SCRIPTURA

Xenophon · Oeconomicus · 8 of 21

Chapter 8

Translated by Edgar Carew Marchant

ContentsMarkdown.md ↓

1. And did you find, Ischomachus, that they acted as a stimulus to her diligence? I asked. Yes, indeed, answered Ischomachus, and I recollect that she was vexed and blushed crimson, because she could not give me something from the stores when I asked for it.

1. ἦ καὶ ἐπέγνως τι, ὦ Ἰσχόμαχε, ἔφην ἐγώ, ἐκ τούτων αὐτὴν κεκινημένην μᾶλλον πρὸς τὴν ἐπιμέλειαν; ναὶ μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, καὶ δηχθεῖσάν γε οἶδα αὐτὴν καὶ ἐρυθριάσασαν σφόδρα ὅτι τῶν εἰσενεχθέντων τι αἰτήσαντος ἐμοῦ οὐκ εἶχέ μοι δοῦναι.

2. And seeing that she was annoyed, I said: Don’t worry, dear, because you cannot give me what I am asking for. For not to be able to use a thing when you want it is poverty unquestionably; but a failure to get the thing that you seek is less grievous than not to seek it at all because you know that it does not exist. The fact is, you are not to blame for this, but I, because I handed over the things to you without giving directions where they were to be put, so that you might know where to put them and where to find them.

2. καὶ ἐγὼ μέντοι ἰδὼν ἀχθεσθεῖσαν αὐτὴν εἶπον· μηδέν τι, ἔφην, ἀθυμήσῃς, ὦ γύναι, ὅτι οὐκ ἔχεις δοῦναι ὅ σε αἰτῶν τυγχάνω. ἔστι μὲν γὰρ πενία αὕτη σαφής, τὸ δεόμενόν τινος μὴ ἔχειν χρῆσθαι· ἀλυποτέρα δὲ αὕτη ἡ ἔνδεια, τὸ ζητοῦντά τι μὴ δύνασθαι λαβεῖν, ἢ τὴν ἀρχὴν μηδὲ ζητεῖν εἰδότα ὅτι οὐκ ἔστιν. ἀλλὰ γάρ, ἔφην ἐγώ, τούτων οὐ σὺ αἰτία, ἀλλʼ ἐγὼ οὐ τάξας σοι παρέδωκα ὅπου χρὴ ἕκαστα κεῖσθαι, ὅπως εἰδῇς ὅπου τε δεῖ τιθέναι καὶ ὁπόθεν λαμβάνειν.

3. My dear, there is nothing so convenient or so good for human beings as order. Thus, a chorus is a combination of human beings; but when the members of it do as they choose, it becomes mere confusion, and there is no pleasure in watching it; but when they act and chant in an orderly fashion, then those same men at once seem worth seeing and worth hearing.

3. ἔστι δʼ οὐδὲν οὕτως, ὦ γύναι, οὔτʼ εὔχρηστον οὔτε καλὸν ἀνθρώποις ὡς τάξις. καὶ γὰρ χορὸς ἐξ ἀνθρώπων συγκείμενός ἐστιν· ἀλλʼ ὅταν μὲν ποιῶσιν ὅ τι ἂν τύχῃ ἕκαστος, ταραχή τις φαίνεται καὶ θεᾶσθαι ἀτερπές, ὅταν δὲ τεταγμένως ποιῶσι καὶ φθέγγωνται, ἅμα οἱ αὐτοὶ οὗτοι καὶ ἀξιοθέατοι δοκοῦσιν εἶναι καὶ ἀξιάκουστοι.

4. Again, my dear, an army in disorder is a confused mass, an easy prey to enemies, a disgusting sight to friends and utterly useless,—donkey, trooper, carrier, light-armed, horseman, chariot, huddled together. For how are they to march in such a plight, when they hamper one another, some walking while others run, some running while others halt, chariot colliding with horseman, donkey with chariot, carrier with trooper?

4. καὶ στρατιά γε, ἔφην ἐγώ, ὦ γύναι, ἄτακτος μὲν οὖσα ταραχωδέστατον, καὶ τοῖς μὲν πολεμίοις εὐχειρωτότατον, τοῖς δὲ φίλοις ἀκλεέστατον ὁρᾶν καὶ ἀχρηστότατον, ὄνος ὁμοῦ, ὁπλίτης, σκευοφόρος, ψιλός, ἱππεύς, ἅμαξα· —πῶς γὰρ ἂν πορευθείησαν, ⟨ἐὰν⟩ ἔχοντες οὕτως ἐπικωλύσωσιν ἀλλήλους, ὁ μὲν βαδίζων τὸν τρέχοντα, ὁ δὲ τρέχων τὸν ἑστηκότα, ἡ δὲ ἅμαξα τὸν ἱππέα, ὁ δὲ ὄνος τὴν ἅμαξαν, ὁ δὲ σκευοφόρος τὸν ὁπλίτην;

5. If there is fighting to be done, how can they fight in such a state? For the units that must needs run away when attacked are enough to trample underfoot the heavy infantry.

