12.11. It is said that the men who uttered oracles were Euclus of Cyprus, the Athenians Musaeus, son of Antiophemus, and Lycus, son of Pandion, and also Bacis, a Boeotian who was possessed by nymphs. I have read the oracles of all these except those of Lycus. These are the women and men who, down to the present day, are said to have been the mouthpiece by which a god prophesied. But time is long, and perhaps similar things may occur again.
12.11. χρησμολόγους δὲ ἄνδρας Κύπριόν τε Εὔκλουν καὶ Ἀθηναίους Μουσαῖον τὸν Ἀντιοφήμου καὶ Λύκον τὸν Πανδίονος, τούτους τε γενέσθαι καὶ ἐκ Βοιωτίας Βάκιν φασὶ κατάσχετον ἄνδρα ἐκ νυμφῶν· τούτων πλὴν Λύκου τῶν ἄλλων ἐπελεξάμην τοὺς χρησμούς. τοσαῦται μὲν ἄχρι ἐμοῦ λέγονται γυναῖκες καὶ ἄνδρες ἐκ θεοῦ μαντεύσασθαι· ἐν δὲ τῷ χρόνῳ τῷ πολλῷ καὶ αὖθις γένοιτο ἂν ἕτερα τοιαῦτα.
13.1. A bronze head of the Paeonian bull called the bison was sent to Delphi by the Paeonian king Dropion, son of Leon. These bisons are the most difficult beasts to capture alive, and no nets could be made strong enough to hold out against their rush. They are hunted in the following manner. When the hunters have found a place sinking to a hollow, they first strengthen it all round with a stout fence, and then they cover the slope and the level part at the end with fresh skins, or, if they should chance to be without skins, they make dry hides slippery with olive oil.
13.1. βίσωνος δὲ ταύρου τῶν Παιονικῶν χαλκοῦ πεποιημένην κεφαλὴν Δρωπίων Λέοντος ἔπεμψεν ἐς Δελφοὺς βασιλεὺς Παιόνων. οὗτοι οἱ βίσωνες χαλεπώτατοι θηρίων εἰσὶν ἁλίσκεσθαι ζῶντες, καὶ δίκτυα οὐκ ἂν οὕτω γένοιτο ἰσχυρὰ ⟨ὡς ἀντισχεῖν⟩ τῇ ἐμβολῇ. θηρεύονται δὲ οὗτοι τρόπον τοιόνδε. ἐπειδὰν χωρίον οἱ ἀγρεύοντες πρανὲς εὕρωσι καθῆκον ἐς κοιλότητα, πρῶτα μὲν φράγματι ἰσχυρῷ πέριξ ὠχυρώσαντο, δεύτερον δὲ τὸ κάταντες καὶ τὸ περὶ τῷ πέρατι ὁμαλὸν αὐτοῦ νεοδάρτοις βύρσαις κατεστόρεσαν· ἢν δὲ τύχωσιν ἀποροῦντες βυρσῶν, τότε καὶ τὰ αὖα τῶν δερμάτων ὑπὸ ἐλαίου σφίσιν ὀλισθηρὰ ποιεῖται.
13.2. Next their best riders drive the bisons together into the place I have described. These at once slip on the first skins and roll down the slope until they reach the level ground, where at the first they are left to lie. On about the fourth or fifth day, when the beasts have lost most of their spirit through hunger and distress, those of the hunters who are professional tamers bring to them as they lie fruit of the cultivated pine, first peeling off the inner husk; for the moment the beasts would touch no other food.
13.2. τὸ δὲ ἐντεῦθεν οἱ μάλιστα ἱππεύειν ἀγαθοὶ συνελαύνουσιν ἐς τὸ εἰρημένον χωρίον τοὺς βίσωνας· οἱ δὲ εὐθὺς ἐν ταῖς πρώταις τῶν βυρσῶν ὀλισθόντες κατὰ τοῦ πρανοῦς κυλίνδονται, ἕως κατενεχθῶσιν ἐς τὸ ὁμαλόν. ἐρριμμένοι δὲ ἐνταῦθα ἠμέληνται κατʼ ἀρχάς· τετάρτῃ δὲ ἢ πέμπτῃ μάλιστα ἡμέρᾳ τῶν μὲν ἤδη τοῦ θυμοῦ τὸ πολὺ ὁ λιμὸς ἀφαιρεῖ καὶ ἡ ταλαιπωρία, οἱ δέ σφισιν, οἷς τέχνη τιθασεύειν, προσφέρουσιν ἔτι κειμένοις πίτυος τῆς ἡμέρου καρπὸν προεκλέξαντες ἐκ τῶν ἐλαχίστων ἐλύτρων·
13.3. Finally they tie ropes round them and lead them off.
13.3. ἑτέρας δὲ οὐκ ἂν τροφῆς τό γε παραυτίκα ἅψαιτο τὰ θηρία· τέλος δὲ διαλαβόντες δεσμοῖς ἄγουσι.
13.4. This is the way in which the bisons are caught. Opposite the bronze head of the bison is a statue of a man wearing a breastplate, on which is a cloak. The Delphians say that it is an offering of the Andrians, and a portrait of Andreus, their founder. The images of Apollo, Athena, and Artemis were dedicated by the Phocians from the spoils taken from the Thessalians, their enemies always, who are their neighbors except where the Epicnemidian Locrians come between.
13.4. καὶ τοὺς μὲν τρόπον αἱροῦσι τὸν εἰρημένον, τοῦ βίσωνος δὲ τῆς κεφαλῆς καταντικρὺ τῆς χαλκῆς ἀνδριάς ἐστι θώρακά τε ἐνδεδυκὼς καὶ χλαμύδα ἐπὶ τῷ θώρακι· Ἀνδρίων δὲ ἀνάθημα οἱ Δελφοὶ λέγουσιν Ἀνδρέα εἶναι τὸν οἰκιστήν. τό τε ἄγαλμα τοῦ Ἀπόλλωνος καὶ Ἀθηνᾶς τε καὶ Ἀρτέμιδος Φωκέων ἀναθήματά ἐστιν ἀπὸ Θεσσαλῶν ὁμόρων τε—πλὴν ὅσον οἱ Λοκροὶ σφᾶς οἱ Ἐπικνημίδιοι διείργουσι—καὶ ἀεὶ πολεμίων ὄντων.
13.5. The Thessalians too of Pharsalus dedicated an Achilles on horseback, with Patroclus running beside his horse: the Macedonians living in Dium, a city at the foot of Mount Pieria, the Apollo who has taken hold of the deer; the people of Cyrene, a Greek city in Libya, the chariot with an image of Ammon in it. The Dorians of Corinth too built a treasury, where used to be stored the gold from Lydia.
13.5. ἀνέθεσαν δὲ καὶ οἱ ἐν Φαρσάλῳ Θεσσαλοὶ καὶ Μακεδόνων οἱ ὑπὸ τῇ Πιερίᾳ πόλιν Δῖον οἰκοῦντες Κυρηναῖοί τε τοῦ Ἑλληνικοῦ τοῦ ἐν Λιβύῃ, οὗτοι μὲν τὸ ἅρμα καὶ ἐπὶ τῷ ἅρματι ἄγαλμα Ἄμμωνος, Μακεδόνες δὲ οἱ ἐν Δίῳ τὸν Ἀπόλλωνα ὃς εἰλημμένος ἐστὶ τῆς ἐλάφου, Φαρσάλιοι δὲ Ἀχιλλέα τε ἐπὶ ἵππῳ καὶ ὁ Πάτροκλος συμπαραθεῖ[ν] οἱ [καὶ] τῷ ἵππῳ. Κορίνθιοι δὲ οἱ Δωριεῖς ᾠκοδόμησαν θησαυρὸν καὶ οὗτοι·
13.6. The image of Heracles is a votive offering of the Thebans, sent when they had fought what is called the Sacred War against the Phocians. There are also bronze statues, which the Phocians dedicated when they had put to flight the Thessalian cavalry in the second engagement. The Phliasians brought to Delphi a bronze Zeus, and with the Zeus an image of Aegina. The Mantineans of Arcadia dedicated a bronze Apollo, which stands near the treasury of the Corinthians.
13.6. καὶ ὁ χρυσὸς ὁ ἐκ Λυδῶν ἀνέκειτο ἐνταῦθα. τὸ δὲ ἄγαλμα τοῦ Ἡρακλέους ἀνάθημά ἐστι Θηβαίων, ὅτε Φωκεῦσιν ἐπολέμησαν τὸν ἱερὸν καλούμενον πόλεμον. εἰσὶ καὶ εἰκόνες χαλκαῖ Φωκέων ἀναθέντων, ἡνίκα δευτέρᾳ συμβολῇ τὸ ἱππικὸν ἐτρέψαντο τὸ ἐκ Θεσσαλίας. Φλιάσιοι δὲ ἐκόμισαν ἐς Δελφοὺς Δία τε χαλκοῦν καὶ ὁμοῦ τῷ Διὶ ἄγαλμα Αἰγίνης. ἐκ δὲ Μαντινείας τῆς Ἀρκάδων Ἀπόλλων χαλκοῦς ἐστιν ἀνάθημα· οὗτος οὐ πόρρω τοῦ Κορινθίων ἐστὶ θησαυροῦ.
13.7. Heracles and Apollo are holding on to the tripod, and are preparing to fight about it. Leto and Artemis are calming Apollo, and Athena is calming Heracles. This too is an offering of the Phocians, dedicated when Tellias of Elis led them against the Thessalians. Athena and Artemis were made by Chionis, the other images are works shared by Diyllus and Amyclaeus. They are said to be Corinthians.
