39.4. Next to Eleusis is the district called Megaris. This too belonged to Athens in ancient times, Pylas the king having left it to Pandion. My evidence is this; in the land is the grave of Pandion, and Nisus, while giving up the rule over the Athenians to Aegeus, the eldest of all the family, was himself made king of Megara and of the territory as far as Corinth. Even at the present day the port of the Megarians is called Nisaea after him. Subsequently in the reign of Codrus the Peloponnesians made an expedition against Athens. Having accomplished nothing brilliant, on their way home they took Megara from the Athenians, and gave it as a dwelling-place to such of the Corinthians and of their other allies as wished to go there.
39.4. Ἐλευσῖνι δὲ ἤδη πλησιόχωρος ⟨ἡ⟩ καλουμένη Μεγαρίς· τῆς Ἀθηναίων ἦν καὶ αὕτη τὸ ἀρχαῖον, Πύλα τοῦ βασιλέως καταλιπόντος Πανδίονι. μαρτύρια δέ μοι τάφος τε Πανδίονος ἐν τῇ γῇ καὶ Νῖσος Αἰγεῖ μὲν πρεσβυτάτῳ τοῦ παντὸς γένους παραχωρήσας Ἀθηναίων ἄρχειν, αὐτὸς δὲ Μεγάρων καὶ τῆς ἄχρι Κορίνθου βασιλεύειν ἀξιωθείς· Νίσαιά τε ἔτι καὶ νῦν Μεγαρεῦσιν ἐπίνειον ἀπʼ αὐτοῦ καλεῖται. Κόδρου δὲ ὕστερον βασιλεύοντος στρατεύουσιν ἐπʼ Ἀθήνας Πελοποννήσιοι· καὶ ὡς οὐδὲν ἀποδειξάμενοι λαμπρὸν ἐκομίζοντο ὀπίσω, Μέγαρα Ἀθηναίων ἑλόντες Κορινθίων καὶ τῶν ἄλλων συμμάχων τοῖς ἐθέλουσιν ἔδωκαν οἰκῆσαι.
39.5. In this way the Megarians changed their customs and dialect and became Dorians, and they say that the city received its name when Car the son of Phoroneus was king in this land. It was then they say that sanctuaries of Demeter were first made by them, and then that men used the name Megara (Chambers). This is their history according to the Megarians themselves. But the Boeotians declare that Megareus, son of Poseidon, who dwelt in Onchestus, came with an army of Boeotians to help Nisus wage the war against Minos; that falling in the battle he was buried on the spot, and the city was named Megara from him, having previously been called Nisa.
39.5. Μεγαρεῖς μὲν οὕτως ἔθη καὶ φωνὴν μεταβαλόντες Δωριεῖς γεγόνασι, κληθῆναι δὲ οὕτω τὴν πόλιν φασὶν ἐπὶ Καρὸς τοῦ Φορωνέως ἐν τῇ γῇ ταύτῃ βασιλεύοντος· τότε πρῶτον λέγουσιν ἱερὰ γενέσθαι Δήμητρος αὐτοῖς, τότε ἀνθρώπους ὀνομάσαι Μέγαρα. οὕτω μὲν αὐτοὶ περὶ σφῶν Μεγαρεῖς λέγουσι· Βοιωτοὶ δὲ ἐν Ὀγχηστῷ Μεγαρέα τὸν Ποσειδῶνος οἰκοῦντα ἀφικέσθαι στρατιᾷ Βοιωτῶν φασι Νίσῳ τὸν πρὸς Μίνω πόλεμον συνδιοίσοντα, πεσόντα δὲ αὐτὸν ἐν τῇ μάχῃ ταφῆναί τε αὐτοῦ καὶ τῇ πόλει Μέγαρα ὄνομα ἀπὸ τούτου γενέσθαι, πρότερον Νίσᾳ καλουμένῃ.
39.6. In the twelfth generation after Car the son of Phoroneus the Megarians say that Lelex arrived from Egypt and became king, and that in his reign the tribe Leleges received its name. Lelex they say begat Cleson, Cleson Pylas and Pylas Sciron, who married the daughter of Pandion and afterwards disputed with Nisus, the son of Pandion, about the throne, the dispute being settled by Aeacus, who gave the kingship to Nisus and his descendants, and to Sciron the leadership in war. They say further that Nisus was succeeded by Megareus, the son of Poseidon, who married Iphinoe, the daughter of Nisus, but they ignore altogether the Cretan war and the capture of the city in the reign of Nisus.
39.6. δωδεκάτῃ δὲ ὕστερον μετὰ Κᾶρα τὸν Φορωνέως γενεᾷ λέγουσιν οἱ Μεγαρεῖς Λέλεγα ἀφικόμενον ἐξ Αἰγύπτου βασιλεῦσαι καὶ τοὺς ἀνθρώπους κληθῆναι Λέλεγας ἐπὶ τῆς ἀρχῆς αὐτοῦ· Κλήσωνος δὲ τοῦ Λέλεγος γενέσθαι Πύλαν, τοῦ Πύλα ⟨δὲ⟩ Σκίρωνα· ⟨τοῦτον⟩ συνοικῆσαι Πανδίονος θυγατρί, καὶ ὕστερον Νίσῳ τῷ Πανδίονος ἐς ἀμφισβήτησιν ἐλθεῖν περὶ τῆς ἀρχῆς Σκίρωνα καί σφισιν Αἰακὸν δικάσαι, βασιλείαν μὲν διδόντα Νίσῳ καὶ τοῖς ἀπογόνοις, Σκίρωνι δὲ ἡγεμονίαν εἶναι πολέμου. Μεγαρέα δὲ τὸν Ποσειδῶνος θυγατρὶ Νίσου συνοικήσαντα Ἰφινόῃ διαδέξασθαι τὴν τοῦ Νίσου φασὶν ἀρχήν· τὸν δὲ Κρητικὸν πόλεμον καὶ τὴν ἐπὶ Νίσου βασιλεύοντος ἅλωσιν τῆς πόλεως οὐκ ἐθέλουσιν εἰδέναι.
40.1. There is in the city a fountain, which was built for the citizens by Theagenes, whom I have mentioned previously as having given his daughter in marriage to Cylon the Athenian. This Theagenes upon becoming tyrant built the fountain, which is noteworthy for its size, beauty and the number of its pillars. Water flows into it called the water of the Sithnid nymphs. The Megarians say that the Sithnid nymphs are native, and that one of them mated with Zeus; that Megarus, a son of Zeus and of this nymph, escaped the flood in the time of Deucalion, and made his escape to the heights of Gerania. The mountain had not yet received this name, but was then named Gerania (Crane Hill) because cranes were flying and Megarus swam towards the cry of the birds.
40.1. ἔστι δὲ ἐν τῇ πόλει κρήνη, ἥν σφισιν ᾠκοδόμησε Θεαγένης, οὗ καὶ πρότερον τούτων ἐπεμνήσθην θυγατέρα αὐτὸν συνοικίσαι Κύλωνι Ἀθηναίῳ. οὗτος ὁ Θεαγένης τυραννήσας ᾠκοδόμησε τὴν κρήνην μεγέθους ἕνεκα καὶ κόσμου καὶ ἐς τὸ πλῆθος τῶν κιόνων θέας ἀξίαν· καὶ ὕδωρ ἐς αὐτὴν ῥεῖ καλούμενον Σιθνίδων νυμφῶν. τὰς δὲ Σιθνίδας νύμφας λέγουσι Μεγαρεῖς εἶναι μέν σφισιν ἐπιχωρίας, μιᾷ δὲ αὐτῶν [θυγατρὶ] συγγενέσθαι Δία, Μέγαρόν τε παῖδα ὄντα Διὸς καὶ ταύτης δὴ τῆς νύμφης ἐκφυγεῖν τὴν ἐπὶ Δευκαλίωνός ποτε ἐπομβρίαν, ἐκφυγεῖν δὲ πρὸς τὰ ἄκρα τῆς Γερανίας, οὐκ ἔχοντός πω τοῦ ὄρους τὸ ὄνομα τοῦτο, ἀλλὰ —νήχεσθαι γὰρ πετομένων γεράνων πρὸς τὴν βοὴν τῶν ὀρνίθων αὐτόν—διὰ τοῦτο Γερανίαν τὸ ὄρος ὀνομασθῆναι.
40.2. Not far from this fountain is an ancient sanctuary, and in our day likenesses stand in it of Roman emperors, and a bronze image is there of Artemis surnamed Saviour. There is a story that a detachment of the army of Mardonius, having over run Megaris, wished to return to Mardonius at Thebes, but that by the will of Artemis night came on them as they marched, and missing their way they turned into the hilly region. Trying to find out whether there was a hostile force near they shot some missiles. The rock near groaned when struck, and they shot again with greater eagerness, until at last they used up all their arrows thinking that they were shooting at the enemy.
40.2. τῆς δὲ κρήνης οὐ πόρρω ταύτης ἀρχαῖόν ἐστιν ἱερόν, εἰκόνες δὲ ἐφʼ ἡμῶν ἑστᾶσιν ἐν αὐτῷ βασιλέων Ῥωμαίων καὶ ἄγαλμα [τε] κεῖται χαλκοῦν Ἀρτέμιδος ἐπίκλησιν Σωτείρας. φασὶ δὲ ἄνδρας τοῦ Μαρδονίου στρατοῦ καταδραμόντας τὴν Μεγαρίδα ἀποχωρεῖν ἐς Θήβας ὀπίσω παρὰ Μαρδόνιον ἐθέλειν, γνώμῃ δὲ Ἀρτέμιδος νύκτα τε ὁδοιποροῦσιν ἐπιγενέσθαι καὶ τῆς ὁδοῦ σφᾶς ἁμαρτόντας ἐς τὴν ὀρεινὴν τραπέσθαι τῆς χώρας· πειρωμένους δὲ ⟨εἰ⟩ στράτευμα ἐγγὺς εἴη πολέμιον ἀφιέναι τῶν βελῶν, καὶ τὴν πλησίον πέτραν στένειν βαλλομένην, τοὺς δὲ αὖθις τοξεύειν προθυμίᾳ πλέονι.
