61.1. Having got back his sovereignty in the manner which I have described, Pisistratus married Megacles' daughter according to his agreement with Megacles. But as he already had young sons, and as the Alcmeonid family were said to be under a curse, he had no wish that his newly-wedded wife bear him children, and therefore had unusual intercourse with her.
61.1. ἀπολαβὼν δὲ τὴν τυραννίδα τρόπῳ τῷ εἰρημένῳ ὁ Πεισίστρατος κατὰ τὴν ὁμολογίην τὴν πρὸς Μεγακλέα γενομένην γαμέει τοῦ Μεγακλέος τὴν θυγατέρα. οἷα δὲ παίδων τέ οἱ ὑπαρχόντων νεηνιέων καὶ λεγομένων ἐναγέων εἶναι τῶν Ἀλκμεωνιδέων, οὐ βουλόμενός οἱ γενέσθαι ἐκ τῆς νεογάμου γυναικὸς τέκνα ἐμίσγετό οἱ οὐ κατὰ νόμον.
61.2. At first the woman hid the fact: presently she told her mother (whether interrogated or not, I do not know) and the mother told her husband. Megacles was very angry to be dishonored by Pisistratus; and in his anger he patched up his quarrel with the other faction. Pisistratus, learning what was going on, went alone away from the country altogether, and came to Eretria where he deliberated with his sons.
61.2. τὰ μέν νυν πρῶτα ἔκρυπτε ταῦτα ἡ γυνή, μετὰ δὲ εἴτε ἱστορεύσῃ εἴτε καὶ οὒ φράζει τῇ ἑωυτῆς μητρί, ἣ δὲ τῷ ἀνδρί. ὀργῇ δὲ ὡς εἶχε καταλλάσσετο τὴν ἔχθρην τοῖσι στασιώτῃσι. μαθὼν δὲ ὁ Πεισίστρατος τὰ ποιεύμενα ἐπʼ ἑωυτῷ ἀπαλλάσσετο ἐκ τῆς χώρης τὸ παράπαν, ἀπικόμενος δὲ ἐς Ἐρέτριαν ἐβουλεύετο ἅμα τοῖσι παισί.
61.3. The opinion of Hippias prevailing, that they should recover the sovereignty, they set out collecting contributions from all the cities that owed them anything. Many of these gave great amounts, the Thebans more than any, and in course of time, not to make a long story, everything was ready for their return: for they brought Argive mercenaries from the Peloponnese, and there joined them on his own initiative a man of Naxos called Lygdamis, who was most keen in their cause and brought them money and men.
61.3. Ἱππίεω δὲ γνώμῃ νικήσαντος ἀνακτᾶσθαι ὀπίσω τὴν τυραννίδα, ἐνθαῦτα ἤγειρον δωτίνας ἐκ τῶν πολίων αἵτινές σφι προαιδέοντό κού τι. πολλῶν δὲ μεγάλα παρασχόντων χρήματα, Θηβαῖοι ὑπερεβάλοντο τῇ δόσι τῶν χρημάτων. μετὰ δέ, οὐ πολλῷ λόγῳ εἰπεῖν, χρόνος διέφυ καὶ πάντα σφι ἐξήρτυτο ἐς τὴν κάτοδον· καὶ γὰρ Ἀργεῖοι μισθωτοὶ ἀπίκοντο ἐκ Πελοποννήσου, καὶ Νάξιός σφι ἀνὴρ ἀπιγμένος ἐθελοντής, τῷ οὔνομα ἦν Λύγδαμις, προθυμίην πλείστην παρείχετο, κομίσας καὶ χρήματα καὶ ἄνδρας.
62.1. So after ten years they set out from Eretria and returned home. The first place in Attica which they took and held was Marathon: and while encamped there they were joined by their partisans from the city, and by others who flocked to them from the country—demesmen who loved the rule of one more than freedom. These, then, assembled;
62.1. ἐξ Ἐρετρίης δὲ ὁρμηθέντες διὰ ἑνδεκάτου ἔτεος ἀπίκοντο ὀπίσω, καὶ πρῶτον τῆς Ἀττικῆς ἴσχουσι Μαραθῶνα. ἐν δὲ τούτῳ τῷ χώρῳ σφι στρατοπεδευομένοισι οἵ τε ἐκ τοῦ ἄστεος στασιῶται ἀπίκοντο ἄλλοι τε ἐκ τῶν δήμων προσέρρεον, τοῖσι ἡ τυραννὶς πρὸ ἐλευθερίης ἦν ἀσπαστότερον.
62.2. but the Athenians in the city, who while Pisistratus was collecting money and afterwards when he had taken Marathon took no notice of it, did now, and when they learned that he was marching from Marathon against Athens, they set out to attack him.
62.2. οὗτοι μὲν δὴ συνηλίζοντο, Ἀθηναίων δὲ οἱ ἐκ τοῦ ἄστεος, ἕως μὲν Πεισίστρατος τὰ χρήματα ἤγειρε, καὶ μεταῦτις ὡς ἔσχε Μαραθῶνα, λόγον οὐδένα εἶχον· ἐπείτε δὲ ἐπύθοντο ἐκ τοῦ Μαραθῶνος αὐτὸν πορεύεσθαι ἐπὶ τὸ ἄστυ, οὕτω δὴ βοηθέουσι ἐπʼ αὐτόν.
62.3. They came out with all their force to meet the returning exiles. Pisistratus' men encountered the enemy when they had reached the temple of Pallenian Athena in their march from Marathon towards the city, and encamped face to face with them.
62.3. καὶ οὗτοί τε πανστρατιῇ ἤισαν ἐπὶ τοὺς κατιόντας καὶ οἱ ἀμφὶ Πεισίστρατον, ὡς ὁρμηθέντες ἐκ Μαραθῶνος ἤισαν ἐπὶ τὸ ἄστυ, ἐς τὠυτὸ συνιόντες ἀπικνέονται ἐπὶ Παλληνίδος Ἀθηναίης ἱρόν, καὶ ἀντία ἔθεντο τὰ ὅπλα.
