SCRIPTURA

Xenophon · Oeconomicus · 17 of 21

Chapter 17

Translated by Edgar Carew Marchant

ContentsMarkdown.md ↓

1. You see, then, Socrates, that we agree about the fallow. It does seem so, to be sure. And now as to the time for sowing, Socrates. Is it not your opinion that the time to sow is that which has been invariably found to be the best by past experience, and is universally approved by present practice?

1. περὶ μὲν τῆς νεοῦ ὁρᾷς, ἔφη, ὦ Σώκρατες, ὡς ἀμφοτέροις ἡμῖν ταὐτὰ δοκεῖ. δοκεῖ γὰρ οὖν, ἔφην ἐγώ. περί γε μέντοι τοῦ σπόρου ὥρας ἄλλο τι, ἔφη, ὦ Σώκρατες, γιγνώσκεις ἢ τὴν ὥραν σπείρειν ἧς πάντες μὲν οἱ πρόσθεν ἄνθρωποι πεῖραν λαβόντες, πάντες δὲ οἱ νῦν λαμβάνοντες, ἐγνώκασι κρατίστην εἶναι;

2. For as soon as autumn ends, all men, I suppose, look anxiously to God, to see when he will send rain on the earth and make them free to sow. Yes, Ischomachus, all men have made up their minds, of course, not to sow in dry ground if they can help it, those who sowed without waiting to be bidden by God having had to wrestle with many losses.

2. ἐπειδὰν γὰρ ὁ μετοπωρινὸς χρόνος ἔλθῃ, πάντες που οἱ ἄνθρωποι πρὸς τὸν θεὸν ἀποβλέπουσιν, ὁπότε βρέξας τὴν γῆν ἀφήσει αὐτοὺς σπείρειν. ἐγνώκασι δή γʼ, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, καὶ τὸ μὴ ἐν ξηρᾷ σπείρειν ἑκόντες εἶναι πάντες ἄνθρωποι, δῆλον ὅτι πολλαῖς ζημίαις παλαίσαντες οἱ πρὶν κελευσθῆναι ὑπὸ τοῦ θεοῦ σπείροντες.

3. So far, then, said Ischomachus, all the world is of one mind. Yes, said I, where God is our teacher we all come to think alike. For example, all agree that it is better to wear warm clothes in winter, if they can, and all agree on the desirability of having a fire, if they have wood.

3. οὐκοῦν ταῦτα μέν, ἔφη ὁ Ἰσχόμαχος, ὁμογνωμονοῦμεν πάντες οἱ ἄνθρωποι. ἃ γὰρ ὁ θεὸς διδάσκει, ἔφην ἐγώ, οὕτω γίγνεται ὁμονοεῖν· οἷον ἅμα πᾶσι δοκεῖ βέλτιον εἶναι ἐν τῷ χειμῶνι παχέα ἱμάτια φορεῖν, ἂν δύνωνται, καὶ πῦρ κάειν ἅμα πᾶσι δοκεῖ, ἂν ξύλα ἔχωσιν.

4. But, said Ischomachus, when we come to the question whether sowing is best done early or very late or at the mid-season, we find much difference of opinion, Socrates. And God, said I, does not regulate the year by fixed laws; but in one year it may be advantageous to sow early, in another very late, in another at mid-season.

4. ἀλλʼ ἐν τῷδε, ἔφη ὁ Ἰσχόμαχος, πολλοὶ ἤδη διαφέρονται, ὦ Σώκρατες, περὶ τοῦ σπόρου, πότερον ὁ πρώιμος κράτιστος ἢ ὁ μέσος ἢ ὁ ὀψιμώτατος. καὶ ὁ θεός, ἔφην ἐγώ, οὐ τεταγμένως τὸ ἔτος ἄγει, ἀλλὰ τὸ μὲν τῷ πρωίμῳ κάλλιστα, τὸ δὲ τῷ μέσῳ, τὸ δὲ τῷ ὀψιμωτάτῳ.

5. Then do you think, Socrates, that it is better to select one of these times for sowing, whether you sow much or little, or to begin at the earliest moment and continue sowing to the latest?

5. σὺ οὖν, ἔφη, ὦ Σώκρατες, πότερον ἡγῇ κρεῖττον εἶναι ἑνὶ τούτων τῶν σπόρων χρῆσθαι ἐκλεξάμενον, ἐάν τε πολὺ ἐάν τε ὀλίγον σπέρμα σπείρῃ τις, ἢ ἀρξάμενον ἀπὸ τοῦ πρωιμωτάτου μέχρι τοῦ ὀψιμωτάτου σπείρειν; καὶ ἐγὼ εἶπον·

6. For my part, Ischomachus, I think it is best to sow for succession throughout the season. For in my opinion it is much better to get enough food at all times than too much at one time and not enough at another. Here again, then, Socrates, pupil and teacher are of one opinion; and, moreover, you, the pupil, are first in stating this opinion.

