SCRIPTURA

Xenophon · The Cavalry Commander · 9 of 9

Chapter 9

Translated by Edgar Carew Marchant

ContentsMarkdown.md ↓

1. To read these suggestions a few times is enough; but it is always necessary for the commander to hit on the right thing at the right moment, to think of the present situation and to carry out what is expedient in view of it. To write out all that he ought to do is no more possible than to know everything that is going to happen.

1. ταῦτα δὲ ἀναγιγνώσκειν μὲν καὶ ὀλιγάκις ἀρκεῖ, ἐννοεῖν δὲ τὸ παρατυγχάνον αὐτῷ ἀεὶ δεῖ, καὶ πρὸς τὸ παριστάμενον σκοποῦντα τὸ συμφέρον ἐκπονεῖν. γράψαι δὲ πάντα ὁπόσα δεῖ ποιεῖν οὐδὲν μᾶλλον οἷόν τέ ἐστιν ἢ τὰ μέλλοντα πάντα εἰδέναι.

2. The most important of all my hints, I think, is this: Whatever you decide to be best, see that it gets done. Whether you are a farmer, a skipper or a commander, sound decisions bear no fruit unless you see to it that, with heaven’s help, they are duly carried out.

2. πάντων δὲ τῶν ὑπομνημάτων ἔμοιγε δοκεῖ κράτιστον εἶναι τὸ ὅσα ἂν γνῷ ἀγαθὰ εἶναι ἐπιμελεῖσθαι ὡς ἂν πραχθῇ. ὀρθῶς δὲ γιγνωσκόμενα οὐ φέρει καρπὸν οὔτʼ ἐν γεωργίᾳ οὔτʼ ἐν ναυκληρίᾳ οὔτʼ ἐν ἀρχῇ, ἢν μή τις ἐπιμέληται ὡς ἂν ταῦτα σὺν τοῖς θεοῖς ἐκπεραίνηται.

3. Further, I am of opinion that the full complement of a thousand cavalry would be raised much more quickly and in a manner much less burdensome to the citizens if they established a force of two hundred foreign cavalry. For I believe that the presence of these men would improve the discipline of the whole force and would foster rivalry in the display of efficiency.

3. φημὶ δʼ ἐγὼ [ταῦτα] καὶ τὸ πᾶν ἱππικὸν ὧδʼ ἂν πολὺ θᾶττον ἐκπληρωθῆναι εἰς τοὺς χιλίους ἱππεῖς καὶ πολὺ ῥᾷον τοῖς πολίταις, εἰ διακοσίους ἱππέας ξένους καταστήσαιντο· δοκοῦσι γὰρ ἄν μοι οὗτοι προσγενόμενοι καὶ εὐπειστότερον ἂν πᾶν τὸ ἱππικὸν ποιῆσαι καὶ φιλοτιμότερον πρὸς ἀλλήλους περὶ ἀνδραγαθίας.

4. I know that the fame of the Lacedaemonian horse dates from the introduction of foreign cavalry: and in the other states everywhere I notice that the foreign contingents enjoy a high reputation; for need helps to produce great eagerness.

4. οἶδα δʼ ἔγωγε καὶ Λακεδαιμονίοις ἱππικὸν ἀρξάμενον εὐδοκιμεῖν, ἐπεὶ ξένους ἱππέας προσέλαβον. καὶ ἐν ταῖς ἄλλαις δὲ πόλεσι πανταχοῦ τὰ ξενικὰ ὁρῶ εὐδοκιμοῦντα· ἡ γὰρ χρεία μεγάλην προθυμίαν συμβάλλεται.

5. To defray the cost of their horses, I believe that money would be forthcoming from those who strongly object to serve in the cavalry—since even men actually enrolled are willing to pay in order to get out of the service—from rich men who are physically unfit, and also, I think, from orphans possessed of large estates.

