1. The merit of diction is to be clear and not commonplace. The clearest diction is that made up of ordinary words, but it is commonplace. An example is the poetry of Cleophon and of Sthenelus.
1. λέξεως δὲ ἀρετὴ σαφῆ καὶ μὴ ταπεινὴν εἶναι. σαφεστάτη μὲν οὖν ἐστιν ἡ ἐκ τῶν κυρίων ὀνομάτων, ἀλλὰ ταπεινή· παράδειγμα δὲ ἡ Κλεοφῶντος ποίησις καὶ ἡ Σθενέλου.
3. That which employs unfamiliar words is dignified and outside the common usage. By “unfamiliar” I mean a rare word, a metaphor, a lengthening, and anything beyond the ordinary use.
3. σεμνὴ δὲ καὶ ἐξαλλάττουσα τὸ ἰδιωτικὸν ἡ τοῖς ξενικοῖς κεχρημένη· ξενικὸν δὲ λέγω γλῶτταν καὶ μεταφορὰν καὶ ἐπέκτασιν καὶ πᾶν τὸ παρὰ τὸ κύριον.
4. But if a poet writes entirely in such words, the result will be either a riddle or jargon; if made up of metaphors, a riddle and if of rare words, jargon.
4. ἀλλ’ ἄν τις ἅπαντα τοιαῦτα ποιήσῃ, ἢ αἴνιγμα ἔσται ἢ βαρβαρισμός· ἂν μὲν οὖν ἐκ μεταφορῶν, αἴνιγμα, ἐὰν δὲ ἐκ γλωττῶν, βαρβαρισμός.
5. The essence of a riddle consists in describing a fact by an impossible combination of words. By merely combining the ordinary names of things this cannot be done, but it is made possible by combining metaphors. For instance, “I saw a man weld bronze upon a man with fire,” and so on.
5. αἰνίγματός τε γὰρ ἰδέα αὕτη ἐστί, τὸ λέγοντα ὑπάρχοντα ἀδύνατα συνάψαι· κατὰ μὲν οὖν τὴν τῶν ⟨ἄλλων⟩ ὀνομάτων σύνθεσιν οὐχ οἷόν τε τοῦτο ποιῆσαι, κατὰ δὲ τὴν μεταφορῶν ἐνδέχεται, οἷον ἄνδρ’ εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα, καὶ τὰ τοιαῦτα.
6. A medley of rare words is jargon.
6. τὰ δὲ ἐκ τῶν γλωττῶν βαρβαρισμός.
7. We need then a sort of mixture of the two. For the one kind will save the diction from being prosaic and commonplace, the rare word, for example, and the metaphor and the “ornament,” whereas the ordinary words give clarity.
7. δεῖ ἄρα κεκρᾶσθαί πως τούτοις· τὸ μὲν γὰρ τὸ μὴ ἰδιωτικὸν ποιήσει μηδὲ ταπεινόν, οἷον ἡ γλῶττα καὶ ἡ μεταφορὰ καὶ ὁ κόσμος καὶ τἆλλα τὰ εἰρημένα εἴδη, τὸ δὲ κύριον τὴν σαφήνειαν.
8. A considerable aid to clarity and distinction are the lengthening and abbreviation and alteration of words. Being otherwise than in the ordinary form and thus unusual, these will produce the effect of distinction, and clarity will be preserved by retaining part of the usual form.
8. οὐκ ἐλάχιστον δὲ μέρος συμβάλλεται εἰς τὸ σαφὲς τῆς λέξεως καὶ μὴ ἰδιωτικὸν αἱ ἐπεκτάσεις καὶ ἀποκοπαὶ καὶ ἐξαλλαγαὶ τῶν ὀνομάτων· διὰ μὲν γὰρ τὸ ἄλλως ἔχειν ἢ ὡς τὸ κύριον παρὰ τὸ εἰωθὸς γιγνόμενον τὸ μὴ ἰδιωτικὸν ποιήσει, διὰ δὲ τὸ κοινωνεῖν τοῦ εἰωθότος τὸ σαφὲς ἔσται.
