δὲ τῇ Θηβαΐδι ὡς Ἄδραστος ἔφευγεν ἐκ Θηβῶνεἵματα λυγρὰ φέρων σὺν Ἀρείονι κυανοχαίτῃ.αἰνίσσεσθαι οὖν ἐθέλουσι τὰ ἔπη Ποσειδῶνα Ἀρείονι εἶναι πατέρα, Ἀντίμαχος δὲ παῖδα εἶναι Γῆς φησιν·
25.9. Adrastus, son of Talaus, son of Cretheus,The very first of the Danai to drive his famous horses,Swift Caerus and Areion of Thelpusa,Whom near the grove of Oncean ApolloEarth herself sent up, a marvel for mortals to see.
25.9. Ἄδρηστος Ταλαὼ υἱὸς Κρηθηιάδαοπρώτιστος Δαναῶν ἑὼ αἰνέτω ἤλασεν ἵππω,Καιρόν τε κραιπνὸν καὶ Ἀρείονα Θελπουσαῖον,τόν ῥά τʼ Ἀπόλλωνος σχεδὸν ἄλσεος Ὀγκαίοιοαὐτὴ Γαῖʼ ἀνέδωκε, σέβας θνητοῖσιν ἰδέσθαι.
25.10. But even though sprung from Earth the horse might be of divine lineage and the color of his hair might still be dark. Legend also has it that when Heracles was warring on Elis he asked Oncus for the horse, and was carried to battle on the back of Areion when he took Elis, but afterwards the horse was given to Adrastus by Heracles. Wherefore Antimachus says about Areion:Adrastus was the third lord who tamed him.
25.10. δύναιτο δʼ ἂν καὶ ἀναφύντι ἐκ γῆς τῷ ἵππῳ ἐκ θεοῦ τε εἶναι τὸ γένος καὶ αἱ τρίχες οἱ τὴν χρόαν ἐοικέναι κυανῷ. λέγεται δὲ καὶ τοιάδε, Ἡρακλέα πολεμοῦντα Ἠλείοις αἰτῆσαι παρʼ Ὄγκου τὸν ἵππον καὶ ἑλεῖν τὴν Ἦλιν ἐπὶ τῷ Ἀρείονι ὀχούμενον ἐς τὰς μάχας, δοθῆναι δὲ ὑπὸ Ἡρακλέους ὕστερον Ἀδράστῳ τὸν ἵππον. ἐπὶ τούτῳ δὲ ἐς τὸν Ἀρείονα ἐποίησεν Ἀντίμαχοςὅς ῥά ποτʼ Ἀδρήστῳ τριτάτῳ δέδμηθʼ ὑπʼ ἄνακτι.
25.11. The Ladon, leaving on the left the sanctuary of the Fury, passes on the left the temple of Oncaeatian Apollo, and on the right a sanctuary of Boy Asclepius, where is the tomb of Trygon, who is said to have been the nurse of Asclepius. For the story is that Asclepius, when little, was exposed in Thelpusa, but was found by Autolaus, the illegitimate son of Arcas, who reared the baby, and for this reason Boy Asclepius... I thought more likely, as also I set forth in my account of Epidaurus.
25.11. ὁ δὲ Λάδων τῆς Ἐρινύος τὸ ἱερὸν ἀπολιπὼν ἐν ἀριστερᾷ, παρέξεισιν ἐν ἀριστερᾷ μὲν τοῦ Ἀπόλλωνος τοῦ Ὀγκαιάτου τὸν ναόν, τὰ δὲ ἐν δεξιᾷ παρὰ Ἀσκληπιοῦ Παιδὸς ἱερόν, ἔνθα Τρυγόνος μνῆμά ἐστι [τροφοῦ]· τροφὸν δὲ Ἀσκληπιοῦ τὴν Τρυγόνα εἶναι λέγουσιν· ἐν γὰρ τῇ Θελπούσῃ τῷ Ἀσκληπιῷ παιδὶ ἐκκειμένῳ φασὶν ἐπιτυχόντα Αὐτόλαον Ἀρκάδος υἱὸν νόθον ἀνελέσθαι τὸ παιδίον, καὶ ἐπὶ τούτῳ παῖδα Ἀσκληπιὸν εἰκότα εἶναι μᾶλλον ἡγούμην, ὃ καὶ ἐδήλωσα ἐν τοῖς Ἐπιδαυρίων.