40.3. When the day broke, the Megarians attacked, and being men in armour fighting against men without armour who no longer had even a supply of missiles, they killed the greater number of their opponents. For this reason they had an image made of Artemis Saviour. Here are also images of the gods named the Twelve, said to be the work of Praxiteles. But the image of Artemis herself was made by Strongylion.
40.3. τέλος δὲ αὐτοῖς ἀναλωθῆναι τοὺς ὀιστοὺς ἐς ἄνδρας πολεμίους τοξεύειν [προθυμίᾳ πλέονι] νομίζουσιν· ἡμέρα τε ὑπεφαίνετο καὶ οἱ Μεγαρεῖς ἐπῄεσαν, μαχόμενοι δὲ ὁπλῖται πρὸς ἀνόπλους καὶ οὐδὲ βελῶν εὐποροῦντας ἔτι φονεύουσιν αὐτῶν τοὺς πολλούς· καὶ ἐπὶ τῷδε Σωτείρας ἄγαλμα ἐποιήσαντο Ἀρτέμιδος. ἐνταῦθα καὶ τῶν δώδεκα ὀνομαζομένων θεῶν ἐστιν ἀγάλματα ἔργα εἶναι λεγόμενα Πραξιτέλους· τὴν δὲ Ἄρτεμιν αὐτὴν Στρογγυλίων ἐποίησε.
40.4. After this when you have entered the precinct of Zeus called the Olympieum you see a note worthy temple. But the image of Zeus was not finished, for the work was interrupted by the war of the Peloponnesians against the Athenians, in which the Athenians every year ravaged the land of the Megarians with a fleet and an army, damaging public revenues and bringing private families to dire distress. The face of the image of Zeus is of ivory and gold, the other parts are of clay and gypsum. The artist is said to have been Theocosmus, a native, helped by Pheidias. Above the head of Zeus are the Seasons and Fates, and all may see that he is the only god obeyed by Destiny, and that he apportions the seasons as is due. Behind the temple lie half-worked pieces of wood, which Theocosmus intended to overlay with ivory and gold in order a complete the image of Zeus.
40.4. μετὰ ταῦτα ἐς τὸ τοῦ Διὸς τέμενος ἐσελθοῦσι καλούμενον Ὀλυμπιεῖον ναός ἐστι θέας ἄξιος· τὸ δὲ ἄγαλμα οὐκ ἐξειργάσθη τοῦ Διός, ἐπιλαβόντος τοῦ Πελοποννησίων πολέμου πρὸς Ἀθηναίους, ἐν ᾧ καὶ ναυσὶν ἀνὰ πᾶν ἔτος καὶ στρατῷ φθείροντες Μεγαρεῦσιν Ἀθηναῖοι τὴν χώραν τά τε κοινὰ ἐκάκωσαν καὶ ἰδίᾳ τοὺς οἴκους ἤγαγον ἐς τὸ ἔσχατον ἀσθενείας. τῷ δὲ ἀγάλματι τοῦ Διὸς πρόσωπον ἐλέφαντος καὶ χρυσοῦ, τὰ δὲ λοιπὰ πηλοῦ τέ ἐστι καὶ γύψου· ποιῆσαι δὲ αὐτὸ Θεόκοσμον λέγουσιν ἐπιχώριον, συνεργάσασθαι δέ οἱ Φειδίαν. ὑπὲρ δὲ τῆς κεφαλῆς τοῦ Διός εἰσιν Ὧραι καὶ Μοῖραι· δῆλα δὲ πᾶσι τὴν πεπρωμένην μόνῳ οἱ πείθεσθαι καὶ τὰς ὥρας τὸν θεὸν τοῦτον νέμειν ἐς τὸ δέον. ὄπισθε δὲ τοῦ ναοῦ κεῖται ξύλα ἡμίεργα· ταῦτα ἔμελλεν ὁ Θεόκοσμος ἐλέφαντι καὶ χρυσῷ κοσμήσας τὸ ἄγαλμα ἐκτελέσειν τοῦ Διός.
40.5. In the temple itself is dedicated a bronze ram of a galley. This ship they say that they captured off Salamis in a naval action with the Athenians. The Athenians too admit that for a time they evacuated the island before the Megarians, saying that after wards Solon wrote elegiac poems and encouraged them, and that thereupon the Athenians challenged their enemies, won the war and recovered Salamis. But the Megarians say that exiles from themselves, whom they call Dorycleans, reached the colonists in Salamis and betrayed the island to the Athenians.
40.5. ἐν δὲ αὐτῷ τῷ ναῷ τριήρους ἀνάκειται χαλκοῦν ἔμβολον· ταύτην τὴν ναῦν λαβεῖν φασι περὶ Σαλαμῖνα ναυμαχήσαντες πρὸς Ἀθηναίους· ὁμολογοῦσι δὲ καὶ Ἀθηναῖοι χρόνον τινὰ Μεγαρεῦσιν ἀποστῆναι τῆς νήσου, Σόλωνα δὲ ὕστερόν φασιν ἐλεγεῖα ποιήσαντα προτρέψαι σφᾶς, καταστῆναι δὲ ἐπὶ τούτοις ⟨ἐς⟩ ἀμφισβήτησιν Ἀθηναῖοι, κρατήσαντες δὲ πολέμῳ Σαλαμῖνα αὖθις ἔχειν. Μεγαρεῖς δὲ παρὰ σφῶν λέγουσιν ἄνδρας φυγάδας, οὓς Δορυκλείους ὀνομάζουσιν, ἀφικομένους παρὰ τοὺς ἐν Σαλαμῖνι κληρούχους προδοῦναι Σαλαμῖνα Ἀθηναίοις.
40.6. After the precinct of Zeus, when you have ascended the citadel, which even at the present day is called Caria from Car, son of Phoroneus, you see a temple of Dionysus Nyctelius (Nocturnal), a sanctuary built to Aphrodite Epistrophia (She who turns men to love), an oracle called that of Night and a temple of Zeus Conius (Dusty) without a roof. The image of Asclepius and also that of Health were made by Bryaxis. Here too is what is called the Chamber of Demeter, built, they say, by Car when he was king.
40.6. μετὰ δὲ τοῦ Διὸς τὸ τέμενος ἐς τὴν ἀκρόπολιν ἀνελθοῦσι καλουμένην ἀπὸ Καρὸς τοῦ Φορωνέως καὶ ἐς ἡμᾶς ἔτι Καρίαν, ἔστι μὲν Διονύσου ναὸς Νυκτελίου, πεποίηται δὲ Ἀφροδίτης Ἐπιστροφίας ἱερὸν καὶ Νυκτὸς καλούμενόν ἐστι μαντεῖον καὶ Διὸς Κονίου ναὸς οὐκ ἔχων ὄροφον. τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἄγαλμα Βρύαξις καὶ αὐτὸ καὶ τὴν Ὑγείαν ἐποίησεν. ἐνταῦθα καὶ τῆς Δήμητρος τὸ καλούμενον μέγαρον· ποιῆσαι δὲ αὐτὸ βασιλεύοντα Κᾶρα ἔλεγον.
41.1. On coming down from the citadel, where the ground turns northwards, is the tomb of Alcmena, near the Olympieum. They say that as she was walking from Argos to Thebes she died on the way at Megara, and that the Heracleidae fell to disputing, some wishing to carry the corpse of Alcmena back to Argos, others wishing to take it to Thebes, as in Thebes were buried Amphitryon and the children of Heracles by Megara. But the god in Delphi gave them an oracle that it was better for them to bury Alcmena in Megara.
41.1. ἐκ δὲ τῆς ἀκροπόλεως κατιοῦσιν, ᾗ πρὸς ἄρκτον τέτραπται τὸ χωρίον, μνῆμά ἐστιν Ἀλκμήνης πλησίον τοῦ Ὀλυμπιείου. βαδίζουσαν γὰρ ἐς Θήβας ἐξ Ἄργους τελευτῆσαι καθʼ ὁδὸν λέγουσιν αὐτὴν ἐν τοῖς Μεγάροις, καὶ τοὺς Ἡρακλείδας ἐς ἀμφισβήτησιν ἐλθεῖν, τοὺς μὲν ἐς Ἄργος ἐθέλοντας ὀπίσω κομίσαι τὸν νεκρὸν τῆς Ἀλκμήνης, τοὺς δʼ αὐτῶν ἐς Θήβας· καὶ γὰρ τοῖς Ἡρακλέους παισὶ τοῖς ἐκ Μεγάρας τάφον εἶναι καὶ Ἀμφιτρύωνος ἐν Θήβαις. ὁ δὲ ἐν Δελφοῖς θεὸς ἔχρησε θάψαι Ἀλκμήνην ἐν τοῖς Μεγάροις ἄμεινον εἶναί σφισιν.
41.2. From this place the local guide took us to a place which he said was named Rhus (Stream), for that water once flowed here from the mountains above the city. But Theagenes, who was tyrant at that time, turned the water into another direction and made here an altar to Achelous. Hard by is the tomb of Hyllus, son of Heracles, who fought a duel with an Arcadian, Echemus the son of Aeropus. Who the Echemus was who killed Hyllus I will tell in another part of my narrative, but Hyllus also is buried at Megara. These events might correctly be called an expedition of the Heracleidae into the Peloponnesus in the reign of Orestes.
