SCRIPTURA

Xenophon · The Art of Horsemanship · 1 of 12

Chapter 1

Translated by Edgar Carew Marchant

ContentsMarkdown.md ↓

1. Inasmuch as we have had a long experience of cavalry, and consequently claim familiarity with the art of horsemanship, we wish to explain to our younger friends what we believe to be the correct method of dealing with horses. True there is already a treatise on horsemanship by Simon, who also dedicated the bronze horse in the Eleusinium at Athens and recorded his own feats in relief on the pedestal. Nevertheless, we shall not erase from our work the conclusions that happen to coincide with his, but shall offer them to our friends with far greater pleasure, in the belief that they are more worthy of acceptance because so expert a horseman held the same opinions as we ourselves: moreover, we shall try to explain all the points that he has omitted. First we will give directions how best to avoid being cheated in buying a horse. For judging an unbroken colt, the only criterion, obviously, is the body, for no clear signs of temper are to be detected in an animal that has not yet had a man on his back.

1. ἐπειδὴ διὰ τὸ συμβῆναι ἡμῖν πολὺν χρόνον ἱππεύειν οἰόμεθα ἔμπειροι ἱππικῆς γεγενῆσθαι, βουλόμεθα καὶ τοῖς νεωτέροις τῶν φίλων δηλῶσαι ᾗ ἂν νομίζομεν αὐτοὺς ὀρθότατα ἵπποις προσφέρεσθαι. συνέγραψε μὲν οὖν καὶ Σίμων περὶ ἱππικῆς, ὃς καὶ τὸν κατὰ τὸ Ἐλευσίνιον Ἀθήνησιν ἵππον χαλκοῦν ἀνέθηκε καὶ ἐν τῷ βάθρῳ τὰ ἑαυτοῦ ἔργα ἐξετύπωσεν· ἡμεῖς γε μέντοι ὅσοις συνετύχομεν ταὐτὰ γνόντες ἐκείνῳ, οὐκ ἐξαλείφομεν ἐκ τῶν ἡμετέρων, ἀλλὰ πολὺ ἥδιον παραδώσομεν αὐτὰ τοῖς φίλοις, νομίζοντες ἀξιοπιστότερα εἶναι ὅτι κἀκεῖνος κατὰ ταὐτὰ ἡμῖν ἔγνω ἱππικὸς ὤν· καὶ ὅσα δὴ παρέλιπεν ἡμεῖς πειρασόμεθα δηλῶσαι. πρῶτον δὲ γράψομεν ὡς ἄν τις ἥκιστα ἐξαπατῷτο ἐν ἱππωνίᾳ. τοῦ μὲν τοίνυν ἔτι ἀδαμάστου πώλου δῆλον ὅτι τὸ σῶμα δεῖ δοκιμάζειν· τῆς γὰρ ψυχῆς οὐ πάνυ σαφῆ τεκμήρια παρέχεται ὁ μήπω ἀναβαινόμενος.

2. In examining his body, we say you must first look at his feet. For, just as a house is bound to be worthless less if the foundations are unsound, however well the upper parts may look, so a war-horse will be quite useless, even though all his other points are good, if he has bad feet; for in that case he will be unable to use any of his good points.

2. τοῦ γε μὴν σώματος πρῶτόν φαμεν χρῆναι τοὺς πόδας σκοπεῖν. ὥσπερ γὰρ οἰκίας οὐδὲν ὄφελος ἂν εἴη, εἰ τὰ ἄνω πάνυ καλὰ ἔχοι μὴ ὑποκειμένων οἵων δεῖ θεμελίων, οὕτω καὶ ἵππου πολεμιστηρίου οὐδὲν ἂν ὄφελος εἴη, οὐδʼ εἰ τἆλλα πάντα ἀγαθὰ ἔχοι, κακόπους δʼ εἴη· οὐδενὶ γὰρ ἂν δύναιτο τῶν ἀγαθῶν χρῆσθαι.