25.12. There is a river Tuthoa, and it falls into the Ladon at the boundary between Thelpusa and Heraea, called Plain by the Arcadians. Where the Ladon itself falls into the Alpheius is an island called the Island of Crows. Those who have thought that Enispe, Stratia and Rhipe, mentioned by Homer, were once inhabited islands in the Ladon, cherish, I would tell them, a false belief.
25.12. ἔστι δὲ Τουθόα ποταμός· ἐμβάλλει δὲ ἐς τὸν Λάδωνα καὶ ἡ Τουθόα κατὰ τὸν Θελπουσίων ὅρον πρὸς Ἡραιεῖς, καλούμενον δὲ ὑπὸ Ἀρκάδων Πεδίον. καθότι δὲ αὐτὸς ὁ Λάδων ἐκδίδωσιν ἐς τὸν Ἀλφειόν, Κοράκων ὠνόμασται νᾶσος. οἱ δὲ ἥγηνται τὴν Ἐνίσπην καὶ Στρατίην τε καὶ Ῥίπην τὰς ὑπὸ Ὁμήρου κατειλεγμένας γενέσθαι νήσους ποτὲ ἐν τῷ Λάδωνι ὑπὸ ἀνθρώπων οἰκουμένας, ἃ οἱ πεπιστευκότες μάταια ἴστωσαν·
25.13. For the Ladon could never show islands even as large as a ferry-boat. As far as beauty is concerned, it is second to no river, either in Greece or in foreign lands, but it is not big enough to carry islands on its waters, as do the Danube and the Eridanus.
25.13. οὐ γὰρ ἄν ποτε οὐδὲ νηὶ παρισουμένας πορθμίδι παράσχοιτο ὁ Λάδων νήσους. κάλλους μὲν γὰρ ἕνεκα οὐδενὸς ποταμῶν δεύτερος οὔτε τῶν βαρβαρικῶν ἐστιν οὔτε Ἕλληνος, μέγεθος δὲ οὐ τοσοῦτος ὡς ἐν αὐτῷ καὶ νήσους ἀναφαίνεσθαι καθάπερ ἐν Ἴστρῳ τε καὶ Ἠριδανῷ.
26.1. The founder of Heraea was Heraeeus the son of Lycaon, and the city lies on the right of the Alpheius, mostly upon a gentle slope, though a part descends right to the Alpheius. Walks have been made along the river, separated by myrtles and other cultivated trees; the baths are there, as are also two temples to Dionysus. One is to the god named Citizen, the other to the Giver of Increase, and they have a building there where they celebrate their mysteries in honor of Dionysus.
26.1. Ἡραιεῦσι δὲ οἰκιστὴς μὲν γέγονεν Ἡραιεὺς ὁ Λυκάονος, κεῖται δὲ ἡ πόλις ἐν δεξιᾷ τοῦ Ἀλφειοῦ, τὰ μὲν πολλὰ ἐν ἠρέμα προσάντει, τὰ δὲ καὶ ἐπʼ αὐτὸν καθήκει τὸν Ἀλφειόν. δρόμοι τε παρὰ τῷ ποταμῷ πεποίηνται μυρσίναις καὶ ἄλλοις ἡμέροις διακεκριμένοι δένδροις, καὶ τὰ λουτρὰ αὐτόθι, εἰσὶ δὲ καὶ Διονύσῳ ναοί· τὸν μὲν καλοῦσιν αὐτῶν Πολίτην, τὸν δὲ Αὐξίτην, καὶ οἴκημά ἐστί σφισιν ἔνθα τῷ Διονύσῳ τὰ ὄργια ἄγουσιν.
26.2. There is also in Heraea a temple of Pan, as he is native to Arcadia, and of the temple of Hera I found remaining various ruins, including the pillars. Of Arcadian athletes the most renowned has been Damaretus of Heraea, who was the first to win the race in armour at Olympia.
