SCRIPTURA

Xenophon · Hiero · 4 of 11

Chapter 4

Translated by Edgar Carew Marchant

ContentsMarkdown.md ↓

1. Next take confidence. Surely he who has very little of that is stinted in a great blessing? What companionship is pleasant without mutual trust? What intercourse between husband and wife is delightful without confidence? What squire is pleasant if he is not trusted?

1. ἀλλὰ μὴν καὶ πίστεως ὅστις ἐλάχιστον μετέχει, πῶς οὐχὶ μεγάλου ἀγαθοῦ μειονεκτεῖ; ποία μὲν γὰρ ξυνουσία ἡδεῖα ἄνευ πίστεως τῆς πρὸς ἀλλήλους, ποία δʼ ἀνδρὶ καὶ γυναικὶ τερπνὴ ἄνευ πίστεως ὁμιλία, ποῖος δὲ θεράπων ἡδὺς ἀπιστούμενος;

2. Now of this confidence in others despots enjoy the smallest share. They go in constant suspicion even of their meat and drink; they bid their servitors taste them first, before the libation is offered to the gods, because of their misgiving that they may sup poison in the dish or the bowl.

2. καὶ τούτου τοίνυν τοῦ πιστῶς πρός τινας ἔχειν ἐλάχιστον μέτεστι τυράννῳ· ὁπότε γε οὐδὲ σιτίοις καὶ ποτοῖς πιστεύων διάγει, ἀλλὰ καὶ τούτων πρὶν ἀπάρχεσθαι τοῖς θεοῖς τοὺς διακόνους πρῶτον κελεύουσιν ἀπογεύεσθαι διὰ τὸ ἀπιστεῖν μὴ καὶ ἐν τούτοις κακόν τι φάγωσιν ἢ πίωσιν·

3. Again, to all other men their fatherland is very precious. For citizens ward one another without pay from their slaves and from evildoers, to the end that none of the citizens may perish by a violent death.

3. ἀλλὰ μὴν καὶ αἱ πατρίδες τοῖς μὲν ἄλλοις ἀνθρώποις πλείστου ἄξιαι. πολῖται γὰρ δορυφοροῦσι μὲν ἀλλήλους ἄνευ μισθοῦ ἐπὶ τοὺς δούλους, δορυφοροῦσι δʼ ἐπὶ τοὺς κακούργους, ὑπὲρ τοῦ μηδένα τῶν πολιτῶν βιαίῳ θανάτῳ ἀποθνῄσκειν.

4. They have gone so far in measures of precaution that many have made a law whereby even the companion of the bloodguilty is deemed impure; and so—thanks to the fatherland—every citizen lives in security.

4. οὕτω δὲ πόρρω προεληλύθασι φυλακῆς ὥστε πεποίηνται πολλοὶ νόμον τῷ μιαιφόνῳ μηδὲ τὸν συνόντα καθαρεύειν· ὥστε διὰ τὰς πατρίδας ἀσφαλῶς ἕκαστος βιοτεύει τῶν πολιτῶν.

5. But for despots the position is the reverse in this case too. Instead of avenging them, the cities heap honours on the slayer of the despot; and, whereas they exclude the murderers of private persons from the temples, the cities, so far from treating assassins in the same manner, actually put up statues of them in the holy places.

5. τοῖς δὲ τυράννοις καὶ τοῦτο ἔμπαλιν ἀνέστραπται. ἀντὶ γὰρ τοῦ τιμωρεῖν αἱ πόλεις αὐτοῖς μεγάλως τιμῶσι τὸν ἀποκτείναντα τὸν τύραννον, καὶ ἀντί γε τοῦ εἴργειν ἐκ τῶν ἱερῶν, ὥσπερ τοὺς τῶν ἰδιωτῶν φονέας, ἀντὶ τούτου καὶ εἰκόνας ἐν τοῖς ἱεροῖς ἱστᾶσιν αἱ πόλεις τῶν τοιοῦτόν τι ποιησάντων.

6. If you suppose that just because he has more possessions than the private citizen, the despot gets more enjoyment out of them, this is not so either, Simonides. Trained athletes feel no pleasure when they prove superior to amateurs, but they are cut to the quick when they are beaten by a rival athlete; in like manner the despot feels no pleasure when he is seen to possess more than private citizens, but is vexed when he has less than other despots; for he regards them as his rivals in wealth.

