SCRIPTURA

Plato · Phaedo · 3 of 6

Sections 77d–87d

Translated by Harold North Fowler

ContentsMarkdown.md ↓

77d. So the proof you call for has already been given. However, I think you and Simmias would like to carry on this discussion still further. You have the childish fear that when the soul goes out from the body the wind will really blow it away and scatter it, especially if a man happens to die in a high wind and not in calm weather.”And Cebes laughed and said, “Assume that we have that fear, Socrates, and try to convince us; or rather, do not assume that we are afraid, but perhaps there is a child within us, who has such fears.

77d. ἀποδέδεικται μὲν οὖν ὅπερ λέγετε καὶ νῦν. ὅμως δέ μοι δοκεῖς σύ τε καὶ Σιμμίας ἡδέως ἂν καὶ τοῦτον διαπραγματεύσασθαι τὸν λόγον ἔτι μᾶλλον, καὶ δεδιέναι τὸ τῶν παίδων, μὴ ὡς ἀληθῶς ὁ ἄνεμος αὐτὴν ἐκβαίνουσαν ἐκ τοῦ σώματος διαφυσᾷ καὶ διασκεδάννυσιν, ἄλλως τε καὶ ὅταν τύχῃ τις μὴ ἐν νηνεμίᾳ ἀλλ’ ἐν μεγάλῳ τινὶ πνεύματι ἀποθνῄσκων.

77e. Let us try to persuade him not to fear death as if it were a hobgoblin.”“Ah,” said Socrates, “you must sing charms to him every day until you charm away his fear.”

77e. καὶ ὁ Κέβης ἐπιγελάσας, ὡς δεδιότων, ἔφη, ὦ Σώκρατες, πειρῶ ἀναπείθειν· μᾶλλον δὲ μὴ ὡς ἡμῶν δεδιότων, ἀλλ’ ἴσως ἔνι τις καὶ ἐν ἡμῖν παῖς ὅστις τὰ τοιαῦτα φοβεῖται. τοῦτον οὖν πειρῶ μεταπείθειν μὴ δεδιέναι τὸν θάνατον ὥσπερ τὰ μορμολύκεια. ἀλλὰ χρή, ἔφη ὁ Σωκράτης, ἐπᾴδειν αὐτῷ ἑκάστης ἡμέρας ἕως ἂν ἐξεπᾴσητε.

78. Phaedo.

78. ΦΑΙΔ.

78a. “Where then, Socrates,” said he, “shall we find a good singer of such charms, since you are leaving us?” “Hellas, Cebes,” he replied, “is a large country, in which there are many good men, and there are many foreign peoples also. You ought to search through all of them in quest of such a charmer, sparing neither money nor toil, for there is no greater need for which you could spend your money. And you must seek among yourselves, too, for perhaps you would hardly find others better able to do this than you.” “That,” said Cebes, “shall be done. But let us return to the point where we left off, if you are willing.”“Oh, I am willing, of course.”“Good,” said he.“Well then,” said Socrates, “must we not ask ourselves some such question as this?

78a. πόθεν οὖν, ἔφη, ὦ Σώκρατες, τῶν τοιούτων ἀγαθὸν ἐπῳδὸν ληψόμεθα, ἐπειδὴ σύ, ἔφη, ἡμᾶς ἀπολείπεις; πολλὴ μὲν ἡ Ἑλλάς, ἔφη, ὦ Κέβης, ἐν ᾗ ἔνεισί που ἀγαθοὶ ἄνδρες, πολλὰ δὲ καὶ τὰ τῶν βαρβάρων γένη, οὓς πάντας χρὴ διερευνᾶσθαι ζητοῦντας τοιοῦτον ἐπῳδόν, μήτε χρημάτων φειδομένους μήτε πόνων, ὡς οὐκ ἔστιν εἰς ὅτι ἂν εὐκαιρότερον ἀναλίσκοιτε χρήματα. ζητεῖν δὲ χρὴ καὶ αὐτοὺς μετ’ ἀλλήλων· ἴσως γὰρ ἂν οὐδὲ ῥᾳδίως εὕροιτε μᾶλλον ὑμῶν δυναμένους τοῦτο ποιεῖν. ἀλλὰ ταῦτα μὲν δή, ἔφη, ὑπάρξει, ὁ Κέβης· ὅθεν δὲ ἀπελίπομεν ἐπανέλθωμεν, εἴ σοι ἡδομένῳ ἐστίν.

78b. What kind of thing naturally suffers dispersion, and for what kind of thing might we naturally fear it, and again what kind of thing is not liable to it? And after this must we not inquire to which class the soul belongs and base our hopes or fears for our souls upon the answers to these questions?”“You are quite right,” he replied.“Now is not that which is compounded and composite naturally liable to be decomposed, in the same way in which it was compounded?

78b. ἀλλὰ μὴν ἡδομένῳ γε· πῶς γὰρ οὐ μέλλει; καλῶς, ἔφη, λέγεις. οὐκοῦν τοιόνδε τι, ἦ δ’ ὃς ὁ Σωκράτης, δεῖ ἡμᾶς ἀνερέσθαι ἑαυτούς, τῷ ποίῳ τινὶ ἄρα προσήκει τοῦτο τὸ πάθος πάσχειν, τὸ διασκεδάννυσθαι, καὶ ὑπὲρ τοῦ ποίου τινὸς δεδιέναι μὴ πάθῃ αὐτό, καὶ τῷ ποίῳ τινὶ ⟨οὔ⟩· καὶ μετὰ τοῦτο αὖ ἐπισκέψασθαι πότερον [ἡ] ψυχή ἐστιν, καὶ ἐκ τούτων θαρρεῖν ἢ δεδιέναι ὑπὲρ τῆς ἡμετέρας ψυχῆς; ἀληθῆ, ἔφη, λέγεις.

78c. And if anything is uncompounded is not that, if anything, naturally unlikely to be decomposed?”“I think,” said Cebes, “that is true.”“Then it is most probable that things which are always the same and unchanging are the uncompounded things and the things that are changing and never the same are the composite things?”“Yes, I think so.”“Let us then,” said he, “turn to what we were discussing before.

78c. ἆρ’ οὖν τῷ μὲν συντεθέντι τε καὶ συνθέτῳ ὄντι φύσει προσήκει τοῦτο πάσχειν, διαιρεθῆναι ταύτῃ ᾗπερ συνετέθη· εἰ δέ τι τυγχάνει ὂν ἀσύνθετον, τούτῳ μόνῳ προσήκει μὴ πάσχειν ταῦτα, εἴπερ τῳ ἄλλῳ; δοκεῖ μοι, ἔφη, οὕτως ἔχειν, ὁ Κέβης. οὐκοῦν ἅπερ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχει, ταῦτα μάλιστα εἰκὸς εἶναι τὰ ἀσύνθετα, τὰ δὲ ἄλλοτ’ ἄλλως καὶ μηδέποτε κατὰ ταὐτά, ταῦτα δὲ σύνθετα; ἔμοιγε δοκεῖ οὕτως. ἴωμεν δή, ἔφη, ἐπὶ ταὐτὰ ἐφ’ ἅπερ ἐν τῷ ἔμπροσθεν λόγῳ.

78d. Is the absolute essence, which we in our dialectic process of question and answer call true being, always the same or is it liable to change? Absolute equality, absolute beauty, any absolute existence, true being—do they ever admit of any change whatsoever? Or does each absolute essence, since it is uniform and exists by itself, remain the same and never in any way admit of any change?”“It must,” said Cebes, “necessarily remain the same, Socrates.”“But how about the many things, for example, men, or horses, or cloaks, or any other such things, which bear the same names as the absolute essences and are called beautiful or equal or the like?

78d. αὐτὴ ἡ οὐσία ἧς λόγον δίδομεν τοῦ εἶναι καὶ ἐρωτῶντες καὶ ἀποκρινόμενοι, πότερον ὡσαύτως ἀεὶ ἔχει κατὰ ταὐτὰ ἢ ἄλλοτ’ ἄλλως; αὐτὸ τὸ ἴσον, αὐτὸ τὸ καλόν, αὐτὸ ἕκαστον ὃ ἔστιν, τὸ ὄν, μή ποτε μεταβολὴν καὶ ἡντινοῦν ἐνδέχεται; ἢ ἀεὶ αὐτῶν ἕκαστον ὃ ἔστι, μονοειδὲς ὂν αὐτὸ καθ’ αὑτό, ὡσαύτως κατὰ ταὐτὰ ἔχει καὶ οὐδέποτε οὐδαμῇ οὐδαμῶς ἀλλοίωσιν οὐδεμίαν ἐνδέχεται; ὡσαύτως, ἔφη, ἀνάγκη, ὁ Κέβης, κατὰ ταὐτὰ ἔχειν, ὦ Σώκρατες. τί δὲ τῶν πολλῶν καλῶν, οἷον ἀνθρώπων ἢ ἵππων ἢ ἱματίων ἢ ἄλλων ὡντινωνοῦν τοιούτων, ἢ ἴσων [ἢ καλῶν] ἢ πάντων τῶν ἐκείνοις ὁμωνύμων;

78e. Are they always the same? Or are they, in direct opposition to the essences, constantly changing in themselves, unlike each other, and, so to speak, never the same?”“The latter,” said Cebes; “they are never the same.”