26.2. ἔστι καὶ ναὸς ἐν τῇ Ἡραίᾳ Πανὸς ἅτε τοῖς Ἀρκάσιν ἐπιχωρίου, τῆς δὲ Ἥρας τοῦ ναοῦ καὶ ἄλλα ἐρείπια καὶ οἱ κίονες ἔτι ἐλείποντο· ἀθλητὰς δὲ ὁπόσοι γεγόνασιν Ἀρκάσιν ὑπερῆρκε τῇ δόξῃ Δαμάρετος Ἡραιεύς, ὃς τὸν ὁπλίτην δρόμον ἐνίκησεν ⟨ἐν⟩ Ὀλυμπίᾳ πρῶτος.
26.3. As you go down to the land of Elis from Heraea, at a distance of about fifteen stades from Heraea you will cross the Ladon, and from it to the Erymanthus is a journey of roughly twenty stades. The boundary between Heraea and the land of Elis is according to the Arcadians the Erymanthus, but the people of Elis say that the grave of Coroebus bounds their territory.
26.3. ἐς δὲ τὴν Ἠλείαν κατιὼν ἐξ Ἡραίας στάδια μέν που πέντε καὶ δέκα ἀποσχὼν Ἡραίας διαβήσῃ τὸν Λάδωνα, ἀπὸ τούτου δὲ ⟨ἐς⟩ Ἐρύμανθον ὅσον εἴκοσιν ἀφίξῃ σταδίοις. τῇ δὲ Ἡραίᾳ ὅροι πρὸς τὴν Ἠλείαν λόγῳ μὲν τῷ Ἀρκάδων ἐστὶν ὁ Ἐρύμανθος, Ἠλεῖοι δὲ τὸν Κοροίβου τάφον φασὶ τὴν χώραν σφίσιν ὁρίζειν.
26.4. But when the Olympic games, after not being held for a long period, were revived by Iphitus, and the Olympic festival was again held, the only prizes offered were for running, and Coroebus won. On the tomb is an inscription that Coroebus was the first man to win at Olympia, and that his grave was made at the end of Elean territory.
26.4. ἡνίκα δὲ τὸν ἀγῶνα τὸν Ὀλυμπικὸν ἐκλιπόντα ἐπὶ χρόνον πολὺν ἀνενεώσατο Ἴφιτος καὶ αὖθις ἐξ ἀρχῆς Ὀλύμπια ἤγαγον, τότε δρόμου σφίσιν ἆθλα ἐτέθη μόνον καὶ ὁ Κόροιβος ἐνίκησε· καὶ ἔστιν ἐπίγραμμα ἐπὶ τῷ μνήματι ὡς Ὀλυμπίασιν ὁ Κόροιβος ἐνίκησεν [καὶ] ἀνθρώπων πρῶτος καὶ ὅτι τῆς Ἠλείας ἐπὶ τῷ πέρατι ὁ τάφος αὐτῷ πεποίηται.
26.5. There is a town, Aliphera, of no great size, for it was abandoned by many of its inhabitants at the union of the Arcadians into Megalopolis. As you go to this town from Heraea you will cross the Alpheius, and after going over a plain of just about ten stades you will reach a mountain, and ascending across the mountain for some thirty stades more you will come to the town.
26.5. ἔστι δὲ Ἀλίφηρα πόλισμα οὐ μέγα· ἐξελείφθη γὰρ ὑπὸ οἰκητόρων πολλῶν ὑπὸ τὸν συνοικισμὸν τῶν Ἀρκάδων ἐς Μεγάλην πόλιν. ἐς τοῦτο οὖν τὸ πόλισμα ἐρχόμενος ἐξ Ἡραίας τόν τε Ἀλφειὸν διαβήσῃ καὶ σταδίων μάλιστά που δέκα διελθὼν πεδίον ἐπὶ ὄρος ἀφίξῃ καὶ αὖθις στάδια ὅσον τριάκοντα ἐς τὸ πόλισμα ἀναβήσῃ διὰ τοῦ ὄρους.
26.6. The city of Aliphera has received its name from Alipherus, the son of Lycaon, and there are sanctuaries here of Asclepius and Athena; the latter they worship more than any other god, saying that she was born and bred among them. They also set up an altar of Zeus Lecheates (In child-bed), because here he gave birth to Athena. There is a stream they call Tritonis, adopting the story about the river Triton.