13.7. Ἡρακλῆς δὲ καὶ Ἀπόλλων ἔχονται τοῦ τρίποδος καὶ ἐς μάχην περὶ αὐτοῦ καθίστανται· Λητὼ μὲν δὴ καὶ Ἄρτεμις Ἀπόλλωνα, Ἀθηνᾶ δὲ Ἡρακλέα ἐπέχουσι τοῦ θυμοῦ. Φωκέων καὶ τοῦτό ἐστιν ἀνάθημα, ὅτε σφίσιν ἐπὶ τοὺς Θεσσαλοὺς Τελλίας ἡγήσατο Ἠλεῖος. τὰ μὲν δὴ ἄλλα ἀγάλματα Δίυλλός τε ἐν κοινῷ καὶ Ἀμυκλαῖος, τὴν δὲ Ἀθηνᾶν καὶ Ἄρτεμιν Χίονίς ἐστιν εἰργασμένος· Κορινθίους δὲ εἶναί φασιν αὐτούς.
13.8. The Delphians say that when Heracles the son of Amphitryon came to the oracle, the prophetess Xenocleia refused to give a response on the ground that he was guilty of the death of Iphitus. Whereupon Heracles took up the tripod and carried it out of the temple. Then the prophetess said:—Then there was another Heracles, of Tiryns, not the Canopian.For before this the Egyptian Heracles had visited Delphi. On the occasion to which I refer the son of Amphitryon restored the tripod to Apollo, and was told by Xenocleia all he wished to know. The poets adopted the story, and sing about a fight between Heracles and Apollo for a tripod.
13.8. λέγεται δὲ ὑπὸ Δελφῶν Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος ἐλθόντι ἐπὶ τὸ χρηστήριον τὴν πρόμαντιν Ξενόκλειαν οὐκ ἐθελῆσαί οἱ χρᾶν διὰ τοῦ Ἰφίτου τὸν φόνον· τὸν δὲ ἀράμενον τὸν τρίποδα ἐκ τοῦ ναοῦ φέρειν ἔξω, εἰπεῖν τε δὴ τὴν πρόμαντιν·ἄλλος ἄρʼ Ἡρακλέης Τιρύνθιος, οὐχὶ Κανωβεύς·πρότερον γὰρ ἔτι ὁ Αἰγύπτιος Ἡρακλῆς ἀφίκετο ἐς Δελφούς. τότε δὲ ὁ Ἀμφιτρύωνος τόν τε τρίποδα ἀποδίδωσι τῷ Ἀπόλλωνι καὶ παρὰ τῆς Ξενοκλείας ὁπόσα ἐδεῖτο ἐδιδάχθη. παραδεξάμενοι δὲ οἱ ποιηταὶ τὸν λόγον μάχην Ἡρακλέους πρὸς Ἀπόλλωνα ὑπὲρ τρίποδος ᾄδουσιν.
13.9. The Greeks in common dedicated from the spoils taken at the battle of Plataea a gold tripod set on a bronze serpent. The bronze part of the offering is still preserved, but the Phocian leaders did not leave the gold as they did the bronze.
13.9. ἐν κοινῷ δὲ ἀνέθεσαν ἀπὸ ἔργου τοῦ Πλαταιᾶσιν οἱ Ἕλληνες χρυσοῦν τρίποδα δράκοντι ἐπικείμενον χαλκῷ. ὅσον μὲν δὴ χαλκὸς ἦν τοῦ ἀναθήματος, σῶον καὶ ἐς ἐμὲ ἔτι ἦν· οὐ μέντοι κατὰ τὰ αὐτὰ καὶ τὸν χρυσὸν οἱ Φωκέων ὑπελίποντο ἡγεμόνες.
13.10. The Tarentines sent yet another tithe to Delphi from spoils taken from the Peucetii, a non-Greek people. The offerings are the work of Onatas the Aeginetan, and Ageladas the Argive, and consist of statues of footmen and horsemen—Opis, king of the Iapygians, come to be an ally to the Peucetii. Opis is represented as killed in the fighting, and on his prostrate body stand the hero Taras and Phalanthus of Lacedaemon, near whom is a dolphin. For they say that before Phalanthus reached Italy, he suffered shipwreck in the Crisaean sea, and was brought ashore by a dolphin.
13.10. Ταραντῖνοι δὲ καὶ ἄλλην δεκάτην ἐς Δελφοὺς ἀπὸ βαρβάρων Πευκετίων ἀπέστειλαν· τέχνη μὲν τὰ ἀναθήματα Ὀνάτα τοῦ Αἰγινήτου καὶ Ἀγελάδα ἐστὶ τοῦ Ἀργείου, εἰκόνες δὲ καὶ πεζῶν καὶ ἱππέων, βασιλεὺς Ἰαπύγων Ὦπις ἥκων τοῖς Πευκετίοις σύμμαχος. οὗτος μὲν δὴ εἴκασται τεθνεῶτι ἐν τῇ μάχῃ, οἱ δὲ αὐτῷ κειμένῳ ἐφεστηκότες ὁ ἥρως Τάρας ἐστὶ καὶ Φάλανθος ὁ ἐκ Λακεδαίμονος, καὶ οὐ πόρρω τοῦ Φαλάνθου δελφίς· πρὶν γὰρ δὴ ἐς Ἰταλίαν ἀφικέσθαι, [καὶ] ναυαγίᾳ τε ἐν τῷ πελάγει τῷ Κρισαίῳ τὸν Φάλανθον χρήσασθαι καὶ ὑπὸ δελφῖνος ἐκκομισθῆναί φασιν ἐς τὴν γῆν.
14.1. The axes were dedicated by Periclytus, son of Euthymachus, a man of Tenedos, and allude to an old story. Cycnus, they say, was a son of Poseidon, and ruled as king in Colonae, a city in the Troad situated opposite the island Leucophrys.
14.1. οἱ δὲ πελέκεις Περικλύτου τοῦ Εὐθυμάχου Τενεδίου ἀνδρὸς ἐπὶ λόγῳ ἀνάθημά εἰσιν ἀρχαίῳ. Κύκνον παῖδα εἶναι Ποσειδῶνος καὶ βασιλεύειν φασὶν ἐν Κολώναις· αἱ δὲ ᾠκοῦντο ἐν [τῇ] γῇ τῇ Τρῳάδι αἱ Κολῶναι κατὰ νῆσον κείμεναι Λεύκοφρυν.
14.2. He had a daughter, by name Hemithea, and a son, called Tennes, by Procleia, who was a daughter of Clytius and a sister of Caletor. Homer in the Iliad says that this Caletor, as he was putting the fire under the ship of Protesilaus, was killed by Ajax. Procleia died before Cycnus, and his second wife, Philonome, daughter of Cragasus, fell in love with Tennes. Rejected by him she falsely accused him before her husband, saying that he had made love to her, and she had rejected him. Cycnus was deceived by the trick, placed Tennes with his sister in a chest and launched it out to sea.
14.2. ἔχοντος δὲ θυγατέρα ὄνομα Ἡμιθέαν τοῦ Κύκνου καὶ υἱὸν καλούμενον Τέννην ἐκ Προκλείας—ἣ Κλυτίου μὲν ἦν θυγάτηρ, ἀδελφὴ δὲ Καλήτορος, ὃν Ὅμηρος ἐν Ἰλιάδι ἀποθανεῖν φησιν ὑπὸ Αἴαντος, ὅτε ὑπὸ τὴν Πρωτεσιλάου ναῦν ἔφερεν ὁ Καλήτωρ τὸ πῦρ—ταύτης οὖν προαποθανούσης ἡ ἐπεισελθοῦσα Φιλονόμη ἡ Κραγάσου —διήμαρτε γὰρ ἐρασθεῖσα τοῦ Τέννου—ψεύδεται πρὸς τὸν ἄνδρα ὡς αὐτὴ μὲν οὐκ ἐθέλουσα, τὸν δὲ αὑτῇ Τέννην συγγενέσθαι θελήσαντα· καὶ ὁ Κύκνος πείθεται τῇ ἀπάτῃ, καὶ ἐς λάρνακα ἐνθέμενος ὁμοῦ τῇ ἀδελφῇ Τέννην ἐς θάλασσαν σφᾶς ἀφίησι.
14.3. The young people came safely to the island Leucophrys, and the island was given its present name from Tennes. Cycnus, however, was not to remain for ever ignorant of the trick, and sailed to his son to confess his ignorance and to ask for pardon for his mistake. He put in at the island and fastened the cables of his ship to something—a rock or a tree—but Tennes in a passion cut them adrift with an axe.
14.3. σώζονταί τε δὴ πρὸς τὴν νῆσον οἱ παῖδες τὴν Λεύκοφρυν καὶ ὄνομα ἡ νῆσος τὸ νῦν ἔσχεν ἀπὸ τοῦ Τέννου. Κύκνος δὲ—οὐ γὰρ τὸν πάντα ἔμελλε χρόνον ἀγνοήσειν ἀπατώμενος—ἔπλει παρὰ τὸν υἱὸν ἄγνοιάν τε ὁμολογήσων τὴν αὑτοῦ καὶ παραιτησόμενος τὸ ἁμάρτημα· προσορμισαμένου δὲ τῇ νήσῳ καὶ ἐξάψαντος ἀπὸ τῆς νεὼς πρός τινα ἢ πέτραν ἢ δένδρον τοὺς κάλους, Τέννης πελέκει σφᾶς ἀπέκοψεν ὑπὸ τοῦ θυμοῦ.
14.4. For this reason a by-word has arisen, which is used of those who make a stern refusal: “So and so has cut whatever it may be with an axe of Tenedos.” The Greeks say that while Tennes was defending his country he was killed by Achilles. In course of time weakness compelled the people of Tenedos to merge themselves with the Alexandrians on the Troad mainland.