78e. ἆρα κατὰ ταὐτὰ ἔχει, ἢ πᾶν τοὐναντίον ἐκείνοις οὔτε αὐτὰ αὑτοῖς οὔτε ἀλλήλοις οὐδέποτε ὡς ἔπος εἰπεῖν οὐδαμῶς κατὰ ταὐτά; οὕτως αὖ, ἔφη ὁ Κέβης, ταῦτα· οὐδέποτε ὡσαύτως ἔχει.

79. Phaedo.

79. ΦΑΙΔ.

79a. “And you can see these and touch them and perceive them by the other senses, whereas the things which are always the same can be grasped only by the reason, and are invisible and not to be seen?”“Certainly,” said he, “that is true.”“Now,” said he, “shall we assume two kinds of existences, one visible, the other invisible?”“Let us assume them,” said Cebes.“And that the invisible is always the same and the visible constantly changing?”“Let us assume that also,” said he.

79a. οὐκοῦν τούτων μὲν κἂν ἅψαιο κἂν ἴδοις κἂν ταῖς ἄλλαις αἰσθήσεσιν αἴσθοιο, τῶν δὲ κατὰ ταὐτὰ ἐχόντων οὐκ ἔστιν ὅτῳ ποτ’ ἂν ἄλλῳ ἐπιλάβοιο ἢ τῷ τῆς διανοίας λογισμῷ, ἀλλ’ ἔστιν ἀιδῆ τὰ τοιαῦτα καὶ οὐχ ὁρατά; παντάπασιν, ἔφη, ἀληθῆ λέγεις. θῶμεν οὖν βούλει, ἔφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατόν, τὸ δὲ ἀιδές; θῶμεν, ἔφη. καὶ τὸ μὲν ἀιδὲς ἀεὶ κατὰ ταὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέποτε κατὰ ταὐτά; καὶ τοῦτο, ἔφη, θῶμεν.

79b. “Well then,” said Socrates, “are we not made up of two parts, body and soul?”“Yes,” he replied.“Now to which class should we say the body is more similar and more closely akin?”“To the visible,” said he; “that is clear to everyone.”“And the soul? Is it visible or invisible?”“Invisible, to man, at least, Socrates.”“But we call things visible and invisible with reference to human vision, do we not?”“Yes, we do.”“Then what do we say about the soul? Can it be seen or not?”“It cannot be seen.”“Then it is invisible?” “Yes.”“Then the soul is more like the invisible than the body is, and the body more like the visible.”“Necessarily, Socrates.”“Now we have also been saying for a long time, have we not, that, when the soul makes use of the body for any inquiry, either through seeing or hearing or any of the other senses—for inquiry through the body means inquiry through the senses,—then it is dragged by the body to things which never remain the same, and it wanders about and is confused and dizzy like a drunken man because it lays hold upon such things?”“Certainly.”“But when the soul

79b. φέρε δή, ἦ δ’ ὅς, ἄλλο τι ἡμῶν αὐτῶν τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή; οὐδὲν ἄλλο, ἔφη. ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαμὲν ἂν εἶναι καὶ συγγενέστερον τὸ σῶμα; παντί, ἔφη, τοῦτό γε δῆλον, ὅτι τῷ ὁρατῷ. τί δὲ ἡ ψυχή; ὁρατὸν ἢ ἀιδές; οὐχ ὑπ’ ἀνθρώπων γε, ὦ Σώκρατες, ἔφη. ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν· ἢ ἄλλῃ τινὶ οἴει; τῇ τῶν ἀνθρώπων. τί οὖν περὶ ψυχῆς λέγομεν; ὁρατὸν ἢ ἀόρατον εἶναι; οὐχ ὁρατόν. ἀιδὲς ἄρα; ναί. ὁμοιότερον ἄρα ψυχὴ σώματός ἐστιν τῷ ἀιδεῖ, τὸ δὲ τῷ ὁρατῷ. πᾶσα ἀνάγκη, ὦ Σώκρατες. οὐκοῦν καὶ τόδε πάλαι ἐλέγομεν, ὅτι ἡ ψυχή, ὅταν μὲν τῷ σώματι προσχρῆται εἰς τὸ σκοπεῖν τι ἢ διὰ τοῦ ὁρᾶν ἢ διὰ τοῦ ἀκούειν ἢ δι’ ἄλλης τινὸς αἰσθήσεως — τοῦτο γάρ ἐστιν τὸ διὰ τοῦ σώματος, τὸ δι’ αἰσθήσεως σκοπεῖν τι — τότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος εἰς τὰ οὐδέποτε κατὰ ταὐτὰ ἔχοντα, καὶ αὐτὴ πλανᾶται καὶ ταράττεται καὶ εἰλιγγιᾷ ὥσπερ μεθύουσα, ἅτε τοιούτων ἐφαπτομένη; πάνυ γε.

79d. inquires alone by itself, it departs into the realm of the pure, the everlasting, the immortal and the changeless, and being akin to these it dwells always with them whenever it is by itself and is not hindered, and it has rest from its wanderings and remains always the same and unchanging with the changeless, since it is in communion therewith. And this state of the soul is called wisdom. Is it not so?”“Socrates,” said he, “what you say is perfectly right and true.”“And now again, in view of what we said before and of what has just been said, to which class do you think the soul has greater likeness and kinship?”“I think, Socrates,” said he, “that anyone, even the dullest, would agree, after this argument that the soul is infinitely more like that which is always the same than that which is not.”“And the body?”“Is more like the other.”“Consider, then, the matter in another way.”

79d. ὅταν δέ γε αὐτὴ καθ’ αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται εἰς τὸ καθαρόν τε καὶ ἀεὶ ὂν καὶ ἀθάνατον καὶ ὡσαύτως ἔχον, καὶ ὡς συγγενὴς οὖσα αὐτοῦ ἀεὶ μετ’ ἐκείνου τε γίγνεται, ὅτανπερ αὐτὴ καθ᾽ αὑτὴν γένηται καὶ ἐξῇ αὐτῇ, καὶ πέπαυταί τε τοῦ πλάνου καὶ περὶ ἐκεῖνα ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχει, ἅτε τοιούτων ἐφαπτομένη· καὶ τοῦτο αὐτῆς τὸ πάθημα φρόνησις κέκληται; παντάπασιν, ἔφη, καλῶς καὶ ἀληθῆ λέγεις, ὦ Σώκρατες. ποτέρῳ οὖν αὖ σοι δοκεῖ τῷ εἴδει καὶ ἐκ τῶν πρόσθεν καὶ ἐκ τῶν νῦν λεγομένων ψυχὴ ὁμοιότερον εἶναι καὶ συγγενέστερον; πᾶς ἄν μοι δοκεῖ, ἦ δ’ ὅς, συγχωρῆσαι, ὦ Σώκρατες, ἐκ ταύτης τῆς μεθόδου, καὶ ὁ δυσμαθέστατος, ὅτι ὅλῳ καὶ παντὶ ὁμοιότερόν ἐστι ψυχὴ τῷ ἀεὶ ὡσαύτως ἔχοντι μᾶλλον ἢ τῷ μή. τί δὲ τὸ σῶμα; τῷ ἑτέρῳ.

80. Phaedo. “When the soul and the body are joined together, nature directs the one to serve and be ruled, and the other to rule and be master.

80. ΦΑΙΔ. ὅρα δὴ καὶ τῇδε ὅτι ἐπειδὰν ἐν τῷ αὐτῷ ὦσι ψυχὴ καὶ σῶμα, τῷ μὲν δουλεύειν καὶ ἄρχεσθαι ἡ φύσις προστάττει, τῇ δὲ ἄρχειν καὶ δεσπόζειν·

80a. Now this being the case, which seems to you like the divine, and which like the mortal? Or do you not think that the divine is by nature fitted to rule and lead, and the mortal to obey and serve?”“Yes, I think so.”“Which, then, does the soul resemble?”“Clearly, Socrates, the soul is like the divine and the body like the mortal.”“Then see, Cebes, if this is not the conclusion from all that we have said, that the soul is most like the divine and immortal and intellectual and uniform and indissoluble and ever unchanging, and the body, on the contrary, most like the human and mortal and multiform and unintellectual and dissoluble and ever changing.

80a. καὶ κατὰ ταῦτα αὖ πότερόν σοι δοκεῖ ὅμοιον τῷ θείῳ εἶναι καὶ πότερον τῷ θνητῷ; ἢ οὐ δοκεῖ σοι τὸ μὲν θεῖον οἷον ἄρχειν τε καὶ ἡγεμονεύειν πεφυκέναι, τὸ δὲ θνητὸν ἄρχεσθαί τε καὶ δουλεύειν; ἔμοιγε. ποτέρῳ οὖν ἡ ψυχὴ ἔοικεν; δῆλα δή, ὦ Σώκρατες, ὅτι ἡ μὲν ψυχὴ τῷ θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ. σκόπει δή, ἔφη, ὦ Κέβης, εἰ ἐκ πάντων τῶν εἰρημένων τάδε ἡμῖν συμβαίνει, τῷ μὲν θείῳ καὶ ἀθανάτῳ καὶ νοητῷ καὶ μονοειδεῖ καὶ ἀδιαλύτῳ καὶ ἀεὶ ὡσαύτως κατὰ ταὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον εἶναι ψυχή, τῷ δὲ ἀνθρωπίνῳ καὶ θνητῷ καὶ πολυειδεῖ καὶ ἀνοήτῳ καὶ διαλυτῷ καὶ μηδέποτε κατὰ ταὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον αὖ εἶναι σῶμα.