62.4. There (by the providence of heaven) Pisistratus met Amphilytus the Acarnanian, a diviner, who came to him and prophesied as follows in hexameter verses:“The cast is made, the net spread,The tunny-fish shall flash in the moonlit night.”
62.4. ἐνθαῦτα θείῃ πομπῇ χρεώμενος παρίσταται Πεισιστράτῳ Ἀμφίλυτος ὁ Ἀκαρνὰν χρησμολόγος ἀνήρ, ὅς οἱ προσιὼν χρᾷ ἐν ἑξαμέτρῳ τόνῳ τάδε λέγων·ἔρριπται δʼ ὁ βόλος, τὸ δὲ δίκτυον ἐκπεπέτασται,θύννοι δʼ οἰμήσουσι σεληναίης διὰ νυκτός.
63.1. So Amphilytus spoke, being inspired; Pisistratus understood him and, saying that he accepted the prophecy, led his army against the enemy. The Athenians of the city had by this time had breakfast, and after breakfast some were dicing and some were sleeping: they were attacked by Pisistratus' men and put to flight.
63.1. ὃ μὲν δή οἱ ἐνθεάζων χρᾷ τάδε, Πεισίστρατος δὲ συλλαβὼν τὸ χρηστήριον καὶ φὰς δέκεσθαι τὸ χρησθὲν ἐπῆγε τὴν στρατιήν. Ἀθηναῖοι δὲ οἱ ἐκ τοῦ ἄστεος πρὸς ἄριστον τετραμμένοι ἦσαν δὴ τηνικαῦτα, καὶ μετὰ τὸ ἄριστον μετεξέτεροι αὐτῶν οἳ μὲν πρὸς κύβους οἳ δὲ πρὸς ὕπνον. οἱ δὲ ἀμφὶ Πεισίστρατον ἐσπεσόντες τοὺς Ἀθηναίους τρέπουσι.
63.2. So they fled, and Pisistratus devised a very subtle plan to keep them scattered and prevent them assembling again: he had his sons mount and ride forward: they overtook the fugitives and spoke to them as they were instructed by Pisistratus, telling them to take heart and each to depart to his home.
63.2. φευγόντων δὲ τούτων βουλὴν ἐνθαῦτα σοφωτάτην Πεισίστρατος ἐπιτεχνᾶται, ὅκως μήτε ἁλισθεῖεν ἔτι οἱ Ἀθηναῖοι διεσκεδασμένοι τε εἶεν· ἀναβιβάσας τοὺς παῖδας ἐπὶ ἵππους προέπεμπε, οἳ δὲ καταλαμβάνοντες τοὺς φεύγοντας ἔλεγον τὰ ἐντεταλμένα ὑπὸ Πεισιστράτου, θαρσέειν τε κελεύοντες καὶ ἀπιέναι ἕκαστον ἐπὶ τὰ ἑωυτοῦ.
64.1. The Athenians did, and by this means Pisistratus gained Athens for the third time, rooting his sovereignty in a strong guard and revenue collected both from Athens and from the district of the river Strymon, and he took hostage the sons of the Athenians who remained and did not leave the city at once, and placed these in Naxos.
64.1. πειθομένων δὲ τῶν Ἀθηναίων, οὕτω δὴ Πεισίστρατος τὸ τρίτον σχὼν Ἀθήνας ἐρρίζωσε τὴν τυραννίδα ἐπικούροισί τε πολλοῖσι καὶ χρημάτων συνόδοισι, τῶν μὲν αὐτόθεν τῶν δὲ ἀπὸ Στρυμόνος ποταμοῦ συνιόντων, ὁμήρους τε τῶν παραμεινάντων Ἀθηναίων καὶ μὴ αὐτίκα φυγόντων παῖδας λαβὼν καὶ καταστήσας ἐς Νάξον (καὶ γὰρ ταύτην ὁ Πεισίστρατος κατεστρέψατο πολέμῳ καὶ ἐπέτρεψε Λυγδάμι) πρὸς τε ἔτι τούτοισι τὴν νῆσον Δῆλον καθήρας ἐκ τῶν λογίων καθήρας δὲ ὧδε·
64.2. (He had conquered Naxos too and put Lygdamis in charge.) And besides this, he purified the island of Delos as a result of oracles, and this is how he did it: he removed all the dead that were buried in ground within sight of the temple and conveyed them to another part of Delos. So Pisistratus was sovereign of Athens: and as for the Athenians, some had fallen in the battle, and some, with the Alcmeonids, were exiles from their native land.
64.2. ἐπʼ ὅσον ἔποψις τοῦ ἱροῦ εἶχε, ἐκ τούτου τοῦ χώρου παντὸς ἐξορύξας τοὺς νεκροὺς μετεφόρεε ἐς ἄλλον χῶρον τῆς Δήλου. καὶ Πεισίστρατος μὲν ἐτυράννευε Ἀθηνέων, Ἀθηναίων δὲ οἳ μὲν ἐν τῇ μάχη ἐπεπτώκεσαν, οἳ δὲ αὐτῶν μετʼ Ἀλκμεωνιδέων ἔφευγον ἐκ τῆς οἰκηίης.
65.1. So Croesus learned that at that time such problems were oppressing the Athenians, but that the Lacedaemonians had escaped from the great evils and had mastered the Tegeans in war. In the kingship of Leon and Hegesicles at Sparta, the Lacedaemonians were successful in all their other wars but met disaster only against the Tegeans.
65.1. τοὺς μέν νυν Ἀθηναίους τοιαῦτα τὸν χρόνον τοῦτον ἐπυνθάνετο ὁ Κροῖσος κατέχοντα, τοὺς δὲ Λακεδαιμονίους ἐκ κακῶν τε μεγάλων πεφευγότας καὶ ἐόντας ἤδη τῷ πολέμῳ κατυπερτέρους Τεγεητέων. ἐπὶ γὰρ Λέοντος βασιλεύοντος καὶ Ἡγησικλέος ἐν Σπάρτῃ τοὺς ἄλλους πολέμους εὐτυχέοντες οἱ Λακεδαιμόνιοι πρὸς Τεγεήτας μούνους προσέπταιον.
