SCRIPTURA

Xenophon · Oeconomicus · 12 of 21

Chapter 12

Translated by Edgar Carew Marchant

ContentsMarkdown.md ↓

1. But perhaps I am keeping you, Ischomachus, I continued, and you want to get away now? Oh no, Socrates, he answered; I should not think of going before the market empties.

1. ἀλλὰ γάρ, ἔφην ἐγώ, μή σε κατακωλύω, ὦ Ἰσχόμαχε, ἀπιέναι ἤδη βουλόμενον. μὰ Δίʼ, ἔφη, ὦ Σώκρατες· ἐπεὶ οὐκ ἂν ἀπέλθοιμι πρὶν ⟨ἂν⟩ παντάπασιν ἡ ἀγορὰ λυθῇ.

2. To be sure, I continued; you take the utmost care not to forfeit your right to be called a gentleman! For I daresay there are many things claiming your attention now; but, as you have made an appointment with those strangers, you are determined not to break it. But I assure you, Socrates, I am not neglecting the matters you refer to, either; for I keep bailiff’s on my farms.

2. νὴ Δίʼ, ἔφην ἐγώ, φυλάττῃ γὰρ ἰσχυρῶς μὴ ἀποβάλῃς τὴν ἐπωνυμίαν, τὸ ἀνὴρ καλὸς κἀγαθὸς κεκλῆσθαι. νῦν γὰρ πολλῶν σοι ἴσως ὄντων ἐπιμελείας δεομένων, ἐπεὶ συνέθου τοῖς ξένοις, ἀναμένεις αὐτούς, ἵνα μὴ ψεύσῃ. ἀλλά τοι, ὦ Σώκρατες, ἔφη ὁ Ἰσχόμαχος, οὐδʼ ἐκεῖνά μοι ἀμελεῖται ἃ σὺ λέγεις· ἔχω γὰρ ἐπιτρόπους ἐν τοῖς ἀγροῖς.

3. And when you want a bailiff, Ischomachus, do you look out for a man qualified for such a post, and then try to buy him—when you want a builder, I feel sure you inquire for a qualified man and try to get him—or do you train your bailiff’s yourself?

3. πότερα δέ, ἐγὼ ἔφην, ὦ Ἰσχόμαχε, ὅταν δεηθῇς ἐπιτρόπου, καταμαθὼν ἄν που ᾖ ἐπιτροπευτικὸς ἀνήρ, τοῦτον πειρᾷ ὠνεῖσθαι, ὥσπερ, ὅταν τέκτονος δεηθῇς, καταμαθὼν εὖ οἶδʼ ὅτι ἄν που ἴδῃς τεκτονικόν, τοῦτον πειρᾷ κτᾶσθαι, ἢ αὐτὸς παιδεύεις τοὺς ἐπιτρόπους;

4. Of course I try to train them myself, Socrates. For the man has to be capable of taking charge in my absence; so why need he know anything but what I know myself? For if I am fit to manage the farm, I presume I can teach another man what I know myself.

4. αὐτὸς νὴ Δίʼ, ἔφη, ὦ Σώκρατες, πειρῶμαι παιδεύειν. καὶ γὰρ ὅστις μέλλει ἀρκέσειν, ὅταν ἐγὼ ἀπῶ, ἀντʼ ἐμοῦ ἐπιμελόμενος, τί αὐτὸν καὶ δεῖ ἄλλο ἐπίστασθαι ἢ ἅπερ ἐγώ; εἴπερ γὰρ ἱκανός εἰμι τῶν ἔργων προστατεύειν, κἂν ἄλλον δήπου δυναίμην διδάξαι ἅπερ αὐτὸς ἐπίσταμαι.

5. Then the first requirement will be that he should be loyal to you and yours, if he is to represent you in your absence. For if a steward is not loyal, what is the good of any knowledge he may possess? None, of course; but I may tell you, loyalty to me and to mine is the first lesson I try to teach.