80b. Can we say anything, my dear Cebes, to show that this is not so?”“No, we cannot.”“Well then, since this is the case, is it not natural for the body to meet with speedy dissolution and for the soul, on the contrary, to be entirely indissoluble, or nearly so?”

80b. ἔχομέν τι παρὰ ταῦτα ἄλλο λέγειν, ὦ φίλε Κέβης, ᾗ οὐχ οὕτως ἔχει; οὐκ ἔχομεν. τί οὖν; τούτων οὕτως ἐχόντων ἆρ’ οὐχὶ σώματι μὲν ταχὺ διαλύεσθαι προσήκει, ψυχῇ δὲ αὖ τὸ παράπαν ἀδιαλύτῳ εἶναι ἢ ἐγγύς τι τούτου;

80c. “Of course.”“Observe,” he went on, “that when a man dies, the visible part of him, the body, which lies in the visible world and which we call the corpse, which is naturally subject to dissolution and decomposition, does not undergo these processes at once, but remains for a considerable time, and even for a very long time, if death takes place when the body is in good condition, and at a favorable time of the year. For when the body is shrunk and embalmed, as is done in Egypt, it remains almost entire for an incalculable time. And even if the body decay, some parts of it, such as the bones and sinews and all that, are, so to speak, indestructible.

80c. πῶς γὰρ οὔ; ἐννοεῖς οὖν, ἔφη, ἐπειδὰν ἀποθάνῃ ὁ ἄνθρωπος, τὸ μὲν ὁρατὸν αὐτοῦ, τὸ σῶμα, καὶ ἐν ὁρατῷ κείμενον, ὃ δὴ νεκρὸν καλοῦμεν, ᾧ προσήκει διαλύεσθαι καὶ διαπίπτειν καὶ διαπνεῖσθαι, οὐκ εὐθὺς τούτων οὐδὲν πέπονθεν, ἀλλ᾽ ἐπιεικῶς συχνὸν ἐπιμένει χρόνον, ἐὰν μέν τις καὶ χαριέντως ἔχων τὸ σῶμα τελευτήσῃ καὶ ἐν τοιαύτῃ ὥρᾳ, καὶ πάνυ μάλα· συμπεσὸν γὰρ τὸ σῶμα καὶ ταριχευθέν, ὥσπερ οἱ ἐν Αἰγύπτῳ ταριχευθέντες, ὀλίγου ὅλον μένει ἀμήχανον ὅσον χρόνον, ἔνια δὲ μέρη τοῦ σώματος, καὶ ἂν σαπῇ, ὀστᾶ τε καὶ νεῦρα καὶ τὰ τοιαῦτα πάντα, ὅμως ὡς ἔπος εἰπεῖν ἀθάνατά ἐστιν·

80d. Is not that true?”“Yes.”“But the soul, the invisible, which departs into another place which is, like itself, noble and pure and invisible, to the realm of the god of the other world in truth, to the good and wise god, whither, if God will, my soul is soon to go,—is this soul, which has such qualities and such a nature, straightway scattered and destroyed when it departs from the body, as most men say?

80d. ἢ οὔ; ναί. ἡ δὲ ψυχὴ ἄρα, τὸ ἀιδές, τὸ εἰς τοιοῦτον τόπον ἕτερον οἰχόμενον γενναῖον καὶ καθαρὸν καὶ ἀιδῆ, εἰς Ἅιδου ὡς ἀληθῶς, παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεόν, οἷ, ἂν θεὸς θέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον, αὕτη δὲ δὴ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν, ὥς φασιν οἱ πολλοὶ ἄνθρωποι;

80e. Far from it, dear Cebes and Simmias, but the truth is much rather this—if it departs pure, dragging with it nothing of the body, because it never willingly associated with the body in life, but avoided it and gathered itself into itself alone, since this has always been its constant study—but this means nothing else than that it pursued philosophy rightly and really practiced being in a state of death: or is not this the practice of death?”

80e. πολλοῦ γε δεῖ, ὦ φίλε Κέβης τε καὶ Σιμμία, ἀλλὰ πολλῷ μᾶλλον ὧδ’ ἔχει· ἐὰν μὲν καθαρὰ ἀπαλλάττηται, μηδὲν τοῦ σώματος συνεφέλκουσα, ἅτε οὐδὲν κοινωνοῦσα αὐτῷ ἐν τῷ βίῳ ἑκοῦσα εἶναι, ἀλλὰ φεύγουσα αὐτὸ καὶ συνηθροισμένη αὐτὴ εἰς ἑαυτήν, ἅτε μελετῶσα ἀεὶ τοῦτο — τὸ δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ὀρθῶς φιλοσοφοῦσα καὶ τῷ ὄντι τεθνάναι μελετῶσα ῥᾳδίως· ἢ οὐ τοῦτ’ ἂν εἴη μελέτη θανάτου;

81. Phaedo. “By all means.”“Then if it is in such a condition, it goes away into that which is like itself, into the invisible, divine, immortal, and wise, and when it arrives there it is happy, freed from error and folly and fear and fierce loves and all the other human ills, and as the initiated say, lives in truth through all after time with the gods. Is this our belief, Cebes, or not?”“Assuredly,” said Cebes.“But, I think, if when it departs from the body it is defiled and impure, because it was always with the body and cared for it and loved it and was fascinated by it and its desires and pleasures, so that it thought nothing was true except the corporeal, which one can touch and see and drink and eat and employ in the pleasures of love, and if it is accustomed to hate and fear and avoid that which is shadowy and invisible to the eyes but is intelligible and tangible to philosophy—do you think a soul in this condition

81. ΦΑΙΔ. παντάπασί γε. οὐκοῦν οὕτω μὲν ἔχουσα εἰς τὸ ὅμοιον αὐτῇ τὸ ἀιδὲς ἀπέρχεται, τὸ θεῖόν τε καὶ ἀθάνατον καὶ φρόνιμον, οἷ ἀφικομένῃ ὑπάρχει αὐτῇ εὐδαίμονι εἶναι, πλάνης καὶ ἀνοίας καὶ φόβων καὶ ἀγρίων ἐρώτων καὶ τῶν ἄλλων κακῶν τῶν ἀνθρωπείων ἀπηλλαγμένῃ, ὥσπερ δὲ λέγεται κατὰ τῶν μεμυημένων, ὡς ἀληθῶς τὸν λοιπὸν χρόνον μετὰ θεῶν διάγουσα; οὕτω φῶμεν, ὦ Κέβης, ἢ ἄλλως; οὕτω νὴ Δία, ἔφη ὁ Κέβης. ἐὰν δέ γε οἶμαι μεμιασμένη καὶ ἀκάθαρτος τοῦ σώματος ἀπαλλάττηται, ἅτε τῷ σώματι ἀεὶ συνοῦσα καὶ τοῦτο θεραπεύουσα καὶ ἐρῶσα καὶ γοητευομένη ὑπ’ αὐτοῦ ὑπό τε τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν, ὥστε μηδὲν ἄλλο δοκεῖν εἶναι ἀληθὲς ἀλλ’ ἢ τὸ σωματοειδές, οὗ τις ἂν ἅψαιτο καὶ ἴδοι καὶ πίοι καὶ φάγοι καὶ πρὸς τὰ ἀφροδίσια χρήσαιτο, τὸ δὲ τοῖς ὄμμασι σκοτῶδες καὶ ἀιδές, νοητὸν δὲ καὶ φιλοσοφίᾳ αἱρετόν, τοῦτο δὲ εἰθισμένη μισεῖν τε καὶ τρέμειν καὶ φεύγειν, οὕτω δὴ ἔχουσαν οἴει ψυχὴν αὐτὴν καθ’ αὑτὴν εἰλικρινῆ ἀπαλλάξεσθαι;

81c. will depart pure and uncontaminated?”“By no means,” said he.“But it will be interpenetrated, I suppose, with the corporeal which intercourse and communion with the body have made a part of its nature because the body has been its constant companion and the object of its care?”“Certainly.”“And, my friend, we must believe that the corporeal is burdensome and heavy and earthly and visible. And such a soul is weighed down by this and is dragged back into the visible world, through fear of the invisible and of the other world, and so, as they say, it flits about the monuments and the tombs, where shadowy shapes of souls have been seen, figures of those souls which were not set free in purity but retain something of the visible; and this is why they are seen.”“That is likely, Socrates.”“It is likely, Cebes.