9. Those critics are therefore wrong who censure this manner of idiom and poke fun at the poet, as did the elder Eucleides who said it was easy to write poetry, granted the right to lengthen syllables at will. He had made a burlesque in this very style:Ἐ̄πῐχᾰ́|ρη̄ν εἶ̄δο̆ν Μᾰρᾰ|θω̄νᾰ́δε̆ | βᾱδῑ|ζο̄ντᾰοῡ̓κ ᾱ̓́ν | γ̆' ε̆ρᾰ́με̆νος το̄ν | ἐκεῑ́νοῡ ε̆λλε̆́βο̆ρο̄ν.
9. ὥστε οὐκ ὀρθῶς ψέγουσιν οἱ ἐπιτιμῶντες τῷ τοιούτῳ τρόπῳ τῆς διαλέκτου καὶ διακωμῳδοῦντες τὸν ποιητήν, οἷον Εὐκλείδης ὁ ἀρχαῖος, ὡς ῥᾴδιον ὂν ποιεῖν εἴ τις δώσει ἐκτείνειν ἐφ’ ὁπόσον βούλεται, ἰαμβοποιήσας ἐν αὐτῇ τῇ λέξει Ἐπιχάρην εἶδον Μαραθῶνάδε βαδίζοντα, καὶ οὐκ † ἂν γεράμενος † τὸν ἐκείνου ἐλλέβορον.
10. Now to make an obtrusive use of this licence is ridiculous;
10. τὸ μὲν οὖν φαίνεσθαί πως χρώμενον τούτῳ τῷ τρόπῳ γελοῖον· τὸ δὲ μέτρον κοινὸν ἁπάντων ἐστὶ τῶν μερῶν·
11. but moderation is a requisite common to all kinds of writing. The same effect could be got by using metaphors and rare words and the rest unsuitably for the express purpose of raising a laugh.
11. καὶ γὰρ μεταφοραῖς καὶ γλώτταις καὶ τοῖς ἄλλοις εἴδεσι χρώμενος ἀπρεπῶς καὶ ἐπίτηδες ἐπὶ τὰ γελοῖα τὸ αὐτὸ ἂν ἀπεργάσαιτο.
12. What a difference is made by the proper use of such licence may be seen in epic poetry, if you substitute in the verse the ordinary forms.
12. τὸ δὲ ἁρμόττον ὅσον διαφέρει ἐπὶ τῶν ἐπῶν θεωρείσθω ἐντιθεμένων τῶν ὀνομάτων εἰς τὸ μέτρον.
13. Take a rare word or metaphor or any of the others and substitute the ordinary word; the truth of our contention will then be obvious. For instance, Aeschylus and Euripides wrote the same iambic line with the change of one word only, a rare word in place of one made ordinary by custom, yet the one line seems beautiful and the other trivial. Aeschylus in the Philoctetes wrote,The ulcer eats the flesh of this my foot,and Euripides instead of “eats” put “feasts upon.” Or takeI that am small, of no account nor goodly;suppose one were to read the line substituting the ordinary words,I that am little and weak and ugly.Or compareHe set a stool unseemly and a table small.withHe set a shabby stool and a little table,or “the sea-shore is roaring” with “the sea-shore is shrieking.”
13. καὶ ἐπὶ τῆς γλώττης δὲ καὶ ἐπὶ τῶν μεταφορῶν καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν μετατιθεὶς ἄν τις τὰ κύρια ὀνόματα κατίδοι ὅτι ἀληθῆ λέγομεν· οἷον τὸ αὐτὸ ποιήσαντος ἰαμβεῖον Αἰσχύλου καὶ Εὐριπίδου, ἓν δὲ μόνον ὄνομα μεταθέντος, ἀντὶ κυρίου εἰωθότος γλῶτταν, τὸ μὲν φαίνεται καλὸν τὸ δ’ εὐτελές. Αἰσχύλος μὲν γὰρ ἐν τῷ Φιλοκτήτῃ ἐποίησεφαγέδαιναν ἥ μου σάρκας ἐσθίει ποδός,ὁ δὲ ἀντὶ τοῦ ἐσθίει τὸ θοινᾶται μετέθηκεν. καὶνῦν δέ μ’ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἀεικής,εἴ τις λέγοι τὰ κύρια μετατιθεὶςνῦν δέ μ’ ἐὼν μικρός τε καὶ ἀσθενικὸς καὶ ἀειδής·καὶδίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν,δίφρον μοχθηρὸν καταθεὶς μικράν τε τράπεζαν·καὶ τὸ ἠιόνες βοόωσιν, ἠιόνες κράζουσιν.