14.4. ἐπὶ τούτῳ [μὲν] ἐς τοὺς ἀρνουμένους στερεῶς λέγεσθαι καθέστηκεν ὡς ὁ δεῖνα ὅστις δὴ Τενεδίῳ πελέκει τόδε τι ἀποκόψειεν. Τέννην μὲν ὑπὸ Ἀχιλλέως ἀποθανεῖν ἀμύνοντα τῇ οἰκείᾳ φασὶν Ἕλληνες· Τενέδιοι δὲ ἀνὰ χρόνον ὑπὸ ἀσθενείας προσεχώρησαν τοῖς Ἀλεξάνδρειαν ἐν τῇ ἠπείρῳ τῇ Τρῳάδι ἔχουσιν.
14.5. The Greeks who fought against the king, besides dedicating at Olympia a bronze Zeus, dedicated also an Apollo at Delphi, from spoils taken in the naval actions at Artemisium and Salamis. There is also a story that Themistocles came to Delphi bringing with him for Apollo some of the Persian spoils. He asked whether he should dedicate them within the temple, but the Pythian priestess bade him carry them from the sanctuary altogether. The part of the oracle referring to this runs as follows:—The splendid beauty of the Persian's spoilsSet not within my temple. Despatch them home speedily.
14.5. Ἕλληνες δὲ οἱ ἐναντία βασιλέως πολεμήσαντες ἀνέθεσαν μὲν Δία ἐς Ὀλυμπίαν χαλκοῦν, ἀνέθεσαν δὲ καὶ ἐς Δελφοὺς Ἀπόλλωνα ἀπὸ ἔργων τῶν ἐν ταῖς ναυσὶν ἐπί τε Ἀρτεμισίῳ καὶ ἐν Σαλαμῖνι. λέγεται δὲ καὶ ὡς Θεμιστοκλῆς ἀφίκοιτο ἐς Δελφοὺς λαφύρων τῶν Μηδικῶν κομίζων τῷ Ἀπόλλωνι· ἐρωτήσαντα δὲ ὑπὲρ τῶν ἀναθημάτων εἰ ἐντὸς ἀναθήσει τοῦ ναοῦ, ἐκέλευεν αὐτὸν ἡ Πυθία τὰ παράπαν ἀποφέρειν ἐκ τοῦ ἱεροῦ. καὶ ἔχει οὕτω τὰ ἐς τοῦ τοῦ χρησμοῦ·μή μοι Περσῆος σκύλων περικαλλέα κόσμοννηῷ ἐγκαταθῇς· οἶκόνδʼ ἀπόπεμπε τάχιστα.
14.6. Now I greatly marveled that it was from Themistocles alone that the priestess refused to accept Persian spoils. Some thought that the god would have rejected alike all offerings from Persian spoils, if like Themistocles the others had inquired of Apollo before making their dedication. Others said that the god knew that Themistocles would become a suppliant of the Persian king, and refused to take the gifts so that Themistocles might not by a dedication render the Persian's enmity unappeasable. The expedition of the barbarian against Greece we find foretold in the oracles of Bacis, and Euclus wrote his verses about it at an even earlier date.
14.6. θαῦμα οὖν ἐποιούμεθα εἰ ἀπηξίωσεν ἐκείνου μόνου μὴ προσέσθαι τὰ ἀπὸ τῶν Μήδων. καὶ οἱ μὲν ἀπώσασθαι ἂν τὸν θεὸν καὶ ἅπαντα ὁμοίως ἡγοῦντο ὅσα ἀπὸ τοῦ Πέρσου, εἰ ὥσπερ ὁ Θεμιστοκλῆς καὶ οἱ ἄλλοι πρότερον ἢ ἀναθεῖναι σφᾶς ἐπήροντο τὸν Ἀπόλλωνα· οἱ δὲ εἰδότα τὸν θεὸν ὅτι ἱκέτης τοῦ Πέρσου γενήσοιτο ὁ Θεμιστοκλῆς, ἐπὶ τούτῳ τὰ δῶρα ἔφασαν οὐκ ἐθελῆσαι λαβεῖν, ἵνα μὴ ἀναθέντι τὸ ἔχθος ἄπαυστον ποιήσῃ ⟨τὸ⟩ ἀπὸ τοῦ Μήδου. στρατείαν δὲ τὴν ἐπὶ τὴν Ἑλλάδα [ἀπὸ] τοῦ βαρβάρου ἔστιν εὑρεῖν προρρηθεῖσαν μὲν ἐν τοῖς Βάκιδος χρησμοῖς, πρότερον δʼ ἔτι Εὔκλῳ τὰ ἐς αὐτὴν πεποιημένα ἐστίν.
14.7. Near the great altar is a bronze wolf, an offering of the Delphians themselves. They say that a fellow robbed the god of some treasure, and kept himself and the gold hidden at the place on Mount Parnassus where the forest is thickest. As he slept a wolf attacked and killed him, and every day went to the city and howled. When the people began to realize that the matter was not without the direction of heaven, they followed the beast and found the sacred gold. So to the god they dedicated a bronze wolf.
14.7. Δελφῶν δὲ ἀνάθημά ἐστιν αὐτῶν πλησίον τοῦ βωμοῦ τοῦ μεγάλου λύκος χαλκοῦς. λέγουσι δὲ τῶν τοῦ θεοῦ χρημάτων συλήσαντα ἄνθρωπον, τὸν μὲν ὁμοῦ τῷ χρυσίῳ κατακρύψαντα ἔχειν αὑτὸν ἔνθα τοῦ Παρνασσοῦ μάλιστα ἦν συνεχὲς ὑπὸ ἀγρίων δένδρων, λύκον δὲ ἐπιθέσθαι οἱ καθεύδοντι, καὶ ἀποθανεῖν τε ὑπὸ τοῦ λύκου τὸν ἄνθρωπον καὶ ὡς ἐς τὴν πόλιν ὁσημέραι φοιτῶν ὠρύετο ὁ λύκος· ἐπεὶ δὲ οὐκ ἄνευ θεοῦ παραγίνεσθαί σφισιν ὑπελάμβανον, οὕτως ἐπακολουθοῦσι τῷ θηρίῳ, καὶ ἀνευρίσκουσί τε τὸ ἱερὸν χρυσίον καὶ ἀνέθεσαν λύκον τῷ θεῷ χαλκοῦν.
15.1. A gilt statue of Phryne was made by Praxiteles, one of her lovers, but it was Phryne herself who dedicated the statue. The offerings next to Phryne include two images of Apollo, one dedicated from Persian spoils by the Epidaurians of Argolis, the other dedicated by the Megarians to commemorate a victory over the Athenians at Nisaea. The Plataeans have dedicated an ox, an offering made at the time when, in their own territory, they took part, along with the other Greeks, in the defence against Mardonius, the son of Gobryas. Then there are another two images of Apollo, one dedicated by the citizens of Heracleia on the Euxine, the other by the Amphictyons when they fined the Phocians for tilling the territory of the god.
15.1. Φρύνης δὲ εἰκόνα ἐπίχρυσον Πραξιτέλης μὲν εἰργάσατο ἐραστὴς καὶ οὗτος, ἀνάθημα δὲ αὐτῆς Φρύνης ἐστὶν ἡ εἰκών. τὰ δὲ ἐφεξῆς ταύτῃ, τὰ μὲν ἀγάλματα τοῦ Ἀπόλλωνος Ἐπιδαύριοι τὸ ἕτερον οἱ ἐν τῇ Ἀργολίδι ἀπὸ Μήδων, τὸ δὲ αὐτῶν Μεγαρεῖς ἀνέθεσαν Ἀθηναίους μάχῃ πρὸς Νισαίᾳ κρατήσαντες· Πλαταιέων δὲ βοῦς ἐστιν, ἡνίκα ἐν τῇ σφετέρᾳ καὶ οὗτοι Μαρδόνιον τὸν Γωβρύου μετὰ Ἑλλήνων ἠμύναντο ἄλλων. καὶ αὖθις δύο Ἀπόλλωνος, τὸ μὲν Ἡρακλεωτῶν ⟨τῶν⟩ πρὸς τῷ Εὐξείνῳ, τὸ δὲ Ἀμφικτυόνων ἐστίν, ὅτε Φωκεῦσιν ἐπεργαζομένοις τοῦ θεοῦ τὴν χώραν ἐπέβαλον χρημάτων ζημίαν·
15.2. The second Apollo the Delphians call Sitalcas, and he is thirty-five cubits high. The Aetolians have statues of most of their generals, and images of Artemis, Athena and two of Apollo, dedicated after their conclusion of the war against the Gauls. That the Celtic army would cross from Europe to Asia to destroy the cities there was prophesied by Phaennis in her oracles a generation before the invasion occurred:
15.2. ὁ δὲ Ἀπόλλων οὗτος καλεῖται μὲν ὑπὸ Δελφῶν Σιτάλκας, μέγεθος δὲ πέντε πηχῶν καὶ τριάκοντά ἐστι. στρατηγοὶ δὲ οἱ πολλοὶ καὶ Ἀρτέμιδος, τὸ δὲ Ἀθηνᾶς, δύο τε Ἀπόλλωνος ἀγάλματα ἔστιν Αἰτωλῶν, ἡνίκα σφίσιν ἐξειργάσθη τὰ ἐς Γαλάτας. στρατιὰν δὲ τὴν Κελτῶν, ὡς ἐκ τῆς Εὐρώπης διαβήσοιτο ἐς τὴν Ἀσίαν ἐπʼ ὀλέθρῳ τῶν πόλεων, Φαεννὶς προεδήλωσεν ἐν τοῖς χρησμοῖς γενεᾷ πρότερον ἢ ἐπράχθη τὸ ἔργον·
15.3. Then verily, having crossed the narrow strait of the Hellespont,The devastating host of the Gauls shall pipe; and lawlesslyThey shall ravage Asia; and much worse shall God doTo those who dwell by the shores of the seaFor a short while. For right soon the son of CronosShall raise them a helper, the dear son of a bull reared by Zeus,Who on all the Gauls shall bring a day of destruction.By the son of a bull she meant Attalus, king of Pergamus, who was also styled bull-horned by an oracle.