26.6. Ἀλιφηρεῦσι δὲ τὸ μὲν ὄνομα τῇ πόλει γέγονεν ἀπὸ Ἀλιφήρου Λυκάονος παιδός, ἱερὰ δὲ Ἀσκληπιοῦ τέ ἐστι καὶ Ἀθηνᾶς, ἣν θεῶν σέβονται μάλιστα, γενέσθαι καὶ τραφῆναι παρὰ σφίσιν αὐτὴν λέγοντες· καὶ Διός τε ἱδρύσαντο Λεχεάτου βωμόν, ἅτε ἐνταῦθα τὴν Ἀθηνᾶν τεκόντος, καὶ κρήνην καλοῦσι Τριτωνίδα, τὸν ἐπὶ τῷ ποταμῷ τῷ Τρίτωνι οἰκειούμενοι λόγον.
26.7. The image of Athena is made of bronze, the work of Hypatodorus, worth seeing for its size and workmanship. They keep a general festival in honor of some god or other; I think in honor of Athena. At this festival they sacrifice first to Fly-catcher, praying to the hero over the victims and calling upon the Fly-catcher. When they have done this the flies trouble them no longer.
26.7. τῆς δὲ Ἀθηνᾶς τὸ ἄγαλμα πεποίηται χαλκοῦ, Ὑπατοδώρου [τε] ἔργον, θέας ἄξιον μεγέθους τε ἕνεκα καὶ ἐς τὴν τέχνην. ἄγουσι δὲ καὶ πανήγυριν ὅτῳ δὴ θεῶν, δοκῶ δὲ σφᾶς ἄγειν τῇ Ἀθηνᾷ· ἐν ταύτῃ τῇ πανηγύρει Μυάγρῳ προθύουσιν, ἐπευχόμενοί τε κατὰ τῶν ἱερείων τῷ ἥρωι καὶ ἐπικαλούμενοι τὸν Μύαγρον· καί σφισι ταῦτα δράσασιν οὐδὲν ἔτι ἀνιαρόν εἰσιν αἱ μυῖαι.
26.8. On the road from Heraea to Megalopolis is Melaeneae. It was founded by Melaeneus, the son of Lycaon; in my time it was uninhabited, but there is plenty of water flowing over it. Forty stades above Melaeneae is Buphagium, and here is the source of the Buphagus, which flows down into the Alpheius. Near the source of the Buphagus is the boundary between Megalopolis and Heraea.
26.8. κατὰ δὲ τὴν ἐξ Ἡραίας ἄγουσαν ἐς Μεγάλην πόλιν εἰσὶ Μελαινεαί· ταύτας ᾤκισε μὲν Μελαινεὺς ὁ Λυκάονος, ἔρημος δὲ ἦν ἐφʼ ἡμῶν, ὕδατι δὲ καταρρεῖται. Μελαινεῶν δὲ τεσσαράκοντά ἐστιν ἀνωτέρω σταδίοις Βουφάγιον, καὶ ὁ ποταμὸς ἐνταῦθα ἔχει πηγὰς ὁ Βουφάγος κατιὼν ἐς τὸν Ἀλφειόν· τοῦ Βουφάγου δὲ περὶ τὰς πηγὰς ὅροι πρὸς Μεγαλοπολίτας Ἡραιεῦσίν εἰσιν.
27.1. Megalopolis is the youngest city, not of Arcadia only, but of Greece, with the exception of those whose inhabitants have been removed by the accident of the Roman domination. The Arcadians united into it to gain strength, realizing that the Argives also were in earlier times in almost daily danger of being subjected by war to the Lacedaemonians, but when they had increased the population of Argos by reducing Tiryns, Hysiae, Orneae, Mycenae, Mideia, along with other towns of little importance in Argolis, the Argives had less to fear from the Lacedaemonians, while they were in a stronger position to deal with their vassal neighbors.