3. When testing the feet first look to the hoofs. For it makes a great difference in the quality of the feet if they are thick rather than thin. Next you must not fail to notice whether the hoofs are high both in front and behind, or low. For high hoofs have the frog, as it is called, well off the ground; but flat hoofs tread with the strongest and weakest part of the foot simultaneously, like a bow-legged man. Moreover, Simon says that the ring, too, is a clear test of good feet: and he is right; for a hollow hoof rings like a cymbal in striking the ground.

3. πόδας δʼ ἄν τις δοκιμάζοι πρῶτον μὲν τοὺς ὄνυχας σκοπῶν· οἱ γὰρ παχεῖς πολὺ τῶν λεπτῶν διαφέρουσιν εἰς εὐποδίαν· ἔπειτα οὐδὲ τοῦτο δεῖ λανθάνειν, πότερον αἱ ὁπλαί εἰσιν ὑψηλαὶ [ἢ ταπειναὶ] καὶ ἔμπροσθεν καὶ ὄπισθεν ἢ χαμηλαί. αἱ μὲν γὰρ ὑψηλαὶ πόρρω ἀπὸ τοῦ δαπέδου ἔχουσι τὴν χελιδόνα καλουμένην, αἱ δὲ ταπειναὶ ὁμοίως βαίνουσι τῷ τε ἰσχυροτάτῳ καὶ τῷ μαλακωτάτῳ τοῦ ποδός, ὥσπερ οἱ βλαισοὶ τῶν ἀνθρώπων· καὶ τῷ ψόφῳ δὲ ἔφη Σίμων δήλους εἶναι τοὺς εὔποδας, καλῶς λέγων· ὥσπερ γὰρ κύμβαλον ψοφεῖ πρὸς τὸ δάπεδον ἡ κοίλη ὁπλή.

4. Having begun here, we will proceed upwards by successive steps to the rest of the body. The bones (of the pastern) above the hoofs and below the fetlocks should not be too upright, like a goat’s: such legs give too hard a tread, jar the rider, and are more liable to inflammation. Nor yet should the bones be too low, else the fetlocks are likely to become bare and sore when the horse is ridden over clods or stones.

4. ἐπεὶ δὲ ἠρξάμεθα ἐντεῦθεν, ταύτῃ καὶ ἀναβησόμεθα πρὸς τὸ ἄλλο σῶμα. δεῖ τοίνυν καὶ τὰ ἀνωτέρω μὲν τῶν ὁπλῶν, κατωτέρω δὲ τῶν κυνηπόδων ὀστᾶ μήτε ἄγαν ὀρθὰ εἶναι ὥσπερ αἰγός· ἀντιτυπώτερα γὰρ ὄντα κόπτει τε τὸν ἀναβάτην καὶ παραπίμπραται μᾶλλον τὰ τοιαῦτα σκέλη· οὐδὲ μὴν ἄγαν ταπεινὰ τὰ ὀστᾶ δεῖ εἶναι· ψιλοῖντο γὰρ ἂν καὶ ἑλκοῖντο οἱ κυνήποδες εἴτʼ ἐν βώλοις εἴτʼ ἐν λίθοις ἐλαύνοιτο ὁ ἵππος.

5. The bones of the shanks should be thick, since these are the pillars of the body; but not thick with veins nor with flesh, else when the horse is ridden over hard ground, these parts are bound to become charged with blood and varicose; the legs will swell, and the skin will fall away, and when this gets loose the pin, too, is apt to give way and lame the horse.

5. τῶν γε μὴν κνημῶν τὰ ὀστᾶ παχέα χρὴ εἶναι· ταῦτα γάρ ἐστι στήριγγες τοῦ σώματος· οὐ μέντοι φλεψί γε οὐδὲ σαρξὶ παχέα· εἰ δὲ μή, ὅταν ἐν σκληροῖς ἐλαύνηται, ἀνάγκη αἵματος ταῦτα πληροῦσθαι καὶ κρισσοὺς γίγνεσθαι, καὶ παχύνεσθαι μὲν τὰ σκέλη, ἀφίστασθαι δὲ τὸ δέρμα. χαλῶντος δὲ τούτου πολλάκις καὶ ἡ περόνη ἀποστᾶσα χωλὸν ἀπέδειξε τὸν ἵππον.