5. εἰ δὲ καὶ μάχεσθαι δέοι, πῶς ἂν οὕτως ἔχοντες μαχέσαιντο; οἷς γὰρ ἀνάγκη αὐτῶν τοὺς ἐπιόντας φεύγειν, οὗτοι ἱκανοί εἰσι φεύγοντες καταπατῆσαι τοὺς ὅπλα ἔχοντας·

6. But an army in orderly array is a noble sight to friends, and an unwelcome spectacle to the enemy. What friend would not rejoice as he watches a strong body of troopers marching in order, would not admire cavalry riding in squadrons? And what enemy would not fear troopers, horsemen, light-armed, archers, slingers disposed in serried ranks and following their officers in orderly fashion?

6. —τεταγμένη δὲ στρατιὰ κάλλιστον μὲν ἰδεῖν τοῖς φίλοις, δυσχερέστατον δὲ τοῖς πολεμίοις. τίς μὲν γὰρ οὐκ ἂν φίλος ἡδέως θεάσαιτο ὁπλίτας πολλοὺς ἐν τάξει πορευομένους, τίς δʼ οὐκ ἂν θαυμάσειεν ἱππέας κατὰ τάξεις ἐλαύνοντας, τίς δὲ οὐκ ἂν πολέμιος φοβηθείη ἰδὼν διηυκρινημένους ὁπλίτας, ἱππέας, πελταστάς, τοξότας, σφενδονήτας, καὶ τοῖς ἄρχουσι τεταγμένως ἑπομένους;

7. Nay, even on the march where order is kept, though they number tens of thousands, all move steadily forward as one man; for the line behind is continually filling up the gap.

7. ἀλλὰ καὶ πορευομένων ἐν τάξει, κἂν πολλαὶ μυριάδες ὦσιν, ὁμοίως ὥσπερ εἷς ἕκαστος καθʼ ἡσυχίαν πάντες πορεύονται· εἰς γὰρ τὸ κενούμενον ἀεὶ ⟨οἱ⟩ ὄπισθεν ἐπέρχονται.

8. Or, again, why is a man-of-war laden with men terrible to an enemy and a goodly sight to friends, if not for its speed? Why do the men on board not hamper one another? Is it not just because they are seated in order, swing forward and backward in order, embark and disembark in order?

8. καὶ τριήρης δέ τοι ἡ σεσαγμένη ἀνθρώπων διὰ τί ἄλλο φοβερόν ἐστι πολεμίοις ἢ φίλοις ἀξιοθέατον ἢ ὅτι ταχὺ πλεῖ; διὰ τί δὲ ἄλλο ἄλυποι ἀλλήλοις εἰσὶν οἱ ἐμπλέοντες ἢ διότι ἐν τάξει μὲν κάθηνται, ἐν τάξει δὲ προνεύουσιν, ἐν τάξει δʼ ἀναπίπτουσιν, ἐν τάξει δʼ ἐμβαίνουσι καὶ ἐκβαίνουσιν;

9. If I want a type of disorder, I think of a farmer who has stored barley, wheat and pulse in one bin; and then when he wants a bannock or a loaf or a pudding, must pick out the grain instead of finding it separate and ready for use.

9. ἡ δʼ ἀταξία ὅμοιόν τί μοι δοκεῖ εἶναι οἷόνπερ εἰ γεωργὸς ὁμοῦ ἐμβάλοι κριθὰς καὶ πυροὺς καὶ ὄσπρια, κἄπειτα, ὁπότε δέοι ἢ μάζης ἢ ἄρτου ἢ ὄψου, διαλέγειν δέοι αὐτῷ ἀντὶ τοῦ λαβόντα διηυκρινημένοις χρῆσθαι.

10. And so, my dear, if you do not want this confusion, and wish to know exactly how to manage our goods, and to find with ease whatever is wanted, and to satisfy me by giving me anything I ask for, let us choose the place that each portion should occupy; and, having put the things in their place, let us instruct the maid to take them from it and put them back again. Thus we shall know what is safe and sound and what is not; for the place itself will miss whatever is not in it, and a glance will reveal anything that wants attention, and the knowledge where each thing is will quickly bring it to hand, so that we can use it without trouble.