6. ἐμοὶ μέν, ὦ Ἰσχόμαχε, δοκεῖ κράτιστον εἶναι παντὸς μετέχειν τοῦ σπόρου. πολὺ γὰρ νομίζω κρεῖττον εἶναι ἀεὶ ἀρκοῦντα σῖτον λαμβάνειν ἢ ποτὲ μὲν πάνυ πολὺν ποτὲ δὲ μηδʼ ἱκανόν. καὶ τοῦτο τοίνυν σύγε, ἔφη, ὦ Σώκρατες, ὁμογνωμονεῖς ἐμοὶ ὁ μανθάνων τῷ διδάσκοντι, καὶ ταῦτα πρόσθεν ἐμοῦ τὴν γνώμην ἀποφαινόμενος.

7. Well now, is casting the seed a complicated problem? By all means let us take that also into consideration, Socrates. I presume that you know as well as I that the seed must be cast by the hand? Yes, I have seen it. Ah, he said, but some men can cast evenly, and some cannot. Then sowers no less than lyre-players need practice, that the hand may be the servant of the will. Certainly.

7. τί γάρ, ἔφην ἐγώ, ἐν τῷ ῥίπτειν τὸ σπέρμα ποικίλη τέχνη ἔνεστι; πάντως, ἔφη, ὦ Σώκρατες, ἐπισκεψώμεθα καὶ τοῦτο. ὅτι μὲν γὰρ ἐκ τῆς χειρὸς δεῖ ῥίπτεσθαι τὸ σπέρμα καὶ σύ που οἶσθα, ἔφη. καὶ γὰρ ἑώρακα, ἔφην ἐγώ. ῥίπτειν δέ γε, ἔφη, οἱ μὲν ὁμαλῶς δύνανται, οἱ δʼ οὔ. οὐκοῦν τοῦτο μέν, ἔφην ἐγώ, ἤδη μελέτης δεῖται ὥσπερ τοῖς κιθαρισταῖς ἡ χείρ, ὅπως δύνηται ὑπηρετεῖν τῇ γνώμῃ.

8. But suppose that some of the land is rather light and some rather heavy? What do you mean by that? I interrupted. By “light” do you mean “weak,” and by “heavy,” “strong”? Yes, I do; and I ask you whether you would give the same quantity of seed to both kinds, or to which you would give more?

8. πάνυ μὲν οὖν, ἔφη· ἂν δέ γε ᾖ, ἔφη, ἡ γῆ ἡ μὲν λεπτοτέρα, ἡ δὲ παχυτέρα; τί τοῦτο, ἐγὼ ἔφην, λέγεις; ἆρά γε τὴν μὲν λεπτοτέραν ὅπερ ἀσθενεστέραν, τὴν δὲ παχυτέραν ὅπερ ἰσχυροτέραν; τοῦτʼ, ἔφη, λέγω, καὶ ἐρωτῶ γέ σε πότερον ἴσον ἂν ἑκατέρᾳ τῇ γῇ σπέρμα διδοίης ἢ ποτέρᾳ ἂν πλέον.

9. Well, my principle is this: the stronger the wine, the more water I add; the stronger the bearer, the heavier the burden I put on his back; and if it is necessary to feed others, I should require the richest men to feed the greatest number. But tell me whether weak land, like draught animals, becomes stronger when you put more corn into it.

9. τῷ μὲν οἴνῳ, ἔφην, ἔγωγε νομίζω τῷ ἰσχυροτέρῳ πλέον ἐπιχεῖν ὕδωρ, καὶ ἀνθρώπῳ τῷ ἰσχυροτέρῳ πλέον βάρος, ἐὰν δέῃ τι φέρειν, ἐπιτιθέναι, κἂν δέῃ τρέφεσθαί τινας, τοῖς δυνατωτέροις τρέφειν ἂν τοὺς πλείους προστάξαιμι. εἰ δὲ ἡ ἀσθενὴς γῆ ἰσχυροτέρα, ἔφην ἐγώ, γίγνεται, ἄν τις πλείονα καρπὸν αὐτῇ ἐμβάλῃ, ὥσπερ τὰ ὑποζύγια, τοῦτο σύ με δίδασκε.

10. Ah, you’re joking, Socrates, he said, laughing, but allow me to tell you that, if after putting in the seed you plough it in again as soon as the blade appears when the land is obtaining plenty of nourishment from the sky, it makes food for the soil, and strengthens it like manure. If, on the other hand, you let the seed go on growing on the land until it is bolled, it’s hard for weak land to yield much grain in the end. It’s hard, you know, for a weak sow to rear a big litter of fine pigs.

10. καὶ ὁ Ἰσχόμαχος γελάσας εἶπεν· ἀλλὰ παίζεις μὲν σύγε, ἔφη, ὦ Σώκρατες. εὖ γε μέντοι, ἔφη, ἴσθι, ἂν μὲν ἐμβαλὼν τὸ σπέρμα τῇ γῇ ἔπειτα ἐν ᾧ πολλὴν ἔχει τροφὴν ἡ γῆ ἀπὸ τοῦ οὐρανοῦ χλόης γενομένης ἀπὸ τοῦ σπέρματος καταστρέψῃς αὐτὸ πάλιν, τοῦτο γίγνεται σῖτος τῇ γῇ, καὶ ὥσπερ ὑπὸ κόπρου ἰσχὺς αὐτῇ ἐγγίγνεται· ἂν μέντοι ἐκτρέφειν ἐᾷς τὴν γῆν διὰ τέλους τὸ σπέρμα εἰς καρπόν, χαλεπὸν τῇ ἀσθενεῖ γῇ ἐς τέλος πολὺν καρπὸν ἐκφέρειν. καὶ συὶ δὲ ἀσθενεῖ χαλεπὸν πολλοὺς ἁδροὺς χοίρους ἐκτρέφειν.