27.1. ἡ δὲ Μεγάλη πόλις νεωτάτη πόλεών ἐστιν οὐ τῶν Ἀρκαδικῶν μόνον ἀλλὰ καὶ τῶν ἐν Ἕλλησι, πλὴν ὅσων κατὰ συμφορὰν ἀρχῆς τῆς Ῥωμαίων μεταβεβήκασιν οἰκήτορες· συνῆλθον δὲ ὑπὲρ ἰσχύος ἐς αὐτὴν οἱ Ἀρκάδες, ἅτε καὶ Ἀργείους ἐπιστάμενοι τὰ μὲν ἔτι παλαιότερα μόνον οὐ κατὰ μίαν ἡμέραν ἑκάστην κινδυνεύοντας ὑπὸ Λακεδαιμονίων παραστῆναι τῷ πολέμῳ, ἐπειδὴ δὲ ἀνθρώπων πλήθει τὸ Ἄργος ἐπηύξησαν καταλύσαντες Τίρυνθα καὶ Ὑσιάς τε καὶ Ὀρνεὰς καὶ Μυκήνας καὶ Μίδειαν καὶ εἰ δή τι ἄλλο πόλισμα οὐκ ἀξιόλογον ἐν τῇ Ἀργολίδι ἦν, τά τε ἀπὸ Λακεδαιμονίων ἀδεέστερα τοῖς Ἀργείοις ὑπάρξαντα καὶ ἅμα ἐς τοὺς περιοίκους ἰσχὺν γενομένην αὐτοῖς.
27.2. It was with this policy in view that the Arcadians united, and the founder of the city might fairly be considered Epaminondas of Thebes. For lie it was who gathered the Arcadians together for the union and despatched a thousand picked Thebans under Pammenes to defend the Arcadians, if the Lacedaemonians should try to prevent the union. There were chosen as founders by the Arcadians, Lycomedes and Hopoleas of Mantineia, Timon and Proxenus of Tegea, Cleolaus and Acriphius of Cleitor, Eucampidas and Hieronymus of Maenalus, Possicrates and Theoxenus of the Parrhasians.
27.2. γνώμῃ μὲν τοιαύτῃ συνῳκίζοντο οἱ Ἀρκάδες, τῆς πόλεως δὲ οἰκιστὴς Ἐπαμινώνδας ὁ Θηβαῖος σὺν τῷ δικαίῳ καλοῖτο ἄν· τούς τε γὰρ Ἀρκάδας οὗτος ἦν ὁ ἐπεγείρας ἐς τὸν συνοικισμὸν Θηβαίων τε χιλίους λογάδας καὶ Παμμένην ἀπέστειλεν ἡγεμόνα ἀμύνειν τοῖς Ἀρκάσιν, εἰ κωλύειν πειρῶνται οἱ Λακεδαιμόνιοι τὸν οἰκισμόν. ᾑρέθησαν δὲ καὶ ὑπὸ τῶν Ἀρκάδων οἰκισταὶ Λυκομήδης καὶ Ὁπολέας καὶ Τίμων τε καὶ Πρόξενος, οὗτοι μὲν ἐκ Τεγέας, Λυκομήδης δὲ καὶ Ὁπολέας Μαντινεῖς, Κλειτορίων δὲ Κλεόλαος καὶ Ἀκρίφιος, Εὐκαμπίδας δὲ καὶ Ἱερώνυμος ἐκ Μαινάλου, Παρρασίων δὲ Ποσσικράτης τε καὶ Θεόξενος.
27.3. The following were the cities which the Arcadians were persuaded to abandon through their zeal and because of their hatred of the Lacedaemonians, in spite of the fact that these cities were their homes: Alea, Pallantium, Eutaea, Sumateium, Asea, Peraethenses, Helisson, Oresthasium, Dipaea, Lycaea; these were cities of Maenalus. Of the Eutresian cities Tricoloni, Zoetium, Charisia, Ptolederma, Cnausum, Paroreia.