81c. οὐδ’ ὁπωστιοῦν, ἔφη. ἀλλὰ [καὶ] διειλημμένην γε οἶμαι ὑπὸ τοῦ σωματοειδοῦς, ὃ αὐτῇ ἡ ὁμιλία τε καὶ συνουσία τοῦ σώματος διὰ τὸ ἀεὶ συνεῖναι καὶ διὰ τὴν πολλὴν μελέτην ἐνεποίησε σύμφυτον; πάνυ γε. ἐμβριθὲς δέ γε, ὦ φίλε, τοῦτο οἴεσθαι χρὴ εἶναι καὶ βαρὺ καὶ γεῶδες καὶ ὁρατόν· ὃ δὴ καὶ ἔχουσα ἡ τοιαύτη ψυχὴ βαρύνεταί τε καὶ ἕλκεται πάλιν εἰς τὸν ὁρατὸν τόπον φόβῳ τοῦ ἀιδοῦς τε καὶ Ἅιδου, ὥσπερ λέγεται, περὶ τὰ μνήματά τε καὶ τοὺς τάφους κυλινδουμένη, περὶ ἃ δὴ καὶ ὤφθη ἄττα ψυχῶν σκιοειδῆ φαντάσματα, οἷα παρέχονται αἱ τοιαῦται ψυχαὶ εἴδωλα, αἱ μὴ καθαρῶς ἀπολυθεῖσαι ἀλλὰ τοῦ ὁρατοῦ μετέχουσαι, διὸ καὶ ὁρῶνται.

81d. And it is likely that those are not the souls of the good, but those of the base, which are compelled to flit about such places as a punishment for their former evil mode of life. And they flit about until through the desire of the corporeal which clings to them they are again imprisoned in a body.

81d. εἰκός γε, ὦ Σώκρατες. εἰκὸς μέντοι, ὦ Κέβης· καὶ οὔ τί γε τὰς τῶν ἀγαθῶν αὐτὰς εἶναι, ἀλλὰ τὰς τῶν φαύλων, αἳ περὶ τὰ τοιαῦτα ἀναγκάζονται πλανᾶσθαι δίκην τίνουσαι τῆς προτέρας τροφῆς κακῆς οὔσης. καὶ μέχρι γε τούτου πλανῶνται, ἕως ἂν τῇ τοῦ συνεπακολουθοῦντος, τοῦ σωματοειδοῦς, ἐπιθυμίᾳ πάλιν ἐνδεθῶσιν εἰς σῶμα·

81e. And they are likely to be imprisoned in natures which correspond to the practices of their former life.”“What natures do you mean, Socrates?”“I mean, for example, that those who have indulged in gluttony and violence and drunkenness, and have taken no pains to avoid them, are likely to pass into the bodies of asses and other beasts of that sort.”

81e. ἐνδοῦνται δέ, ὥσπερ εἰκός, εἰς τοιαῦτα ἤθη ὁποῖ’ ἄττ’ ἂν καὶ μεμελετηκυῖαι τύχωσιν ἐν τῷ βίῳ. τὰ ποῖα δὴ ταῦτα λέγεις, ὦ Σώκρατες; οἷον τοὺς μὲν γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διηυλαβημένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι.

82. Phaedo. “Do you not think so?”“Certainly that is very likely.”“And those who have chosen injustice and tyranny and robbery pass into the bodies of wolves and hawks and kites. Where else can we imagine that they go?”“Beyond a doubt,” said Cebes, “they pass into such creatures.”“Then,” said he, “it is clear where all the others go, each in accordance with its own habits?”“Yes,” said Cebes, “of course.”“Then,” said he, “the happiest of those, and those who go to the best place, are those who have practiced, by nature and habit, without philosophy or reason, the social and civil virtues which are called moderation and justice?”“How are these happiest?”“Don’t you see?

82. ΦΑΙΔ. ἢ οὐκ οἴει; πάνυ μὲν οὖν εἰκὸς λέγεις. τοὺς δέ γε ἀδικίας τε καὶ τυραννίδας καὶ ἁρπαγὰς προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη· ἢ ποῖ ἂν ἄλλοσέ φαμεν τὰς τοιαύτας ἰέναι; ἀμέλει, ἔφη ὁ Κέβης, εἰς τὰ τοιαῦτα. οὐκοῦν, ἦ δ’ ὅς, δῆλα δὴ καὶ τἆλλα ᾗ ἂν ἕκαστα ἴοι κατὰ τὰς αὐτῶν ὁμοιότητας τῆς μελέτης; δῆλον δή, ἔφη· πῶς δ’ οὔ; οὐκοῦν εὐδαιμονέστατοι, ἔφη, καὶ τούτων εἰσὶ καὶ εἰς βέλτιστον τόπον ἰόντες οἱ τὴν δημοτικὴν καὶ πολιτικὴν ἀρετὴν ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην, ἐξ ἔθους τε καὶ μελέτης γεγονυῖαν ἄνευ φιλοσοφίας τε καὶ νοῦ;

82b. Is it not likely that they pass again into some such social and gentle species as that of bees or of wasps or ants, or into the human race again, and that worthy men spring from them?”“Yes.”“And no one who has not been a philosopher and who is not wholly pure when he departs, is allowed to enter into the communion of the gods, but only the lover of knowledge.

82b. πῇ δὴ οὗτοι εὐδαιμονέστατοι; ὅτι τούτους εἰκός ἐστιν εἰς τοιοῦτον πάλιν ἀφικνεῖσθαι πολιτικὸν καὶ ἥμερον γένος, ἤ που μελιττῶν ἢ σφηκῶν ἢ μυρμήκων, καὶ εἰς ταὐτόν γε πάλιν τὸ ἀνθρώπινον γένος, καὶ γίγνεσθαι ἐξ αὐτῶν ἄνδρας μετρίους. εἰκός. εἰς δέ γε θεῶν γένος μὴ φιλοσοφήσαντι καὶ παντελῶς καθαρῷ ἀπιόντι οὐ θέμις ἀφικνεῖσθαι ἀλλ’ ἢ τῷ φιλομαθεῖ.

82c. It is for this reason, dear Simmias and Cebes, that those who truly love wisdom refrain from all bodily desires and resist them firmly and do not give themselves up to them, not because they fear poverty or loss of property, as most men, in their love of money, do; nor is it because they fear the dishonor or disgrace of wickedness, like the lovers of honor and power, that they refrain from them.”“No, that would not be seemly for them, Socrates,” said Cebes.“Most assuredly not,” said he.

82c. ἀλλὰ τούτων ἕνεκα, ὦ ἑταῖρε Σιμμία τε καὶ Κέβης, οἱ ὀρθῶς φιλόσοφοι ἀπέχονται τῶν κατὰ τὸ σῶμα ἐπιθυμιῶν ἁπασῶν καὶ καρτεροῦσι καὶ οὐ παραδιδόασιν αὐταῖς ἑαυτούς, οὔ τι οἰκοφθορίαν τε καὶ πενίαν φοβούμενοι, ὥσπερ οἱ πολλοὶ καὶ φιλοχρήματοι· οὐδὲ αὖ ἀτιμίαν τε καὶ ἀδοξίαν μοχθηρίας δεδιότες, ὥσπερ οἱ φίλαρχοί τε καὶ φιλότιμοι, ἔπειτα ἀπέχονται αὐτῶν. οὐ γὰρ ἂν πρέποι, ἔφη, ὦ Σώκρατες, ὁ Κέβης.

82d. “And therefore those who care for their own souls, and do not live in service to the body, turn their backs upon all these men and do not walk in their ways, for they feel that they know not whither they are going. They themselves believe that philosophy, with its deliverance and purification, must not be resisted, and so they turn and follow it whithersoever it leads.”“How do they do this, Socrates?”“I will tell you,” he replied. “The lovers of knowledge,” said he, “perceive that when philosophy first takes possession of their soul it is entirely fastened and welded to the body and is compelled to regard realities through the body as through prison bars, not with its own unhindered vision, and is wallowing in utter ignorance. And philosophy sees that the most dreadful thing about the imprisonment is the fact that it is caused by the lusts of the flesh, so that the prisoner is the chief assistant in his own imprisonment.”

82d. οὐ μέντοι μὰ Δία, ἦ δ’ ὅς. τοιγάρτοι τούτοις μὲν ἅπασιν, ὦ Κέβης, ἐκεῖνοι οἷς τι μέλει τῆς ἑαυτῶν ψυχῆς ἀλλὰ μὴ σώματι πλάττοντες ζῶσι, χαίρειν εἰπόντες, οὐ κατὰ ταὐτὰ πορεύονται αὐτοῖς ὡς οὐκ εἰδόσιν ὅπῃ ἔρχονται, αὐτοὶ δὲ ἡγούμενοι οὐ δεῖν ἐναντία τῇ φιλοσοφίᾳ πράττειν καὶ τῇ ἐκείνης λύσει τε καὶ καθαρμῷ ταύτῃ δὴ τρέπονται ἐκείνῃ ἑπόμενοι, ᾗ ἐκείνη ὑφηγεῖται. πῶς, ὦ Σώκρατες; ἐγὼ ἐρῶ, ἔφη. γιγνώσκουσι γάρ, ἦ δ᾽ ὅς, οἱ φιλομαθεῖς ὅτι παραλαβοῦσα αὐτῶν τὴν ψυχὴν ἡ φιλοσοφία ἀτεχνῶς διαδεδεμένην ἐν τῷ σώματι καὶ προσκεκολλημένην, ἀναγκαζομένην δὲ ὥσπερ διὰ εἱργμοῦ διὰ τούτου σκοπεῖσθαι τὰ ὄντα ἀλλὰ μὴ αὐτὴν δι’ αὑτῆς, καὶ ἐν πάσῃ ἀμαθίᾳ κυλινδουμένην, καὶ τοῦ εἱργμοῦ τὴν δεινότητα κατιδοῦσα ὅτι δι’ ἐπιθυμίας ἐστίν, ὡς ἂν μάλιστα αὐτὸς ὁ δεδεμένος συλλήπτωρ εἴη τοῦ δεδέσθαι, ΦΑΙΔ.