65.2. Before this they had been the worst-governed of nearly all the Hellenes and had had no dealings with strangers, but they changed to good government in this way: Lycurgus, a man of reputation among the Spartans, went to the oracle at Delphi. As soon as he entered the hall, the priestess said in hexameter:
65.2. τὸ δὲ ἔτι πρότερον τούτων καί κακονομώτατοι ἦσαν σχεδὸν πάντων Ἑλλήνων κατά τε σφέας αὐτοὺς καὶ ξείνοισι ἀπρόσμικτοι· μετέβαλον δὲ ὧδε ἐς εὐνομίην. Λυκούργου τῶν Σπαρτιητέων δοκίμου ἀνδρὸς ἐλθόντος ἐς Δελφοὺς ἐπὶ τὸ χρηστήριον, ὡς ἐσήιε ἐς τὸ μέγαρον, εὐθὺς ἡ Πυθίη λέγει τάδε.
65.3. You have come to my rich temple, Lycurgus,A man dear to Zeus and to all who have Olympian homes.I am in doubt whether to pronounce you man or god,But I think rather you are a god, Lycurgus.
65.3. ἥκεις ὦ Λυκόοργε ἐμὸν ποτὶ πίονα νηόνΖηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματʼ ἔχουσι.δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον.ἀλλʼ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε.
65.4. Some say that the Pythia also declared to him the constitution that now exists at Sparta, but the Lacedaemonians themselves say that Lycurgus brought it from Crete when he was guardian of his nephew Leobetes, the Spartan king.
65.4. οἳ μὲν δή τινες πρὸς τούτοισι λέγουσι καὶ φράσαι αὐτῷ τὴν Πυθίην τὸν νῦν κατεστεῶτα κόσμον Σπαρτιήτῃσι. ὡς δʼ αὐτοὶ Λακεδαιμόνιοι λέγουσι, Λυκοῦργον ἐπιτροπεύσαντα Λεωβώτεω, ἀδελφιδέου μὲν ἑωυτοῦ βασιλεύοντος δὲ Σπαρτιητέων, ἐκ Κρήτης ἀγαγέσθαι ταῦτα.
65.5. Once he became guardian, he changed all the laws and took care that no one transgressed the new ones. Lycurgus afterwards established their affairs of war: the sworn divisions, the bands of thirty, the common meals; also the ephors and the council of elders.
65.5. ὡς γὰρ ἐπετρόπευσε τάχιστα, μετέστησε τὰ νόμιμα πάντα, καὶ ἐφύλαξε ταῦτα μὴ παραβαίνειν· μετὰ δὲ τὰ ἐς πόλεμον ἔχοντα, ἐνωμοτίας καὶ τριηκάδας καὶ συσσίτια, πρός τε τούτοισι τοὺς ἐφόρους καὶ γέροντας ἔστησε Λυκοῦργος.
66.1. Thus they changed their bad laws to good ones, and when Lycurgus died they built him a temple and now worship him greatly. Since they had good land and many men, they immediately flourished and prospered. They were not content to live in peace, but, confident that they were stronger than the Arcadians, asked the oracle at Delphi about gaining all the Arcadian land.
66.1. οὕτω μὲν μεταβαλόντες εὐνομήθησαν, τῷ δὲ Λυκούργῳ τελευτήσαντι ἱρὸν εἱσάμενοι σέβονται μεγάλως. οἷα δὲ ἐν τε χώρῃ ἀγαθῇ καὶ πλήθεϊ οὐκ ὀλίγων ἀνδρῶν, ἀνά τε ἔδραμον αὐτίκα καὶ εὐθηνήθησαν, καὶ δή σφι οὐκέτι ἀπέχρα ἡσυχίην ἄγειν, ἀλλὰ καταφρονήσαντες Ἀρκάδων κρέσσονες εἶναι ἐχρηστηριάζοντο ἐν Δελφοῖσι ἐπὶ πάσῃ τῇ Ἀρκάδων χωρῇ.
66.2. She replied in hexameter:You ask me for Arcadia? You ask too much; I grant it not.There are many men in Arcadia, eaters of acorns,Who will hinder you. But I grudge you not.I will give you Tegea to beat with your feet in dancing,And its fair plain to measure with a rope.
66.2. ἡ δὲ Πυθίη σφι χρᾷ τάδε.Ἀρκαδίην μʼ αἰτεῖς· μέγα μʼ αἰτεῖς· οὐ τοι δώσω.πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν,οἵ σʼ ἀποκωλύσουσιν. ἐγὼ δὲ τοι οὔτι μεγαίρω·δώσω τοί Τεγέην ποσσίκροτον ὀρχήσασθαικαὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι.
66.3. When the Lacedaemonians heard the oracle reported, they left the other Arcadians alone and marched on Tegea carrying chains, relying on the deceptive oracle. They were confident they would enslave the Tegeans, but they were defeated in battle.
66.3. ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Λακεδαιμόνιοι,Ἀρκάδων μὲν τῶν ἄλλων ἀπείχοντο, οἳ δὲ πέδας φερόμενοι ἐπὶ Τεγεήτας ἐστρατεύοντο, χρησμῷ κιβδήλῳ πίσυνοι, ὡς δὴ ἐξανδραποδιούμενοι τοὺς Τεγεήτας.
66.4. Those taken alive were bound in the very chains they had brought with them, and they measured the Tegean plain with a rope by working the fields. The chains in which they were bound were still preserved in my day, hanging up at the temple of Athena Alea.
66.4. ἑσσωθέντες δὲ τῇ συμβολῇ, ὅσοι αὐτῶν ἐζωγρήθησαν, πέδας τε ἔχοντες τὰς ἐφέροντο αὐτοὶ καὶ σχοίνῳ διαμετρησάμενοι τὸ πεδίον τὸ Τεγεητέων ἐργάζοντο. αἱ δὲ πέδαι αὗται ἐν τῇσι ἐδεδέατο ἔτι καὶ ἐς ἐμὲ ἦσαν σόαι ἐν Τεγέῃ περὶ τὸν νηὸν τῆς Ἀλέης Ἀθηναίης κρεμάμεναι.