5. εἰς δὲ τιμὴν τῶν ἵππων νομίζω ἂν αὐτοῖς χρήματα ὑπάρξαι καὶ παρὰ τῶν σφόδρα ἀπεχομένων μὴ ἱππεύειν, ὅτι καὶ οἷς καθίστησι τὸ ἱππικὸν ἐθέλουσι τελεῖν ἀργύριον ὡς μὴ ἱππεύειν, ⟨καὶ⟩ παρὰ πλουσίων μέν, ἀδυνάτων δὲ τοῖς σώμασιν, οἴομαι δὲ καὶ παρʼ ὀρφανῶν τῶν δυνατοὺς οἴκους ἐχόντων.

6. I believe also that some of the resident aliens would be proud to be enrolled in the cavalry. For I notice that, whenever the citizens give them a share in any other honourable duty, some are willing enough to take pride in doing the part assigned to them.

6. νομίζω δὲ καὶ μετοίκων φιλοτιμεῖσθαι ἄν τινας εἰς ἱππικὸν καθισταμένους· ὁρῶ γὰρ καὶ τῶν ἄλλων ὁπόσων ἂν καλῶν ὄντων μεταδιδῶσιν αὐτοῖς οἱ πολῖται, φιλοτίμως ἐνίους ἐθέλοντας τὸ προσταχθὲν διαπράττεσθαι.

7. I fancy, too, that infantry attached to the cavalry will be most effective if it consists of persons who are very bitter against the enemy. All these things are feasible provided the gods give their consent.

7. δοκεῖ δʼ ἄν μοι καὶ πεζὸν σὺν τοῖς ἵπποις ἐνεργότατον εἶναι, εἰ συσταθείη ἐξ ἀνδρῶν τῶν ἐναντιωτάτων τοῖς πολεμίοις.

8. If anyone is surprised at my frequent repetition of the exhortation to work with God, I can assure him that his surprise will diminish, if he is often in peril, and if he considers that in time of war foemen plot and counterplot, but seldom know what will come of their plots.

8. ταῦτα δὲ πάντα θεῶν συνεθελόντων γένοιτʼ ἄν. εἰ δέ τις τοῦτο θαυμάζει, ὅτι πολλάκις γέγραπται τὸ σὺν θεῷ πράττειν, εὖ ἴστω ὅτι ἢν πολλάκις κινδυνεύῃ, ἧττον τοῦτο θαυμάσεται, καὶ ἤν γε κατανοῇ ὅτι, ὅταν πόλεμος ᾖ, ἐπιβουλεύουσι μὲν ἀλλήλοις οἱ ἐναντίοι, ὀλιγάκις δὲ ἴσασι πῶς ἔχει τὰ ἐπιβουλευόμενα.

9. Therefore there is none other that can give counsel in such a case but the gods. They know all things, and warn whomsoever they will in sacrifices, in omens, in voices, and in dreams. And we may suppose that they are more ready to counsel those who not only ask what they ought to do in the hour of need, but also serve the gods in the days of their prosperity with all their might.

9. τὰ οὖν τοιαῦτα οὐδʼ ὅτῳ συμβουλεύσεταί τις οἷόν τε εὑρεῖν πλὴν θεῶν· οὗτοι δὲ πάντα ἴσασι καὶ προσημαίνουσιν ᾧ ἂν ἐθέλωσι καὶ ἐν ἱεροῖς καὶ ἐν οἰωνοῖς καὶ ἐν φήμαις καὶ ἐν ὀνείρασιν. εἰκὸς δὲ μᾶλλον ἐθέλειν αὐτοὺς συμβουλεύειν τούτοις, οἳ ἂν μὴ μόνον ὅταν δέωνται ἐπερωτῶσι τί χρὴ ποιεῖν, ἀλλὰ καὶ ἐν ταῖς εὐτυχίαις θεραπεύωσιν ὅ τι ἂν δύνωνται τοὺς θεούς.