SCRIPTURA

Aristotle · Poetics · 21 of 26

Chapter 21

Translated by William Hamilton Fyfe

ContentsMarkdown.md ↓

1. Nouns are of two kinds. There is the simple noun, by which I mean one made up of parts that have no meaning, like γῆ, and there is the compound noun.

1. ὀνόματος δὲ εἴδη τὸ μὲν ἁπλοῦν, ἁπλοῦν δὲ λέγω ὃ μὴ ἐκ σημαινόντων σύγκειται, οἷον γῆ, τὸ δὲ διπλοῦν·

2. These may be made up either of a part which has no meaning and a part which has a meaning—though it does not have its meaning in the compound—or of two parts both having a meaning.

2. τούτου δὲ τὸ μὲν ἐκ σημαίνοντος καὶ ἀσήμου, πλὴν οὐκ ἐν τῷ ὀνόματι σημαίνοντος καὶ ἀσήμου, τὸ δὲ ἐκ σημαινόντων σύγκειται.

3. A compound noun may be triple and quadruple and multiple, e.g. many of the bombastic names like Hermocaicoxanthus....

3. εἴη δ’ ἂν καὶ τριπλοῦν καὶ τετραπλοῦν ὄνομα καὶ πολλαπλοῦν, οἷον τὰ πολλὰ τῶν Μασσαλιωτῶν, Ἑρμοκαϊκόξανθος...

4. Every noun is either “ordinary” or “rare” or “metaphorical” or “ornamental” or “invented” or “lengthened” or “curtailed” or “altered.”

4. ἅπαν δὲ ὄνομά ἐστιν ἢ κύριον ἢ γλῶττα ἢ μεταφορὰ ἢ κόσμος ἢ πεποιημένον ἢ ἐπεκτεταμένον ἢ ὑφῃρημένον ἢ ἐξηλλαγμένον.

5. An “ordinary” word is one used by everybody, a “rare” word one used by some;

5. λέγω δὲ κύριον μὲν ᾧ χρῶνται ἕκαστοι, γλῶτταν δὲ ᾧ ἕτεροι·

6. so that a word may obviously be both “ordinary” and “rare,” but not in relation to the same people. σίγυνον, for instance, is to the Cypriots an “ordinary” word but to us a “rare” one.

6. ὥστε φανερὸν ὅτι καὶ γλῶτταν καὶ κύριον εἶναι δυνατὸν τὸ αὐτό, μὴ τοῖς αὐτοῖς δέ· τὸ γὰρ σίγυνον Κυπρίοις μὲν κύριον, ἡμῖν δὲ γλῶττα.

7. Metaphor is the application of a strange term either transferred from the genus and applied to the species or from the species and applied to the genus, or from one species to another or else by analogy.

7. μεταφορὰ δέ ἐστιν ὀνόματος ἀλλοτρίου ἐπιφορὰ ἢ ἀπὸ τοῦ γένους ἐπὶ εἶδος ἢ ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος ἢ ἀπὸ τοῦ εἴδους ἐπὶ εἶδος ἢ κατὰ τὸ ἀνάλογον.

8. An example of a term transferred from genus to species is “Here stands my ship.” Riding at anchor is a species of standing.

8. λέγω δὲ ἀπὸ γένους μὲν ἐπὶ εἶδος οἷον νηῦς δέ μοι ἥδ’ ἕστηκεν· τὸ γὰρ ὁρμεῖν ἐστιν ἑστάναι τι.

9. An example of transference from species to genus is “Indeed ten thousand noble things Odysseus did,” for ten thousand, which is a species of many, is here used instead of the word “many.”

9. ἀπ’ εἴδους δὲ ἐπὶ γένος ἦ δὴ μυρί’ Ὀδυσσεὺς ἐσθλὰ ἔοργεν· τὸ γὰρ μυρίον πολύ ἐστιν, ᾧ νῦν ἀντὶ τοῦ πολλοῦ κέχρηται.