67.1. In the previous war the Lacedaemonians continually fought unsuccessfully against the Tegeans, but in the time of Croesus and the kingship of Anaxandrides and Ariston in Lacedaemon the Spartans had gained the upper hand. This is how:
67.1. κατὰ μὲν δὴ τὸν πρότερον πόλεμον συνεχέως αἰεὶ κακῶς ἀέθλεον πρὸς τοὺς Τεγεήτας, κατὰ δὲ τὸν κατὰ Κροῖσον χρόνον καὶ τὴν Ἀναξανδρίδεώ τε καὶ Ἀρίστωνος βασιληίην ἐν Λακεδαίμονι ἤδη οἱ Σπαρτιῆται κατυπέρτεροι τῷ πολέμῳ ἐγεγόνεσαν, τρόπῳ τοιῷδε γενόμενοι.
67.2. when they kept being defeated by the Tegeans, they sent ambassadors to Delphi to ask which god they should propitiate to prevail against the Tegeans in war. The Pythia responded that they should bring back the bones of Orestes, son of Agamemnon.
67.2. ἐπειδὴ αἰεὶ τῷ πολέμῳ ἑσσοῦντο ὑπὸ Τεγεητέων, πέμψαντες θεοπρόπους ἐς Δελφοὺς ἐπειρώτων τίνα ἂν θεῶν ἱλασάμενοι κατύπερθε τῷ πολέμῳ Τεγεητέων γενοίατο. ἡ δὲ Πυθίη σφι ἔχρησε τὰ Ὀρέστεω τοῦ Ἀγαμέμνονος ὀστέα ἐπαγαγομένους.
67.3. When they were unable to discover Orestes' tomb, they sent once more to the god to ask where he was buried. The Pythia responded in hexameter to the messengers:
67.3. ὡς δὲ ἀνευρεῖν οὐκ οἷοί τε ἐγίνοντο τὴν θήκην τοῦ Ὀρέστεω ἔπεμπον αὖτις τὴν ἐς θεὸν ἐπειρησομένους τὸν χῶρον ἐν τῷ κέοιτο Ὀρέστης. εἰρωτῶσι δὲ ταῦτα τοῖσι θεοπρόποισι λέγει ἡ Πυθίη τάδε.
67.4. There is a place Tegea in the smooth plain of Arcadia,Where two winds blow under strong compulsion.Blow lies upon blow, woe upon woe.There the life-giving earth covers the son of Agamemnon.Bring him back, and you shall be lord of Tegea.
67.4. ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ,ἔνθʼ ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπʼ ἀνάγκης,καὶ τύπος ἀντίτυπος, καὶ πῆμʼ ἐπὶ πήματι κεῖται.ἔνθʼ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα,τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ.
67.5. When the Lacedaemonians heard this, they were no closer to discovery, though they looked everywhere. Finally it was found by Lichas, who was one of the Spartans who are called “doers of good deeds.”. These men are those citizens who retire from the knights, the five oldest each year. They have to spend the year in which they retire from the knights being sent here and there by the Spartan state, never resting in their efforts.
67.5. ὡς δὲ καὶ ταῦτα ἤκουσαν οἱ Λακεδαιμόνιοι, ἀπεῖχον τῆς ἐξευρέσιος οὐδὲν ἔλασσον, πάντα διζήμενοι, ἐς οὗ δὴ Λίχης τῶν ἀγαθοεργῶν καλεομένων Σπαρτιητέων ἀνεῦρε, οἱ δὲ ἀγαθοεργοὶ εἰσὶ τῶν ἀστῶν, ἐξιόντες ἐκ τῶν ἱππέων αἰεὶ οἱ πρεσβύτατοι, πέντε ἔτεος ἑκάστου· τοὺς δεῖ τοῦτὸν τὸν ἐνιαυτόν, τὸν ἂν ἐξίωσι ἐκ τῶν ἱππέων, Σπαρτιητέων τῷ κοινῷ διαπεμπομένους μὴ ἐλινύειν ἄλλους ἄλλῃ.
68.1. It was Lichas, one of these men, who found the tomb in Tegea by a combination of luck and skill. At that time there was free access to Tegea, so he went into a blacksmith's shop and watched iron being forged, standing there in amazement at what he saw done.
68.1. τούτων ὦν τῶν ἀνδρῶν Λίχης ἀνεῦρε ἐν Τεγέῃ καὶ συντυχίῃ χρησάμενος καὶ σοφίῃ. ἐούσης γὰρ τοῦτον τὸν χρόνον ἐπιμιξίης πρὸς τοὺς Τεγεήτας, ἐλθὼν ἐς χαλκήιον ἐθηεῖτο σίδηρον ἐξελαυνόμενον, καὶ ἐν θώματι ἦν ὀρέων τὸ ποιεόμενον.
68.2. The smith perceived that he was amazed, so he stopped what he was doing and said, “My Laconian guest, if you had seen what I saw, then you would really be amazed, since you marvel so at ironworking.
68.2. μαθὼν, δέ μιν ὁ χαλκεὺς ἀποθωμάζοντα εἶπε παυσάμενος τοῦ ἔργου ἦ κου ἄν, ὦ ξεῖνε Λάκων εἴ περ εἶδες τό περ ἐγώ, κάρτα ἂν ἐθώμαζες, ὅκου νῦν οὕτω τυγχάνεις θῶμα ποιεύμενος τὴν ἐργασίην τοῦ σιδήρου.
68.3. I wanted to dig a well in the courtyard here, and in my digging I hit upon a coffin twelve feet long. I could not believe that there had ever been men taller than now, so I opened it and saw that the corpse was just as long as the coffin. I measured it and then reburied it.” So the smith told what he had seen, and Lichas thought about what was said and reckoned that this was Orestes, according to the oracle.