5. οὐκοῦν εὔνοιαν πρῶτον, ἔφην ἐγώ, δεήσει αὐτὸν ἔχειν σοὶ καὶ τοῖς σοῖς, εἰ μέλλει ἀρκέσειν ἀντὶ σοῦ παρών. ἄνευ γὰρ εὐνοίας τί ὄφελος καὶ ὁποίας τινὸς οὖν ἐπιτρόπου ἐπιστήμης γίγνεται; οὐδὲν μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, ἀλλά τοι τὸ εὐνοεῖν ἐμοὶ καὶ τοῖς ἐμοῖς ἐγὼ πρῶτον πειρῶμαι παιδεύειν.

6. And how, in heaven’s name, do you teach your man to be loyal to you and yours? By rewarding him, of course, whenever the gods bestow some good thing on us in abundance.

6. καὶ πῶς, ἐγὼ ἔφην, πρὸς τῶν θεῶν εὔνοιαν ἔχειν σοὶ καὶ τοῖς σοῖς διδάσκεις ὅντινα ἂν βούλῃ; εὐεργετῶν νὴ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, ὅταν τινὸς ἀγαθοῦ οἱ θεοὶ ἀφθονίαν διδῶσιν ἡμῖν.

7. You mean, then, that those who enjoy a share of your good things are loyal to you and want you to prosper? Yes, Socrates, I find that is the best instrument for producing loyalty.

7. τοῦτο οὖν λέγεις, ἔφην ἐγώ, ὅτι οἱ ἀπολαύοντες τῶν σῶν ἀγαθῶν εὖνοί σοι γίγνονται καὶ ἀγαθόν τί σε βούλονται πράττειν; τοῦτο γὰρ ὄργανον, ὦ Σώκρατες, εὐνοίας ἄριστον ὁρῶ ὄν.

8. But, now, if he is loyal to you, Ischomachus, will that be enough to make him a competent bailiff? Don’t you see that though all men, practically, wish themselves well, yet there are many who won’t take the trouble to get for themselves the good things they want to have?

8. ἂν δὲ δὴ εὔνους σοι γένηται, ἔφην, ὦ Ἰσχόμαχε, ἦ τούτου ἕνεκα ἱκανὸς ἔσται ἐπιτροπεύειν; οὐχ ὁρᾷς ὅτι καὶ ἑαυτοῖς εὖνοι πάντες ὄντες ὡς εἰπεῖν ἄνθρωποι, πολλοὶ αὐτῶν εἰσὶν οἳ οὐκ ἐθέλουσιν ἐπιμελεῖσθαι ὅπως αὐτοῖς ἔσται ταῦτα ἃ βούλονται εἶναί σφισι τὰ ἀγαθά;

9. Well, when I want to make bailiffs of such men, of course I teach them also to be careful. Pray how do you do that?

9. ἀλλὰ ναὶ μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, τοιούτους ὅταν ἐπιτρόπους βούλωμαι καθιστάναι, καὶ ἐπιμελεῖσθαι διδάσκω.

10. I was under the impression that carefulness is a virtue that can’t possibly be taught. True, Socrates, it isn’t possible to teach everyone you come across to be careful.

10. πῶς, ἔφην ἐγώ, πρὸς τῶν θεῶν; τοῦτο γὰρ δὴ ἐγὼ παντάπασιν οὐ διδακτὸν ᾤμην εἶναι, τὸ ἐπιμελῆ ποιῆσαι. οὐδὲ γάρ ἐστιν, ἔφη, ὦ Σώκρατες, ἐφεξῆς γε οὕτως οἷόν τε πάντας διδάξαι ἐπιμελεῖς εἶναι.

11. Very well; what sort of men can be taught? Point these out to me, at all events. In the first place, Socrates, you can’t make careful men of hard drinkers; for drink makes them forget everything they ought to do.

11. ποίους μὲν δή, ἐγὼ ἔφην, οἷόν τε; πάντως μοι σαφῶς τούτους διασήμηνον. πρῶτον μέν, ἔφη, ὦ Σώκρατες, τοὺς οἴνου ἀκρατεῖς οὐκ ἂν δύναιο ἐπιμελεῖς ποιῆσαι· τὸ γὰρ μεθύειν λήθην ἐμποιεῖ πάντων τῶν πράττειν δεομένων.