14. Ariphrades again made fun of the tragedians because they employ phrases which no one would use in conversation, like “δωμάτων ἄπο” instead of ἀπὸ δωμάτων and their “σέθεν” and “ἐγὼ δέ νιν” and “Ἀχιλλέως πέρι” for περὶ Ἀχιλλέως, and so on.
14. ἔτι δὲ Ἀριφράδης τοὺς τραγῳδοὺς ἐκωμῴδει ὅτι ἃ οὐδεὶς ἂν εἴπειεν ἐν τῇ διαλέκτῳ τούτοις χρῶνται, οἷον τὸ δωμάτων ἄπο ἀλλὰ μὴ ἀπὸ δωμάτων, καὶ τὸ σέθεν καὶ τὸ ἐγὼ δέ νιν καὶ τὸ Ἀχιλλέως πέρι ἀλλὰ μὴ περὶ Ἀχιλλέως, καὶ ὅσα ἄλλα τοιαῦτα.
15. All that sort of thing, not being in the ordinary form, gives distinction to the diction, which was what he failed to understand.
15. διὰ γὰρ τὸ μὴ εἶναι ἐν τοῖς κυρίοις ποιεῖ τὸ μὴ ἰδιωτικὸν ἐν τῇ λέξει ἅπαντα τὰ τοιαῦτα· ἐκεῖνος δὲ τοῦτο ἠγνόει.
16. It is a great thing to make a proper use of each of the elements mentioned, and of double words and rare words too, but by far the greatest thing is the use of metaphor.
16. ἔστιν δὲ μέγα μὲν τὸ ἑκάστῳ τῶν εἰρημένων πρεπόντως χρῆσθαι, καὶ διπλοῖς ὀνόμασι καὶ γλώτταις, πολὺ δὲ μέγιστον τὸ μεταφορικὸν εἶναι.
17. That alone cannot be learnt; it is the token of genius. For the right use of metaphor means an eye for resemblances.
17. μόνον γὰρ τοῦτο οὔτε παρ’ ἄλλου ἔστι λαβεῖν εὐφυΐας τε σημεῖόν ἐστι· τὸ γὰρ εὖ μεταφέρειν τὸ τὸ ὅμοιον θεωρεῖν ἐστιν.
18. Of the various kinds of words the double forms are most suited for dithyrambs, rare words for heroic verse and metaphors for iambics.
18. τῶν δ’ ὀνομάτων τὰ μὲν διπλᾶ μάλιστα ἁρμόττει τοῖς διθυράμβοις, αἱ δὲ γλῶτται τοῖς ἡρωικοῖς, αἱ δὲ μεταφοραὶ τοῖς ἰαμβείοις.
19. And indeed in heroic verse they are all useful; but since iambic verse is largely an imitation of speech, only those nouns are suitable which might be used in talking. These are the ordinary word, metaphor, and “ornament.”
19. καὶ ἐν μὲν τοῖς ἡρωικοῖς ἅπαντα χρήσιμα τὰ εἰρημένα, ἐν δὲ τοῖς ἰαμβείοις διὰ τὸ ὅτι μάλιστα λέξιν μιμεῖσθαι ταῦτα ἁρμόττει τῶν ὀνομάτων ὅσοις κἂν ἐν λόγοις τις χρήσαιτο· ἔστι δὲ τὰ τοιαῦτα τὸ κύριον καὶ μεταφορὰ καὶ κόσμος.
20. Now concerning tragedy and the art of representing life in action, what we have said already must suffice.
20. περὶ μὲν οὖν τραγῳδίας καὶ τῆς ἐν τῷ πράττειν μιμήσεως ἔστω ἡμῖν ἱκανὰ τὰ εἰρημένα.