68.3. ἐγὼ γὰρ ἐν τῇδε θέλων τῇ αὐλῇ φρέαρ ποιήσασθαι, ὀρύσσων ἐπέτυχον σορῷ ἑπταπήχεϊ· ὑπὸ δὲ ἀπιστίης μὴ μὲν γενέσθαι μηδαμὰ μέζονας ἀνθρώπους τῶν νῦν ἄνοιξα αὐτὴν καὶ εἶδον τὸν νεκρὸν μήκεϊ ἴσον ἐόντα τῇ σορῷ· μετρήσας δὲ συνέχωσα ὀπίσω. ὃ μὲν δή οἱ ἔλεγε τά περ ὀπώπεε, ὁ δὲ ἐννώσας τὰ λεγόμενα συνεβάλλετο τὸν Ὀρέστεα κατὰ τὸ θεοπρόπιον τοῦτον εἶναι, τῇδε συμβαλλόμενος·
68.4. In the smith's two bellows he found the winds, hammer and anvil were blow upon blow, and the forging of iron was woe upon woe, since he figured that iron was discovered as an evil for the human race.
68.4. τοῦ χαλκέος δύο ὁρέων φύσας τοὺς ἀνέμους εὕρισκε ἐόντας, τὸν δὲ ἄκμονα καὶ τὴν σφῦραν τόν τε τύπον καὶ τὸν ἀντίτυπον, τὸν δὲ ἐξελαυνόμενον σίδηρον τὸ πῆμα ἐπὶ πήματι κείμενον, κατὰ τοιόνδε τι εἰκάζων, ὡς ἐπὶ κακῷ ἀνθρώπου σίδηρος ἀνεύρηται.
68.5. After reasoning this out, he went back to Sparta and told the Lacedaemonians everything. They made a pretence of bringing a charge against him and banishing him. Coming to Tegea, he explained his misfortune to the smith and tried to rent the courtyard, but the smith did not want to lease it.
68.5. συμβαλόμενος δὲ ταῦτα καὶ ἀπελθὼν ἐς Σπάρτην ἔφραζε Λακεδαιμονίοσσι πᾶν τὸ πρῆγμα. οἳ δὲ ἐκ λόγου πλαστοῦ ἐπενείκαντὲς οἱ αἰτίην ἐδίωξαν. ὁ δὲ ἀπικόμενος ἐς Τεγέην καὶ φράζων τὴν ἑωυτοῦ συμφορὴν πρὸς τὸν χαλκέα ἐμισθοῦτο παρʼ οὐκ ἐκδιδόντος τὴν αὐλήν·
68.6. Finally he persuaded him and set up residence there. He dug up the grave and collected the bones, then hurried off to Sparta with them. Ever since then the Spartans were far superior to the Tegeans whenever they met each other in battle. By the time of Croesus' inquiry, the Spartans had subdued most of the Peloponnese.
68.6. χρόνῳ δὲ ὡς ἀνέγνωσε, ἐνοικίσθη, ἀνορύξας δὲ τὸν τάφον καὶ τὰ ὀστέα συλλέξας οἴχετο φέρων ἐς Σπάρτην. καὶ ἀπὸ τούτου τοῦ χρόνου, ὅκως πειρῴατο ἀλλήλων, πολλῷ κατυπέρτεροι τῷ πολέμῳ ἐγίνοντο οἱ Λακεδαιμόνιοι· ἤδη δέ σφι καὶ ἡ πολλὴ τῆς Πελοποννήσου ἦν κατεστραμμένη.
69.1. Croesus, then, aware of all this, sent messengers to Sparta with gifts to ask for an alliance, having instructed them what to say. They came and said:
69.1. ταῦτα δὴ ὦν πάντα πυνθανόμενος ὁ Κροῖσος ἔπεμπε ἐς Σπάρτην ἀγγέλους δῶρά τε φέροντας καὶ δεησομένους συμμαχίης, ἐντειλάμενός τε τὰ λέγειν χρῆν. οἳ δὲ ἐλθόντες ἔλεγον ἔπεμψε ἡμέας Κροῖσος ὁ Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς, λέγων τάδε.
69.2. “Croesus, King of Lydia and other nations, has sent us with this message: ‘Lacedaemonians, the god has declared that I should make the Greek my friend; now, therefore, since I learn that you are the leaders of Hellas, I invite you, as the oracle bids; I would like to be your friend and ally, without deceit or guile.’”
69.2. ὦ Λακεδαιμόνιοι, χρήσαντος τοῦ θεοῦ τὸν Ἕλληνα φίλον προσθέσθαι, ὑμέας γὰρ πυνθάνομαι προεστάναι τῆς Ἑλλάδος, ὑμέας ὦν κατὰ τὸ χρηστήριον προσκαλέομαι φίλος τε θέλων γενέσθαι καὶ σύμμαχος ἄνευ τε δόλου καὶ ἀπάτης.
69.3. Croesus proposed this through his messengers; and the Lacedaemonians, who had already heard of the oracle given to Croesus, welcomed the coming of the Lydians and swore to be his friends and allies; and indeed they were obliged by certain benefits which they had received before from the king.
69.3. Κροῖσος μὲν δὴ ταῦτα διʼ ἀγγέλων ἐπεκηρυκεύετο, Λακεδαιμόνιοι δὲ ἀκηκοότες καὶ αὐτοὶ τὸ θεοπρόπιον τὸ Κροίσῳ γενόμενον ἥσθησάν τε τῇ ἀπίξι τῶν Λυδῶν καὶ ἐποιήσαντο ὅρκια ξεινίης πέρι καὶ συμμαχίης· καὶ γὰρ τινὲς αὐτοὺς εὐεργεσίαι εἶχον ἐκ Κροίσου πρότερον ἔτι γεγονυῖαι.
69.4. For the Lacedaemonians had sent to Sardis to buy gold, intending to use it for the statue of Apollo which now stands on Thornax in Laconia; and Croesus, when they offered to buy it, made them a free gift of it.
69.4. πέμψαντες γὰρ οἱ Λακεδαιμόνιοι ἐς Σάρδις χρυσὸν ὠνέοντο, ἐς ἄγαλμα βουλόμενοι χρήσασθαι τοῦτο τὸ νῦν τῆς Λακωνικῆς ἐν Θόρνακι ἵδρυται Ἀπόλλωνος· Κροῖσος δέ σφι ὠνεομένοισι ἔδωκε δωτίνην.