15.3. ἦ τότʼ ἀμειψάμενος στεινὸν πόρον Ἑλλησπόντου† αὐδήσει Γαλατῶν ὀλοὸς στρατός, οἵ ῥʼ ἀθεμίστωςἈσίδα πορθήσουσι· θεὸς δʼ ἔτι κύντερα θήσει⟨πάγχυ⟩ μάλʼ, οἳ ναίουσι παρʼ ἠϊόνεσσι θαλάσσης—εἰς ὀλίγον· τάχα γάρ σφιν ἀοσσητῆρα Κρονίωνὁρμήσει, ταύροιο διοτρεφέος φίλον υἱόν,ὃς πᾶσιν Γαλάτῃσιν ὀλέθριον ἦμαρ ἐφήσει.παῖδα δὲ εἶπε ταύρου τὸν ἐν Περγάμῳ βασιλεύσαντα Ἄτταλον· τὸν δὲ αὐτὸν τοῦτον καὶ ταυρόκερων προσείρηκε χρηστήριον.
15.4. Statues of cavalry leaders, mounted on horses, were dedicated in Apollo's sanctuary by the Pheraeans after routing the Attic cavalry. The bronze palm-tree, as well as a gilt image of Athena on it, was dedicated by the Athenians from the spoils they took in their two successes on the same day at the Eurymedon, one on land, and the other with their fleet on the river. The gold on this image was, I noticed, damaged in parts.
15.4. ἱππικοῦ δὲ ἡγεμόνας ἀναβεβηκότας ἐπὶ ἵππους Φεραῖοι παρὰ τῷ Ἀπόλλωνι ἔστησαν τρεψάμενοι τὴν Ἀττικὴν ἵππον. τὸν δὲ φοίνικα ἀνέθεσαν Ἀθηναῖοι τὸν χαλκοῦν, καὶ αὐτὸν καὶ Ἀθηνᾶς ἄγαλμα ἐπίχρυσον ἐπὶ τῷ φοίνικι, ἀπὸ ἔργων ὧν ἐπʼ Εὐρυμέδοντι ἐν ἡμέρᾳ τῇ αὐτῇ τὸ μὲν πεζῇ, τὸ δὲ ναυσὶν ἐν τῷ ποταμῷ κατώρθωσαν. τούτου τοῦ ἀγάλματος ἐνιαχοῦ τὸν ἐπʼ αὐτῷ χρυσὸν ἐθεώμην λελυμασμένον.
15.5. I myself put the blame on rogues and thieves. But Cleitodemus, the oldest writer to describe the customs of the Athenians, says in his account of Attica that when the Athenians were preparing the Sicilian expedition a vast flock of crows swooped on Delphi, pecked this image all over, and with their beaks tore away its gold. He says that the crows also broke off the spear, the owls, and the imitation fruit on the palm-tree.
15.5. ἐγὼ μὲν δὴ τὸ ἔγκλημα ἐς κακούργους τε ἦγον καὶ φῶρας ἀνθρώπους· Κλειτόδημος δέ, ὁπόσοι τὰ Ἀθηναίων ἐπιχώρια ἔγραψαν ὁ ἀρχαιότατος, οὗτος ἐν τῷ λόγῳ φησὶ τῷ Ἀττικῷ, ὅτε Ἀθηναῖοι παρεσκευάζοντο ἐπὶ Σικελίᾳ τὸν στόλον, ὡς ἔθνος τι ἄπειρον κοράκων κατῆρε τότε ἐς Δελφούς, καὶ περιέκοπτόν τε τοῦ ἀγάλματος τούτου καὶ ἀπέρρησσον τοῖς ῥάμφεσιν ἀπʼ αὐτοῦ τὸν χρυσόν· λέγει δὲ καὶ ὡς τὸ δόρυ καὶ τὰς γλαῦκας καὶ ὅσος καρπὸς ἐπὶ τῷ φοίνικι ἐπεποίητο ἐς μίμησιν τῆς ὀπώρας, κατακλάσαιεν καὶ ταῦτα οἱ κόρακες.
15.6. Cleitodemus describes other omens that told the Athenians to beware of sailing against Sicily. The Cyrenaeans have dedicated at Delphi a figure of Battus in a chariot; he it was who brought them in ships from Thera to Libya. The reins are held by Cyrene, and in the chariot is Battus, who is being crowned by Libya. The artist was a Cnossian, Amphion the son of Acestor.
15.6. Ἀθηναίοις μὲν δὴ καὶ ἄλλα σημεῖα μὴ ἐκπλεῦσαι σφᾶς ἀπαγορεύοντα ἐς Σικελίαν διηγήσατο ὁ Κλειτόδημος, Κυρηναῖοι δὲ ἀνέθεσαν ἐν Δελφοῖς Βάττον ἐπὶ ἅρματι, ὃς ἐς Λιβύην ἤγαγε σφᾶς ναυσὶν ἐκ Θήρας. ἡνίοχος μὲν τοῦ ἅρματός ἐστι Κυρήνη, ἐπὶ δὲ τῷ ἅρματι Βάττος τε καὶ Λιβύη στεφανοῦσά ἐστιν αὐτόν· ἐποίησε δὲ Ἀμφίων Ἀκέστορος Κνώσσιος.
15.7. It is said that, after Battus had founded Cyrene, he was cured of his stammering in the following way. As he was passing through the territory of the Cyrenaeans, in the extreme parts of it, as yet desert, he saw a lion, and the terror of the sight compelled him to cry out in a clear and loud voice. Not far from the Battus the Amphictyons have set up yet another Apollo from the fine they inflicted on the Phocians for their sin against the god.
15.7. ἐπεὶ δὲ ᾤκισε Βάττος τὴν Κυρήνην, λέγεται καὶ τῆς φωνῆς γενέσθαι οἱ τοιόνδε ἴαμα· ἐπιὼν τῶν Κυρηναίων τὴν χώραν ἐν τοῖς ἐσχάτοις αὐτῆς ἐρήμοις ἔτι οὖσι θεᾶται λέοντα, καὶ αὐτὸν τὸ δεῖμα τὸ ἐκ τῆς θέας βοῆσαι σαφὲς καὶ μέγα ἠνάγκασεν. οὐ πόρρω δὲ τοῦ Βάττου καὶ ἄλλον ἔστησαν οἱ Ἀμφικτύονες Ἀπόλλωνα ἀπὸ τοῦ ἀδικήματος τοῦ ἐς τὸν θεὸν τῶν Φωκέων.
16.1. Of the offerings sent by the Lydian kings I found nothing remaining except the iron stand of the bowl of Alyattes. This is the work of Glaucus the Chian, the man who discovered how to weld iron. Each plate of the stand is fastened to another, not by bolts or rivets, but by the welding, which is the only thing that fastens and holds together the iron.
16.1. τῶν δὲ ἀναθημάτων ἃ οἱ βασιλεῖς ἀπέστειλαν οἱ Λυδῶν, οὐδὲν ἔτι ἦν αὐτῶν εἰ μὴ σιδηροῦν μόνον τὸ ὑπόθημα τοῦ Ἀλυάττου κρατῆρος. τοῦτο Γλαύκου μέν ἐστιν ἔργον τοῦ Χίου, σιδήρου κόλλησιν ἀνδρὸς εὑρόντος· ἔλασμα δὲ ἕκαστον τοῦ ὑποθήματος ἐλάσματι ἄλλῳ προσεχὲς οὐ περόναις ἐστὶν ἢ κέντροις, μόνη δὲ ἡ κόλλα συνέχει τε καὶ ἔστιν αὕτη τῷ σιδήρῳ δεσμός.
16.2. The shape of the stand is very like that of a tower, wider at the bottom and rising to a narrow top. Each side of the stand is not solid throughout, but the iron cross-strips are placed like the rungs of a ladder. The upright iron plates are turned outwards at the top, so forming a seat for the bowl.
16.2. σχῆμα δὲ τοῦ ὑποθήματος κατὰ πύργον μάλιστα ἐς μύουρον ἀνιόντα ἀπὸ εὐρυτέρου τοῦ κάτω· ἑκάστη δὲ πλευρὰ τοῦ ὑποθήματος οὐ διὰ πάσης πέφρακται, ἀλλά εἰσιν αἱ πλάγιαι τοῦ σιδήρου ζῶναι ὥσπερ ἐν κλίμακι οἱ ἀναβασμοί· τὰ δὲ ἐλάσματα τοῦ σιδήρου τὰ ὀρθὰ ἀνέστραπται κατὰ τὰ ἄκρα ἐς τὸ ἐκτός, καὶ ἕδρα τοῦτο ἦν τῷ κρατῆρι.
16.3. What is called the Omphalus (Navel) by the Delphians is made of white marble, and is said by the Delphians to be the center of all the earth. Pindar in one of his odes supports their view.
16.3. τὸν δὲ ὑπὸ Δελφῶν καλούμενον Ὀμφαλὸν λίθου πεποιημένον λευκοῦ, τοῦτο εἶναι τὸ ἐν μέσῳ γῆς πάσης αὐτοί τε λέγουσιν οἱ Δελφοὶ καὶ ἐν ᾠδῇ τινι Πίνδαρος ὁμολογοῦντά σφισιν ἐποίησεν.