41.2. ἐντεῦθεν ὁ τῶν ἐπιχωρίων ἡμῖν ἐξηγητὴς ἡγεῖτο ἐς χωρίον Ῥοῦν ὡς ἔφασκεν ὀνομαζόμενον, ταύτῃ γὰρ ὕδωρ ποτὲ ἐκ τῶν ὀρῶν τῶν ὑπὲρ τὴν πόλιν ῥυῆναι· Θεαγένης δέ, ὃς τότε ἐτυράννει, τὸ ὕδωρ ἑτέρωσε τρέψας βωμὸν ἐνταῦθα Ἀχελῴῳ ἐποίησε. καὶ Ὕλλου πλησίον τοῦ Ἡρακλέους μνῆμά ἐστιν ἀνδρὶ Ἀρκάδι Ἐχέμῳ τῷ Ἀερόπου μονομαχήσαντος· καὶ ὅστις μὲν Ἔχεμος ὢν ἀπέκτεινεν Ὕλλον, ἑτέρωθι τοῦ λόγου δηλώσω, τέθαπται δὲ καὶ Ὕλλος ἐν τοῖς Μεγάροις. αὕτη καλοῖτο ἂν ὀρθῶς στρατεία τῶν Ἡρακλειδῶν ἐς Πελοπόννησον ἐπὶ Ὀρέστου βασιλεύοντος.
41.3. Not far from the tomb of Hyllus is a temple of Isis, and beside it one of Apollo and of Artemis. They say that Alcathous made it after killing the lion called Cithaeronian. By this lion they say many were slain, including Euippus, the son of Megareus their king, whose elder son Timalcus had before this been killed by Theseus while on a campaign with the Dioscuri against Aphidna. Megareus they say promised that he who killed the Cithaeronian lion should marry his daughter and succeed him in the kingdom. Alcathous therefore, son of Pelops, attacked the beast and overcame it, and when he came to the throne he built this sanctuary, surnaming Artemis Agrotera (Huntress) and Apollo Agraeus (Hunter).
41.3. οὐ πόρρω δὲ τοῦ Ὕλλου μνήματος Ἴσιδος ναὸς καὶ παρʼ αὐτὸν Ἀπόλλωνός ἐστι καὶ Ἀρτέμιδος· Ἀλκάθουν δέ φασι ποιῆσαι ἀποκτείναντα λέοντα τὸν καλούμενον Κιθαιρώνιον. ὑπὸ τούτου τοῦ λέοντος διαφθαρῆναι καὶ ἄλλους καὶ Μεγαρέως φασὶ τοῦ σφετέρου βασιλέως παῖδα Εὔιππον, τὸν δὲ πρεσβύτερον τῶν παίδων αὐτῷ Τίμαλκον ἔτι πρότερον ἀποθανεῖν ὑπὸ Θησέως, στρατεύοντα ἐς Ἄφιδναν σὺν τοῖς Διοσκούροις· Μεγαρέα δὲ γάμον τε ὑποσχέσθαι θυγατρὸς καὶ ὡς διάδοχον ἕξει τῆς ἀρχῆς, ὅστις τὸν Κιθαιρώνιον λέοντα ἀποκτείναι· διὰ ταῦτα Ἀλκάθουν τὸν Πέλοπος ἐπιχειρήσαντα τῷ θηρίῳ κρατῆσαί τε καὶ ὡς ἐβασίλευσε τὸ ἱερὸν ποιῆσαι τοῦτο, Ἀγροτέραν Ἄρτεμιν καὶ Ἀπόλλωνα Ἀγραῖον ἐπονομάσαντα.
41.4. Such is the account of the Megarians; but although I wish my account to agree with theirs, yet I cannot accept everything they say. I am ready to believe that a lion was killed by Alcathous on Cithaeron, but what historian has re corded that Timalcus the son of Megareus came with the Dioscuri to Aphidna? And supposing he had gone there, how could one hold that he had been killed by Theseus, when Alcman wrote a poem on the Dioscuri, in which he says that they captured Athens and carried into captivity the mother of Theseus, but Theseus himself was absent?
41.4. ταῦτα μὲν οὕτω γενέσθαι λέγουσιν· ἐγὼ δὲ γράφειν μὲν ἐθέλω Μεγαρεῦσιν ὁμολογοῦντα, οὐκ ἔχω δὲ ὅπως εὕρωμαι πάντα σφίσιν, ἀλλὰ ἀποθανεῖν μὲν λέοντα ἐν τῷ Κιθαιρῶνι ὑπὸ Ἀλκάθου πείθομαι, Μεγαρέως δὲ Τίμαλκον παῖδα τίς μὲν ἐς Ἄφιδναν ἐλθεῖν μετὰ τῶν Διοσκούρων ἔγραψε; πῶς δʼ ἂν ἀφικόμενος ἀναιρεθῆναι νομίζοιτο ὑπὸ Θησέως, ὅπου καὶ Ἀλκμὰν ποιήσας ᾆσμα ἐς τοὺς Διοσκούρους, ὡς Ἀθήνας ἕλοιεν καὶ τὴν Θησέως ἀγάγοιεν μητέρα αἰχμάλωτον, ὅμως Θησέα φησὶν αὐτὸν ἀπεῖναι;
41.5. Pindar in his poems agrees with this account, saying that Theseus, wishing to be related to the Dioscuri, carried off Helen and kept her until he departed to carry out with Peirithous the marriage that they tell of. Whoever has studied genealogy finds the Megarians guilty of great silliness, since Theseus was a descendant of Pelops. The fact is that the Megarians know the true story but conceal it, not wishing it to be thought that their city was captured in the reign of Nisus, but that both Megareus, the son-in-law of Nisus, and Alcathous, the son-in-law of Megareus, succeeded their respective fathers-in-law as king.
41.5. Πίνδαρος δὲ τούτοις τε κατὰ ταὐτὰ ἐποίησε καὶ γαμβρὸν τοῖς Διοσκούροις Θησέα εἶναι βουλόμενον ⟨ἁρπασθεῖσαν τὴν Ἑλένην διαφυλάξαι⟩, ἐς ὃ ἀπελθεῖν αὐτὸν Πειρίθῳ τὸν λεγόμενον γάμον συμπράξοντα. ὅστις δὲ ἐγενεαλόγησε, δῆλον ὡς πολλὴν τοῖς Μεγαρεῦσι σύνοιδεν εὐήθειαν, εἴ γε Θησεὺς ἦν ἀπόγονος Πέλοπος· ἀλλὰ γὰρ τὸν ὄντα λόγον οἱ Μεγαρεῖς εἰδότες ἐπικρύπτουσιν, οὐ βουλόμενοι δοκεῖν ἁλῶναί σφισιν ἐπὶ τῆς ἀρχῆς τῆς Νίσου τὴν πόλιν, διαδέξασθαι δὲ τὴν βασιλείαν γαμβρὸν Νίσου τε Μεγαρέα καὶ αὖθις Ἀλκάθουν Μεγαρέως.
41.6. It is evident that Alcathous arrived from Elis just at the time when Nisus had died and the Megarians had lost everything. Witness to the truth of my statements the fact that he built the wall afresh from the beginning, the old one round the city having been destroyed by the Cretans. Let so much suffice for Alcathous and for the lion, whether it was on Cithaeron or elsewhere that the killing took place that caused him to make a temple to Artemis Agrotera and Apollo Agraeus. On going down from this sanctuary you see the shrine of the hero Pandion. My narrative has already told how Pandion was buried on what is called the Rock of Athena Aethyia (Gannet). He receives honors from the Megarians in the city as well.
41.6. φαίνεται δὲ τελευτήσαντος Νίσου καὶ τῶν πραγμάτων Μεγαρεῦσιν ἐφθαρμένων ὑπὸ τοῦτον Ἀλκάθους ἀφικόμενος τὸν καιρὸν ἐξ Ἤλιδος· μαρτύριον δέ μοι· τὸ γὰρ τεῖχος ᾠκοδόμησεν ἐξ ἀρχῆς ἅτε τοῦ περιβόλου τοῦ ἀρχαίου καθαιρεθέντος ὑπὸ τῶν Κρητῶν. Ἀλκάθου μὲν καὶ τοῦ λέοντος, εἴτε ἐν τῷ Κιθαιρῶνι αὐτὸν εἴτε καὶ ἑτέρωθι ἀποκτείνας ναὸν Ἀγροτέρας Ἀρτέμιδος καὶ Ἀπόλλωνος ἐποίησεν Ἀγραίου, ἐς τοσόνδε ἔστω μνήμη· ἐκ τούτου δὲ τοῦ ἱεροῦ κατιοῦσι Πανδίονός ἐστιν ἡρῷον. καὶ ὅτι μὲν ἐτάφη Πανδίων ἐν Αἰθυίας Ἀθηνᾶς καλουμένῳ σκοπέλῳ, δεδήλωκεν ὁ λόγος ἤδη μοι· τιμὰς δὲ καὶ ἐν τῇ πόλει παρὰ Μεγαρέων ἔχει.
41.7. Near the shrine of the hero Pandion is the tomb of Hippolyte. I will record the account the Megarians give of her. When the Amazons, having marched against the Athenians because of Antiope, were over come by Theseus, most of them met their death in the fight, but Hippolyte, the sister of Antiope and on this occasion the leader of the women, escaped with a few others to Megara. Having suffered such a military disaster, being in despair at her present situation and even more hopeless of reaching her home in Themiscyra, she died of a broken heart, and the Megarians gave her burial. The shape of her tomb is like an Amazonian shield.