27.3. πόλεις δὲ τοσαίδε ἦσαν ὁπόσας ὑπό τε προθυμίας καὶ διὰ τὸ ἔχθος τὸ Λακεδαιμονίων πατρίδας σφίσιν οὔσας ἐκλιπεῖν ἐπείθοντο οἱ Ἀρκάδες, Ἀλέα Παλλάντιον Εὐταία Σουμάτειον Ἀσέα Περαιθεῖς Ἑλισσὼν Ὀρεσθάσιον Δίπαια Λύκαια· ταύτας μὲν ἐκ Μαινάλου· ἐκ δὲ Εὐτρησίων Τρικόλωνοι καὶ Ζοίτιον καὶ Χαρισία καὶ Πτολέδερμα καὶ Κναῦσον καὶ Παρώρεια·
27.4. From the Aegytae: Aegys, Scirtonium, Malea, Cromi, Blenina, Leuctrum. Of the Parrhasians Lycosura, Thocnia, Trapezus, Prosenses, Acacesium, Acontium, Macaria, Dasea. Of the Cynurians in Arcadia: Gortys, Theisoa by Mount Lycaeus, Lycaea, Aliphera. Of those belonging to Orchomenus: Theisoa, Methydrium, Teuthis. These were joined by Tripolis, as it is called, Callia, Dipoena, Nonacris.
27.4. παρὰ δὲ Αἰγυτῶν ⟨Αἴγυς⟩ καὶ Σκιρτώνιον καὶ Μαλέα καὶ Κρῶμοι καὶ Βλένινα καὶ Λεῦκτρον· Παρρασίων ⟨δὲ⟩ Λυκοσουρεῖς Θωκνεῖς Τραπεζούντιοι Προσεῖς Ἀκακήσιον Ἀκόντι⟨ον⟩ Μακαρία Δασέα· ἐκ δὲ Κυνουραίων τῶν ἐν Ἀρκαδίᾳ Γόρτυς καὶ Θεισόα ἡ πρὸς Λυκαίῳ καὶ Λυκαιᾶται καὶ Ἀλίφηρα· ἐκ δὲ τῶν συντελούντων ἐς Ὀρχομενὸν Θεισόα Μεθύδριον Τεῦθις· προσεγένετο δὲ καὶ Τρίπολις ὀνομαζομένη, Καλλία καὶ Δίποινα καὶ Νώνακρις.
27.5. The Arcadians for the most part obeyed the general resolution and assembled promptly at Megalopolis. But the people of Lycaea, Tricoloni, Lycosura and Trapezus, but no other Arcadians, repented and, being no longer ready to abandon their ancient cities, were, with the exception of the last, taken to Megalopolis by force against their will, while the inhabitants of Trapezus departed altogether from the Peloponnesus, such of them as were left and were not immediately massacred by the exasperated Arcadians.
27.5. τὸ μὲν δὴ ἄλλο Ἀρκαδικὸν οὔτε τι παρέλυε τοῦ κοινοῦ δόγματος καὶ συνελέγοντο ἐς τὴν Μεγάλην πόλιν σπουδῇ· Λυκαιᾶται δὲ καὶ Τρικολωνεῖς καὶ Λυκοσουρεῖς τε καὶ Τραπεζούντιοι μετεβάλοντο Ἀρκάδων μόνοι, καὶ—οὐ γὰρ συνεχώρουν ἔτι τὰ ἄστη τὰ ἀρχαῖα ἐκλιπεῖν— οἱ μὲν αὐτῶν καὶ ἄκοντες ἀνάγκῃ κατήγοντο ἐς τὴν Μεγάλην πόλιν, Τραπεζούντιοι δὲ ἐκ Πελοποννήσου τὸ παράπαν ἐξεχώρησαν, ὅσοι γε αὐτῶν ἐλείφθησαν καὶ μὴ σφᾶς ὑπὸ τοῦ θυμοῦ παραυτίκα διεχρήσαντο οἱ Ἀρκάδες·
27.6. Those who escaped with their lives sailed away to Pontus and were welcomed by the citizens of Trapezus on the Euxine as their kindred, as they bore their name and came from their mother-city. The Lycosurians, although they had disobeyed, were nevertheless spared by the Arcadians because of Demeter and the Mistress, in whose sanctuary they had taken refuge.
27.6. τοὺς δὲ αὐτῶν ἀνασωθέντας ἀναπλεύσαντας ναυσὶν ἐς τὸν Πόντον συνοίκους ἐδέξαντο μητροπολίτας τʼ ὄντας καὶ ὁμωνύμους οἱ Τραπεζοῦντα ἔχοντες τὴν ἐν τῷ Εὐξείνῳ. Λυκοσουρεῦσι δὲ καὶ ἀπειθήσασιν ἐγένετο ὅμως παρὰ τῶν Ἀρκάδων αἰδὼς Δήμητρός τε ἕνεκα καὶ Δεσποίνης ἐλθοῦσιν ⟨ἐς⟩ τὸ ἱερόν.