16.4. There is here an offering of the Lacedaemonians, made by Calamis, depicting Hermione, daughter of Menelaus, who married Orestes, son of Agamemnon, having previously been wedded to Neoptolemus, the son of Achilles. The Aetolians have dedicated a statue of Eurydamus, general of the Aetolians, who was their leader in the war against the army of the Gauls.
16.4. Λακεδαιμονίων δὲ ἀνάθημά ἐστιν ἐνταῦθα, Καλάμιδος δὲ ἔργον, Ἑρμιόνη ἡ Μενελάου θυγάτηρ, ἡ συνοικήσασα Ὀρέστῃ τῷ Ἀγαμέμνονος καὶ ἔτι πρότερον Νεοπτολέμῳ τῷ Ἀχιλλέως. Εὐρύδαμον δὲ στρατηγόν τε Αἰτωλῶν καὶ στρατοῦ τοῦ Γαλατῶν ἐναντία ἡγησάμενον ἀνέθεσαν οἱ Αἰτωλοί.
16.5. On the mountains of Crete there is still in my time a city called Elyrus. Now the citizens sent to Delphi a bronze goat, which is suckling the babies, Phylacides and Philander. The Elyrians say that these were children of Apollo by the nymph Acacallis, and that Apollo mated with Acacallis in the house of Carmanor in the city of Tarrha.
16.5. ἔστι δὲ ἐν τοῖς Κρητικοῖς ὄρεσι καὶ κατʼ ἐμὲ ἔτι Ἔλυρος πόλις· οὗτοι οὖν αἶγα χαλκῆν ἀπέστειλαν ἐς Δελφούς, δίδωσι δὲ νηπίοις ἡ αἲξ Φυλακίδῃ καὶ Φιλάνδρῳ γάλα· παῖδας δὲ αὐτοὺς οἱ Ἐλύριοί φασιν Ἀπόλλωνός τε εἶναι καὶ Ἀκακαλλίδος νύμφης, συγγενέσθαι δὲ τῇ Ἀκακαλλίδι Ἀπόλλωνα ἐν πόλει Τάρρᾳ καὶ οἴκῳ Καρμάνορος.
16.6. The Euboeans of Carystus too set up in the sanctuary of Apollo a bronze ox, from spoils taken in the Persian war. The Carystians and the Plataeans dedicated oxen, I believe, because, having repulsed the barbarian, they had won a secure prosperity, and especially a land free to plough. The Aetolian nation, having subdued their neighbors the Acarnanians, sent statues of generals and images of Apollo and Artemis.
16.6. Καρύστιοι δὲ οἱ Εὐβοεῖς βοῦν καὶ οὗτοι χαλκοῦν παρὰ τῷ Ἀπόλλωνι ἔστησαν ἀπὸ ἔργου τοῦ Μηδικοῦ· βοῦς δὲ οἱ Καρύστιοι καὶ οἱ Πλαταιεῖς τὰ ἀναθήματα ἐποιήσαντο, ὅτι ἐμοὶ δοκεῖν ἀπωσάμενοι τὸν βάρβαρον τήν τε ἄλλην βεβαίως ἐκτήσαντο εὐδαιμονίαν καὶ ἀροῦν ἐλευθέραν τὴν γῆν. στρατηγῶν δὲ εἰκόνας καὶ Ἀπόλλωνά τε καὶ Ἄρτεμιν τὸ ἔθνος τὸ Αἰτωλικὸν ἀπέστειλαν καταστρεψάμενοι τοὺς ὁμόρους σφίσιν Ἀκαρνᾶνας.
16.7. I learnt a very strange thing that happened to the Liparaeans in a war with the Etruscans. For the Liparaeans were bidden by the Pythian priestess to engage the Etruscans with the fewest possible ships. So they put out against the Etruscans with five triremes. Their enemies, refusing to admit that their seamanship was unequal to that of the Liparaeans, went out to meet them with an equal number of ships. These the Liparaeans captured, as they did a second five that came out against them, overcoming too a third squadron of five, and likewise a fourth. So they dedicated at Delphi images of Apollo equal in number to the ships that they had captured.
16.7. παραλογώτατον δὲ ἐπυνθανόμην ὑπάρξαν Λιπαραίοις ἐς Τυρσηνούς. τοὺς γὰρ δὴ Λιπαραίους ἐναντία ναυμαχῆσαι τῶν Τυρσηνῶν ναυσὶν ὡς ἐλαχίσταις ἐκέλευσεν ἡ Πυθία. πέντε οὖν ἀνάγονται τριήρεσιν ἐπὶ τοὺς Τυρσηνούς· οἱ δὲ—ἀπηξίουν γὰρ μὴ ἀποδεῖν Λιπαραίων τὰ ναυτικά—ἀντανάγονταί σφισιν ἴσαις ναυσί. ταύτας τε οὖν αἱροῦσιν οἱ Λιπαραῖοι καὶ ἄλλας πέντε ὑστέρας σφίσιν ἀνταναχθείσας, καὶ τρίτην νεῶν πεντάδα καὶ ὡσαύτως τετάρτην ἐχειρώσαντο. ἀνέθεσαν οὖν ἐς Δελφοὺς ταῖς ἁλούσαις ναυσὶν ἀριθμὸν ἴσα Ἀπόλλωνος ἀγάλματα.
16.8. Echecratides of Larisa dedicated the small Apollo, said by the Delphians to have been the very first offering to be set up.
16.8. Ἐχεκρατίδης δὲ ἀνὴρ Λαρισαῖος τὸν Ἀπόλλωνα ἀνέθηκε τὸν μικρόν· καὶ ἁπάντων πρῶτον τεθῆναι τῶν ἀναθημάτων τοῦτό φασιν οἱ Δελφοί.
17.1. Of the non-Greeks in the west, the people of Sardinia have sent a bronze statue of him after whom they are called. In size and prosperity Sardinia is the equal of the most celebrated islands. What the ancient name was that the natives give it I do not know, but those of the Greeks who sailed there to trade called it Ichnussa, because the shape of the island is very like a man's footprint (ichnos). Its length is one thousand one hundred and twenty stades, and its breadth extends to four hundred and twenty.
17.1. βαρβάρων δὲ τῶν πρὸς τῇ ἑσπέρᾳ οἱ ἔχοντες Σαρδώ, εἰκόνα οὗτοι χαλκῆν τοῦ ἐπωνύμου σφίσιν ἀπέστειλαν. ἡ δὲ Σαρδὼ μέγεθος μὲν καὶ εὐδαιμονίαν ἐστὶν ὁμοία ταῖς μάλιστα ἐπαινουμέναις· ὄνομα δὲ αὐτῇ τὸ ἀρχαῖον ὅ τι μὲν ὑπὸ τῶν ἐπιχωρίων ἐγένετο οὐκ οἶδα, Ἑλλήνων δὲ οἱ κατʼ ἐμπορίαν ἐσπλέοντες Ἰχνοῦσσαν ἐκάλεσαν, ὅτι τὸ σχῆμα τῇ νήσῳ κατʼ ἴχνος μάλιστά ἐστιν ἀνθρώπου. μῆκος δὲ [ἀπʼ] αὐτῆς εἴκοσι στάδιοι καὶ ἑκατόν εἰσι καὶ χίλιοι, εὖρος δὲ ἐς εἴκοσί τε καὶ τετρακοσίους προήκει.
17.2. The first sailors to cross to the island are said to have been Libyans. Their leader was Sardus, son of Maceris, the Maceris surnamed Heracles by the Egyptians and Libyans. Maceris himself was celebrated chiefly for his journey to Delphi, but Sardus it was who led the Libyans to Ichnussa, and after him the island was renamed. However, the Libyan army did not expel the aboriginals, who received the invaders as settlers through compulsion rather than in goodwill. Neither the Libyans nor the native population knew how to build cities. They dwelt in scattered groups, where chance found them a home in cabins or caves.
17.2. πρῶτοι δὲ διαβῆναι λέγονται ναυσὶν ἐς τὴν νῆσον Λίβυες· ἡγεμὼν δὲ τοῖς Λίβυσιν ἦν Σάρδος ὁ Μακήριδος, Ἡρακλέους δὲ ἐπονομασθέντος ὑπὸ Αἰγυπτίων τε καὶ Λιβύων. Μακήριδι μὲν δὴ αὐτῷ τὰ ἐπιφανέστατα ὁδὸς ἐγένετο ἡ ἐς Δελφούς· Σάρδῳ δὲ ἡγεμονία τε ὑπῆρξε τῶν Λιβύων ἡ ἐς τὴν Ἰχνοῦσσαν καὶ τὸ ὄνομα ἀπὸ τοῦ Σάρδου τούτου μετέβαλεν ἡ νῆσος. οὐ μέντοι τούς γε αὐτόχθονας ἐξέβαλεν ὁ τῶν Λιβύων στόλος, σύνοικοι δὲ ὑπʼ αὐτῶν οἱ ἐπελθόντες ἀνάγκῃ μᾶλλον ἢ ὑπὸ εὐνοίας ἐδέχθησαν. καὶ πόλεις μὲν οὔτε οἱ Λίβυες οὔτε τὸ γένος τὸ ἐγχώριον ἠπίσταντο ποιήσασθαι· σποράδες δὲ ἐν καλύβαις τε καὶ σπηλαίοις, ὡς ἕκαστοι τύχοιεν, ᾤκησαν.
17.3. Years after the Libyans, there came to the island from Greece Aristaeus and his followers. Aristaeus is said to have been a son of Apollo and Cyrene, and they say that, deeply grieved by the fate of Actaeon, and vexed alike with Boeotia and the whole of Greece, he migrated to Sardinia.