41.7. πλησίον δέ ἐστι τοῦ Πανδίονος ἡρῴου μνῆμα Ἱππολύτης· γράψω δὲ καὶ τὰ ἐς αὐτὴν ὁποῖα Μεγαρεῖς λέγουσιν. ὅτε Ἀμαζόνες ἐπʼ Ἀθηναίους στρατεύσασαι διʼ Ἀντιόπην ἐκρατήθησαν ὑπὸ Θησέως, τὰς μὲν πολλὰς συνέβη μαχομένας αὐτῶν ἀποθανεῖν, Ἱππολύτην δὲ ἀδελφὴν οὖσαν Ἀντιόπης καὶ τότε ἡγουμένην τῶν γυναικῶν ἀποφυγεῖν σὺν ὀλίγαις ἐς Μέγαρα, ἅτε δὲ κακῶς οὕτω πράξασαν τῷ στρατῷ τοῖς τε παροῦσιν ἀθύμως ἔχουσαν καὶ περὶ τῆς οἴκαδε ἐς τὴν Θεμίσκυραν σωτηρίας μᾶλλον ἔτι ἀποροῦσαν ὑπὸ λύπης τελευτῆσαι· καὶ θάψαι αὐτὴν ἀποθανοῦσαν, καί οἱ τοῦ μνήματος σχῆμά ἐστιν Ἀμαζονικῇ ἀσπίδι ἐμφερές.
41.8. Not far from this is the grave of Tereus, who married Procne the daughter of Pandion. The Megarians say that Tereus was king of the region around what is called Pagae (Springs) of Megaris, but my opinion, which is confirmed by extant evidence, is that he ruled over Daulis beyond Chaeronea, for in ancient times the greater part of what is now called Greece was inhabited by foreigners. When Tereus did what he did to Philomela and Itys suffered at the hands of the women, Tereus found himself unable to seize them.
41.8. τούτου δέ ἐστιν οὐ πόρρω τάφος Τηρέως τοῦ Πρόκνην γήμαντος τὴν Πανδίονος. ἐβασίλευσε δὲ ὁ Τηρεύς, ὡς μὲν λέγουσιν οἱ Μεγαρεῖς, περὶ τὰς Παγὰς τὰς καλουμένας τῆς Μεγαρίδος, ὡς δὲ ἐγώ τε δοκῶ καὶ τεκμήρια ἐς τόδε λείπεται, Δαυλίδος ἦρχε τῆς ὑπὲρ Χαιρωνείας· πάλαι γὰρ τῆς νῦν καλουμένης Ἑλλάδος βάρβαροι τὰ πολλὰ ᾤκησαν. ἐπεὶ δὲ ἦν καὶ Τηρεῖ τὰ ἐς Φιλομήλαν ἐξειργασμένα καὶ ⟨τὰ⟩ περὶ τὸν Ἴτυν ὑπὸ τῶν γυναικῶν, ἑλεῖν σφᾶς ὁ Τηρεὺς οὐκ ἐδύνατο·
41.9. He committed suicide in Megara, and the Megarians forthwith raised him a barrow, and every year sacrifice to him, using in the sacrifice gravel instead of barley meal; they say that the bird called the hoopoe appeared here for the first time. The women came to Athens, and while lamenting their sufferings and their revenge, perished through their tears; their reported metamorphosis into a nightingale and a swallow is due, I think, to the fact that the note of these birds is plaintive and like a lamentation.
41.9. καὶ ὁ μὲν ἐτελεύτησεν ἐν τοῖς Μεγάροις αὐτοχειρίᾳ, καί οἱ τάφον αὐτίκα ἔχωσαν καὶ θύουσιν ἀνὰ πᾶν ἔτος ψηφῖσιν ἐν τῇ θυσίᾳ ἀντὶ οὐλῶν χρώμενοι καὶ τὸν ἔποπα τὸν ὄρνιθα ἐνταῦθα φανῆναι πρῶτον λέγουσιν· αἱ δὲ γυναῖκες ἐς μὲν Ἀθήνας ἀφίκοντο, θρηνοῦσαι δὲ οἷα ἔπαθον καὶ οἷα ἀντέδρασαν ὑπὸ δακρύων διαφθείρονται, καί σφισι τὴν ἐς ἀηδόνα καὶ χελιδόνα μεταβολὴν ἐπεφήμισαν ὅτι οἶμαι καὶ αὗται αἱ ὄρνιθες ἐλεεινὸν καὶ θρήνῳ ὅμοιον ᾄδουσιν.
42.1. The Megarians have another citadel, which is named after Alcathous. As you ascend this citadel you see on the right the tomb of Megareus, who at the time of the Cretan invasion came as an ally from Onchestus. There is also shown a hearth of the gods called Prodomeis (Builders before). They say that Alcathous was the first to sacrifice to them, at the time when he was about to begin the building of the wall.
42.1. ἔστι δὲ καὶ ἄλλη Μεγαρεῦσιν ἀκρόπολις ἀπὸ Ἀλκάθου τὸ ὄνομα ἔχουσα· ἐς ταύτην τὴν ἀκρόπολιν ἀνιοῦσίν ἐστιν ἐν δεξιᾷ Μεγαρέως μνῆμα, ὃς κατὰ τὴν ἐπιστρατείαν τῶν Κρητῶν ξύμμαχός σφισιν ἦλθεν ἐξ Ὀγχηστοῦ. δείκνυται δὲ καὶ ἑστία θεῶν Προδομέων καλουμένων· θῦσαι δέ σφισιν Ἀλκάθουν λέγουσι πρῶτον, ὅτε τῆς οἰκοδομίας τοῦ τείχους ἔμελλεν ἄρχεσθαι.
42.2. Near this hearth is a stone, on which they say Apollo laid his lyre when he was helping Alcathous in the building. I am confirmed in my view that the Megarians used to be tributary to the Athenians by the fact that Alcathous appears to have sent his daughter Periboea with Theseus to Crete in payment of the tribute. On the occasion of his building the wall, the Megarians say, Apollo helped him and placed his lyre on the stone; and if you happen to hit it with a pebble it sounds just as a lyre does when struck.
42.2. τῆς δὲ ἑστίας ἐγγὺς ταύτης ἐστὶ λίθος, ἐφʼ οὗ καταθεῖναι λέγουσιν Ἀπόλλωνα τὴν κιθάραν Ἀλκάθῳ τὸ τεῖχος συνεργαζόμενον. δηλοῖ τέ μοι καὶ τόδε ὡς συνετέλουν ἐς Ἀθηναίους Μεγαρεῖς· φαίνεται γὰρ τὴν θυγατέρα Ἀλκάθους Περίβοιαν ἅμα Θησεῖ πέμψαι κατὰ τὸν δασμὸν ἐς Κρήτην. τότε δὲ αὐτῷ τειχίζοντι, ὥς φασιν οἱ Μεγαρεῖς, συνεργάζεταί τε Ἀπόλλων καὶ τὴν κιθάραν κατέθηκεν ἐπὶ τὸν λίθον· ἢν δὲ τύχῃ βαλών τις ψηφῖδι, κατὰ ταὐτὰ οὗτός τε ἤχησε καὶ κιθάρα κρουσθεῖσα.
42.3. This made me marvel, but the colossus in Egypt made me marvel far more than anything else. In Egyptian Thebes, on crossing the Nile to the so called Pipes, I saw a statue, still sitting, which gave out a sound. The many call it Memnon, who they say from Aethiopia overran Egypt and as far as Susa. The Thebans, however, say that it is a statue, not of Memnon, but of a native named Phamenoph, and I have heard some say that it is Sesostris. This statue was broken in two by Cambyses, and at the present day from head to middle it is thrown down; but the rest is seated, and every day at the rising of the sun it makes a noise, and the sound one could best liken to that of a harp or lyre when a string has been broken.
42.3. ἐμοὶ δὲ παρέσχε μὲν καὶ τοῦτο θαυμάσαι, παρέσχε δὲ πολλῷ μάλιστα Αἰγυπτίων ὁ κολοσσός. ἐν Θήβαις ταῖς Αἰγυπτίαις, διαβᾶσι τὸν Νεῖλον πρὸς τὰς Σύριγγας καλουμένας, εἶδον ἔτι καθήμενον ἄγαλμα ἠχοῦν—Μέμνονα ὀνομάζουσιν οἱ πολλοί, τοῦτον γάρ φασιν ἐξ Αἰθιοπίας ὁρμηθῆναι ἐς Αἴγυπτον καὶ τὴν ἄχρι Σούσων· ἀλλὰ γὰρ οὐ Μέμνονα οἱ Θηβαῖοι λέγουσι, Φαμένωφα δὲ εἶναι τῶν ἐγχωρίων οὗ τοῦτο ἄγαλμα ἦν, ἤκουσα δὲ ἤδη καὶ Σέσωστριν φαμένων εἶναι [τοῦτο ἄγαλμα]—, ὃ Καμβύσης διέκοψε· καὶ νῦν ὁπόσον ἐκ κεφαλῆς ἐς μέσον σῶμά ἐστιν ἀπερριμμένον, τὸ δὲ λοιπὸν κάθηταί τε καὶ ἀνὰ πᾶσαν ἡμέραν ἀνίσχοντος ἡλίου βοᾷ, καὶ τὸν ἦχον μάλιστα εἰκάσει τις κιθάρας ἢ λύρας ῥαγείσης χορδῆς.
42.4. The Megarians have a council chamber which once, they say, was the grave of Timalcus, who just now I said was not killed by Theseus. On the top of the citadel is built a temple of Athena, with an image gilt except the hands and feet; these and the face are of ivory. There is another sanctuary built here, of Athena Victory, and yet a third of Athena Aeantis (Ajacian). About the last the Megarian guides have omitted to record anything, but I will write what I take to be the facts. Telamon the son of Aeacus married Periboea the daughter of Alcathous; so my opinion is that Ajax, who succeeded to the throne of Alcathous, made the statue of Athena.