6. If the colt’s knees are supple when bending as he walks, you may guess that his legs will be supple when he is ridden too, for all horses acquire greater suppleness at the knee as time goes on. Supple knees are rightly approved, since they render the horse less likely to stumble and tire than stiff legs.

6. τά γε μὴν γόνατα ἢν βαδίζων ὁ πῶλος ὑγρῶς κάμπτῃ, εἰκάζοις ἂν καὶ ἱππεύοντα ὑγρὰ ἕξειν τὰ σκέλη· πάντες γὰρ προϊόντος τοῦ χρόνου ὑγροτέρως κάμπτουσιν ἐν τοῖς γόνασι. τὰ δὲ ὑγρὰ δικαίως εὐδοκιμεῖ· ἀπταιστότερον γὰρ καὶ ἀκοπώτερον τὸν ἵππον τῶν σκληρῶν σκελῶν παρέχει.

7. The arms below the shoulders, as in man, are stronger and better looking if they are thick. A chest of some width is better formed both for appearance and for strength, and for carrying the legs well apart without crossing.

7. μηροί γε μέντοι οἱ ὑπὸ ταῖς ὠμοπλάταις ἢν παχεῖς ὦσιν, ἰσχυρότεροί τε καὶ εὐπρεπέστεροι ὥσπερ ἀνδρὸς φαίνονται. καὶ μὴν στέρνα πλατύτερα ὄντα καὶ πρὸς κάλλος καὶ πρὸς ἰσχὺν καὶ πρὸς τὸ μὴ ἐπαλλὰξ ἀλλὰ διὰ πολλοῦ τὰ σκέλη φέρειν εὐφυέστερα.

8. His neck should not hang downwards from the chest like a boar’s, but stand straight up to the crest, like a cock’s; but it should be flexible at the bend; and the head should be bony, with a small cheek. Thus the neck will protect the rider, and the eye see what lies before the feet. Besides, a horse of such a mould will have least power of running away, be he never so high-spirited, for horses do not arch the neck and head, but stretch them out when they try to run away.

8. ἀπό γε μὴν τοῦ στέρνου ὁ μὲν αὐχὴν αὐτοῦ μὴ ὥσπερ κάπρου προπετὴς πεφύκοι, ἀλλʼ ὥσπερ ἀλεκτρυόνος ὀρθὸς πρὸς τὴν κορυφὴν ἥκοι, λαγαρὸς δὲ εἴη τὰ κατὰ τὴν συγκαμπήν, ἡ δὲ κεφαλὴ ὀστώδης οὖσα μικρὰν σιαγόνα ἔχοι. οὕτως ὁ μὲν τράχηλος πρὸ τοῦ ἀναβάτου ἂν εἴη, τὸ δὲ ὄμμα ⟨τὰ⟩ πρὸ τῶν ποδῶν ὁρῴη. καὶ βιάζεσθαι δὲ ἥκιστʼ ἂν δύναιτο ὁ τοιοῦτον σχῆμα ἔχων καὶ εἰ πάνυ θυμοειδὴς εἴη· οὐ γὰρ ἐγκάμπτοντες ἀλλʼ ἐκτείνοντες τὸν τράχηλον καὶ τὴν κεφαλὴν βιάζεσθαι οἱ ἵπποι ἐπιχειροῦσι.

9. You should notice, too, whether both jaws are soft or hard, or only one; for horses with unequal jaws are generally unequally sensitive in the mouth. A prominent eye looks more alert than one that is hollow, and, apart from that, it gives the horse a greater range of vision.