10. καὶ σὺ οὖν, ὦ γύναι, ⟨εἰ⟩ τοῦ μὲν ταράχου τούτου μὴ δέοιο, βούλοιο δʼ ἀκριβῶς διοικεῖν τὰ ὄντα εἰδέναι καὶ τῶν ὄντων εὐπόρως λαμβάνουσα ὅτῳ ἂν δέῃ χρῆσθαι, καὶ ἐμοί, ἐάν τι αἰτῶ, ἐν χάριτι διδόναι, χώραν τε δοκιμασώμεθα τὴν προσήκουσαν ἑκάστοις ἔχειν καὶ ἐν ταύτῃ θέντες διδάξωμεν τὴν διάκονον λαμβάνειν τε ἐντεῦθεν καὶ κατατιθέναι πάλιν εἰς ταύτην· καὶ οὕτως εἰσόμεθα τά τε σῶα ὄντα καὶ τὰ μή· ἡ γὰρ χώρα αὐτὴ τὸ μὴ ὂν ποθήσει, καὶ ⟨τὸ⟩ δεόμενον θεραπείας ἐξετάσει ἡ ὄψις, καὶ τὸ εἰδέναι ὅπου ἕκαστόν ἐστι ταχὺ ἐγχειριεῖ, ὥστε μὴ ἀπορεῖν χρῆσθαι.

11. Once I had an opportunity of looking over the great Phoenician merchantman, Socrates, and I thought I had never seen tackle so excellently and accurately arranged. For I never saw so many bits of stuff packed away separately in so small a receptacle.

11. καλλίστην δέ ποτε καὶ ἀκριβεστάτην ἔδοξα σκευῶν τάξιν ἰδεῖν, ὦ Σώκρατες, εἰσβὰς ἐπὶ θέαν εἰς τὸ μέγα πλοῖον τὸ Φοινικικόν. πλεῖστα γὰρ σκεύη ἐν σμικροτάτῳ ἀγγείῳ διακεχωρισμένα ἐθεασάμην.

12. As you know, a ship needs a great quantity of wooden and corded implements when she comes into port or puts to sea, much rigging, as it is called, when she sails, many contrivances to protect her against enemy vessels; she carries a large supply of arms for the men, and contains a set of household utensils for each mess. In addition to all this, she is laden with cargo which the skipper carries for profit.

12. διὰ πολλῶν μὲν γὰρ δήπου, ἔφη, ξυλίνων σκευῶν καὶ πλεκτῶν ὁρμίζεται ναῦς καὶ ἀνάγεται, διὰ πολλῶν δὲ τῶν κρεμαστῶν καλουμένων πλεῖ, πολλοῖς δὲ μηχανήμασιν ἀνθώπλισται πρὸς τὰ πολέμια πλοῖα, πολλὰ δὲ ὅπλα τοῖς ἀνδράσι συμπεριάγει, πάντα δὲ σκεύη ὅσοισπερ ἐν οἰκίᾳ χρῶνται ἄνθρωποι τῇ συσσιτίᾳ ἑκάστῃ κομίζει· γέμει δὲ παρὰ πάντα φορτίων ὅσα ναύκληρος κέρδους ἕνεκα ἄγεται.

13. And all the things I mention were contained in a chamber of little more than a hundred square cubits. And I noticed that each kind of thing was so neatly stowed away that there was no confusion, no work for a searcher, nothing out of place, no troublesome untying to cause delay when anything was wanted for immediate use.

13. καὶ ὅσα λέγω, ἔφη, ἐγώ, πάντα οὐκ ἐν πολλῷ τινι μείζονι χώρᾳ ἔκειτο ἢ ἐν δεκακλίνῳ στέγῃ συμμέτρῳ. καὶ οὕτω κείμενα ἕκαστα κατενόησα ὡς οὔτε ἄλληλα ἐμποδίζει οὔτε μαστευτοῦ δεῖται οὔτε ἀσυσκεύαστά ἐστιν οὔτε δυσλύτως ἔχει, ὥστε διατριβὴν παρέχειν, ὅταν τῳ ταχὺ δέῃ χρῆσθαι.

14. I found that the steersman’s servant, who is called the mate, knows each particular section so exactly, that he can tell even when away where everything is kept and how much there is of it, just as well as a man who knows how to spell can tell how many letters there are in Socrates and in what order they come.