70.1. For this reason, and because he had chosen them as his friends before all the other Greeks, the Lacedaemonians accepted the alliance. So they declared themselves ready to serve him when he should require, and moreover they made a bowl of bronze, engraved around the rim outside with figures, and large enough to hold twenty-seven hundred gallons, and brought it with the intention of making a gift in return to Croesus.
70.1. τούτων τε ὦν εἵνεκεν οἱ Λακεδαιμόνιοι τὴν συμμαχίην ἐδέξαντο, καὶ ὅτι ἐκ πάντων σφέας προκρίνας Ἑλλήνων αἱρέετο φίλους. καὶ τοῦτο μὲν αὐτοὶ ἦσαν ἕτοιμοι ἐπαγγείλαντι, τοῦτο δὲ ποιησάμενοι κρητῆρα χάλκεον ζῳδίων τε ἔξωθεν πλήσαντες περὶ τὸ χεῖλος καὶ μεγάθεϊ τριηκοσίους ἀμφορέας χωρέοντα ἦγον, δῶρον βουλόμενοι ἀντιδοῦναι Κροίσῳ.
70.2. This bowl never reached Sardis, for which two reasons are given: the Lacedaemonians say that when the bowl was near Samos on its way to Sardis, the Samians descended upon them in warships and carried it off;
70.2. οὗτος ὁ κρητὴρ οὐκ ἀπίκετο ἐς Σάρδις διʼ αἰτίας διφασίας λεγομένας τάσδε· οἱ μὲν Λακεδαιμόνιοι λέγουσι ὡς ἐπείτε ἀγόμενος ἐς τὰς Σάρδις ὁ κρητὴρ ἐγίνετο κατὰ τὴν Σαμίην, πυθόμενοι Σάμιοι ἀπελοίατο αὐτὸν νηυσὶ μακρῇσι ἐπιπλώσαντες·
70.3. but the Samians themselves say that the Lacedaemonians who were bringing the bowl, coming too late, and learning that Sardis and Croesus were taken, sold it in Samos to certain private men, who set it up in the the temple of Hera. And it may be that the sellers of the bowl, when they returned to Sparta, said that they had been robbed of it by the Samians. Such are the tales about the bowl.
70.3. αὐτοὶ δὲ Σάμιοι λέγουσι ὡς ἐπείτε ὑστέρησαν οἱ ἄγοντες τῶν Λακεδαιμονίων τὸν κρητῆρα, ἐπυνθάνοντο δὲ Σάρδις τε καὶ Κροῖσον ἡλωκέναι, ἀπέδοντο τὸν κρητῆρα ἐν Σάμῳ, ἰδιώτας δὲ ἄνδρας πριαμένους ἀναθεῖναί μιν ἐς τὸ Ἥραιον. τάχα δὲ ἂν καὶ οἱ ἀποδόμενοι λέγοιεν ἀπικόμενοι ἐς Σπάρτην ὡς ἀπαιρεθείησαν ὑπὸ Σαμίων. κατὰ μέν νυν τὸν κρητῆρα οὕτω ἔσχε.
71.1. Croesus, mistaking the meaning of the oracle, invaded Cappadocia, expecting to destroy Cyrus and the Persian power.
71.1. Κροῖσος δὲ ἁμαρτὼν τοῦ χρησμοῦ ἐποιέετο στρατηίην ἐς Καππαδοκίην, ἐλπίσας καταιρήσειν Κῦρόν τε καὶ τὴν Περσέων δύναμιν.
71.2. But while he was preparing to march against the Persians, a certain Lydian, who was already held to be a wise man, and who, from the advice which he now gave, won a great name among the Lydians, advised him as follows (his name was Sandanis): “O King, you are getting ready to march against men who wear trousers of leather and whose complete wardrobe is of leather, and who eat not what they like but what they have; for their land is stony.
71.2. παρασκευαζομένου δὲ Κροίσου στρατεύεσθαι ἐπὶ Πέρσας, τῶν τις Λυδῶν νομιζόμενος καὶ πρόσθε εἶναι σοφός, ἀπὸ δὲ ταύτης τῆς γνώμης καὶ τὸ κάρτα οὔνομα ἐν Λυδοῖσι ἔχων, συνεβούλευσε Κροίσῳ τάδε· οὔνομά οἱ ἦν Σάνδανις. ὦ βασιλεῦ, ἐπʼ ἄνδρας τοιούτους στρατεύεσθαι παρασκευάζεαι, οἳ σκυτίνας μὲν ἀναξυρίδας σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονται δὲ οὐκ ὅσα ἐθέλουσι ἀλλʼ ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχέαν.
71.3. Further, they do not use wine, but drink water, have no figs to eat, or anything else that is good. Now if you conquer them, of what will you deprive them, since they have nothing? But if on the other hand you are conquered, then look how many good things you will lose; for once they have tasted of our blessings they will cling so tightly to them that nothing will pry them away.
71.3. πρὸς δὲ οὐκ οἴνῳ διαχρέωνται ἀλλὰ ὑδροποτέουσι, οὐ σῦκα δὲ ἔχουσι τρώγειν, οὐκ ἄλλο ἀγαθὸν οὐδέν. τοῦτο μὲν δή, εἰ νικήσεις, τί σφέας ἀπαιρήσεαι, τοῖσί γε μὴ ἔστι μηδέν; τοῦτο δέ, ἢν νικηθῇς, μάθε ὅσα ἀγαθὰ ἀποβαλέεις· γευσάμενοι γὰρ τῶν ἡμετέρων ἀγαθῶν περιέξονται οὐδὲ ἀπωστοὶ ἔσονται.
71.4. For myself, then, I thank the gods that they do not put it in the heads of the Persians to march against the Lydians.” Sandanis spoke thus but he did not persuade Croesus. Indeed, before they conquered the Lydians, the Persians had no luxury and no comforts.
71.4. ἐγὼ μέν νυν θεοῖσι ἔχω χάριν, οἳ οὐκ ἐπὶ νόον ποιέουσι Πέρσῃσι στρατεύεσθαι ἐπὶ Λυδούς. ταῦτα λέγων οὐκ ἔπειθε τὸν Κροῖσον. Πέρσῃσι γάρ, πρὶν Λυδοὺς καταστρέψασθαι, ἦν οὔτε ἁβρὸν οὔτε ἀγαθὸν οὐδέν.
