1. Diction as a whole is made up of these parts: letter, syllable, conjunction, joint, noun, verb, case, phrase.
1. τῆς δὲ λέξεως ἁπάσης τάδ’ ἐστὶ τὰ μέρη, στοιχεῖον συλλαβὴ σύνδεσμος ὄνομα ῥῆμα ἄρθρον πτῶσις λόγος.
2. A letter is an indivisible sound, not every such sound but one of which an intelligible sound can be formed. Animals utter indivisible sounds but none that I should call a letter.
2. στοιχεῖον μὲν οὖν ἐστιν φωνὴ ἀδιαίρετος, οὐ πᾶσα δὲ ἀλλ’ ἐξ ἧς πέφυκε συνθετὴ γίγνεσθαι φωνή· καὶ γὰρ τῶν θηρίων εἰσὶν ἀδιαίρετοι φωναί, ὧν οὐδεμίαν λέγω στοιχεῖον.
3. Such sounds may be subdivided into vowel, semi-vowel, and mute. A vowel is that which without any addition has an audible sound; a semivowel needs the addition of another letter to give it audible sound, for instance S and R; a mute is that which with addition has no sound of its own but becomes audible when combined with some of the letters which have a sound. Examples of mutes are G and D.
3. ταύτης δὲ μέρη τό τε φωνῆεν καὶ τὸ ἡμίφωνον καὶ ἄφωνον. ἔστιν δὲ ταῦτα φωνῆεν μὲν ⟨τὸ⟩ ἄνευ προσβολῆς ἔχον φωνὴν ἀκουστήν, ἡμίφωνον δὲ τὸ μετὰ προσβολῆς ἔχον φωνὴν ἀκουστήν, οἷον τὸ Σ καὶ τὸ Ρ, ἄφωνον δὲ τὸ μετὰ προσβολῆς καθ’ αὑτὸ μὲν οὐδεμίαν ἔχον φωνήν, μετὰ δὲ τῶν ἐχόντων τινὰ φωνὴν γινόμενον ἀκουστόν, οἷον τὸ Γ καὶ τὸ Δ.
4. Letters differ according to the shape of the mouth and the place at which they are sounded; in being with or without aspiration; in being long and short; and lastly in having an acute, grave, or intermediate accent. But the detailed study of these matters properly concerns students of metre.
4. ταῦτα δὲ διαφέρει σχήμασίν τε τοῦ στόματος καὶ τόποις καὶ δασύτητι καὶ ψιλότητι καὶ μήκει καὶ βραχύτητι ἔτι δὲ ὀξύτητι καὶ βαρύτητι καὶ τῷ μέσῳ· περὶ ὧν καθ’ ἕκαστον ἐν τοῖς μετρικοῖς προσήκει θεωρεῖν.
5. A syllable is a sound without meaning, composed of a mute and a letter that has a sound. GR, for example, without A is a syllable just as much as GRA with an A. But these distinctions also belong to the theory of metre.
5. συλλαβὴ δέ ἐστιν φωνὴ ἄσημος συνθετὴ ἐξ ἀφώνου καὶ φωνὴν ἔχοντος· καὶ γὰρ τὸ ΓΡ ἄνευ τοῦ Α † συλλαβὴ καὶ † μετὰ τοῦ Α, οἷον τὸ ΓΡΑ. ἀλλὰ καὶ τούτων θεωρῆσαι τὰς διαφορὰς τῆς μετρικῆς ἐστιν.
6. A conjunction is a sound without meaning, which neither hinders nor causes the formation of a single significant sound or phrase out of several sounds, and which, if the phrase stands by itself, cannot properly stand at the beginning of it, e.g. μέν, δή, τοί, δέ; or else it is a sound without meaning capable of forming one significant sound or phrase out of several sounds having each a meaning of their own, e.g. ἀμφί, περί.
6. σύνδεσμος δέ ἐστιν φωνὴ ἄσημος ἣ οὔτε κωλύει οὔτε ποιεῖ φωνὴν μίαν σημαντικὴν ἐκ πλειόνων φωνῶν πεφυκυῖα συντίθεσθαι καὶ ἐπὶ τῶν ἄκρων καὶ ἐπὶ τοῦ μέσου ἣν μὴ ἁρμόττει ἐν ἀρχῇ λόγου τιθέναι καθ’ αὑτήν, οἷον μέν ἤτοι δέ. ἢ φωνὴ ἄσημος ἣ ἐκ πλειόνων μὲν φωνῶν μιᾶς σημαντικῶν δὲ ποιεῖν πέφυκεν μίαν σημαντικὴν φωνήν.
7. A joint is a sound without meaning which marks the beginning or end of a phrase or a division in it, and naturally stands at either end or in the middle.