42.4. Μεγαρεῦσι δὲ ἔστι μὲν βουλευτήριον, Τιμάλκου δὲ ἦν ποτε ὡς λέγουσι τάφος, ὃν πρότερον ὀλίγον τούτων οὐκ ἔφην ὑπὸ Θησέως ἀποθανεῖν. ᾠκοδόμηται δὲ ἐπὶ τῇ κορυφῇ τῆς ἀκροπόλεως ναὸς Ραθηνᾶς, ἄγαλμα δέ ἐστιν ἐπίχρυσον πλὴν χειρῶν καὶ ἄκρων ποδῶν· ταῦτα δὲ καὶ τὸ πρόσωπόν ἐστιν ἐλέφαντος. καὶ ἕτερον ἐνταῦθα ἱερὸν Ἀθηνᾶς πεποίηται καλουμένης Νίκης καὶ ἄλλο Αἰαντίδος· τὰ δὲ ἐς αὐτὸ Μεγαρέων μὲν παρεῖται τοῖς ἐξηγηταῖς, ἐγὼ δὲ ὁποῖα νομίζω γενέσθαι γράψω. Τελαμὼν ὁ Αἰακοῦ θυγατρὶ Ἀλκάθου Περιβοίᾳ συνῴκησεν· Αἴαντα οὖν τὴν ἀρχὴν τὴν Ἀλκάθου διαδεξάμενον ποιῆσαι τὸ ἄγαλμα ἡγοῦμαι τῆς Ἀθηνᾶς.
42.5. The ancient temple of Apollo was of brick, but the emperor Hadrian afterwards built it of white marble. The Apollo called Pythian and the one called Decatephorus (Bringer of Tithes) are very like the Egyptian wooden images, but the one surnamed Archegetes (Founder) resembles Aeginetan works. They are all alike made of ebony. I have heard a man of Cyprus, who was skilled at sorting herbs for medicinal purposes, say that the ebony does not grow leaves or bear fruit, or even appear in the sunlight at all, but consists of underground roots which are dug up by the Aethiopians, who have men skilled at finding ebony.
42.5. τοῦ δὲ Ἀπόλλωνος πλίνθου μὲν ἦν ὁ ἀρχαῖος ναός· ὕστερον δὲ βασιλεὺς ᾠκοδόμησεν Ἀδριανὸς λίθου λευκοῦ. ὁ μὲν δὴ Πύθιος καλούμενος καὶ ὁ Δεκατηφόρος τοῖς Αἰγυπτίοις μάλιστα ἐοίκασι ξοάνοις, ὃν δὲ Ἀρχηγέτην ἐπονομάζουσιν, Αἰγινητικοῖς ἔργοις ἐστὶν ὅμοιος· ἐβένου δὲ πάντα ὁμοίως πεποίηται. ἤκουσα δὲ ἀνδρὸς Κυπρίου διακρῖναι πόας ἐς ἀνθρώπων ἴασιν εἰδότος, ὃς τὴν ἔβενον φύλλα οὐκ ἔφη φύειν οὐδὲ εἶναι καρπὸν οὐδένα ἀπʼ αὐτῆς οὐδὲ ὁρᾶσθαι τὸ παράπαν αὐτὴν ὑπὸ ἡλίου, ῥίζας δὲ ὑπογαίους εἶναι, ταύτας δὲ ὀρύσσειν τοὺς Αἰθίοπας καὶ ἄνδρας εἶναί σφισιν οἳ τὴν ἔβενον ἴσασιν εὑρίσκειν.
42.6. There is also a sanctuary of Demeter Thesmophorus (Lawgiver). On going down from it you see the tomb of Callipolis, son of Alcathous. Alcathous had also an elder son, Ischepolis, whom his father sent to help Meleager to destroy the wild beast in Aetolia. There he died, and Callipolis was the first to hear of his death. Running up to the citadel, at the moment when his father was preparing a fire to sacrifice to Apollo, he flung the logs from the altar. Alcathous, who had not yet heard of the fate of Ischepolis, judged that Callipolis was guilty of impiety, and forthwith, angry as he was, killed him by striking his head with one of the logs that had been flung from the altar.
42.6. ἔστι δὲ καὶ Δήμητρος ἱερὸν Θεσμοφόρου. κατιοῦσι δὲ ἐντεῦθεν Καλλιπόλιδος μνῆμά ἐστιν Ἀλκάθου παιδός. ἐγένετο δὲ καὶ ἄλλος Ἀλκάθῳ πρεσβύτερος υἱὸς Ἰσχέπολις, ὃν ἀπέστειλεν ὁ πατὴρ Μελεάγρῳ τὸ ἐν Αἰτωλίᾳ θηρίον συνεξαιρήσοντα. ἀποθανόντος δὲ ἐνταῦθα πρῶτος τεθνεῶτα ἐπύθετο ὁ Καλλίπολις, ἀναδραμὼν δὲ ἐς τὴν ἀκρόπολιν— τηνικαῦτα δὲ ὁ πατήρ οἱ τῷ Ἀπόλλωνι ἐνέκαεν— ἀπορρίπτει τὰ ξύλα ἀπὸ τοῦ βωμοῦ· Ἀλκάθους δὲ ἀνήκοος ὢν ἔτι τῆς Ἰσχεπόλιδος τελευτῆς κατεδίκαζεν οὐ ποιεῖν ὅσια τὸν Καλλίπολιν καὶ εὐθέως ὡς εἶχεν ὀργῆς ἀπέκτεινε παίσας ἐς τὴν κεφαλὴν τῶν ἀπορριφέντων ἀπὸ τοῦ βωμοῦ ξύλῳ.
42.7. On the road to the Town-hall is the shrine of the heroine Ino, about which is a fencing of stones, and beside it grow olives. The Megarians are the only Greeks who say that the corpse of Ino was cast up on their coast, that Cleso and Tauropolis, the daughters of Cleson, son of Lelex, found and buried it, and they say that among them first was she named Leucothea, and that every year they offer her sacrifice.
42.7. κατὰ δὲ τὴν ἐς τὸ πρυτανεῖον ὁδὸν Ἰνοῦς ἐστιν ἡρῷον, περὶ δὲ αὐτὸ θριγκὸς λίθων· πεφύκασι δὲ ἐπʼ αὐτῶ καὶ ἐλαῖαι. μόνοι δέ εἰσιν Ἑλλήνων Μεγαρεῖς οἱ λέγοντες τὸν νεκρὸν τῆς Ἰνοῦς ἐς τὰ παραθαλάσσιά σφισιν ἐκπεσεῖν τῆς χώρας, Κλησὼ δὲ καὶ Ταυρόπολιν εὑρεῖν τε καὶ θάψαι—θυγατέρας δὲ αὐτὰς εἶναι Κλήσωνος τοῦ Λέλεγος—, καὶ Λευκοθέαν τε ὀνομασθῆναι παρὰ σφίσι πρώτοις φασὶν αὐτὴν καὶ θυσίαν ἄγειν ἀνὰ πᾶν ἔτος.
43.1. They say that there is also a shrine of the heroine Iphigenia; for she too according to them died in Megara. Now I have heard another account of Iphigenia that is given by Arcadians and I know that Hesiod, in his poem A Catalogue of Women, says that Iphigenia did not die, but by the will of Artemis is Hecate. With this agrees the account of Herodotus, that the Tauri near Scythia sacrifice castaways to a maiden who they say is Iphigenia, the daughter of Agamemnon. Adrastus also is honored among the Megarians, who say that he too died among them when he was leading back his army after taking Thebes, and that his death was caused by old age and the fate of Aegialeus. A sanctuary of Artemis was made by Agamemnon when he came to persuade Calchas, who dwelt in Megara, to accompany him to Troy.
43.1. λέγουσι δὲ εἶναι καὶ Ἰφιγενείας ἡρῷον· ἀποθανεῖν γὰρ καὶ ταύτην ἐν Μεγάροις. ἐγὼ δὲ ἤκουσα μὲν καὶ ἄλλον ἐς Ἰφιγένειαν λόγον ὑπὸ Ἀρκάδων λεγόμενον, οἶδα δὲ Ἡσίοδον ποιήσαντα ἐν καταλόγῳ γυναικῶν Ἰφιγένειαν οὐκ ἀποθανεῖν, γνώμῃ δὲ Ἀρτέμιδος Ἑκάτην εἶναι· τούτοις δὲ Ἡρόδοτος ὁμολογοῦντα ἔγραψε Ταύρους τοὺς πρὸς τῇ Σκυθικῇ θύειν παρθένῳ τοὺς ναυαγούς, φάναι δὲ αὐτοὺς τὴν παρθένον Ἰφιγένειαν εἶναι τὴν Ἀγαμέμνονος. ἔχει δὲ παρὰ Μεγαρεῦσι καὶ Ἄδραστος τιμάς· φασὶ δὲ ἀποθανεῖν παρὰ σφίσι καὶ τοῦτον, ὅτε ἑλὼν Θήβας ἀπῆγεν ὀπίσω τὸν στρατόν, αἴτια δέ οἱ τοῦ θανάτου γῆρας καὶ τὴν Αἰγιαλέως γενέσθαι τελευτήν. καὶ Ἀρτέμιδος ἱερὸν ὁ Ἀγαμέμνων ἐποίησεν, ἡνίκα ἦλθε Κάλχαντα οἰκοῦντα ἐν Μεγάροις ἐς Ἴλιον ἕπεσθαι πείσων.
43.2. In the Town-hall are buried, they say, Euippus the son of Megareus and Ischepolis the son of Alcathous. Near the Town-hall is a rock. They name it Anaclethris (Recall), because Demeter (if the story be credible) here too called her daughter back when she was wandering in search of her. Even in our day the Megarian women hold a performance that is a mimic representation of the legend.
43.2. ἐν δὲ τῷ πρυτανείῳ τεθάφθαι μὲν Εὔιππον Μεγαρέως παῖδα, τεθάφθαι δὲ τὸν Ἀλκάθου λέγουσιν Ἰσχέπολιν. ἔστι δὲ τοῦ πρυτανείου πέτρα πλησίον· Ἀνακληθρίδα τὴν πέτραν ὀνομάζουσιν, ὡς Δημήτηρ, εἴ τῳ πιστά, ὅτε τὴν παῖδα ἐπλανᾶτο ζητοῦσα, καὶ ἐνταῦθα ἀνεκάλεσεν αὐτήν. ἐοικότα δὲ τῷ λόγῳ δρῶσιν ἐς ἡμᾶς ἔτι αἱ Μεγαρέων γυναῖκες.