72.1. Now the Cappadocians are called by the Greeks Syrians, and these Syrians before the Persian rule were subjects of the Medes, and, at this time, of Cyrus.
72.1. οἱ δὲ Καππαδόκαι ὑπὸ Ἑλλήνων Σύριοι ὀνομάζονται· ἦσαν δὲ οἱ Σύριοι οὗτοι τὸ μὲν πρότερον ἢ Πέρσας ἄρξαι Μήδων κατήκοοι, τότε δὲ Κύρου.
72.2. For the boundary of the Median and Lydian empires was the river Halys, which flows from the Armenian mountains first through Cilicia and afterwards between the Matieni on the right and the Phrygians on the other hand; then, passing these and still flowing north, it separates the Cappadocian Syrians on the right from the Paphlagonians on the left.
72.2. ὁ γὰρ οὖρος ἦν τῆς τε Μηδικῆς ἀρχῆς καὶ τῆς Λυδικῆς ὁ Ἅλυς ποταμός, ὃς ῥέει ἐξ Ἀρμενίου ὄρεος διὰ Κιλίκων, μετὰ δὲ Ματιηνοὺς μὲν ἐν δεξιῇ ἔχει ῥέων, ἐκ δὲ τοῦ ἑτέρου Φρύγας· παραμειβόμενος δὲ τούτους καὶ ῥέων ἄνω πρὸς βορέην ἄνεμον ἔνθεν μὲν Συρίους Καππαδόκας ἀπέργει, ἐξ εὐωνύμου δὲ Παφλαγόνας.
72.3. Thus the Halys river cuts off nearly the whole of the lower part of Asia from the Cyprian to the Euxine sea. Here is the narrowest neck of all this land; the length of the journey across for a man traveling unencumbered is five days.
72.3. οὕτω ὁ Ἅλυς ποταμὸς ἀποτάμνει σχεδὸν πάντα τῆς Ἀσίης τὰ κάτω ἐκ θαλάσσης τῆς ἀντίον Κύπρου ἐς τὸν Εὔξεινον πόντον. ἔστι δὲ αὐχὴν οὗτος τῆς χώρης ταύτης ἁπάσης· μῆκος ὁδοῦ εὐζώνῳ ἀνδρὶ πέντε ἡμέραι ἀναισιμοῦνται.
73.1. The reasons for Croesus' expedition against Cappadocia were these: he desired to gain territory in addition to his own, and (these were the chief causes) he trusted the oracle and wished to avenge Astyages on Cyrus; for Cyrus, son of Cambyses, had conquered Astyages and held him in subjection.
73.1. ἐστρατεύετο δὲ ὁ Κροῖσος ἐπὶ τὴν Καππαδοκίην τῶνδε εἵνεκα, καὶ γῆς ἱμέρῳ προσκτήσασθαι πρὸς τὴν ἑωυτοῦ μοῖραν βουλόμενος, καὶ μάλιστα τῷ χρηστηρίῳ πίσυνος ἐὼν καὶ τίσασθαι θέλων ὑπὲρ Ἀστυάγεος Κῦρον.
73.2. Now Astyages, son of Cyaxares and the king of Media, was Croesus' brother-in-law: and this is how he came to be so.
73.2. Ἀστυάγεα γὰρ τὸν Κυαξάρεω, ἐόντα Κροίσου μὲν γαμβρὸν Μήδων δὲ βασιλέα, Κῦρος ὁ Καμβύσεω καταστρεψάμενος εἶχε, γενόμενον γαμβρὸν Κροίσῳ ὧδε.
73.3. A tribe of wandering Scythians separated itself from the rest, and escaped into Median territory. This was then ruled by Cyaxares, son of Phraortes, son of Deioces. Cyaxares at first treated the Scythians kindly, as suppliants for his mercy; and, as he had a high regard for them, he entrusted boys to their tutelage to be taught their language and the skill of archery.
73.3. Σκυθέων τῶν νομάδων εἴλῃ ἀνδρῶν στασιάσασα ὑπεξῆλθε ἐς γῆν τὴν Μηδικήν· ἐτυράννευε δὲ τὸν χρόνον τοῦτον Μήδων Κυαξάρης ὁ Φραόρτεω τοῦ Δηιόκεω, ὃς τοὺς Σκύθας τούτους τὸ μὲν πρῶτον περιεῖπε εὖ ὡς ἐόντας ἱκέτας· ὥστε δὲ περὶ πολλοῦ ποιεόμενος αὐτούς, παῖδάς σφι παρέδωκε τὴν γλῶσσάν τε ἐκμαθεῖν καὶ τὴν τέχνην τῶν τόξων.
73.4. As time went on, it happened that the Scythians, who were accustomed to go hunting and always to bring something back, once had taken nothing, and when they returned empty-handed, Cyaxares treated them very roughly and contemptuously (being, as appears from this, prone to anger).
73.4. χρόνου δὲ γενομένου, καὶ αἰεὶ φοιτεόντων τῶν Σκυθέων ἐπʼ ἄγρην καὶ αἰεί τι φερόντων, καὶ κοτε συνήνεικε ἑλεῖν σφεας μηδέν· νοστήσαντας δὲ αὐτοὺς κεινῇσι χερσὶ ὁ Κυαξάρης (ἦν γάρ, ὡς διέδεξε, ὀργὴν ἄκρος) τρηχέως κάρτα περιέσπε ἀεικείῃ.
73.5. The Scythians, feeling themselves wronged by the treatment they had from Cyaxares, planned to take one of the boys who were their pupils and cut him in pieces; then, dressing the flesh as they were accustomed to dress the animals which they killed, to bring and give it to Cyaxares as if it were the spoils of the hunt; and after that, to make their way with all speed to Alyattes son of Sadyattes at Sardis. All this they did.