7. ἄρθρον δ’ ἐστὶ φωνὴ ἄσημος ἣ λόγου ἀρχὴν ἢ τέλος ἢ διορισμὸν δηλοῖ. οἷον τὸ ἀμφί καὶ τὸ περί καὶ τὰ ἄλλα. ἢ φωνὴ ἄσημος ἣ οὔτε κωλύει οὔτε ποιεῖ φωνὴν μίαν σημαντικὴν ἐκ πλειόνων φωνῶν πεφυκυῖα τίθεσθαι καὶ ἐπὶ τῶν ἄκρων καὶ ἐπὶ τοῦ μέσου.
8. A noun is a composite sound with a meaning, not indicative of time, no part of which has a meaning by itself; for in compounds we do not use each part as having a meaning of its own, for instance, in “Theodorus,” there is no meaning of δῶρον (gift).
8. ὄνομα δέ ἐστι φωνὴ συνθετὴ σημαντικὴ ἄνευ χρόνου ἧς μέρος οὐδέν ἐστι καθ’ αὑτὸ σημαντικόν· ἐν γὰρ τοῖς διπλοῖς οὐ χρώμεθα ὡς καὶ αὐτὸ καθ’ αὑτὸ σημαῖνον, οἷον ἐν τῷ Θεόδωρος τὸ δωρος οὐ σημαίνει.
9. A verb is a composite sound with a meaning, indicative of time, no part of which has a meaning by itself—just as in nouns. “Man” or “white” does not signify time, but “walks” and “has walked” connote present and past time respectively.
9. ῥῆμα δὲ φωνὴ συνθετὴ σημαντικὴ μετὰ χρόνου ἧς οὐδὲν μέρος σημαίνει καθ’ αὑτό, ὥσπερ καὶ ἐπὶ τῶν ὀνομάτων· τὸ μὲν γὰρ ἄνθρωπος ἢ λευκόν οὐ σημαίνει τὸ πότε, τὸ δὲ βαδίζει ἢ βεβάδικεν προσσημαίνει τὸ μὲν τὸν παρόντα χρόνον τὸ δὲ τὸν παρεληλυθότα.
10. A case (or inflection) of a noun or verb is that which signifies either “of” or “to” a thing and the like; or gives the sense of “one or many” e.g. men and man; or else it may depend on the delivery, for example question and command. “Walked?” and “Walk!” are verbal “cases” of this kind.
10. πτῶσις δ’ ἐστὶν ὀνόματος ἢ ῥήματος ἡ μὲν κατὰ τὸ τούτου ἢ τούτῳ σημαῖνον καὶ ὅσα τοιαῦτα, ἡ δὲ κατὰ τὸ ἑνὶ ἢ πολλοῖς, οἷον ἄνθρωποι ἢ ἄνθρωπος, ἡ δὲ κατὰ τὰ ὑποκριτικά, οἷον κατ’ ἐρώτησιν ἐπίταξιν· τὸ γὰρ ἐβάδισεν; ἢ βάδιζε πτῶσις ῥήματος κατὰ ταῦτα τὰ εἴδη ἐστίν.
11. A phrase is a composite sound with a meaning, some parts of which mean something by themselves. It is not true to say that every “phrase” is made up of nouns and verbs, e.g. the definition of man; but although it is possible to have a “phrase” without verbs, yet some part of it will always have a meaning of its own, for example, Cleon in “Cleon walks.”
11. λόγος δὲ φωνὴ συνθετὴ σημαντικὴ ἧς ἔνια μέρη καθ’ αὑτὰ σημαίνει τι (οὐ γὰρ ἅπας λόγος ἐκ ῥημάτων καὶ ὀνομάτων σύγκειται, οἷον ὁ τοῦ ἀνθρώπου ὁρισμός, ἀλλ’ ἐνδέχεται ἄνευ ῥημάτων εἶναι λόγον, μέρος μέντοι ἀεί τι σημαῖνον ἕξει) οἷον ἐν τῷ βαδίζει Κλέων ὁ Κλέων.
13. A “phrase” may be a unit in two ways; either it signifies one thing or it is a combination of several “phrases.” The unity of the Iliad, for instance, is due to such combination, but the definition of man is “one phrase” because it signifies one thing.
13. εἷς δέ ἐστι λόγος διχῶς, ἢ γὰρ ὁ ἓν σημαίνων, ἢ ὁ ἐκ πλειόνων συνδέσμῳ, οἷον ἡ Ἰλιὰς μὲν συνδέσμῳ εἷς, ὁ δὲ τοῦ ἀνθρώπου τῷ ἓν σημαίνειν.