27.7. Of the other cities I have mentioned, some are altogether deserted in our time, some are held by the people of Megalopolis as villages, namely Gortys, Dipoenae, Theisoa near Orchomenus, Methydrium, Teuthis, Calliae, Helisson. Only one of them, Pallantium, was destined to meet with a kindlier fate even then. Aliphera has continued to be regarded as a city from the beginning to the present day.
27.7. τῶν δὲ ἄλλων τῶν κατειλεγμένων πόλεων αἱ μὲν ἐς ἅπαν εἰσὶν ἐφʼ ἡμῶν ἔρημοι, τὰς δὲ ἔχουσιν οἱ Μεγαλοπολῖται κώμας, Γόρτυνα Διποί⟨ν⟩ας Θεισόαν τὴν πρὸς Ὀρχομενῷ Μεθύδριον Τεῦθιν Καλλιὰς Ἑλισσόντα· μόνη δὲ ἐξ αὐτῶν Παλλάντιον ἔμελλεν ἄρα ἠπιωτέρου πειρᾶσθαι καὶ τότε τοῦ δαίμονος. τοῖς δὲ Ἀλιφηρεῦσι παραμεμένηκεν ἐξ ἀρχῆς πόλιν σφᾶς καὶ ἐς τόδε νομίζεσθαι.
27.8. Megalopolis was united into one city in the same year, but a few months later, as occurred the defeat of the Lacedaemonians at Leuctra, when Phrasicleides was archon at Athens, in the second year of the hundred and second Olympiad, when Damon of Thurii was victor in the foot-race.
27.8. συνῳκίσθη δὲ ἡ Μεγάλη πόλις ἐνιαυτῷ τε τῷ αὐτῷ καὶ μησίν [τε] ὀλίγοις ὕστερον ἢ τὸ πταῖσμα ἐγένετο Λακεδαιμονίων τὸ ἐν Λεύκτροις, Φρασικλείδου μὲν Ἀθήνησιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς ἑκατοστῆς Ὀλυμπιάδος καὶ δευτέρας, ἣν Δάμων Θούριος ἐνίκα στάδιον.
27.9. When the citizens of Megalopolis had been enrolled in the Theban alliance they had nothing to fear from the Lacedaemonians. But when the Thebans became involved in what was called the Sacred War, and they were hard pressed by the Phocians, who were neighbors of the Boeotians, and wealthy because they had seized the sanctuary at Delphi, then the Lacedaemonians, if eagerness would have done it, would have removed bodily the Megalopolitans and the other Arcadians besides; but as the Arcadians of the day put up a vigorous defence, while their vassal neighbors gave them wholehearted assistance, no achievement of note was accomplished by either side.
27.9. Μεγαλοπολίταις δὲ ἐς τὴν Θηβαίων συμμαχίαν ἐγγραφεῖσιν ἀπὸ Λακεδαιμονίων δεῖμα ἦν οὐδέν. ὡς δὲ ἐς τὸν πόλεμον τὸν ἱερὸν ὀνομασθέντα οἱ Θηβαῖοι κατέστησαν καὶ αὐτοῖς ἐπέκειντο οἱ Φωκεῖς, τήν τε ὅμορον τῇ Βοιωτῶν ἔχοντες καὶ ὄντες οὐκ ἀδύνατοι χρήμασιν ἅτε τὸ ἱερὸν τὸ ἐν Δελφοῖς κατειληφότες, τηνικαῦτα οἱ Λακεδαιμόνιοι προθυμίας μὲν [οὖν] ἕνεκα Ἀρκάδας τε ἂν τοὺς ἄλλους καὶ τοὺς Μεγαλοπολίτας ἐποίησαν ἀναστάτους, ἀμυνομένων δὲ τῶν τότε οὐκ ἀθύμως καὶ ἅμα τῶν περιοίκων ἀπροφασίστως σφίσιν ἐπικουρούντων, λόγου μὲν συνέπεσεν οὐδὲν ἄξιον γενέσθαι παρὰ οὐδετέρων·