14. τὸν δὲ τοῦ κυβερνήτου διάκονον, ὃς πρῳρεὺς τῆς νεὼς καλεῖται, οὕτως ηὗρον ἐπιστάμενον ἑκάστων τὴν χώραν ὡς καὶ ἀπὼν ἂν εἴποι ὅπου ἕκαστα κεῖται καὶ ὁπόσα ἐστὶν οὐδὲν ἧττον ἢ ὁ γράμματα ἐπιστάμενος εἴποι ἂν Σωκράτους καὶ ὁπόσα γράμματα καὶ ὅπου ἕκαστον τέτακται.

15. Now I saw this man in his spare time inspecting all the stores that are wanted, as a matter of course, in the ship. I was surprised to see him looking over them, and asked what he was doing. Sir, he answered, I am looking to see how the ship’s tackle is stored, in case of accident, or whether anything is missing or mixed up with other stuff.

15. εἶδον δέ, ἔφη ὁ Ἰσχόμαχος, καὶ ἐξετάζοντα τοῦτον αὐτὸν ἐν τῇ σχολῇ πάντα ὁπόσοις ἄρα δεῖ ἐν τῷ πλοίῳ χρῆσθαι. θαυμάσας δέ, ἔφη, τὴν ἐπίσκεψιν αὐτοῦ ἠρόμην τί πράττοι. ὁ δʼ εἶπεν· ἐπισκοπῶ, ἔφη, ὦ ξένε, εἴ τι συμβαίνοι γίγνεσθαι, πῶς κεῖται, ἔφη, τὰ ἐν τῇ νηί, ἢ εἴ τι ἀποστατεῖ ἢ εἰ δυστραπέλως τι σύγκειται.

16. For when God sends a storm at sea, there’s no time to search about for what you want or to serve it out if it’s in a muddle. For God threatens and punishes careless fellows, and you’re lucky if he merely refrains from destroying the innocent; and if he saves you when you do your work well, you have much cause to thank heaven.

16. οὐ γάρ, ἔφη, ἐγχωρεῖ, ὅταν χειμάζῃ ὁ θεὸς ἐν τῇ θαλάττῃ, οὔτε μαστεύειν ὅτου ἂν δέῃ οὔτε δυστραπέλως ἔχον διδόναι. ἀπειλεῖ γὰρ ὁ θεὸς καὶ κολάζει τοὺς βλᾶκας. ἐὰν δὲ μόνον μὴ ἀπολέσῃ τοὺς μὴ ἁμαρτάνοντας, πάνυ ἀγαπητόν· ἐὰν δὲ καὶ πάνυ καλῶς ὑπηρετοῦντας σῴζῃ, πολλὴ χάρις, ἔφη, τοῖς θεοῖς.

17. Now after seeing the ship’s tackle in such perfect order, I told my wife: Considering that folk aboard a merchant vessel, even though it be a little one, find room for things and keep order, though tossed violently to and fro, and find what they want to get, though terror-stricken, it would be downright carelessness on our part if we, who have large storerooms in our house to keep everything separate and whose house rests on solid ground, fail to find a good and handy place for everything. Would it not be sheer stupidity on our part?

17. ἐγὼ οὖν κατιδὼν ταύτην τὴν ἀκρίβειαν τῆς κατασκευῆς ἔλεγον τῇ γυναικὶ ὅτι πάνυ ἂν ἡμῶν εἴη βλακικόν, εἰ οἱ μὲν ἐν τοῖς πλοίοις καὶ μικροῖς οὖσι χώρας εὑρίσκουσι, καὶ σαλεύοντες ἰσχυρῶς ὅμως σῴζουσι τὴν τάξιν, καὶ ὑπερφοβούμενοι ὅμως εὑρίσκουσι τὸ δέον λαμβάνειν, ἡμεῖς δὲ καὶ διῃρημένων ἑκάστοις θηκῶν ἐν τῇ οἰκίᾳ μεγάλων καὶ βεβηκυίας τῆς οἰκίας ἐν δαπέδῳ, εἰ μὴ εὑρήσομεν καλὴν καὶ εὐεύρετον χώραν ἑκάστοις αὐτῶν, πῶς οὐκ ἂν πολλὴ ἡμῶν ἀσυνεσία εἴη;

18. How good it is to keep one’s stock of utensils in order, and how easy to find a suitable place in a house to put each set in, I have already said.

18. ὡς μὲν δὴ ἀγαθὸν τετάχθαι σκευῶν κατασκευὴν καὶ ὡς ῥᾴδιον χώραν ἑκάστοις αὐτῶν εὑρεῖν ἐν οἰκίᾳ θεῖναι ὡς ἑκάστοις συμφέρει εἴρηται·

19. And what a beautiful sight is afforded by boots of all sorts and conditions ranged in rows! How beautiful it is to see cloaks of all sorts and conditions kept separate, or blankets, or brazen vessels, or table furniture! Yes, no serious man will smile when I claim that there is beauty in the order even of pots and pans set out in neat array, however much it may move the laughter of a wit.