12. Then are drunkards the only men who will never become careful, or are there others? Of course there are—sluggards must be included; for you can’t do your own business when you are asleep, nor make others do theirs.

12. οἱ οὖν τούτου ἀκρατεῖς μόνοι, ἐγὼ ἔφην, ἀδύνατοί εἰσιν ἐπιμελεῖσθαι ἢ καὶ ἄλλοι τινές; ναὶ μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, καὶ οἵ γε τοῦ ὕπνου· οὔτε γὰρ ἂν αὐτὸς δύναιτο καθεύδων τὰ δέοντα ποιεῖν οὔτε ἄλλους παρέχεσθαι.

13. Well, then, will these make up the total of persons incapable of learning this lesson, or are there yet others besides? I should add that in my opinion a man who falls desperately in love is incapable of giving more attention to anything than he gives to the object of his passion.

13. τί οὖν; ἐγὼ ἔφην, οὗτοι αὖ μόνοι ἀδύνατοι ἡμῖν ἔσονται ταύτην τὴν ἐπιμέλειαν διδαχθῆναι ἢ καὶ ἄλλοι τινὲς πρὸς τούτοις; ἔμοιγέ τοι δοκοῦσιν, ἔφη ὁ Ἰσχόμαχος, καὶ οἱ τῶν ἀφροδισίων δυσέρωτες ἀδύνατοι εἶναι διδαχθῆναι ἄλλου τινὸς μᾶλλον ἐπιμελεῖσθαι ἢ τούτου·

14. For it isn’t easy to find hope or occupation more delightful than devotion to the darling! aye, and when the thing to be done presses, no harder punishment can easily be thought of than the prevention of intercourse with the beloved! Therefore I shrink from attempting to make a manager of that sort of man too.

14. οὔτε γὰρ ἐλπίδα οὔτʼ ἐπιμέλειαν ἡδίονα ῥᾴδιον εὑρεῖν τῆς τῶν παιδικῶν ἐπιμελείας, οὐδὲ μήν, ὅταν παρῇ τὸ πρακτέον, τιμωρίαν χαλεπωτέραν εὐπετές ἐστι τοῦ ἀπὸ τῶν ἐρωμένων κωλύεσθαι. ὑφίεμαι οὖν καὶ οὓς ἂν τοιούτους γνῶ ὄντας μηδʼ ἐπιχειρεῖν ἐπιμελητὰς τούτων τινὰς καθιστάναι.

15. And what about the men who have a passion for lucre? Are they also incapable of being trained to take charge of the work of a farm? Not at all; of course not. In fact, they very easily qualify for the work. It is merely necessary to point out to them that diligence is profitable.

15. τί δέ, ἔφην ἐγώ, οἵτινες αὖ ἐρωτικῶς ἔχουσι τοῦ κερδαίνειν, ἦ καὶ οὗτοι ἀδύνατοί εἰσιν εἰς ἐπιμέλειαν τῶν κατʼ ἀγρὸν ἔργων παιδεύεσθαι; οὐ μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, οὐδαμῶς γε, ἀλλὰ καὶ πάνυ εὐάγωγοί εἰσιν εἰς τὴν τούτων ἐπιμέλειαν· οὐδὲν γὰρ ἄλλο δεῖ ἢ δεῖξαι μόνον αὐτοῖς ὅτι κερδαλέον ἐστὶν ἡ ἐπιμέλεια.

16. And assuming that the others are free from the faults that you condemn and are covetous of gain in a moderate degree, how do you teach them to be careful in the affairs you want them to superintend? By a very simple plan, Socrates. Whenever I notice that they are careful, I commend them and try to show them honour; but when they appear careless, I try to say and do the sort of things that will sting them.

16. τοὺς δὲ ἄλλους, ἔφην ἐγώ, εἰ ἐγκρατεῖς τέ εἰσιν ὧν σὺ κελεύεις καὶ πρὸς τὸ φιλοκερδεῖς εἶναι μετρίως ἔχουσι, πῶς ἐκδιδάσκεις ὧν σὺ βούλει ἐπιμελεῖς γίγνεσθαι; ἁπλῶς, ἔφη, πάνυ, ὦ Σώκρατες. ὅταν μὲν γὰρ ἐπιμελομένους ἴδω, καὶ ἐπαινῶ καὶ τιμᾶν πειρῶμαι αὐτούς, ὅταν δὲ ἀμελοῦντας, λέγειν τε πειρῶμαι καὶ ποιεῖν ὁποῖα δήξεται αὐτούς.