43.3. In the city are graves of Megarians. They made one for those who died in the Persian invasion, and what is called the Aesymnium (Shrine of Aesymnus) was also a tomb of heroes. When Agamemnon's son Hyperion, the last king of Megara, was killed by Sandion for his greed and violence, they resolved no longer to be ruled by one king, but to have elected magistrates and to obey one another in turn. Then Aesymnus, who had a reputation second to none among the Megarians, came to the god in Delphi and asked in what way they could be prosperous. The oracle in its reply said that they would fare well if they took counsel with the majority. This utterance they took to refer to the dead, and built a council chamber in this place in order that the grave of their heroes might be within it.
43.3. εἰσὶ δὲ τάφοι Μεγαρεῦσιν ἐν τῇ πόλει· καὶ τὸν μὲν τοῖς ἀποθανοῦσιν ἐποίησαν κατὰ τὴν ἐπιστρατείαν τοῦ Μήδου, τὸ δὲ Αἰσύμνιον καλούμενον μνῆμα ἦν καὶ τοῦτο ἡρώων. Ὑπερίονος δὲ τοῦ Ἀγαμέμνονος— οὗτος γὰρ Μεγαρέων ἐβασίλευσεν ὕστατος—τούτου τοῦ ἀνδρὸς ἀποθανόντος ὑπὸ Σανδίονος διὰ πλεονεξίαν καὶ ὕβριν, βασιλεύεσθαι μὲν οὐκέτι ὑπὸ ἑνὸς ἐδόκει σφίσιν, εἶναι δὲ ἄρχοντας αἱρετοὺς καὶ ἀνὰ μέρος ἀκούειν ἀλλήλων. ἐνταῦθα Αἴσυμνος οὐδενὸς τὰ ἐς δόξαν Μεγαρέων δεύτερος παρὰ τὸν θεὸν ἦλθεν ἐς Δελφούς, ἐλθὼν δὲ ἠρώτα τρόπον τίνα εὐδαιμονήσουσι· καί οἱ καὶ ἄλλα ὁ θεὸς ἔχρησε καὶ Μεγαρέας εὖ πράξειν, ἢν μετὰ τῶν πλειόνων βουλεύσωνται. τοῦτο τὸ ἔπος ἐς τοὺς τεθνεῶτας ἔχειν νομίζοντες βουλευτήριον ἐνταῦθα ᾠκοδόμησαν, ἵνα σφίσιν ὁ τάφος τῶν ἡρώων ἐντὸς τοῦ βουλευτηρίου γένηται.
43.4. Between this and the hero-shrine of Alcathous, which in my day the Megarians used as a record office, was the tomb, they said, of Pyrgo, the wife of Alcathous before he married Euaechme, the daughter of Megareus, and the tomb of Iphinoe, the daughter of Alcathous; she died, they say, a maid. It is customary for the girls to bring libations to the tomb of Iphiaoe and to offer a lock of their hair before their wedding, just as the daughters of the Delians once cut their hair for Hecaerge and Opis.
43.4. ἐντεῦθεν πρὸς τὸ Ἀλκάθου βαδίζουσιν ἡρῷον, ᾧ Μεγαρεῖς ἐς γραμμάτων φυλακὴν ἐχρῶντο ἐπʼ ἐμοῦ, μνῆμα ἔλεγον τὸ μὲν Πυργοῦς εἶναι γυναικὸς Ἀλκάθου πρὶν ἢ τὴν Μεγαρέως αὐτὸν λαβεῖν Εὐαίχμην, τὸ δὲ Ἰφινόης Ἀλκάθου θυγατρός· ἀποθανεῖν δὲ αὐτήν φασιν ἔτι παρθένον. καθέστηκε δὲ ταῖς κόραις χοὰς πρὸς τὸ τῆς Ἰφινόης μνῆμα προσφέρειν πρὸ γάμου καὶ ἀπάρχεσθαι τῶν τριχῶν, καθὰ καὶ τῇ Ἑκαέργῃ καὶ Ὤπιδι αἱ θυγατέρες ποτὲ ἀπεκείροντο αἱ Δηλίων.
43.5. Beside the entrance to the sanctuary of Dionysus is the grave of Astycratea and Manto. They were daughters of Polyidus, son of Coeranus, son of Abas, son of Melampus, who came to Megara to purify Alcathous when he had killed his son Callipolis. Polyidus also built the sanctuary of Dionysus, and dedicated a wooden image that in our day is covered up except the face, which alone is exposed. By the side of it is a Satyr of Parian marble made by Praxiteles. This Dionysus they call Patrous (Paternal); but the image of another, that they surname Dasyllius, they say was dedicated by Euchenor, son of Coeranus, son of Polyidus.
43.5. παρὰ δὲ τὴν ἔσοδον τὴν ἐς τὸ Διονύσιον τάφος ἐστὶν Ἀστυκρατείας καὶ Μαντοῦς· θυγατέρες δὲ ἦσαν Πολυίδου τοῦ Κοιράνου τοῦ Ἄβαντος τοῦ Μελάμποδος ἐς Μέγαρα [δʼ] ἐλθόντος Ἀλκάθουν ἐπὶ τῷ φόνῳ τῷ Καλλιπόλιδος καθῆραι τοῦ παιδός. ᾠκοδόμησε δὴ καὶ τῷ Διονύσῳ τὸ ἱερὸν Πολύιδος καὶ ξόανον ἀνέθηκεν ἀποκεκρυμμένον ἐφʼ ἡμῶν πλὴν τοῦ προσώπου· τοῦτο δέ ἐστι τὸ φανερόν. Σάτυρος δὲ παρέστηκεν αὐτῷ Πραξιτέλους ἔργον Παρίου λίθου. τοῦτον μὲν δὴ Πατρῷον καλοῦσιν· ἕτερον δὲ Διόνυσον Δασύλλιον ἐπονομάζοντες Εὐχήνορα τὸν Κοιράνου τοῦ Πολυίδου τὸ ἄγαλμα ἀναθεῖναι λέγουσι.
43.6. After the sanctuary of Dionysus is a temple of Aphrodite, with an ivory image of Aphrodite surnamed Praxis (Action). This is the oldest object in the temple. There is also Persuasion and another goddess, whom they name Consoler, works of Praxiteles. By Scopas are Love and Desire and Yearning, if indeed their functions are as different as their names. Near the temple of Aphrodite is a sanctuary of Fortune, the image being one of the works of Praxiteles. In the temple hard by are Muses and a bronze Zeus by Lysippus.
43.6. μετὰ δὲ τοῦ Διονύσου τὸ ἱερόν ἐστιν Ἀφροδίτης ναός, ἄγαλμα δὲ ἐλέφαντος Ἀφροδίτη πεποιημένον Πρᾶξις ἐπίκλησιν. τοῦτό ἐστιν ἀρχαιότατον ἐν τῷ ναῷ· Πειθὼ δὲ καὶ ἑτέρα θεός, ἣν Παρήγορον ὀνομάζουσιν, ἔργα Πραξιτέλους· Σκόπα δὲ Ἔρως καὶ Ἵμερος καὶ Πόθος, εἰ δὴ διάφορά ἐστι κατὰ ταὐτὸ τοῖς ὀνόμασι καὶ τὰ ἔργα σφίσι. πλησίον δὲ τοῦ τῆς Ἀφροδίτης ναοῦ Τύχης ἐστὶν ἱερόν, Πραξιτέλους καὶ αὕτη τέχνη· καὶ ἐν τῷ ναῷ τῷ πλησίον Μούσας καὶ χαλκοῦν Δία ἐποίησε Λύσιππος.
43.7. The Megarians have also the grave of Coroebus. The poetical story of him, although it equally concerns Argos, I will relate here. They say that in the reign of Crotopus at Argos, Psamathe, the daughter of Crotopus, bore a son to Apollo, and being in dire terror of her father, exposed the child. He was found and destroyed by sheepdogs of Crotopus, and Apollo sent Vengeance to the city to punish the Argives. They say that she used to snatch the children from their mothers, until Coroebus to please the Argives slew Vengeance. Whereat as a second punishment plague fell upon them and stayed not. So Coroebus of his own accord went to Delphi to submit to the punishment of the god for having slain Vengeance.
43.7. ἔστι δὲ Μεγαρεῦσι καὶ Κοροίβου τάφος· τὰ δὲ ἐς αὐτὸν ἔπη κοινὰ ὅμως ὄντα τοῖς Ἀργείων ἐνταῦθα δηλώσω. ἐπὶ Κροτώπου λέγουσιν ἐν Ἄργει βασιλεύοντος Ψαμάθην τὴν Κροτώπου τεκεῖν παῖδα ἐξ Ἀπόλλωνος, ἐχομένην δὲ ἰσχυρῶς τοῦ πατρὸς δείματι τὸν παῖδα ἐκθεῖναι· καὶ τὸν μὲν διαφθείρουσιν ἐπιτυχόντες ἐκ τῆς ποίμνης κύνες τῆς Κροτώπου, Ἀπόλλων δὲ Ἀργείοις ἐς τὴν πόλιν πέμπει Ποινήν. ταύτην τοὺς παῖδας ἀπὸ τῶν μητέρων φασὶν ἁρπάζειν, ἐς ὃ Κόροιβος ἐς χάριν Ἀργείοις φονεύει τὴν Ποινήν. φονεύσας δὲ—οὐ γὰρ ἀνίει σφᾶς δεύτερα ἐπιπεσοῦσα νόσος λοιμώδης—Κόροιβος ἑκὼν ἦλθεν ἐς Δελφοὺς ὑφέξων δίκας τῷ θεῷ τοῦ φόνου τῆς Ποινῆς.