19. ὡς δὲ καλὸν φαίνεται, ἐπειδὰν ὑποδήματα ἐφεξῆς κέηται, κἂν ὁποῖα ᾖ, καλὸν δὲ ἱμάτια κεχωρισμένα ἰδεῖν, κἂν ὁποῖα ᾖ, καλὸν δὲ στρώματα, καλὸν δὲ χαλκία, καλὸν δὲ τὰ ἀμφὶ τραπέζας, καλὸν δὲ καὶ ὃ πάντων καταγελάσειεν ἂν μάλιστα οὐχ ὁ σεμνὸς ἀλλʼ ὁ κομψός, [;ὅτι]; καὶ χύτρας [;φησὶν]; εὔρυθμον φαίνεσθαι εὐκρινῶς κειμένας— τὰ δὲ ἄλλα ἤδη που ἀπὸ τούτου ἅπαντα καλλίω φαίνεται κατὰ κόσμον κείμενα·

20. There is nothing, in short, that does not gain in beauty when set out in order. For each set looks like a troop of utensils, and the space between the sets is beautiful to see, when each set is kept clear of it, just as a troop of dancers about the altar is a beautiful spectacle in itself, and even the free space looks beautiful and unencumbered.

20. χορὸς γὰρ σκευῶν ἕκαστα φαίνεται, καὶ τὸ μέσον δὲ πάντων τούτων καλὸν φαίνεται, ἐκποδὼν ἑκάστου κειμένου· ὥσπερ καὶ κύκλιος χορὸς οὐ μόνον αὐτὸς καλὸν θέαμά ἐστιν, ἀλλὰ καὶ τὸ μέσον αὐτοῦ καλὸν καὶ καθαρὸν φαίνεται— εἰ δὲ ἀληθῆ ταῦτα λέγω, ἔξεστιν, ἔφην, ὦ γύναι, καὶ πεῖραν λαμβάνειν αὐτῶν οὔτε τι ζημιωθέντας οὔτε τι πολλὰ πονήσαντας.

21. We can test the truth of what I say, dear, without any inconvenience and with very little trouble. Moreover, my dear, there is no ground for any misgiving that it is hard to find someone who will get to know the various places and remember to put each set in its proper place.

21. ἀλλὰ μὴν οὐδὲ τοῦτο δεῖ ἀθυμῆσαι, ὦ γύναι, ἔφην ἐγώ, ὡς χαλεπὸν εὑρεῖν τὸν μαθησόμενόν τε τὰς χώρας καὶ μεμνησόμενον καταχωρίζειν ἕκαστα.

22. For we know, I take it, that the city as a whole has ten thousand times as much of everything as we have; and yet you may order any sort of servant to buy something in the market and to bring it home, and he will be at no loss: every one of them is bound to know where he should go to get each article. Now the only reason for this is that everything is kept in a fixed place.

22. ἴσμεν γὰρ δήπου ὅτι μυριοπλάσια ἡμῶν ἅπαντα ἔχει ἡ πᾶσα πόλις, ἀλλʼ ὅμως, ὁποῖον ἂν τῶν οἰκετῶν κελεύσῃς πριάμενόν τί σοι ἐξ ἀγορᾶς ἐνεγκεῖν, οὐδεὶς ἀπορήσει, ἀλλὰ πᾶς εἰδὼς φανεῖται ὅποι χρὴ ἐλθόντα λαβεῖν ἕκαστα. τούτου μέντοι, ἔφην ἐγώ, οὐδὲν ἄλλο αἴτιόν ἐστιν ἢ ὅτι ἐν χώρᾳ κεῖται τεταγμένῃ.

23. But when you are searching for a person, you often fail to find him, though he may be searching for you himself. And for this again the one reason is that no place of meeting has been fixed. Such is the gist of the conversation I think I remember having with her about the arrangement of utensils and their use.

23. ἄνθρωπον δέ γε ζητῶν, καὶ ταῦτα ἐνίοτε ἀντιζητοῦντα, πολλάκις ἄν τις πρότερον, πρὶν εὑρεῖν, ἀπείποι. καὶ τούτου αὖ οὐδὲν ἄλλο αἴτιόν ἐστιν ἢ τὸ μὴ εἶναι τεταγμένον ὅπου ἕκαστον δεῖ ἀναμένειν. περὶ μὲν [;γὰρ]; δὴ τάξεως σκευῶν καὶ χρήσεως τοιαῦτα αὐτῇ διαλεχθεὶς δοκῶ μεμνῆσθαι.