83. Phaedo. “The lovers of knowledge, then, I say, perceive that philosophy, taking possession of the soul when it is in this state, encourages it gently and tries to set it free, pointing out that the eyes and the ears and the other senses are full of deceit, and urging it to withdraw from these, except in so far as their use is unavoidable, and exhorting it to collect and concentrate itself within itself, and to trust nothing except itself and its own abstract thought of abstract existence; and to believe that there is no truth in that which it sees by other means and which varies with the various objects in which it appears, since everything of that kind is visible and apprehended by the senses, whereas the soul itself sees that which is invisible and apprehended by the mind.

83. — ὅπερ οὖν λέγω, γιγνώσκουσιν οἱ φιλομαθεῖς ὅτι οὕτω παραλαβοῦσα ἡ φιλοσοφία ἔχουσαν αὐτῶν τὴν ψυχὴν ἠρέμα παραμυθεῖται καὶ λύειν ἐπιχειρεῖ, ἐνδεικνυμένη ὅτι ἀπάτης μὲν μεστὴ ἡ διὰ τῶν ὀμμάτων σκέψις, ἀπάτης δὲ ἡ διὰ τῶν ὤτων καὶ τῶν ἄλλων αἰσθήσεων, πείθουσα δὲ ἐκ τούτων μὲν ἀναχωρεῖν, ὅσον μὴ ἀνάγκη αὐτοῖς χρῆσθαι, αὐτὴν δὲ εἰς αὑτὴν συλλέγεσθαι καὶ ἁθροίζεσθαι παρακελευομένη, πιστεύειν δὲ μηδενὶ ἄλλῳ ἀλλ’ ἢ αὐτὴν αὑτῇ, ὅτι ἂν νοήσῃ αὐτὴ καθ’ αὑτὴν αὐτὸ καθ’ αὑτὸ τῶν ὄντων·

83b. Now the soul of the true philosopher believes that it must not resist this deliverance, and therefore it stands aloof from pleasures and lusts and griefs and fears, so far as it can, considering that when anyone has violent pleasures or fears or griefs or lusts he suffers from them not merely what one might think—for example, illness or loss of money spent for his lusts—but he suffers the greatest and most extreme evil and does not take it into account.”“What is this evil, Socrates?”

83b. ὅτι δ’ ἂν δι’ ἄλλων σκοπῇ ἐν ἄλλοις ὂν ἄλλο, μηδὲν ἡγεῖσθαι ἀληθές· εἶναι δὲ τὸ μὲν τοιοῦτον αἰσθητόν τε καὶ ὁρατόν, ὃ δὲ αὐτὴ ὁρᾷ νοητόν τε καὶ ἀιδές. ταύτῃ οὖν τῇ λύσει οὐκ οἰομένη δεῖν ἐναντιοῦσθαι ἡ τοῦ ὡς ἀληθῶς φιλοσόφου ψυχὴ οὕτως ἀπέχεται τῶν ἡδονῶν τε καὶ ἐπιθυμιῶν καὶ λυπῶν [καὶ φόβων] καθ’ ὅσον δύναται, λογιζομένη ὅτι, ἐπειδάν τις σφόδρα ἡσθῇ ἢ φοβηθῇ [ἢ λυπηθῇ] ἢ ἐπιθυμήσῃ, οὐδὲν τοσοῦτον κακὸν ἔπαθεν ἀπ’ αὐτῶν ὧν ἄν τις οἰηθείη, οἷον ἢ νοσήσας ἤ τι ἀναλώσας διὰ τὰς ἐπιθυμίας, ἀλλ’ ὃ πάντων μέγιστόν τε κακῶν καὶ ἔσχατόν ἐστι, τοῦτο πάσχει καὶ οὐ λογίζεται αὐτό.

83c. said Cebes.“The evil is that the soul of every man, when it is greatly pleased or pained by anything, is compelled to believe that the object which caused the emotion is very distinct and very true; but it is not. These objects are mostly the visible ones, are they not?”

83c. τί τοῦτο, ὦ Σώκρατες; ἔφη ὁ Κέβης. ὅτι ψυχὴ παντὸς ἀνθρώπου ἀναγκάζεται ἅμα τε ἡσθῆναι σφόδρα ἢ λυπηθῆναι ἐπί τῳ καὶ ἡγεῖσθαι περὶ ὃ ἂν μάλιστα τοῦτο πάσχῃ, τοῦτο ἐναργέστατόν τε εἶναι καὶ ἀληθέστατον, οὐχ οὕτως ἔχον· ταῦτα δὲ μάλιστα ⟨τὰ⟩ ὁρατά· ἢ οὔ; πάνυ γε.

83d. “Certainly.”“And when this occurs, is not the soul most completely put in bondage by the body?”“How so?”“Because each pleasure or pain nails it as with a nail to the body and rivets it on and makes it corporeal, so that it fancies the things are true which the body says are true. For because it has the same beliefs and pleasures as the body it is compelled to adopt also the same habits and mode of life, and can never depart in purity to the other world, but must always go away contaminated with the body; and so it sinks quickly into another body again and grows into it, like seed that is sown.

83d. οὐκοῦν ἐν τούτῳ τῷ πάθει μάλιστα καταδεῖται ψυχὴ ὑπὸ σώματος; πῶς δή; ὅτι ἑκάστη ἡδονὴ καὶ λύπη ὥσπερ ἧλον ἔχουσα προσηλοῖ αὐτὴν πρὸς τὸ σῶμα καὶ προσπερονᾷ καὶ ποιεῖ σωματοειδῆ, δοξάζουσαν ταῦτα ἀληθῆ εἶναι ἅπερ ἂν καὶ τὸ σῶμα φῇ. ἐκ γὰρ τοῦ ὁμοδοξεῖν τῷ σώματι καὶ τοῖς αὐτοῖς χαίρειν ἀναγκάζεται οἶμαι ὁμότροπός τε καὶ ὁμότροφος γίγνεσθαι καὶ οἵα μηδέποτε εἰς Ἅιδου καθαρῶς ἀφικέσθαι, ἀλλὰ ἀεὶ τοῦ σώματος ἀναπλέα ἐξιέναι, ὥστε ταχὺ πάλιν πίπτειν εἰς ἄλλο σῶμα καὶ ὥσπερ σπειρομένη ἐμφύεσθαι, καὶ ἐκ τούτων ἄμοιρος εἶναι τῆς τοῦ θείου τε καὶ καθαροῦ καὶ μονοειδοῦς συνουσίας.

83e. Therefore it has no part in the communion with the divine and pure and absolute.”“What you say, Socrates, is very true,” said Cebes.“This, Cebes, is the reason why the true lovers of knowledge are temperate and brave; not the world’s reason. Or do you disagree?”

83e. ἀληθέστατα, ἔφη, λέγεις, ὁ Κέβης, ὦ Σώκρατες. τούτων τοίνυν ἕνεκα, ὦ Κέβης, οἱ δικαίως φιλομαθεῖς κόσμιοί εἰσι καὶ ἀνδρεῖοι, οὐχ ὧν οἱ πολλοὶ ἕνεκά φασιν· ἢ σὺ οἴει;

84. Phaedo.

84. ΦΑΙΔ.

84a. “Certainly not.”“No, for the soul of the philosopher would not reason as others do, and would not think it right that philosophy should set it free, and that then when set free it should give itself again into bondage to pleasure and pain and engage in futile toil, like Penelope unweaving the web she wove. No, his soul believes that it must gain peace from these emotions, must follow reason and abide always in it, beholding that which is true and divine and not a matter of opinion, and making that its only food;

84a. οὐ δῆτα ἔγωγε. οὐ γάρ· ἀλλ’ οὕτω λογίσαιτ’ ἂν ψυχὴ ἀνδρὸς φιλοσόφου, καὶ οὐκ ἂν οἰηθείη τὴν μὲν φιλοσοφίαν χρῆναι αὐτὴν λύειν, λυούσης δὲ ἐκείνης, αὐτὴν παραδιδόναι ταῖς ἡδοναῖς καὶ λύπαις ἑαυτὴν πάλιν αὖ ἐγκαταδεῖν καὶ ἀνήνυτον ἔργον πράττειν Πηνελόπης τινὰ ἐναντίως ἱστὸν μεταχειριζομένης, ἀλλὰ γαλήνην τούτων παρασκευάζουσα, ἑπομένη τῷ λογισμῷ καὶ ἀεὶ ἐν τούτῳ οὖσα, τὸ ἀληθὲς καὶ τὸ θεῖον καὶ τὸ ἀδόξαστον θεωμένη καὶ ὑπ’ ἐκείνου τρεφομένη, ζῆν τε οἴεται οὕτω δεῖν ἕως ἂν ζῇ, καὶ ἐπειδὰν τελευτήσῃ, εἰς τὸ συγγενὲς καὶ εἰς τὸ τοιοῦτον ἀφικομένη ἀπηλλάχθαι τῶν ἀνθρωπίνων κακῶν.