17.3. ἔτεσι δὲ ὕστερον μετὰ τοὺς Λίβυας ἀφίκοντο ἐκ τῆς Ἑλλάδος ἐς τὴν νῆσον οἱ μετʼ Ἀρισταίου. παῖδα δὲ λέγουσιν Ἀρισταῖον Ἀπόλλωνός τε εἶναι καὶ Κυρήνης· ἐπὶ δὲ τοῦ Ἀκταίωνος περισσῶς ἀλγήσαντα τῇ συμφορᾷ καὶ Βοιωτίᾳ τε καὶ πάσῃ τῇ Ἑλλάδι κατὰ ταὐτὰ ἀχθόμενον, οὕτως ἐς τὴν Σαρδὼ μετοικῆσαί φασιν αὐτόν.
17.4. Others think that Daedalus too ran away from Camicus on this occasion, because of the invasion of the Cretans, and took a part in the colony that Aristaeus led to Sardinia. But it is nonsense to think that Daedalus, a contemporary of Oedipus, king of Thebes, had a part in a colony or anything else along with Aristaeus, who married Autonoe, the daughter of Cadmus. At any rate, these colonists too founded no city, the reason being, I think, that neither in numbers nor in strength were they capable of the task.
17.4. οἱ δὲ καὶ Δαίδαλον ἀποδρᾶναι τηνικαῦτα †καὶ οἴκου διὰ τὴν ἐπιστρατείαν τὴν Κρητῶν καὶ ἀποικίας ἐς τὴν Σαρδὼ μετασχεῖν τῷ Ἀρισταίῳ νομίζουσιν· ἔχοι δʼ ἂν λόγον οὐδένα Αὐτονόῃ τῇ Κάδμου συνοικήσαντι τῷ Ἀρισταίῳ Δαίδαλον ἢ ἀποικίας ἢ ἄλλου τινὸς μετεσχηκέναι, ὃς ἡλικίαν κατὰ Οἰδίποδα ἦν βασιλεύοντα ἐν Θήβαις. πόλιν δʼ οὖν οἰκίζουσιν οὐδεμίαν οὐδʼ οὗτοι, ὅτι ἀριθμῷ τε καὶ ἰσχύι ἐλάσσονες ἐμοὶ δοκεῖν ἢ κατὰ πόλεως ἦσαν οἰκισμόν.
17.5. After Aristaeus the Iberians crossed to Sardinia, under Norax as leader of the expedition, and they founded the city of Nora. The tradition is that this was the first city in the island, and they say that Norax was a son of Erytheia, the daughter of Geryones, with Hermes for his father. A fourth component part of the population was the army of Iolaus, consisting of Thespians and men from Attica, which put in at Sardinia and founded Olbia; by themselves the Athenians founded Ogryle, either in commemoration of one of their parishes in the home-land, or else because one Ogrylus himself took part in the expedition. Be this as it may, there are still today places in Sardinia called Iolaia, and Iolaus is worshipped by the inhabitants.
17.5. μετὰ δὲ Ἀρισταῖον Ἴβηρες ἐς τὴν Σαρδὼ διαβαίνουσιν ὑπὸ ἡγεμόνι τοῦ στόλου Νώρακι, καὶ ᾠκίσθη Νώρα πόλις ὑπὸ αὐτῶν· ταύτην πρώτην γενέσθαι πόλιν μνημονεύουσιν ἐν τῇ νήσῳ, παῖδα δὲ Ἐρυθείας τε τῆς Γηρυόνου καὶ Ἑρμοῦ λέγουσιν εἶναι τὸν Νώρακα. τετάρτη δὲ μοῖρα Ἰολάου Θεσπιέων τε καὶ ἐκ τῆς Ἀττικῆς στρατιὰ κατῆρεν ἐς Σαρδώ, καὶ Ὀλβίαν μὲν πόλιν οἰκίζουσιν, ἰδίᾳ δὲ Ὀγρύλην οἱ Ἀθηναῖοι διασώζοντες τῶν δήμων τῶν οἴκοι τινὸς τὸ ὄνομα· ἢ καὶ αὐτὸς τοῦ στόλου μετεῖχεν Ὀγρύλος. ἔστι δʼ οὖν καὶ κατʼ ἐμὲ ἔτι χωρία τε Ἰολάια ἐν τῇ Σαρδοῖ καὶ Ἰόλαος παρὰ τῶν οἰκητόρων ἔχει τιμάς.
17.6. When Troy was taken, among those Trojans who fled were those who escaped with Aeneas. A part of them, carried from their course by winds, reached Sardinia and intermarried with the Greeks already settled there. But the non-Greek element were prevented from coming to blows with the Greeks and Trojans, for the two enemies were evenly matched in all warlike equipment, while the river Thorsus, flowing between their territories, made both equally afraid to cross it.
17.6. Ἰλίου δὲ ἁλισκομένης ἄλλοι τε ἐκφεύγουσι τῶν Τρώων καὶ οἱ ἀποσωθέντες μετὰ Αἰνείου· τούτων μοῖρα ἀπενεχθεῖσα ὑπὸ ἀνέμων ἐς Σαρδὼ ἀνεμίχθησαν τοῖς προενοικοῦσιν Ἕλλησι. καταστῆναι δὲ ἐς μάχην τῷ Ἑλληνικῷ καὶ τοῖς Τρωσὶν ἐκώλυσε τοὺς βαρβάρους· παρασκευῇ τε γὰρ ἴσοι τῇ ἁπάσῃ τὰ ἐς πόλεμον ἦσαν καὶ ὁ Θόρσος ποταμὸς διὰ μέσου σφίσι ῥέων τῆς χώρας ἐπʼ ἴσης καὶ ἀμφοτέροις διαβαίνειν παρεῖχε δέος.
17.7. However, many years afterwards the Libyans crossed again to the island with a stronger army, and began a war against the Greeks. The Greeks were utterly destroyed, or only a few of them survived. The Trojans made their escape to the high parts of the island, and occupied mountains difficult to climb, being precipitous and protected by stakes. Even at the present day they are called Ilians, but in figure, in the fashion of their arms, and in their mode of living generally, they are like the Libyans.
17.7. ὕστερον μέντοι πολλοῖς ἔτεσιν οἱ Λίβυες ἐπεραιώθησάν τε αὖθις ἐς τὴν νῆσον στόλῳ μείζονι καὶ ἦρξαν ἐς τὸ Ἑλληνικὸν πολέμου. τὸ μὲν δὴ Ἑλληνικὸν ἐς ἅπαν ἐπέλαβε φθαρῆναι, ἢ ὀλίγον ἐγένετο ἐξ αὐτοῦ τὸ ὑπολειφθέν· οἱ δὲ Τρῶες ἐς τῆς νήσου τὰ ὑψηλὰ ἀναφεύγουσι, καταλαβόντες δὲ ὄρη δύσβατα ὑπὸ σκολόπων τε καὶ κρημνῶν Ἰλιεῖς μὲν ὄνομα καὶ ἐς ἐμὲ ἔτι ἔχουσι, Λίβυσι μέντοι τὰς μορφὰς καὶ τῶν ὅπλων τὴν σκευὴν καὶ ἐς τὴν πᾶσαν δίαιταν ἐοίκασιν.
17.8. Not far distant from Sardinia is an island, called Cyrnus by the Greeks, but Corsica by the Libyans who inhabit it. A large part of the population, oppressed by civil strife, left it and came to Sardinia; there they took up their abode, confining themselves to the highlands. The Sardinians, however, call them by the name of Corsicans, which they brought with them from home.
17.8. ἔστι δὲ νῆσος οὐ πολὺ ἀπέχουσα τῆς Σαρδοῦς, Κύρνος ὑπὸ Ἑλλήνων, ὑπὸ δὲ Λιβύων τῶν ἐνοικούντων καλουμένη Κορσική. ἐκ ταύτης μοῖρα οὐκ ἐλαχίστη στάσει πιεσθεῖσα ἀφίκετο ἐς τὴν Σαρδώ, καὶ ᾤκησαν τῆς χώρας ἀποτεμόμενοι τῆς ἐν τοῖς ὄρεσιν· ὑπὸ μέντοι τῶν ἐν τῇ Σαρδοῖ τῷ ὀνόματι ὀνομάζονται τῷ οἴκοθεν Κορσοί.
17.9. When the Carthaginians were at the height of their sea power, they overcame all in Sardinia except the Ilians and Corsicans, who were kept from slavery by the strength of the mountains. These Carthaginians, like those who preceded them, founded cities in the island, namely, Caralis and Sulci. Some of the Carthaginian mercenaries, either Libyans or Iberians, quarrelled about the booty, mutinied in a passion, and added to the number of the highland settlers. Their name in the Cyrnian language is Balari, which is the Cyrnian word for fugitives.
17.9. Καρχηδόνιοι δὲ ὅτε ναυτικῷ μάλιστα ἴσχυσαν, κατεστρέψαντο μὲν καὶ ἅπαντας τοὺς ἐν τῇ Σαρδοῖ πλὴν Ἰλιέων τε καὶ Κορσῶν—τούτοις δὲ μὴ ἐς δουλείαν ὑπαχθῆναι τὸ ἐχυρὸν ἤρκεσε τῶν ὀρῶν—, ᾤκισαν δὲ ἐν τῇ νήσῳ καὶ αὐτοὶ πόλιν οἱ Καρχηδόνιοι Κάραλίν τε καὶ Σύλκους. τοῦ δὲ ἐπικουρικοῦ τῶν Καρχηδονίων Λίβυες ἢ Ἴβηρες ἐς ἀμφισβήτησιν λαφύρων ἀφικόμενοι καὶ ὡς εἶχον ὀργῆς ἀποστάντες ἐσῳκίσαντο ἐς τὰ ὑψηλὰ καὶ οὗτοι τῆς νήσου. Βαλαροὶ τὸ ὄνομά ἐστιν αὐτοῖς κατὰ γλῶσσαν τὴν Κυρνίων· Βαλαροὺς γὰρ τοὺς φυγάδας καλοῦσιν οἱ Κύρνιοι.