43.8. The Pythia would not allow Coroebus to return to Argos, but ordered him to take up a tripod and carry it out of the sanctuary, and where the tripod should fall from his hands, there he was to build a temple of Apollo and to dwell himself. At Mount Gerania the tripod slipped and fell unawares. Here he dwelt in the village called the Little Tripods. The grave of Coroebus is in the market-place of the Megarians. The story of Psamathe and of Coroebus himself is carved on it in elegiac verses and further, upon the top of the grave is represented Coroebus slaying Vengeance. These are the oldest stone images I am aware of having seen among the Greeks.
43.8. ἐς μὲν δὴ τὸ Ἄργος ἀναστρέφειν οὐκ εἴα Κόροιβον ἡ Πυθία, τρίποδα δὲ ἀράμενον φέρειν ἐκέλευεν ἐκ τοῦ ἱεροῦ, καὶ ἔνθα ἂν ἐκπέσῃ οἱ φέροντι ὁ τρίπους, ἐνταῦθα Ἀπόλλωνος οἰκοδομῆσαι ναὸν καὶ αὐτὸν οἰκῆσαι. καὶ ὁ τρίπους κατὰ τὸ ὄρος τὴν Γερανίαν ἀπολισθὼν ἔλαθεν αὐτοῦ ἐκπεσών· καὶ Τριποδίσκους κώμην ἐνταῦθα οἰκῆσαι. Κοροίβῳ δέ ἐστι τάφος ἐν τῇ Μεγαρέων ἀγορᾷ· γέγραπται δὲ ἐλεγεῖα τὰ ἐς Ψαμάθην καὶ τὰ ἐς αὐτὸν ἔχοντα Κόροιβον, καὶ δὴ καὶ ἐπίθημά ἐστι τῷ τάφῳ Κόροιβος φονεύων τὴν Ποινήν. ταῦτα ἀγάλματα παλαιότατα, ὁπόσα λίθου πεποιημένα ἐστὶν Ἕλλησιν, ἰδὼν οἶδα.
44.1. Near Coroebus is buried Orsippus who won the footrace at Olympia by running naked when all his competitors wore girdles according to ancient custom. They say also that Orsippus when general afterwards annexed some of the neighboring territory. My own opinion is that at Olympia he intentionally let the girdle slip off him, realizing that a naked man can run more easily than one girt.
44.1. Κοροίβου δὲ τέθαπται πλησίον Ὄρσιππος, ὃς περιεζωσμένων ἐν τοῖς ἀγῶσι κατὰ δὴ παλαιὸν ἔθος τῶν ἀθλητῶν Ὀλύμπια ἐνίκα στάδιον δραμὼν γυμνός, φασὶ δὲ καὶ στρατηγοῦντα ὕστερον τὸν Ὄρσιππον ἀποτεμέσθαι χώραν τῶν προσοίκων· δοκῶ δέ οἱ καὶ ἐν Ὀλυμπίᾳ τὸ περίζωμα ἑκόντι περιρρυῆναι, γνόντι ὡς ἀνδρὸς περιεζωσμένου δραμεῖν ῥᾴων ἐστὶν ἀνὴρ γυμνὸς.
44.2. As you go down from the market-place you see on the right of the street called Straight a sanctuary of Apollo Prostaterius (Protecting). You must turn a little aside from the road to discover it. In it is a noteworthy Apollo, Artemis also, and Leto, and other statues, made by Praxiteles. In the old gymnasium near the gate called the Gate of the Nymphs is a stone of the shape of a small pyramid. This they name Apollo Carinus, and here there is a sanctuary of the Eileithyiae. Such are the sights that the city had to show.
44.2. ἐκ δὲ τῆς ἀγορᾶς κατιοῦσι τῆς ὁδοῦ τῆς Εὐθείας καλουμένης Ἀπόλλωνος ἱερόν ἐστιν ἐν δεξιᾷ Προστατηρίου· τοῦτο ὀλίγον ἐκτραπέντα ἔστιν ἐκ τῆς ὁδοῦ ἀνευρεῖν. Ἀπόλλων δὲ ἐν αὐτῷ κεῖται θέας ἄξιος καὶ Ἄρτεμις καὶ Λητὼ καὶ ἄλλα ἀγάλματά ἐστι Πραξιτέλους ποιήσαντος [Λητὼ καὶ οἱ παῖδες]. ἔστι δὲ ἐν τῷ γυμνασίῳ τῷ ἀρχαίῳ πλησίον πυλῶν καλουμένων Νυμφάδων λίθος παρεχόμενος πυραμίδος σχῆμα οὐ μεγάλης· τοῦτον Ἀπόλλωνα ὀνομάζουσι Καρινόν, καὶ Εἰλειθυιῶν ἐστιν ἐνταῦθα ἱερόν. τοσαῦτά σφισιν ⟨ἐς⟩ ἐπίδειξιν παρείχετο ἡ πόλις·
44.3. When you have gone down to the port, which to the present day is called Nisaea, you see a sanctuary of Demeter Malophorus (Sheep-bearer or Apple-bearer). One of the accounts given of the surname is that those who first reared sheep in the land named Demeter Malophorus. The roof of the temple one might conclude has fallen in through age. There is a citadel here, which also is called Nisaea. Below the citadel near the sea is the tomb of Lelex, who they say arrived from Egypt and became king, being the son of Poseidon and of Libya, daughter of Epphus. Parallel to Nisaea lies the small island of Minoa, where in the war against Nisus anchored the fleet of the Cretans.
44.3. ἐς δὲ τὸ ἐπίνειον, καλούμενον καὶ ἐς ἡμᾶς ἔτι Νίσαιαν, ἐς τοῦτο κατελθοῦσιν ἱερὸν Δήμητρός ἐστι Μαλοφόρου· λέγεται δὲ καὶ ἄλλα ἐς τὴν ἐπίκλησιν καὶ τοὺς πρώτους πρόβατα ἐν τῇ γῇ θρέψαντας Δήμητρα ὀνομάσαι Μαλοφόρον, καταρρυῆναι δὲ τῷ ἱερῷ τὸν ὄροφον τεκμαίροιτο ἄν τις ὑπὸ τοῦ χρόνου. καὶ ἀκρόπολίς ἐστιν ἐνταῦθα ὀνομαζομένη καὶ αὐτὴ Νίσαια· καταβᾶσι δὲ ἐκ τῆς ἀκροπόλεως μνῆμά ἐστι πρὸς θαλάσσῃ Λέλεγος, ὃν ἀφικόμενον βασιλεῦσαι λέγουσιν ἐξ Αἰγύπτου, παῖδα δὲ εἶναι Ποσειδῶνος καὶ Λιβύης τῆς Ἐπάφου. παρήκει δὲ παρὰ τὴν Νίσαιαν νῆσος οὐ μεγάλη Μινώα· ἐνταῦθα ἐν τῷ πολέμῳ τῷ πρὸς Νῖσον παρώρμει τὸ ναυτικὸν τῶν Κρητῶν.
44.4. The hilly part of Megaris borders upon Boeotia, and in it the Megarians have built the city Pagae and another one called Aegosthena. As you go to Pagae, on turning a little aside from the highway, you are shown a rock with arrows stuck all over it, into which the Persians once shot in the night. In Pagae a noteworthy relic is a bronze image of Artemis surnamed Saviour, in size equal to that at Megara and exactly like it in shape. There is also a hero-shrine of Aegialeus, son of Adrastus. When the Argives made their second attack on Thebes he died at Glisas early in the first battle, and his relatives carried him to Pagae in Megaris and buried him, the shrine being still called the Aegialeum.
44.4. ἡ δὲ ὀρεινὴ τῆς Μεγαρίδος τῆς Βοιωτῶν ἐστιν ὅμορος, ἐν ᾗ Μεγαρεῦσι Παγαὶ πόλις, ἑτέρα δὲ Αἰγόσθενα ᾤκισται. ἰοῦσι δὲ ἐς τὰς Παγὰς ἐκτραπομένοις ὀλίγον τῆς λεωφόρου πέτρα δείκνυται διὰ πάσης ἔχουσα ἐμπεπηγότας ὀιστούς, ἐς ἣν οἱ Μῆδοί ποτε ἐτόξευον ἐν τῇ νυκτί. ἐν δὲ ταῖς Παγαῖς θέας ὑπελείπετο ἄξιον Ἀρτέμιδος Σωτείρας ἐπίκλησιν χαλκοῦν ἄγαλμα, μεγέθει τῷ παρὰ Μεγαρεῦσιν ἴσον καὶ σχῆμα οὐδὲν διαφόρως ἔχον. καὶ Αἰγιαλέως ἐνταῦθά ἐστιν ἡρῷον τοῦ Ἀδράστου· τοῦτον γάρ, ὅτε Ἀργεῖοι τὸ δεύτερον ἐς Θήβας ἐστράτευσαν, ὑπὸ τὴν πρώτην μάχην πρὸς Γλισᾶντι ἀποθανόντα οἱ προσήκοντες ἐς Παγὰς τῆς Μεγαρίδος κομίσαντες θάπτουσι, καὶ Αἰγιάλειον ἔτι καλεῖται τὸ ἡρῷον.
44.5. In Aegosthena is a sanctuary of Melampus, son of Amythaon, and a small figure of a man carved upon a slab. To Melampus they sacrifice and hold a festival every year. They say that he divines neither by dreams nor in any other way. Here is something else that I heard in Erenea, a village of the Megarians. Autonoe, daughter of Cadmus, left Thebes to live here owing to her great grief at the death of Actaeon, the manner of which is told in legend, and at the general misfortune of her father's house. The tomb of Autonoe is in this village.