84b. and in this way it believes it must live, while life endures, and then at death pass on to that which is akin to itself and of like nature, and be free from human ills. A soul which has been nurtured in this way, Simmias and Cebes, is not likely to fear that it will be torn asunder at its departure from the body and will vanish into nothingness, blown apart by the winds, and be no longer anywhere.”When Socrates had said this there was silence for a long time, and Socrates himself was apparently absorbed in what had been said, as were also most of us. But Simmias and Cebes conversed a little with each other; and Socrates saw them and said: “Do you think there is any incompleteness in what has been said? There are still many subjects for doubt and many points open to attack, if anyone cares to discuss the matter thoroughly. If you are considering anything else, I have nothing to say; but if you are in any difficulty about these matters, do not hesitate to speak and discuss them yourselves, if you think anything better could be said on the subject, and to take me along with you in the discussion, if you think you can get on better in my company.”And Simmias said: “Socrates, I will tell you the truth.

84b. ἐκ δὴ τῆς τοιαύτης τροφῆς οὐδὲν δεινὸν μὴ φοβηθῇ, [ταῦτα δ’ ἐπιτηδεύσασα,] ὦ Σιμμία τε καὶ Κέβης, ὅπως μὴ διασπασθεῖσα ἐν τῇ ἀπαλλαγῇ τοῦ σώματος ὑπὸ τῶν ἀνέμων διαφυσηθεῖσα καὶ διαπτομένη οἴχηται καὶ οὐδὲν ἔτι οὐδαμοῦ ᾖ. σιγὴ οὖν ἐγένετο ταῦτα εἰπόντος τοῦ Σωκράτους ἐπὶ πολὺν χρόνον, καὶ αὐτός τε πρὸς τῷ εἰρημένῳ λόγῳ ἦν ὁ Σωκράτης, ὡς ἰδεῖν ἐφαίνετο, καὶ ἡμῶν οἱ πλεῖστοι· Κέβης δὲ καὶ Σιμμίας σμικρὸν πρὸς ἀλλήλω διελεγέσθην. καὶ ὁ Σωκράτης ἰδὼν αὐτὼ ἤρετο, τί; ἔφη, ὑμῖν τὰ λεχθέντα μῶν μὴ δοκεῖ ἐνδεῶς λέγεσθαι; πολλὰς γὰρ δὴ ἔτι ἔχει ὑποψίας καὶ ἀντιλαβάς, εἴ γε δή τις αὐτὰ μέλλει ἱκανῶς διεξιέναι. εἰ μὲν οὖν τι ἄλλο σκοπεῖσθον, οὐδὲν λέγω· εἰ δέ τι περὶ τούτων ἀπορεῖτον, μηδὲν ἀποκνήσητε καὶ αὐτοὶ εἰπεῖν καὶ διελθεῖν, εἴ πῃ ὑμῖν φαίνεται βέλτιον ⟨ἂν⟩ λεχθῆναι, καὶ αὖ καὶ ἐμὲ συμπαραλαβεῖν, εἴ τι μᾶλλον οἴεσθε μετ’ ἐμοῦ εὐπορήσειν.

84d. For some time each of us has been in doubt and has been egging the other on and urging him to ask a question, because we wish to hear your answer, but hesitate to trouble you, for fear that it may be disagreeable to you in your present misfortune.”And when he heard is, he laughed gently and said: “Ah, Simmias!

84d. καὶ ὁ Σιμμίας ἔφη· καὶ μήν, ὦ Σώκρατες, τἀληθῆ σοι ἐρῶ. πάλαι γὰρ ἡμῶν ἑκάτερος ἀπορῶν τὸν ἕτερον προωθεῖ καὶ κελεύει ἐρέσθαι διὰ τὸ ἐπιθυμεῖν μὲν ἀκοῦσαι, ὀκνεῖν δὲ ὄχλον παρέχειν, μή σοι ἀηδὲς ᾖ διὰ τὴν παροῦσαν συμφοράν. καὶ ὃς ἀκούσας ἐγέλασέν τε ἠρέμα καί φησιν· Βαβαί, ὦ Σιμμία· ἦ που χαλεπῶς ἂν τοὺς ἄλλους ἀνθρώπους πείσαιμι ὡς οὐ συμφορὰν ἡγοῦμαι τὴν παροῦσαν τύχην, ὅτε γε μηδ’ ὑμᾶς δύναμαι πείθειν, ἀλλὰ φοβεῖσθε μὴ δυσκολώτερόν τι νῦν διάκειμαι ἢ ἐν τῷ πρόσθεν βίῳ·

84e. I should have hard work to persuade other people that I do not regard my present situation as a misfortune, when I cannot even make you believe it, but you are afraid I am more churlish now than I used to be. And you seem to think I am inferior in prophetic power to the swans who sing at other times also, but when they feel that they are to die, sing most and best in their joy that they are to go to the god whose servants they are.”

84e. καί, ὡς ἔοικε, τῶν κύκνων δοκῶ φαυλότερος ὑμῖν εἶναι τὴν μαντικήν, οἳ ἐπειδὰν αἴσθωνται ὅτι δεῖ αὐτοὺς ἀποθανεῖν, ᾄδοντες καὶ ἐν τῷ πρόσθεν χρόνῳ, τότε δὴ πλεῖστα καὶ κάλλιστα ᾄδουσι, γεγηθότες ὅτι μέλλουσι παρὰ τὸν θεὸν ἀπιέναι οὗπέρ εἰσι θεράποντες.

85. Phaedo. “But men, because of their own fear of death, misrepresent the swans and say that they sing for sorrow, in mourning for their own death. They do not consider that no bird sings when it is hungry or cold or has any other trouble; no, not even the nightingale or the swallow or the hoopoe which are said to sing in lamentation. I do not believe they sing for grief, nor do the swans;

85. ΦΑΙΔ. οἱ δ’ ἄνθρωποι διὰ τὸ αὑτῶν δέος τοῦ θανάτου καὶ τῶν κύκνων καταψεύδονται, καί φασιν αὐτοὺς θρηνοῦντας τὸν θάνατον ὑπὸ λύπης ἐξᾴδειν, καὶ οὐ λογίζονται ὅτι οὐδὲν ὄρνεον ᾄδει ὅταν πεινῇ ἢ ῥιγῷ ἤ τινα ἄλλην λύπην λυπῆται, οὐδὲ αὐτὴ ἥ τε ἀηδὼν καὶ χελιδὼν καὶ ὁ ἔποψ, ἃ δή φασι διὰ λύπην θρηνοῦντα ᾄδειν. ἀλλ᾽ οὔτε ταῦτά μοι φαίνεται λυπούμενα ᾄδειν οὔτε οἱ κύκνοι, ἀλλ’ ἅτε οἶμαι τοῦ Ἀπόλλωνος ὄντες, μαντικοί τέ εἰσι καὶ προειδότες τὰ ἐν Ἅιδου ἀγαθὰ ᾄδουσι καὶ τέρπονται ἐκείνην τὴν ἡμέραν διαφερόντως ἢ ἐν τῷ ἔμπροσθεν χρόνῳ.

85b. but since they are Apollo’s birds, I believe they have prophetic vision, and because they have foreknowledge of the blessings in the other world they sing and rejoice on that day more than ever before. And I think that I am myself a fellow-servant of the swans; and am consecrated to the same God and have received from our master a gift of prophecy no whit inferior to theirs, and that I go out from life with as little sorrow as they. So far as this is concerned, then, speak and ask what ever questions you please, so long as the eleven of the Athenians permit.”“Good,” said Simmias.

85b. ἐγὼ δὲ καὶ αὐτὸς ἡγοῦμαι ὁμόδουλός τε εἶναι τῶν κύκνων καὶ ἱερὸς τοῦ αὐτοῦ θεοῦ, καὶ οὐ χεῖρον ἐκείνων τὴν μαντικὴν ἔχειν παρὰ τοῦ δεσπότου, οὐδὲ δυσθυμότερον αὐτῶν τοῦ βίου ἀπαλλάττεσθαι. ἀλλὰ τούτου γ’ ἕνεκα λέγειν τε χρὴ καὶ ἐρωτᾶν ὅτι ἂν βούλησθε, ἕως ἂν Ἀθηναίων ἐῶσιν ἄνδρες ἕνδεκα. καλῶς, ἔφη, λέγεις, ὁ Σιμμίας· καὶ ἐγώ τέ σοι ἐρῶ ὃ ἀπορῶ, καὶ αὖ ὅδε, ᾗ οὐκ ἀποδέχεται τὰ εἰρημένα.