17.10. These are the races that dwell in Sardinia, and such was the method of their settlement. The northern part of the island and that towards the mainland of Italy consist of an unbroken chain of impassable mountains. And if you sail along the coast you will find no anchorage on this side of the island, while violent but irregular gusts of wind sweep down to the sea from the tops of the mountains.
17.10. γένη μὲν τοσαῦτα τὴν Σαρδὼ καὶ ἐσῳκισμένα οὕτω νέμεται, τῆς δὲ νήσου τὰ πρὸς τῆς ἄρκτου καὶ ἠπείρου τῆς κατὰ Ἰταλίαν ἐστὶν ὄρη δύσβατα τὰ πέρατα συνάπτοντα ἀλλήλοις· καὶ ἢν παραπλέῃς, ναυσὶν ⟨οὔ⟩τε ὅρμους παρέχεται κατὰ τοῦτο ἡ νῆσος πνεύματά τε ἄτακτα καὶ ἰσχυρὰ αἱ ἄκραι τῶν ὀρῶν καταπέμπουσιν ἐς τὴν θάλασσαν.
17.11. Across the middle of the island runs another chain of mountains, but lower in height. The atmosphere here is on the whole heavy and unwholesome. The reason is partly the salt that crystallizes here, partly the oppressive, violent south wind, and partly the fact that, because of the height of the mountains on the side towards Italy, the north winds are prevented, when they blow in summer, from cooling the atmosphere and the ground here. Others say that the cause is Cyrnus, which is separated from Sardinia by no more than eight stades of sea, and is hilly and high all over. So they think that Cyrnus prevents the west wind and the north wind from reaching as far as Sardinia.
17.11. ἔστι δὲ καὶ ἄλλα διὰ μέσης αὐτῆς ὄρη χθαμαλώτερα. ὁ δὲ ἀὴρ ὁ ἐνταῦθα θολερός τε ὡς ἐπίπαν ἐστὶ καὶ νοσώδης· αἴτιοι δὲ οἵ τε ἅλες οἱ πηγνύμενοι καὶ ὁ νότος βαρὺς καὶ βίαιος ἐγκείμενος, οἱ ἄνεμοί τε οἱ ἀπὸ τῆς ἄρκτου διὰ τὸ ὑψηλὸν τῶν ὀρῶν τῶν πρὸς τῆς Ἰταλίας κωλύονται πνέοντες θέρους ὥρᾳ τόν τε ἀέρα τὸν ταύτῃ καὶ τὴν γῆν ἀναψύχειν. οἱ δὲ τὴν Κύρνον σταδίους φασὶν οὐ πλέονας ἀπὸ τῆς Σαρδοῦς ἢ ὀκτὼ τῇ θαλάσσῃ διείργεσθαι, ὀρεινήν τε οὖσαν καὶ ἐς ὕψος διὰ πάσης ἀνήκουσαν· τὸν Ζέφυρον οὖν καὶ Βορέαν ὑπὸ τῆς Κύρνου κωλύεσθαι νομίζουσι μὴ καὶ ἄχρι τῆς Σαρδοῦς ἐξικνεῖσθαι.
17.12. Neither poisonous nor harmless snakes can live in Sardinia, nor yet wolves. The he-goats are no bigger than those found elsewhere, but their shape is that of the wild ram which an artist would carve in Aeginetan style, except that their breasts are too shaggy to liken them to Aeginetan art. Their horns do not stand out away from the head, but curl straight beside the ears. In speed they are the swiftest of all beasts.
17.12. ὄφεις δὲ οὔτε ἐπὶ συμφορᾷ τῇ ἀνθρώπων οὔτε ὅσον ἀνώλεθρον αὐτῶν, οὐδὲ οἱ λύκοι τρέφεσθαι πεφύκασιν. οἱ δὲ τράγοι [ἄγριοι] μέγεθος μὲν τοὺς ἑτέρωθι οὐχ ὑπερβάλλουσιν, εἶδος δέ ἐστιν αὐτοῖς ὁποῖον ἐν πλαστικῇ τις ἂν τῇ Αἰγιναίᾳ ποιήσειεν ἀγρίου κριοῦ· τὰ μέντοι ἀμφὶ τὸ στῆθος δασύτερά ἐστιν αὐτοῖς ἢ ὡς πρὸς Αἰγιναίαν τέχνην εἰκάσαι· κέρατα δὲ οὐ διεστηκότα ἀπὸ τῆς κεφαλῆς, ἀλλὰ ἐς εὐθὺ παρὰ τὰ ὦτα ἔχουσιν ἐληλιγμένα· ὠκύτητι δὲ ἅπαντα τὰ θηρία ὑπερήρκασι.
17.13. Except for one plant the island is free from poisons. This deadly herb is like celery, and they say that those who eat it die laughing. Wherefore Homer, and men after him, call unwholesome laughter sardonic. The herb grows mostly around springs, but does not impart any of its poison to the water.I have introduced into my history of Phocis this account of Sardinia, because it is an island about which the Greeks are very ignorant.
17.13. πλὴν δὲ ἢ βοτάνης μιᾶς καθαρεύει καὶ ἀπὸ φαρμάκων ἡ νῆσος ὅσα ἐργάζεται θάνατον· ἡ πόα δὲ ἡ ὀλέθριος σελίνῳ μέν ἐστιν ἐμφερής, τοῖς φαγοῦσι δὲ γελῶσιν ἐπιγίνεσθαι τὴν τελευτὴν λέγουσιν. ἐπὶ τούτῳ δὲ Ὅμηρός τε καὶ οἱ ἔπειτα ἄνθρωποι τὸν ἐπὶ οὐδενὶ ὑγιεῖ Σαρδάνιον γέλωτα ὀνομάζουσι. φύεται δὲ μάλιστα ἡ πόα περὶ τὰς πηγάς, οὐ μέντοι μεταδίδωσί γε καὶ τῷ ὕδατι τοῦ ἰοῦ. τὸν μὲν δὴ περὶ τῆς Σαρδοῦς λόγον ἐπεισηγαγόμεθα ἐς τὴν Φωκίδα συγγραφήν, ὅτι οὐχ ἥκιστα καὶ ἐς ταύτην οἱ Ἕλληνες τὴν νῆσον ἀνηκόως εἶχον·
18.1. The horse next to the statue of Sardus was dedicated, says the Athenian Callias son of Lysimachides, in the inscription, by Callias himself from spoils he had taken in the Persian war. The Achaeans dedicated an image of Athena after reducing by siege one of the cities of Aetolia, the name of which was Phana. They say that the siege was not a short one, and being unable to take the city, they sent envoys to Delphi, to whom was given the following response:— Dwellers in the land of Pelops and in Achaia, who to PythoHave come to inquire how ye shall take a city,Come, consider what daily ration,Drunk by the folk, saves the city which has so drunk.
18.1. τὸν δὲ ἵππον, ὃς ἐφεξῆς τῇ εἰκόνι ἐστὶ τοῦ Σάρδου, Ἀθηναῖος Καλλίας Λυσιμαχίδου πατρὸς ἀναθεῖναί φησιν ἰδίᾳ περιποιησάμενος ἀπὸ τοῦ πρὸς Πέρσας πολέμου χρήματα. Ἀχαιοὶ δὲ ἀνέθεσαν Ἀθηνᾶς ἄγαλμα πόλιν τῶν ἐν Αἰτωλίᾳ παραστησάμενοι πολιορκίᾳ· τῇ πόλει δὲ ἣν εἷλον Φάνα τοὔνομα ἦν. γενέσθαι δὲ χρόνον φασὶν οὐκ ὀλίγον τῇ πολιορκίᾳ· καὶ ὡς ἀδυνάτως εἶχον ἑλεῖν τὴν πόλιν, θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς, καὶ αὐτοῖς ἀφίκετο μάντευμα·
18.2. For so ye may take the towered village of Phana. So not understanding what was the meaning of the oracle, they were minded to raise the siege and sail away, while the defenders paid no attention to them, one of their women coming from behind the walls to fetch water from the spring just under them. Some of the besiegers ran up and took the woman prisoner, who informed the Achaeans that the scanty water from the spring, that was fetched each night, was rationed among the besieged, who had nothing else to quench their thirst. So the Achaeans, by filling up the spring, captured the town.
18.2. γῆς Πέλοπος ναέται καὶ Ἀχαιίδος, οἳ ποτὶ Πυθώἤλθετε πευσόμενοι ὥς κε πτολίεθρον ἕλητε,ἀλλʼ ἄγε δὴ φράζεσθε λάχος πόσον ἦμαρ ἕκαστονλαῶν πινόντων ῥύεται πόλιν, ἡ δὲ πέπωκεν·οὕτω γάρ κεν ἕλοιτε Φάναν πυργήρεα κώμην. οὐ συνιέντες οὖν ὁποῖόν τι ἤθελεν ὁ χρησμὸς λέγειν, οἱ μὲν οἴκαδε ἀποπλεῖν ἐβουλεύοντο διαλύσαντες τὴν πολιορκίαν, οἱ δὲ ἐντὸς τοῦ τείχους οἵ τε ἄλλοι οὐδενὶ λόγῳ σφᾶς ἐνεποιοῦντο καὶ γυνὴ πρόεισιν ἐκ τοῦ τείχους ὕδωρ ἐκ τῆς ὑπὸ τῷ τείχει λαβεῖν πίδακος. ἐπιδραμόντες δὲ ἐκ τοῦ στρατεύματος αἰχμάλωτόν τε τὴν γυναῖκα αἱροῦσι καὶ διδάσκονται παρʼ αὐτῆς οἱ Ἀχαιοὶ ὅτι τὸ ὀλίγον τὸ ἐκ τῆς πίδακος ὕδωρ, ὁπότε ἐφʼ ἑκάστης λάβοιεν τῆς νυκτός, διεμετροῦντο αὐτό, καὶ ἄλλο ἦν τοῖς ἔνδον ἀλέξημα οὐδὲν ἐς δίψαν. οὕτω δὴ συγχέαντες οἱ Ἀχαιοὶ τὴν πηγὴν τὸ πόλισμα αἱροῦσιν.