6. εἰ δὲ σὺ οἴει ὡς πλείω ἔχων τῶν ἰδιωτῶν κτήματα ὁ τύραννος διὰ τοῦτο καὶ πλείω ἀπʼ αὐτῶν εὐφραίνεται, οὐδὲ τοῦτο οὕτως ἔχει, ὦ Σιμωνίδη, ἀλλʼ ὥσπερ οἱ ἀθληταὶ οὐχ ὅταν ἰδιωτῶν γένωνται κρείττονες, τοῦτʼ αὐτοὺς εὐφραίνει, ἀλλʼ ὅταν τῶν ἀνταγωνιστῶν ἥττους, τοῦτʼ αὐτοὺς ἀνιᾷ, οὕτω καὶ ὁ τύραννος οὐχ ὅταν τῶν ἰδιωτῶν πλείω φαίνηται ἔχων, τότʼ εὐφραίνεται, ἀλλʼ ὅταν ἑτέρων τυράννων ἐλάττω ἔχῃ, τούτῳ λυπεῖται· τούτους γὰρ ἀνταγωνιστὰς ἡγεῖται αὑτῷ τοῦ πλούτου εἶναι.

7. Nor even does the despot gain the object of his desire any quicker than the private citizen. For the private citizen desires a house or a farm or a servant; but the despot covets cities or wide territory or harbours or strong citadels, and these are far more difficult and perilous to acquire than the objects that attract the citizen.

7. οὐδέ γε θᾶττόν ⟨τι⟩ γίγνεται τῷ τυράννῳ ἢ τῷ ἰδιώτῃ ὧν ἐπιθυμεῖ. ὁ μὲν γὰρ ἰδιώτης οἰκίας ἢ ἀγροῦ ἢ οἰκέτου ἐπιθυμεῖ, ὁ δὲ τύραννος ἢ πόλεων ἢ χώρας πολλῆς ἢ λιμένων ἢ ἀκροπόλεων ἰσχυρῶν, ἅ ἐστι πολὺ χαλεπώτερα καὶ ἐπικινδυνότερα κατεργάσασθαι τῶν ἰδιωτικῶν ἐπιθυμημάτων.

8. And, moreover, you will find that even poverty is rarer among private citizens than among despots. For much and little are to be measured not by number, but in relation to the owner’s needs; so that what is more than enough is much, and what is less than enough is little.

8. ἀλλὰ μέντοι καὶ πένητας ὄψει [οὐχ] οὕτως ὀλίγους τῶν ἰδιωτῶν ὡς πολλοὺς τῶν τυράννων. οὐ γὰρ τῷ ἀριθμῷ οὔτε τὰ πολλὰ κρίνεται οὔτε τὰ ὀλίγα, ἀλλὰ πρὸς τὰς χρήσεις· ὥστε τὰ μὲν ὑπερβάλλοντα τὰ ἱκανὰ πολλά ἐστι, τὰ δὲ τῶν ἱκανῶν ἐλλείποντα ὀλίγα.

9. Therefore, the despot with his abundance of wealth has less to meet his necessary expenses than the private citizen. For while private citizens can cut down the daily expenditure as they please, despots cannot, since the largest items in their expenses and the most essential are the sums they spend on the life-guards, and to curtail any of these means ruin.

9. τῷ οὖν τυράννῳ τὰ πολλαπλάσια ἧττον ἱκανά ἐστιν εἰς τὰ ἀναγκαῖα δαπανήματα ἢ τῷ ἰδιώτῃ. τοῖς μὲν γὰρ ἰδιώταις ἔξεστι τὰς δαπάνας συντέμνειν εἰς τὰ καθʼ ἡμέραν ὅπῃ βούλονται, τοῖς δὲ τυράννοις οὐκ ἐνδέχεται. αἱ γὰρ μέγισται αὐτοῖς δαπάναι καὶ ἀναγκαιόταται εἰς τὰς τῆς ψυχῆς φυλακάς εἰσι· τὸ δὲ τούτων τι συντέμνειν ὄλεθρος δοκεῖ εἶναι.

10. Besides, when men can have all they need by honest means, why pity them as though they were poor? May not those who through want of money are driven to evil and unseemly expedients in order to live, more justly be accounted wretched and poverty-stricken?

10. ἔπειτα δὲ ὅσοι μὲν δύνανται ἔχειν ἀπὸ τοῦ δικαίου ὅσων δέονται, τί ἂν τούτους οἰκτίροι τις ὡς πένητας; ὅσοι δʼ ἀναγκάζονται διʼ ἔνδειαν κακόν τι καὶ αἰσχρὸν μηχανώμενοι ζῆν, πῶς οὐ τούτους ἀθλίους ἄν τις καὶ πένητας δικαίως νομίζοι;

11. Now, despots are not seldom forced into the crime of robbing temples and their fellow men through chronic want of cash to meet their necessary expenses. Living, as it were, in a perpetual state of war, they are forced to maintain an army, or they perish.

11. οἱ τύραννοι τοίνυν ἀναγκάζονται πλεῖστα συλᾶν ἀδίκως καὶ ἱερὰ καὶ ἀνθρώπους διὰ τὸ εἰς τὰς ἀναγκαίας δαπάνας ἀεὶ προσδεῖσθαι χρημάτων. ὥσπερ γὰρ πολέμου ὄντος ἀεὶ ἀναγκάζονται στράτευμα τρέφειν ἢ ἀπολωλέναι.