10. An example of transference from one species to another is “Drawing off his life with the bronze” and “Severing with the tireless bronze,” where “drawing off” is used for “severing” and “severing” for “drawing off,” both being species of “removing.”

10. ἀπ’ εἴδους δὲ ἐπὶ εἶδος οἷον χαλκῷ ἀπὸ ψυχὴν ἀρύσας καὶ τεμὼν ταναήκεϊ χαλκῷ· ἐνταῦθα γὰρ τὸ μὲν ἀρύσαι ταμεῖν, τὸ δὲ ταμεῖν ἀρύσαι εἴρηκεν· ἄμφω γὰρ ἀφελεῖν τί ἐστιν.

11. Metaphor by analogy means this: when B is to A as D is to C, then instead of B the poet will say D and B instead of D.

11. τὸ δὲ ἀνάλογον λέγω, ὅταν ὁμοίως ἔχῃ τὸ δεύτερον πρὸς τὸ πρῶτον καὶ τὸ τέταρτον πρὸς τὸ τρίτον· ἐρεῖ γὰρ ἀντὶ τοῦ δευτέρου τὸ τέταρτον ἢ ἀντὶ τοῦ τετάρτου τὸ δεύτερον.

12. And sometimes they add that to which the term supplanted by the metaphor is relative. For instance, a cup is to Dionysus what a shield is to Ares; so he will call the cup “Dionysus’s shield” and the shield “Ares’ cup.”

12. καὶ ἐνίοτε προστιθέασιν ἀνθ’ οὗ λέγει πρὸς ὅ ἐστι. λέγω δὲ οἷον ὁμοίως ἔχει φιάλη πρὸς Διόνυσον καὶ ἀσπὶς πρὸς Ἄρη· ἐρεῖ τοίνυν τὴν φιάλην ἀσπίδα Διονύσου καὶ τὴν ἀσπίδα φιάλην Ἄρεως.

13. Or old age is to life as evening is to day; so he will call the evening “day’s old-age” or use Empedocles’ phrase; and old age he will call “the evening of life” or “life’s setting sun.”

13. ἢ ὃ γῆρας πρὸς βίον, καὶ ἑσπέρα πρὸς ἡμέραν· ἐρεῖ τοίνυν τὴν ἑσπέραν γῆρας ἡμέρας ἢ ὥσπερ Ἐμπεδοκλῆς, καὶ τὸ γῆρας ἑσπέραν βίου ἢ δυσμὰς βίου.

14. Sometimes there is no word for some of the terms of the analogy but the metaphor can be used all the same. For instance, to scatter seed is to sow, but there is no word for the action of the sun in scattering its fire. Yet this has to the sunshine the same relation as sowing has to the seed, and so you have the phrase “sowing the god-created fire.”

14. ἐνίοις δ’ οὐκ ἔστιν ὄνομα κείμενον τῶν ἀνάλογον, ἀλλ’ οὐδὲν ἧττον ὁμοίως λεχθήσεται· οἷον τὸ τὸν καρπὸν μὲν ἀφιέναι σπείρειν, τὸ δὲ τὴν φλόγα ἀπὸ τοῦ ἡλίου ἀνώνυμον· ἀλλ’ ὁμοίως ἔχει τοῦτο πρὸς τὸν ἥλιον καὶ τὸ σπείρειν πρὸς τὸν καρπόν, διὸ εἴρηται σπείρων θεοκτίσταν φλόγα.

15. Besides this another way of employing metaphor is to call a thing by the strange name and then to deny it some attribute of that name. For instance, suppose you call the shield not “Ares’ cup” but a “wineless cup.”... … An invented word is one not used at all by any people and coined by the poet.

15. ἔστι δὲ τῷ τρόπῳ τούτῳ τῆς μεταφορᾶς χρῆσθαι καὶ ἄλλως, προσαγορεύσαντα τὸ ἀλλότριον ἀποφῆσαι τῶν οἰκείων τι, οἷον εἰ τὴν ἀσπίδα εἴποι φιάλην μὴ Ἄρεως ἀλλ’ ἄοινον...