9. σκοπεῖν δὲ χρὴ καὶ εἰ ἀμφότεραι μαλακαὶ αἱ γνάθοι ἢ σκληρὰ ἡ ἑτέρα. ἑτερόγναθοι γὰρ ὡς τὰ πολλὰ οἱ μὴ ὁμοίας τὰς γνάθους ἔχοντες γίγνονται. καὶ μὴν τὸ ἐξόφθαλμον εἶναι ἐγρηγορὸς μᾶλλον φαίνεται τοῦ κοιλοφθάλμου, καὶ ἐπὶ πλέον δʼ ἂν ὁ τοιοῦτος ὁρῴη.

10. And wide open nostrils afford room for freer breathing than close ones, and at the same time make the horse look fiercer, for whenever a horse is angry with another or gets excited under his rider, he dilates his nostrils.

10. καὶ μυκτῆρές γε οἱ ἀναπεπταμένοι τῶν συμπεπτωκότων εὐπνοώτεροί τε ἅμα εἰσὶ καὶ γοργότερον τὸν ἵππον ἀποδεικνύουσι. καὶ γὰρ ὅταν ὀργίζηται ἵππος ἵππῳ ἢ ἐν ἱππασίᾳ θυμῶται, εὐρύνει μᾶλλον τοὺς μυκτῆρας.

11. A fairly large crest and fairly small ears give the more characteristic shape to a horse’s head. High withers offer the rider a safer seat and a stronger grip on the shoulders. The double back is both softer to sit on than the single and more pleasing to the eye.

11. καὶ μὴν κορυφὴ μὲν μείζων, ὦτα δὲ μικρότερα ἱππωδεστέραν τὴν κεφαλὴν ἀποφαίνει. ἡ δʼ αὖ ὑψηλὴ ἀκρωμία τῷ τε ἀναβάτῃ ἀσφαλεστέραν τὴν ἕδραν καὶ τοῖς ὤμοις [καὶ τῷ σώματι] ἰσχυροτέραν τὴν πρόσφυσιν παρέχεται. ⟨ῥάχις γε μὴν⟩ ἡ διπλῆ τῆς ἁπλῆς καὶ ἐγκαθῆσθαι μαλακωτέρα καὶ ἰδεῖν ἡδίων.

12. The deeper the flanks and the more swelling toward the belly, the firmer is the seat and the stronger, and as a rule, the better feeder is the horse. The broader and shorter the loins, the more easily the horse lifts his fore quarters and the more easily he brings up his hind quarters. And, apart from that, the belly looks smallest so, and if it is big it disfigures the horse to some extent, and also makes him to some extent both weaker and clumsier.

12. καὶ πλευρὰ δὲ ἡ βαθυτέρα καὶ πρὸς τὴν γαστέρα ὀγκωδεστέρα ἅμα εὐεδρότερόν τε καὶ ἰσχυρότερον καὶ εὐχιλότερον ὡς ἐπὶ πολὺ τὸν ἵππον παρέχεται. ὀσφῦς γε μὴν ὅσῳ ἂν πλατυτέρα τε καὶ βραχυτέρα ᾖ, τοσούτῳ ῥᾷον μὲν ὁ ἵππος τὰ πρόσθεν αἴρεται, ῥᾷον δὲ τὰ ὄπισθεν προσάγεται· καὶ ὁ κενεὼν δὲ οὕτω μικρότατος φαίνεται, ὅσπερ μέγας ὢν μέρος μέν τι καὶ αἰσχύνει, μέρος δέ τι καὶ ἀσθενέστερον καὶ δυσφορώτερον αὖ τὸν ἵππον παρέχεται.

13. The haunches must be broad and fleshy, that they may be in right proportion to the flanks and chest, and if they are firm all over, they will be lighter for running and will make the horse speedier.

13. τά γε μὴν ἰσχία πλατέα μὲν εἶναι χρὴ καὶ εὔσαρκα, ἵνα ἀκόλουθα ᾖ ταῖς πλευραῖς καὶ τοῖς στέρνοις· ἢν δὲ πάντα στερεὰ ᾖ, κουφότερα ἂν τὰ πρὸς τὸν δρόμον εἴη καὶ ὀξύτερον μᾶλλον ἂν τὸν ἵππον παρέχοιτο.