85c. “I will tell you my difficulty, and then Cebes in turn will say why he does not agree to all you have said. I think, Socrates, as perhaps you do yourself, that it is either impossible or very difficult to acquire clear knowledge about these matters in this life. And yet he is a weakling who does not test in every way what is said about them and persevere until he is worn out by studying them on every side. For he must do one of two things; either he must learn or discover the truth about these matters, or if that is impossible, he must take whatever human doctrine is best and hardest to disprove and, embarking upon it as upon a raft, sail upon it through life in the midst of dangers, unless he can sail upon some stronger vessel, some divine revelation, and make his voyage more safely and securely.

85c. ἐμοὶ γὰρ δοκεῖ, ὦ Σώκρατες, περὶ τῶν τοιούτων ἴσως ὥσπερ καὶ σοὶ τὸ μὲν σαφὲς εἰδέναι ἐν τῷ νῦν βίῳ ἢ ἀδύνατον εἶναι ἢ παγχάλεπόν τι, τὸ μέντοι αὖ τὰ λεγόμενα περὶ αὐτῶν μὴ οὐχὶ παντὶ τρόπῳ ἐλέγχειν καὶ μὴ προαφίστασθαι πρὶν ἂν πανταχῇ σκοπῶν ἀπείπῃ τις, πάνυ μαλθακοῦ εἶναι ἀνδρός· δεῖν γὰρ περὶ αὐτὰ ἕν γέ τι τούτων διαπράξασθαι, ἢ μαθεῖν ὅπῃ ἔχει ἢ εὑρεῖν ἤ, εἰ ταῦτα ἀδύνατον, τὸν γοῦν βέλτιστον τῶν ἀνθρωπίνων λόγων λαβόντα καὶ δυσεξελεγκτότατον, ἐπὶ τούτου ὀχούμενον ὥσπερ ἐπὶ σχεδίας κινδυνεύοντα διαπλεῦσαι τὸν βίον, εἰ μή τις δύναιτο ἀσφαλέστερον καὶ ἀκινδυνότερον ἐπὶ βεβαιοτέρου ὀχήματος, [ἢ] λόγου θείου τινός, διαπορευθῆναι.

85d. And so now I am not ashamed to ask questions, since you encourage me to do so, and I shall not have to blame myself hereafter for not saying now what I think. For, Socrates, when I examine what has been said, either alone or with Cebes, it does not seem quite satisfactory.”

85d. καὶ δὴ καὶ νῦν ἔγωγε οὐκ ἐπαισχυνθήσομαι ἐρέσθαι, ἐπειδὴ καὶ σὺ ταῦτα λέγεις, οὐδ’ ἐμαυτὸν αἰτιάσομαι ἐν ὑστέρῳ χρόνῳ ὅτι νῦν οὐκ εἶπον ἅ μοι δοκεῖ. ἐμοὶ γάρ, ὦ Σώκρατες, ἐπειδὴ καὶ πρὸς ἐμαυτὸν καὶ πρὸς τόνδε σκοπῶ τὰ εἰρημένα, οὐ πάνυ φαίνεται ἱκανῶς εἰρῆσθαι.

85e. And Socrates replied: “Perhaps, my friend, you are right. But tell me in what respect it is not satisfactory.”

85e. καὶ ὁ Σωκράτης, ἴσως γάρ, ἔφη, ὦ ἑταῖρε, ἀληθῆ σοι φαίνεται· ἀλλὰ λέγε ὅπῃ δὴ οὐχ ἱκανῶς.

86. Phaedo. “In this,” said he, “that one might use the same argument about harmony and a lyre with its strings. One might say that the harmony is invisible and incorporeal, and very beautiful and divine in the well attuned lyre, but the lyre itself and its strings are bodies, and corporeal and composite and earthy and akin to that which is mortal.

86. ΦΑΙΔ. ταύτῃ ἔμοιγε, ἦ δ’ ὅς, ᾗ δὴ καὶ περὶ ἁρμονίας ἄν τις καὶ λύρας τε καὶ χορδῶν τὸν αὐτὸν τοῦτον λόγον εἴποι, ὡς ἡ μὲν ἁρμονία ἀόρατον καὶ ἀσώματον καὶ πάγκαλόν τι καὶ θεῖόν ἐστιν ἐν τῇ ἡρμοσμένῃ λύρᾳ, αὐτὴ δ’ ἡ λύρα καὶ αἱ χορδαὶ σώματά τε καὶ σωματοειδῆ καὶ σύνθετα καὶ γεώδη ἐστὶ καὶ τοῦ θνητοῦ συγγενῆ.

86a. Now if someone shatters the lyre or cuts and breaks the strings, what if he should maintain by the same argument you employed, that the harmony could not have perished and must still exist? For there would be no possibility that the lyre and its strings, which are of mortal nature, still exist after the strings are broken, and the harmony, which is related and akin to the divine and the immortal, perish before that which is mortal. He would say that the harmony must still exist somewhere, and that the wood and the strings must rot away before anything could happen to it. And I fancy, Socrates, that it must have occurred to your own mind that we believe the soul to be something after this fashion; that our body is strung and held together by heat, cold, moisture, dryness, and the like, and the soul is a mixture and a harmony of these same elements, when they are well and properly mixed.

86a. ἐπειδὰν οὖν ἢ κατάξῃ τις τὴν λύραν ἢ διατέμῃ καὶ διαρρήξῃ τὰς χορδάς, εἴ τις διισχυρίζοιτο τῷ αὐτῷ λόγῳ ὥσπερ σύ, ὡς ἀνάγκη ἔτι εἶναι τὴν ἁρμονίαν ἐκείνην καὶ μὴ ἀπολωλέναι — οὐδεμία γὰρ μηχανὴ ἂν εἴη τὴν μὲν λύραν ἔτι εἶναι διερρωγυιῶν τῶν χορδῶν καὶ τὰς χορδὰς θνητοειδεῖς οὔσας, τὴν δὲ ἁρμονίαν ἀπολωλέναι τὴν τοῦ θείου τε καὶ ἀθανάτου ὁμοφυῆ τε καὶ συγγενῆ, προτέραν τοῦ θνητοῦ ἀπολομένην — ἀλλὰ φαίη ἀνάγκη ἔτι που εἶναι αὐτὴν τὴν ἁρμονίαν, καὶ πρότερον τὰ ξύλα καὶ τὰς χορδὰς κατασαπήσεσθαι πρίν τι ἐκείνην παθεῖν — καὶ γὰρ οὖν, ὦ Σώκρατες, οἶμαι ἔγωγε καὶ αὐτόν σε τοῦτο ἐντεθυμῆσθαι, ὅτι τοιοῦτόν τι μάλιστα ὑπολαμβάνομεν τὴν ψυχὴν εἶναι, ὥσπερ ἐντεταμένου τοῦ σώματος ἡμῶν καὶ συνεχομένου ὑπὸ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ τοιούτων τινῶν, κρᾶσιν εἶναι καὶ ἁρμονίαν

86c. Now if the soul is a harmony, it is clear that when the body is too much relaxed or is too tightly strung by diseases or other ills, the soul must of necessity perish, no matter how divine it is, like other harmonies in sounds and in all the works of artists, and the remains of each body will endure a long time until they are burnt or decayed.

86c. αὐτῶν τούτων τὴν ψυχὴν ἡμῶν, ἐπειδὰν ταῦτα καλῶς καὶ μετρίως κραθῇ πρὸς ἄλληλα — εἰ οὖν τυγχάνει ἡ ψυχὴ οὖσα ἁρμονία τις, δῆλον ὅτι, ὅταν χαλασθῇ τὸ σῶμα ἡμῶν ἀμέτρως ἢ ἐπιταθῇ ὑπὸ νόσων καὶ ἄλλων κακῶν, τὴν μὲν ψυχὴν ἀνάγκη εὐθὺς ὑπάρχει ἀπολωλέναι, καίπερ οὖσαν θειοτάτην, ὥσπερ καὶ αἱ ἄλλαι ἁρμονίαι αἵ τ’ ἐν τοῖς φθόγγοις καὶ ἐν τοῖς τῶν δημιουργῶν ἔργοις πᾶσι, τὰ δὲ λείψανα τοῦ σώματος ἑκάστου πολὺν χρόνον παραμένειν, ἕως ἂν ἢ κατακαυθῇ ἢ κατασαπῇ — ὅρα οὖν πρὸς τοῦτον τὸν λόγον τί φήσομεν, ἐάν τις ἀξιοῖ κρᾶσιν οὖσαν τὴν ψυχὴν τῶν ἐν τῷ σώματι ἐν τῷ καλουμένῳ θανάτῳ πρώτην ἀπόλλυσθαι.

86d. Now what shall we say to this argument, if anyone claims that the soul, being a mixture of the elements of the body, is the first to perish in what is called death?”Then Socrates, looking keenly at us, as he often used to do, smiled and said: “Simmias raises a fair objection. Now if any of you is readier than I, why does he not reply to him? For he seems to score a good point. However, I think before replying to him we ought to hear what fault our friend Cebes finds with our argument, that we may take time to consider what to say, and then when we have heard them, we can either agree with them, if they seem to strike the proper note, or, if they do not, we can proceed to argue in defence of our reasoning.