17. There seem to be such words, eg. “sprouters” for horns and “pray-er” for priest. A word is “lengthened” or “curtailed,” the former when use is made of a longer vowel than usual or a syllable inserted, and the latter when part of the word is curtailed. An example of a lengthened word is πόληος for πολέως and Πηληιάδεω for Πηλείδου; and of a curtailed word κρῖ and δῶ, and e.g. μία γίνεται ἀμφοτέρων ὄψ.

17. πεποιημένον δ’ ἐστὶν ὃ ὅλως μὴ καλούμενον ὑπὸ τινῶν αὐτὸς τίθεται ὁ ποιητής, δοκεῖ γὰρ ἔνια εἶναι τοιαῦτα, οἷον τὰ κέρατα ἔρνυγας καὶ τὸν ἱερέα ἀρητῆρα. ἐπεκτεταμένον δέ ἐστιν ἢ ἀφῃρημένον, τὸ μὲν ἐὰν φωνήεντι μακροτέρῳ κεχρημένον ᾖ τοῦ οἰκείου ἢ συλλαβῇ ἐμβεβλημένῃ, τὸ δὲ ἂν ἀφῃρημένον τι ᾖ αὐτοῦ, ἐπεκτεταμένον μὲν οἷον τὸ πόλεως πόληος καὶ τὸ Πηλείδου Πηληιάδεω, ἀφῃρημένον δὲ οἷον τὸ κρῖ καὶ τὸ δῶ καὶ μία γίνεται ἀμφοτέρων ὄψ.

20. A word is “altered” when the poet coins part of the word and leaves the rest unchanged, e.g. δεξιτερὸν κατὰ μαζόν instead of δεξιόν.

20. ἐξηλλαγμένον δ’ ἐστὶν ὅταν τοῦ ὀνομαζομένου τὸ μὲν καταλείπῃ τὸ δὲ ποιῇ, οἷον τὸ δεξιτερὸν κατὰ μαζόν ἀντὶ τοῦ δεξιόν.

21. Of the nouns themselves, some are masculine, some feminine, and some neuter. Masculine are all that end in N and P and Σ and in the two compounds of Σ, Ψ and Ξ.

21. αὐτῶν δὲ τῶν ὀνομάτων τὰ μὲν ἄρρενα τὰ δὲ θήλεα τὰ δὲ μεταξύ, ἄρρενα μὲν ὅσα τελευτᾷ εἰς τὸ Ν καὶ Ρ καὶ Σ καὶ ὅσα ἐκ τούτου σύγκειται (ταῦτα δ’ ἐστὶν δύο, Ψ καὶ Ξ), θήλεα δὲ ὅσα ἐκ τῶν φωνηέντων εἴς τε τὰ ἀεὶ μακρά,

23. Feminine are all that end in those of the vowels that are always long, for instance Η and Ω, and in Α among vowels that can be lengthened. The result is that the number of masculine and feminine terminations is the same, for Ψ and Ξ are the same as Σ.

23. οἷον εἰς Η καὶ Ω, καὶ τῶν ἐπεκτεινομένων εἰς Α· ὥστε ἴσα συμβαίνει πλήθει εἰς ὅσα τὰ ἄρρενα καὶ τὰ θήλεα· τὸ γὰρ Ψ καὶ τὸ Ξ σύνθετά ἐστιν.

25. No noun ends in a mute or in a short vowel.

25. εἰς δὲ ἄφωνον οὐδὲν ὄνομα τελευτᾷ, οὐδὲ εἰς φωνῆεν βραχύ.

26. Only three end in Ι, μέλι, κόμμι, and πέπερι. Five end in Υ. The neuters end in these letters and in Ν and Σ.

26. εἰς δὲ τὸ Ι τρία μόνον, μέλι κόμμι πέπερι. εἰς δὲ τὸ Υ πέντε. τὰ δὲ μεταξὺ εἰς ταῦτα καὶ Ν καὶ Σ.