18.4. By the side of this Athena the Rhodians of Lindus set up their image of Apollo. The Ambraciots dedicated also a bronze ass, having conquered the Molossians in a night battle. The Molossians had prepared an ambush for them by night. It chanced that an ass, being driven back from the fields, was chasing a she-ass with harsh braying and wanton gait, while the driver of the ass increased the din by his horrible, inarticulate yells. So the men in the Molossian ambush rushed out affrighted, and the Ambraciots, detecting the trap prepared for them, attacked in the night and overcame the Molossians in battle.
18.4. Ῥόδιοι δὲ οἱ ἐν Λίνδῳ παρὰ ταύτην τὴν Ἀθηνᾶν τὸ ἄγαλμα ἔστησαν τοῦ Ἀπόλλωνος. ἀνέθεσαν δὲ καὶ Ἀβρακιῶται χαλκοῦν ὄνον, νυκτομαχίᾳ Μολοσσοὺς νικήσαντες. λόχον μέν σφισιν ἐν νυκτὶ οἱ Μολοσσοὶ παρεσκεύασαν· ὄνου δέ, ὃς ἐλαυνόμενος ἐκ τοῦ ἀγροῦ τότε ἔτυχεν, ὄνον θήλειαν διώκοντος σὺν ὕβρει τε τῇ ἄλλῃ καὶ τραχύτητι τοῦ φθέγματος, ὡσαύτως δὲ καὶ τοῦ ἀνδρὸς ὃς τὸν ὄνον ἤλαυνε βοῶντος ἀσαφῆ τε καὶ ἄκοσμα, οὕτως οἵ τε ἐκ τῆς ἐνέδρας τῶν Μολοσσῶν ἐξανίστανται ταραχθέντες καὶ οἱ Ἀμβρακιῶται φωράσαντες τὰ ἐπὶ σφίσι βεβουλευμένα ἐπιχειροῦσιν ἐν τῇ νυκτί, καὶ ἐκράτησαν μάχῃ τῶν Μολοσσῶν.
18.5. The men of Orneae in Argolis, when hard pressed in war by the Sicyonians, vowed to Apollo that, if they should drive the host of the Sicyonians out of their native land, they would organize a daily procession in his honor at Delphi, and sacrifice victims of a certain kind and of a certain number. Well, they conquered the Sicyonians in battle. But finding the daily fulfillment of their vow a great expense and a still greater trouble, they devised the trick of dedicating to the god bronze figures representing a sacrifice and a procession.
18.5. Ὀρνεᾶται δὲ οἱ ἐν τῇ Ἀργολίδι πολέμῳ σφᾶς Σικυωνίων πιεζόντων τῷ Ἀπόλλωνι εὔξαντο, εἰ ἀπώσαιντο ἐκ τῆς πατρίδος τῶν Σικυωνίων τὸν στρατόν, πομπήν τε ἐν Δελφοῖς αὐτῷ στελεῖν ὁσημέραι καὶ ἱερεῖα θύσειν οἷα δὴ καὶ ὅσα ἀριθμόν. νικῶσί τε δὴ μάχῃ τοὺς Σικυωνίους, καὶ ὥς σφισιν ἐφʼ ἡμέρας πάσης ἀποδιδοῦσι τὰ κατὰ τὴν εὐχὴν δαπάνη τε ἦν μεγάλη καὶ μείζων ἔτι τοῦ ἀναλώματος ἡ ταλαιπωρία, οὕτω δὴ σόφισμα εὑρίσκουσιν ἀναθεῖναι τῷ θεῷ θυσίαν τε καὶ πομπὴν χαλκᾶ ποιήματα.
18.6. There is here one of the labours of Heracles, namely, his fight with the hydra. Tisagoras not only dedicated the offering, but also made it. Both the hydra and Heracles are of iron. To make images of iron is a very difficult task, involving great labour. So the work of Tisagoras, whoever he was, is marvellous. Very marvellous too are the heads of a lion and wild boar at Pergamus, also of iron, which were made as offerings to Dionysus.
18.6. ἔστιν ἐνταῦθα καὶ ἄθλων τῶν Ἡρακλέους τὸ ἐς τὴν ὕδραν, ἀνάθημά τε ὁμοῦ Τισαγόρου καὶ τέχνη, σιδήρου καὶ ἡ ὕδρα καὶ ὁ Ἡρακλῆς. σιδήρου δὲ ἐργασίαν τὴν ἐπὶ ἀγάλμασι χαλεπωτάτην καὶ πόνου συμβέβηκεν εἶναι πλείστου· θαύματος μὲν δὴ καὶ τοῦ Τισαγόρου τὸ ἔργον, ὅστις δὴ ὁ Τισαγόρας, θαύματος δὲ οὐκ ἐλαχίστου καὶ ἐν Περγάμῳ λέοντός τε καὶ ὑὸς ἀγρίου κεφαλαί, σιδήρου καὶ αὗται· Διονύσῳ δὲ ἀναθήματα σφᾶς ἐποιήσαντο.
18.7. The Phocians who live at Elateia, who held their city, with the help of Olympiodorus from Athens, when besieged by Cassander, sent to Apollo at Delphi a bronze lion. The Apollo, very near to the lion, was dedicated by the Massiliots as firstfruits of their naval victory over the Carthaginians. The Aetolians have made a trophy and the image of an armed woman, supposed to represent Aetolia. These were dedicated by the Aetolians when they had punished the Gauls for their cruelty to the Callians. A gilt statue, offered by Gorgias of Leontini, is a portrait of Gorgias himself.
18.7. Φωκέων δὲ οἱ ἔχοντες Ἐλάτειαν—ἀντέσχον γὰρ τῇ Κασσάνδρου πολιορκίᾳ Ὀλυμπιοδώρου σφίσιν ἐξ Ἀθηνῶν ἀμύνοντος—λέοντα τῷ Ἀπόλλωνι χαλκοῦν ἀποπέμπουσιν ἐς Δελφούς. ὁ δὲ Ἀπόλλων ὁ ἐγγυτάτω τοῦ λέοντος Μασσαλιωτῶν ἐστιν ἀπὸ τῆς πρὸς Καρχηδονίους ἀπαρχὴ ναυμαχίας. πεποίηται δὲ ὑπὸ Αἰτωλῶν τρόπαιόν τε καὶ γυναικὸς ἄγαλμα ὡπλισμένης, ἡ Αἰτωλία δῆθεν· ταῦτα ἀνέθεσαν ἐπιθέντες οἱ Αἰτωλοὶ Γαλάταις δίκην ὠμότητος ⟨τῆς⟩ ἐς Καλλιέας. ἐπίχρυσος δὲ εἰκών, ἀνάθημα Γοργίου τοῦ ἐκ Λεοντίνων, αὐτὸς Γοργίας ἐστίν [εἰκών].
19.1. Beside the Gorgias is a votive offering of the Amphictyons, representing Scyllis of Scione, who, tradition says, dived into the very deepest parts of every sea. He also taught his daughter Hydna to dive.
19.1. παρὰ δὲ τὸν Γοργίαν ἀνάθημά ἐστιν Ἀμφικτυόνων Σκιωναῖος Σκύλλις, ὃς καταδῦναι καὶ ἐς τὰ βαθύτατα θαλάσσης πάσης ἔχει φήμην· ἐδιδάξατο δὲ καὶ Ὕδναν τὴν θυγατέρα δύεσθαι.
19.2. When the fleet of Xerxes was attacked by a violent storm off Mount Pelion, father and daughter completed its destruction by dragging away under the sea the anchors and any other security the triremes had. In return for this deed the Amphictyons dedicated statues of Scyllis and his daughter. The statue of Hydna completed the number of the statues that Nero carried off from Delphi. Only those of the female sex who are pure virgins may dive into the sea.
19.2. οὗτοι περὶ τὸ ὄρος τὸ Πήλιον ἐπιπεσόντος ναυτικῷ τῷ Ξέρξου βιαίου χειμῶνος προσεξειργάσαντό σφισιν ἀπώλειαν, τάς τε ἀγκύρας καὶ εἰ δή τι ἄλλο ἔρυμα ταῖς τριήρεσιν ἦν ὑφέλκοντες. ἀντὶ τούτου μὲν οἱ Ἀμφικτύονες καὶ αὐτὸν Σκύλλιν καὶ τὴν παῖδα ἀνέθεσαν· ἐν δὲ τοῖς ἀνδριᾶσιν ὁπόσους Νέρων ἔλαβεν ἐκ Δελφῶν, ἐν τούτοις τὸν ἀριθμὸν καὶ τῆς Ὕδνης ἀπεπλήρωσεν ἡ εἰκών. [καταδύονται δὲ ἐς θάλασσαν γένους τοῦ θήλεος αἱ καθαρῶς ἔτι παρθένοι.]