86d. διαβλέψας οὖν ὁ Σωκράτης, ὥσπερ τὰ πολλὰ εἰώθει, καὶ μειδιάσας, δίκαια μέντοι, ἔφη, λέγει ὁ Σιμμίας. εἰ οὖν τις ὑμῶν εὐπορώτερος ἐμοῦ, τί οὐκ ἀπεκρίνατο; καὶ γὰρ οὐ φαύλως ἔοικεν ἁπτομένῳ τοῦ λόγου. δοκεῖ μέντοι μοι χρῆναι πρὸ τῆς ἀποκρίσεως ἔτι πρότερον κέβητος ἀκοῦσαι τί αὖ ὅδε ἐγκαλεῖ τῷ λόγῳ, ἵνα χρόνου ἐγγενομένου βουλευσώμεθα τί ἐροῦμεν, ἔπειτα [δὲ] ἀκούσαντας ἢ συγχωρεῖν αὐτοῖς ἐάν τι δοκῶσι προσᾴδειν, ἐὰν δὲ μή, οὕτως ἤδη ὑπερδικεῖν τοῦ λόγου.

86e. Come, Cebes,” said he, “tell us what it was that troubled you.”“Well, I will tell you,” said Cebes. Phaedo. “The argument seems to me to be just where it was, and to be still open to the objection I made before. For I do not deny that it has been very cleverly, and, if I may say so, conclusively shown that the soul existed before it entered into this bodily form, but it does not seem to me proved that it will still exist when we are dead. I do not agree with Simmias’ objection, that the soul is not stronger and more lasting than the body, for I think it is far superior in all such respects. ‘Why then,’ the argument might say, ‘do you still disbelieve, when you see that after a man dies the weaker part still exists?

86e. ἀλλ’ ἄγε, ἦ δ’ ὅς, ὦ Κέβης, λέγε, τί ἦν τὸ σὲ αὖ θρᾶττον [ἀπιστίαν παρέχει]. λέγω δή, ἦ δ’ ὃς ὁ Κέβης. ΦΑΙΔ. ἐμοὶ γὰρ φαίνεται ἔτι ἐν τῷ αὐτῷ ὁ λόγος εἶναι, καί, ὅπερ ἐν τοῖς πρόσθεν ἐλέγομεν, ταὐτὸν ἔγκλημα ἔχειν. ὅτι μὲν γὰρ ἦν ἡμῶν ἡ ψυχὴ καὶ πρὶν εἰς τόδε τὸ εἶδος ἐλθεῖν, οὐκ ἀνατίθεμαι μὴ οὐχὶ πάνυ χαριέντως καί, εἰ μὴ ἐπαχθές ἐστιν εἰπεῖν, πάνυ ἱκανῶς ἀποδεδεῖχθαι· ὡς δὲ καὶ ἀποθανόντων ἡμῶν ἔτι που ἔστιν, οὔ μοι δοκεῖ τῇδε. ὡς μὲν οὐκ ἰσχυρότερον καὶ πολυχρονιώτερον ψυχὴ σώματος, οὐ συγχωρῶ τῇ Σιμμίου ἀντιλήψει· δοκεῖ γάρ μοι πᾶσι τούτοις πάνυ πολὺ διαφέρειν. τί οὖν, ἂν φαίη ὁ λόγος, ἔτι ἀπιστεῖς, ἐπειδὴ ὁρᾷς ἀποθανόντος τοῦ ἀνθρώπου τό γε ἀσθενέστερον ἔτι ὄν; τὸ δὲ πολυχρονιώτερον οὐ δοκεῖ σοι ἀναγκαῖον εἶναι ἔτι σῴζεσθαι ἐν τούτῳ τῷ χρόνῳ;

87b. Do you not think the stronger part must necessarily be preserved during the same length of time?’ Now see if my reply to this has any sense. I think I may, like Simmias, best express myself in a figure. It seems to me that it is much as if one should say about an old weaver who had died, that the man had not perished but was safe and sound somewhere, and should offer as a proof of this the fact that the cloak which the man had woven and used to wear was still whole and had not perished. Then if anyone did not believe him, he would ask which lasts longer, a man or a cloak that is in use and wear, and when the answer was given that a man lasts much longer, he would think it had been proved beyond a doubt that the man was safe, because that which was less lasting had not perished. But I do not think he is right, Simmias, and I ask you especially to notice what I say.

87b. πρὸς δὴ τοῦτο τόδε ἐπίσκεψαι, εἴ τι λέγω· εἰκόνος γάρ τινος, ὡς ἔοικεν, κἀγὼ ὥσπερ Σιμμίας δέομαι. ἐμοὶ γὰρ δοκεῖ ὁμοίως λέγεσθαι ταῦτα ὥσπερ ἄν τις περὶ ἀνθρώπου ὑφάντου πρεσβύτου ἀποθανόντος λέγοι τοῦτον τὸν λόγον, ὅτι οὐκ ἀπόλωλεν ὁ ἄνθρωπος ἀλλ’ ἔστι που σῶς, τεκμήριον δὲ παρέχοιτο θοἰμάτιον ὃ ἠμπείχετο αὐτὸς ὑφηνάμενος ὅτι ἐστὶ σῶν καὶ οὐκ ἀπόλωλεν, καὶ εἴ τις ἀπιστοίη αὐτῷ, ἀνερωτῴη πότερον πολυχρονιώτερόν ἐστι τὸ γένος ἀνθρώπου ἢ ἱματίου ἐν χρείᾳ τε ὄντος καὶ φορουμένου, ἀποκριναμένου δή [τινος] ὅτι πολὺ τὸ τοῦ ἀνθρώπου, οἴοιτο ἀποδεδεῖχθαι ὅτι παντὸς ἄρα μᾶλλον ὅ γε ἄνθρωπος σῶς ἐστιν, ἐπειδὴ τό γε ὀλιγοχρονιώτερον οὐκ ἀπόλωλεν.

87c. Anyone can understand that a man who says this is talking nonsense. For the weaver in question wove and wore out many such cloaks and lasted longer than they, though they were many, but perished, I suppose, before the last one.

87c. τὸ δ’ οἶμαι, ὦ Σιμμία, οὐχ οὕτως ἔχει· σκόπει γὰρ καὶ σὺ ἃ λέγω. πᾶς [γὰρ] ἂν ὑπολάβοι ὅτι εὔηθες λέγει ὁ τοῦτο λέγων· ὁ γὰρ ὑφάντης οὗτος πολλὰ κατατρίψας τοιαῦτα ἱμάτια καὶ ὑφηνάμενος ἐκείνων μὲν ὕστερος ἀπόλωλεν πολλῶν ὄντων, τοῦ δὲ τελευταίου οἶμαι πρότερος, καὶ οὐδέν τι μᾶλλον τούτου ἕνεκα ἄνθρωπός ἐστιν ἱματίου φαυλότερον οὐδ’ ἀσθενέστερον.

87d. Yet a man is not feebler or weaker than a cloak on that account at all. And I think the same figure would apply to the soul and the body and it would be quite appropriate to say in like manner about them, that the soul lasts a long time, but the body lasts a shorter time and is weaker. And, one might go on to say that each soul wears out many bodies, especially if the man lives many years. For if the body is constantly changing and being destroyed while the man still lives, and the soul is always weaving anew that which wears out, then when the soul perishes it must necessarily have on its last garment, and this only will survive it, and when the soul has perished, then the body will at once show its natural weakness and will quickly disappear in decay.”

87d. τὴν αὐτὴν δὲ ταύτην οἶμαι εἰκόνα δέξαιτ’ ἂν ψυχὴ πρὸς σῶμα, καί τις λέγων αὐτὰ ταῦτα περὶ αὐτῶν μέτρι’ ἄν μοι φαίνοιτο λέγειν, ὡς ἡ μὲν ψυχὴ πολυχρόνιόν ἐστι, τὸ δὲ σῶμα ἀσθενέστερον καὶ ὀλιγοχρονιώτερον· ἀλλὰ γὰρ ἂν φαίη ἑκάστην τῶν ψυχῶν πολλὰ σώματα κατατρίβειν, ἄλλως τε κἂν πολλὰ ἔτη βιῷ — εἰ γὰρ ῥέοι τὸ σῶμα καὶ ἀπολλύοιτο ἔτι ζῶντος τοῦ ἀνθρώπου, ἀλλ’ ἡ ψυχὴ ἀεὶ τὸ κατατριβόμενον ἀνυφαίνοι — ἀναγκαῖον μεντἂν εἴη, ὁπότε ἀπολλύοιτο ἡ ψυχή, τὸ τελευταῖον ὕφασμα τυχεῖν αὐτὴν ἔχουσαν καὶ τούτου μόνου προτέραν ἀπόλλυσθαι, ἀπολομένης δὲ τῆς ψυχῆς τότ’ ἤδη τὴν φύσιν τῆς ἀσθενείας ἐπιδεικνύοι τὸ σῶμα καὶ ταχὺ σαπὲν διοίχοιτο.