17. Turn now, Ischomachus, from the subject of the men in training for the occupation, and tell me about the system: is it possible for anyone to make others careful if he is careless himself?

17. ἴθι, ἐγὼ ἔφην, ὦ Ἰσχόμαχε, καὶ τόδε μοι παρατραπόμενος τοῦ λόγου περὶ τῶν παιδευομένων εἰς τὴν ἐπιμέλειαν δήλωσον περὶ τοῦ παιδεύεσθαι, εἰ οἷόν τέ ἐστιν ἀμελῆ αὐτὸν ὄντα ἄλλους ποιεῖν ἐπιμελεῖς.

18. Of course not: an unmusical person could as soon teach music. For it is hard to learn to do a thing well when the teacher prompts you badly; and when a master prompts a servant to be careless, it is difficult for the man to become a good servant.

18. οὐ μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, οὐδέν γε μᾶλλον ἢ ἄμουσον ὄντα αὐτὸν ἄλλους μουσικοὺς ποιεῖν. χαλεπὸν γὰρ τοῦ διδασκάλου πονηρῶς τι ὑποδεικνύοντος καλῶς τοῦτο ποιεῖν μαθεῖν, καὶ ἀμελεῖν γε ὑποδεικνύοντος τοῦ δεσπότου χαλεπὸν ἐπιμελῆ θεράποντα γενέσθαι.

19. To put it shortly, I don’t think I have discovered a bad master with good servants: I have, however, come across a good master with bad servants—but they suffered for it! If you want to make men fit to take charge, you must supervise their work and examine it, and be ready to reward work well carried through, and not shrink from punishing carelessness as it deserves.

19. ὡς δὲ συντόμως εἰπεῖν, πονηροῦ μὲν δεσπότου οἰκέτας οὐ δοκῶ χρηστοὺς καταμεμαθηκέναι· χρηστοῦ μέντοι πονηροὺς ἤδη εἶδον, οὐ μέντοι ἀζημίους γε. τὸν δὲ ἐπιμελητικοὺς βουλόμενον ποιήσασθαί τινας καὶ ἐφορατικὸν δεῖ εἶναι τῶν ἔργων καὶ ἐξεταστικὸν καὶ χάριν θέλοντα τῶν καλῶς τελουμένων ἀποδιδόναι τῷ αἰτίῳ, καὶ δίκην μὴ ὀκνοῦντα τὴν ἀξίαν ἐπιθεῖναι τῷ ἀμελοῦντι.

20. I like the answer that is attributed to the Persian. The king, you know, had happened on a good horse, and wanted to fatten him as speedily as possible. So he asked one who was reputed clever with horses what is the quickest way of fattening a horse. “The master’s eye,” replied the man. I think we may apply the answer generally, Socrates, and say that the master’s eye in the main does the good and worthy work.

20. καλῶς δέ μοι δοκεῖ ἔχειν, ἔφη ὁ Ἰσχόμαχος, καὶ ἡ τοῦ βαρβάρου λεγομένη ἀπόκρισις, ὅτε βασιλεὺς ἄρα ἵππου ἐπιτυχὼν ἀγαθοῦ παχῦναι αὐτὸν ὡς τάχιστα βουλόμενος ἤρετο τῶν δεινῶν τινα ἀμφʼ ἵππους δοκούντων εἶναι τί τάχιστα παχύνει ἵππον· τὸν δʼ εἰπεῖν λέγεται ὅτι δεσπότου ὀφθαλμός. οὕτω δʼ, ἔφη, ὦ Σώκρατες, καὶ τἆλλα μοι δοκεῖ δεσπότου ὀφθαλμὸς τὰ καλά τε κἀγαθὰ μάλιστα ἐργάζεσθαι.