44.5. ἐν Αἰγοσθένοις δὲ Μελάμποδος τοῦ Ἀμυθάονός ἐστιν ἱερὸν καὶ ἀνὴρ οὐ μέγας ἐπειργασμένος ἐν στήλῃ· καὶ θύουσι τῷ Μελάμποδι καὶ ἀνὰ πᾶν ἔτος ἑορτὴν ἄγουσι. μαντεύεσθαι δὲ οὔτε διʼ ὀνειράτων αὐτὸν οὔτε ἄλλως λέγουσι. καὶ τόδε ἄλλο ἤκουσα ἐν Ἐρενείᾳ τῇ Μεγαρέων κώμῃ, Αὐτονόην τὴν Κάδμου τῷ τε Ἀκταίωνος θανάτῳ, συμβάντι ὡς λέγεται, καὶ τῇ πάσῃ τοῦ οἴκου τοῦ πατρῴου τύχῃ περισσότερον ἀλγοῦσαν ἐνταῦθα ἐκ Θηβῶν μετοικῆσαι· καὶ Αὐτονόης μνῆμά ἐστιν ἐν τῇ κώμῃ ταύτῃ.
44.6. On the road from Megara to Corinth are graves, including that of the Samian flute-player Telephanes, said to have been made by Cleopatra, daughter of Philip, son of Amyntas. There is also the tomb of Car, son of Phoroneus, which was originally a mound of earth, but afterwards, at the command of the oracle, it was adorned with mussel stone. The Megarians are the only Greeks to possess this stone, and in the city also they have made many things out of it. It is very white, and softer than other stone; in it throughout are sea mussels. Such is the nature of the stone. The road called Scironian to this day and named after Sciron, was made by him when he was war minister of the Megarians, and originally they say was constructed for the use of active men. But the emperor Hadrian broadened it, and made it suitable even for chariots to pass each other in opposite directions.
44.6. ἰοῦσι δὲ ἐκ Μεγάρων ἐς Κόρινθον ἄλλοι τέ εἰσι τάφοι καὶ αὐλητοῦ Σαμίου Τηλεφάνους· ποιῆσαι δὲ τὸν τάφον Κλεοπάτραν τὴν Φιλίππου τοῦ Ἀμύντου λέγουσι. καὶ Καρὸς τοῦ Φορωνέως μνῆμά ἐστι, τὸ μὲν ἐξ ἀρχῆς χῶμα γῆς, ὕστερον δὲ τοῦ θεοῦ χρήσαντος ἐκοσμήθη λίθῳ κογχίτῃ. μόνοις δὲ Ἑλλήνων Μεγαρεῦσιν ὁ κογχίτης οὗτός ἐστι, καί σφισι καὶ ἐν τῇ πόλει πεποίηται πολλὰ ἐξ αὐτοῦ. ἔστι δὲ ἄγαν λευκὸς καὶ ἄλλου λίθου μαλακώτερος· κόγχοι δὲ αἱ θαλάσσιαι διὰ παντὸς ἔνεισίν οἱ. αὐτὸς μὲν τοιοῦτός ἐστιν ὁ λίθος· τὴν δὲ ὀνομαζομένην ἀπὸ Σκίρωνος καὶ ἐς τόδε Σκιρωνίδα ⟨Σκίρων⟩, ἡνίκα Μεγαρεῦσιν ἐπολεμάρχει, πρῶτος ὡς λέγουσιν ἐποίησεν ἀνδράσιν ὁδεύειν εὐζώνοις· Ἀδριανὸς δὲ ὁ βασιλεὺς καὶ οὕτως ὡς καὶ ἅρματα ἐναντία ἐλαύνεσθαι κατέστησεν εὐρυχωρῆ τε καὶ ἐπιτηδείαν εἶναι.
44.7. There are legends about the rocks, which rise especially at the narrow part of the road. As to the Molurian, it is said that from it Ino flung her self into the sea with Melicertes, the younger of her children. Learchus, the elder of them, had been killed by his father. One account is that Athamas did this in a fit of madness; another is that he vented on Ino and her children unbridled rage when he learned that the famine which befell the Orchomenians and the supposed death of Phrixus were not accidents from heaven, but that Ino, the step-mother, had intrigued for all these things.
44.7. λόγοι δέ εἰσιν ἐς τὰς πέτρας, αἳ κατὰ τὸ στενὸν τῆς ὁδοῦ μάλιστα ἀνέχουσιν, ἐς μὲν τὴν Μολουρίδα, ὡς ἀπὸ ταύτης αὑτὴν ἐς θάλασσαν Ἰνὼ ῥίψαι Μελικέρτην ἔχουσα τῶν παίδων ⟨τὸν⟩ νεώτερον· τὸν γὰρ δὴ πρεσβύτερον αὐτῶν Λέαρχον ἀπέκτεινεν ὁ πατήρ. λέγεται μὲν δὴ καὶ μανέντα δρᾶσαι ταῦτα Ἀθάμαντα, λέγεται δὲ καὶ ὡς ἐς τὴν Ἰνὼ καὶ τοὺς ἐξ αὐτῆς παῖδας χρήσαιτο ἀκρατεῖ τῷ θυμῷ τὸν συμβάντα Ὀρχομενίοις λιμὸν καὶ τὸν δοκοῦντα Φρίξου θάνατον αἰσθόμενος, οὗ τὸ θεῖον αἴτιον οὐ γενέσθαι, βουλεῦσαι δὲ ἐπὶ τούτοις πᾶσιν Ἰνὼ μητρυιὰν οὖσαν·
44.8. Then it was that she fled to the sea and cast herself and her son from the Molurian Rock. The son, they say, was landed on the Corinthian Isthmus by a dolphin, and honors were offered to Melicertes, then renamed Palaemon, including the celebration of the Isthmian games. The Molurian dock they thought sacred to Leucothea and Palaemon; but those after it they consider accursed, in that Sciron, who dwelt by them, used to cast into the sea all the strangers he met. A tortoise used to swim under the rocks to seize those that fell in. Sea tortoises are like land tortoises except in size and for their feet, which are like those of seals. Retribution for these deeds overtook Sciron, for he was cast into the same sea by Theseus.
44.8. τότε δὲ φεύγουσα ἐς θάλασσαν αὑτὴν καὶ τὸν παῖδα ἀπὸ τῆς πέτρας τῆς Μολουρίδος ἀφίησιν, ἐξενεχθέντος δὲ ἐς τὸν Κορινθίων ἰσθμὸν ὑπὸ δελφῖνος ὡς λέγεται τοῦ παιδός, τιμαὶ καὶ ἄλλαι τῷ Μελικέρτῃ δίδονται μετονομασθέντι Παλαίμονι καὶ τῶν Ἰσθμίων ἐπʼ αὐτῷ τὸν ἀγῶνα ἄγουσι. τὴν μὲν δὴ Μολουρίδα πέτραν Λευκοθέας καὶ Παλαίμονος ἱερὰν ἥγηντο· τὰς δὲ μετὰ ταύτην νομίζουσιν ἐναγεῖς, ὅτι παροικῶν σφισιν ὁ Σκίρων, ὁπόσοις τῶν ξένων ἐπετύγχανεν, ἠφίει σφᾶς ἐς τὴν θάλασσαν. χελώνη δὲ ὑπενήχετο ταῖς πέτραις τοὺς ἐσβληθέντας ἁρπάζειν· εἰσὶ δὲ αἱ θαλάσσιαι πλὴν μεγέθους καὶ ποδῶν ὅμοιαι ταῖς χερσαίαις, πόδας δὲ ἐοικότας ἔχουσι ταῖς φώκαις. τούτων περιῆλθεν ἡ δίκη Σκίρωνα ἀφεθέντα ἐς θάλασσαν τὴν αὐτὴν ὑπὸ Θησέως.
44.9. On the top of the mountain is a temple of Zeus surnamed Aphesius (Releaser). It is said that on the occasion of the drought that once afflicted the Greeks Aeacus in obedience to an oracular utterance sacrificed in Aegina to Zeus God of all the Greeks, and Zeus rained and ended the drought, gaining thus the name Aphesius. Here there are also images of Aphrodite, Apollo, and Pan.
44.9. ἐπὶ δὲ τοῦ ὄρους τῇ ἄκρᾳ Διός ἐστιν Ἀφεσίου καλουμένου ναός· φασὶ δὲ ἐπὶ τοῦ συμβάντος ποτὲ τοῖς Ἕλλησιν αὐχμοῦ θύσαντος Αἰακοῦ κατά τι δὴ λόγιον τῷ Πανελληνίῳ Διὶ ἐν Αἰγίνῃ †κομίσαντα δὲ ἀφεῖναι καὶ διὰ τοῦτο Ἀφέσιον καλεῖσθαι τὸν Δία. ἐνταῦθα καὶ Ἀφροδίτης ἄγαλμα καὶ Ἀπόλλωνός ἐστι καὶ Πανός.
44.10. Farther on is the tomb of Eurystheus. The story is that he fled from Attica after the battle with the Heracleidae and was killed here by Iolaus. When you have gone down from this road you see a sanctuary of Apollo Latous, after which is the boundary between Megara and Corinth, where legend says that Hyllus, son of Heracles, fought a duel with the Arcadian Echemus.
44.10. προελθοῦσι δὲ ἐς τὸ πρόσω μνῆμά ἐστιν Εὐρυσθέως· φεύγοντα δὲ ἐκ τῆς Ἀττικῆς μετὰ τὴν πρὸς Ἡρακλείδας μάχην ἐνταῦθα ἀποθανεῖν αὐτὸν ὑπὸ Ἰολάου λέγουσιν. ἐκ ταύτης τῆς ὁδοῦ καταβᾶσιν Ἀπόλλωνος ἱερόν ἐστι Λατῴου καὶ μετʼ αὐτὸ Μεγαρεῦσιν ὅροι πρὸς τὴν Κορινθίαν, ἔνθα Ὕλλον τὸν Ἡρακλέους μονομαχῆσαι πρὸς τὸν Ἀρκάδα Ἔχεμον λέγουσιν.