14. If the gap that separates the hams under the tail is broad, he will also extend his hind legs well apart under his belly; and by doing that he will be more fiery and stronger when he throws himself on his haunches and when he is ridden, and will make the best of himself in all ways. One can infer this from the action of a man: for when he wants to lift anything from the ground, a man invariably tries to lift it with his legs apart rather than close together.

14. μηρούς γε μὴν τοὺς ὑπὸ τῇ οὐρᾷ ἢν ἅμα πλατείᾳ τῇ γραμμῇ διωρισμένους ἔχῃ, οὕτω καὶ τὰ ὄπισθεν σκέλη διὰ πολλοῦ ὑποθήσει. τοῦτο δὲ ποιῶν ἅμα γοργοτέραν τε καὶ ἰσχυροτέραν ἕξει τὴν ὑπόβασίν τε καὶ ἱππασίαν καὶ ἅπαντα βελτίων ἔσται ἑαυτοῦ. τεκμήραιο δʼ ἂν καὶ ἀπʼ ἀνθρώπων· ὅταν γάρ τι ἀπὸ τῆς γῆς ἄρασθαι βούλωνται, διαβαίνοντες πάντες μᾶλλον ἢ συμβεβηκότες ἐπιχειροῦσιν αἴρεσθαι.

15. A horse’s stones should not be big: but it is impossible to observe this in a colt. As for the parts below, the hocks, shin bones, fetlocks and hoofs, what we have said about the corresponding parts in the forelegs applies to these also.

15. τούς γε μὴν ὄρχεις δεῖ μὴ μεγάλους τὸν ἵππον ἔχειν, ὃ οὐκ ἔστι πώλου κατιδεῖν. περί γε μὴν τῶν κάτωθεν, ἀστραγάλων ἢ κνημῶν καὶ κυνηπόδων καὶ ὁπλῶν, ταὐτὰ λέγομεν ἅπερ περὶ τῶν ἔμπροσθεν.

16. I want also to explain how one is least likely to be disappointed in the matter of size. The colt that is longest in the shanks at the time he is foaled makes the biggest horse. For in all quadrupeds the shanks increase but little in size as time goes on, whereas the rest of the body grows to them, so as to be in the right proportion.

16. γράψαι δὲ βούλομαι καὶ ἐξ ὧν ἂν περὶ μεγέθους ἥκιστα ἀποτυγχάνοι τις. ὅτου γὰρ ἂν ὦσιν αἱ κνῆμαι εὐθὺς γιγνομένου ὑψηλόταται, οὗτος μέγιστος γίγνεται. προϊόντος γὰρ τοῦ χρόνου πάντων τῶν τετραπόδων αἱ μὲν κνῆμαι εἰς μέγεθος οὐ μάλα αὔξονται, πρὸς δὲ ταύτας ὡς ἂν συμμέτρως ἔχῃ συναύξεται καὶ τὸ ἄλλο σῶμα.

17. He who applies these tests to a colt’s shape is sure, in my opinion, to get a beast with good feet, strong, muscular, of the right look and the right size. If some change as they grow, still we may confidently rely on these tests, for it is far commoner for an ugly colt to make a useful horse than for a colt like this to turn out ugly.

17. εἶδος μὲν δὴ πώλου οὕτω δοκιμάζοντες μάλιστʼ ἂν ἡμῖν δοκοῦσι τυγχάνειν εὔποδος καὶ ἰσχυροῦ καὶ εὐσάρκου καὶ εὐσχήμονος καὶ εὐμεγέθους. εἰ δέ τινες αὐξανόμενοι μεταβάλλουσιν, ὅμως οὕτω θαρρῶν τις δοκιμάζοι ἄν· πολὺ γὰρ πλείονες εὔχρηστοι ἐξ αἰσχρῶν ἢ ἐκ τοιούτων αἰσχροὶ γίγνονται.