11. Do you mean, Ischomachus, that the weaker the soil the less seed should be put into it? Yes, of course, Socrates; and you agree when you say that your invariable custom is to make the burden light that is to be borne by the weak.

11. λέγεις σύ, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, τῇ ἀσθενεστέρᾳ γῇ μεῖον δεῖν τὸ σπέρμα ἐμβαλεῖν; ναὶ μὰ Δίʼ, ἔφη, ὦ Σώκρατες, καὶ σύ γε συνομολογεῖς, λέγων ὅτι νομίζεις τοῖς ἀσθενεστέροις πᾶσι μείω προστάττειν πράγματα.

12. But the hoers, now, Ischomachus, why do you put them on the corn? I presume you know that in winter there is a heavy rainfall? Of course. Let us assume, then, that part of the corn is waterlogged and covered with mud, and some of the roots are exposed by flooding. And it often happens, you know, that in consequence of rain weeds spring up among the corn and choke it.

12. τοὺς δὲ δὴ σκαλέας, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, τίνος ἕνεκα ἐμβάλλετε τῷ σίτῳ; οἶσθα δήπου, ἔφη, ὅτι ἐν τῷ χειμῶνι πολλὰ ὕδατα γίγνεται. τί γὰρ οὔ; ἔφην ἐγώ. οὐκοῦν θῶμεν τοῦ σίτου καὶ κατακρυφθῆναί τινα ὑπʼ αὐτῶν ἰλύος ἐπιχυθείσης καὶ ψιλωθῆναί τινας ῥίζας ὑπὸ ῥεύματος. καὶ ὕλη δὲ πολλάκις ὑπὸ τῶν ὑδάτων δήπου συνεξορμᾷ τῷ σίτῳ καὶ παρέχει πνιγμὸν αὐτῷ. πάντα, ἔφην ἐγώ, εἰκὸς ταῦτα γίγνεσθαι.

13. All these things are likely to happen. Then don’t you think that in such circumstances the corn needs prompt succour? Certainly. What should be done, do you think, to succour the part that is under the mud? The soil should be lifted. And the part that has its roots exposed? It should be earthed up.

13. οὐκοῦν δοκεῖ σοι, ἔφη, ἐνταῦθα ἤδη ἐπικουρίας τινὸς δεῖσθαι ὁ σῖτος; πάνυ μὲν οὖν, ἔφην ἐγώ. τῷ οὖν κατιλυθέντι τί ἂν ποιοῦντες δοκοῦσιν ἄν σοι ἐπικουρῆσαι; ἐπικουφίσαντες, ἔφην ἐγώ, τὴν γῆν. τί δέ, ἔφη, τῷ ἐψιλωμένῳ τὰς ῥίζας; ἀντιπροσαμησάμενοι τὴν γῆν ἄν, ἔφην ἐγώ.

14. What if weeds are springing up, choking the corn and robbing it of its food, much as useless drones rob bees of the food they have laid in store by their industry? The weeds must be cut, of course, just as the drones must be removed from the hive.

14. τί γάρ, ἔφη, ἂν ὕλη πνίγῃ συνεξορμῶσα τῷ σίτῳ καὶ διαρπάζουσα τοῦ σίτου τὴν τροφὴν ὥσπερ οἱ κηφῆνες διαρπάζουσιν ἄχρηστοι ὄντες τῶν μελιττῶν ἃ ἂν ἐκεῖναι ἐργασάμεναι τροφὴν καταθῶνται; ἐκκόπτειν ἂν νὴ Δία [;τὴν τροφὴν]; δέοι τὴν ὕλην, ἔφην ἐγώ, ὥσπερ τοὺς κηφῆνας ἐκ τῶν σμηνῶν ἀφαιρεῖν.

15. Don’t you think, then, that we have good reason for putting on men to hoe? No doubt; but I am reflecting, Ischomachus, on the advantage of bringing in an apt simile. For you roused my wrath against the weeds by mentioning the drones, much more than when you spoke of mere weeds.

15. οὐκοῦν, ἔφη, εἰκότως σοι δοκοῦμεν ἐμβαλεῖν τοὺς σκαλέας; πάνυ γε. ἀτὰρ ἐνθυμοῦμαι, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, οἷόν ἐστι τὸ εὖ τὰς εἰκόνας ἐπάγεσθαι. πάνυ γὰρ σύ με ἐξώργισας πρὸς τὴν ὕλην τοὺς κηφῆνας εἰπών, πολὺ μᾶλλον ἢ ὅτε περὶ αὐτῆς τῆς ὕλης ἔλεγες.