73.5. οἳ δὲ ταῦτα πρὸς Κυαξάρεω παθόντες, ὥστε ἀνάξια σφέων αὐτῶν πεπονθότες, ἐβούλευσαν τῶν παρὰ σφίσι διδασκομένων παίδων ἕνα κατακόψαι, σκευάσαντες δὲ αὐτὸν ὥσπερ ἐώθεσαν καὶ τὰ θηρία σκευάζειν, Κυαξάρῃ δοῦναι φέροντες ὡς ἄγρην δῆθεν, δόντες δὲ τὴν ταχίστην κομίζεσθαι παρὰ Ἀλυάττεα τὸν Σαδυάττεω ἐς Σάρδις.
73.6. Cyaxares and the guests who ate with him dined on the boy's flesh, and the Scythians, having done as they planned, fled to Alyattes for protection.
73.6. ταῦτα καὶ ἐγένετο. καὶ γὰρ Κυαξάρης καὶ οἱ παρεόντες δαιτυμόνες τῶν κρεῶν τούτων ἐπάσαντο, καὶ οἱ Σκύθαι ταῦτα ποιήσαντες Ἀλυάττεω ἱκέται ἐγένοντο.
74.1. After this, since Alyattes would not give up the Scythians to Cyaxares at his demand, there was war between the Lydians and the Medes for five years; each won many victories over the other, and once they fought a battle by night.
74.1. μετὰ δὲ ταῦτα, οὐ γὰρ δὴ ὁ Ἀλυάττης ἐξεδίδου τοὺς Σκύθας ἐξαιτέοντι Κυαξάρῃ, πόλεμος τοῖσι Λυδοῖσι καὶ τοῖσι Μήδοισι ἐγεγόνεε ἐπʼ ἔτεα πέντε, ἐν τοῖσι πολλάκις μὲν οἱ Μῆδοι τοὺς Λυδοὺς ἐνίκησαν, πολλάκις δὲ οἱ Λυδοὶ τοὺς Μήδους, ἐν δὲ καὶ νυκτομαχίην τινὰ ἐποιήσαντο·
74.2. They were still warring with equal success, when it happened, at an encounter which occurred in the sixth year, that during the battle the day was suddenly turned to night. Thales of Miletus had foretold this loss of daylight to the Ionians, fixing it within the year in which the change did indeed happen.
74.2. διαφέρουσι δέ σφι ἐπὶ ἴσης τὸν πόλεμον τῷ ἕκτῳ ἔτεϊ συμβολῆς γενομένης συνήνεικε ὥστε τῆς μάχης συνεστεώσης τὴν ἡμέρην ἐξαπίνης νύκτα γενέσθαι. τὴν δὲ μεταλλαγὴν ταύτην τῇ ἡμέρης Θαλῆς ὁ Μιλήσιος τοῖσι Ἴωσι προηγόρευσε ἔσεσθαι, οὖρον προθέμενος ἐνιαυτὸν τοῦτον ἐν τῷ δὴ καὶ ἐγένετο ἡ μεταβολή.
74.3. So when the Lydians and Medes saw the day turned to night, they stopped fighting, and both were the more eager to make peace. Those who reconciled them were Syennesis the Cilician and Labynetus the Babylonian;
74.3. οἱ δὲ Λυδοί τε καὶ οἱ Μῆδοι ἐπείτε εἶδον νύκτα ἀντὶ ἡμέρης γενομένην, τῆς μάχης τε ἐπαύσαντο καὶ μᾶλλόν τι ἔσπευσαν καὶ ἀμφότεροι εἰρήνην ἑωυτοῖσι γενέσθαι. οἱ δὲ συμβιβάσαντες αὐτοὺς ἦσαν οἵδε, Συέννεσίς τε ὁ Κίλιξ καὶ Λαβύνητος ὁ Βαβυλώνιος.
74.4. they brought it about that there should be a sworn agreement and a compact of marriage between them: they judged that Alyattes should give his daughter Aryenis to Astyages, son of Cyaxares; for without strong constraint agreements will not keep their force.
74.4. οὗτοί σφι καὶ τὸ ὅρκιον οἱ σπεύσαντες γενέσθαι ἦσαν καὶ γάμων ἐπαλλαγὴν ἐποίησαν· Ἀλυάττεα γὰρ ἔγνωσαν δοῦναι τὴν θυγατέρα Ἀρύηνιν Ἀστυάγεϊ τῷ Κυαξάρεω παιδί· ἄνευ γὰρ ἀναγκαίης ἰσχυρῆς συμβάσιες ἰσχυραὶ οὐκ ἐθέλουσι συμμένειν.
74.5. These nations make sworn compacts as do the Greeks; and besides, when they cut the skin of their arms, they lick each other's blood.
74.5. ὅρκια δὲ ποιέεται ταῦτα τὰ ἔθνεα τὰ πέρ τε Ἕλληνες, καὶ πρὸς τούτοισι, ἐπεὰν τοὺς βραχίονας ἐπιτάμωνται ἐς τὴν ὁμοχροίην, τὸ αἷμα ἀναλείχουσι ἀλλήλων.
75.1. Cyrus had subjugated this Astyages, then, Cyrus' own mother's father, for the reason which I shall presently disclose.
75.1. τοῦτον δὴ ὦν τὸν Ἀστυάγεα Κῦρος ἐόντα ἑωυτοῦ μητροπάτορα καταστρεψάμενος ἔσχε διʼ αἰτίην τὴν ἐγὼ ἐν τοῖσι ὀπίσω λόγοισι σημανέω·
75.2. Having this reason to quarrel with Cyrus, Croesus sent to ask the oracles if he should march against the Persians; and when a deceptive answer came he thought it to be favorable to him, and so led his army into the Persian territory.
75.2. τὰ Κροῖσος ἐπιμεμφόμενος τῷ Κύρῳ ἔς τε τὰ χρηστήρια ἔπεμπε εἰ στρατεύηται ἐπὶ Πέρσας, καὶ δὴ καὶ ἀπικομένου χρησμοῦ κιβδήλου, ἐλπίσας πρὸς ἑωυτοῦ τὸν χρησμὸν εἶναι, ἐστρατεύετο ἐς τὴν Περσέων μοῖραν.
75.3. When he came to the river Halys, he transported his army across it—by the bridges which were there then, as I maintain; but the general belief of the Greeks is that Thales of Miletus got the army across.
75.3. ὡς δὲ ἀπίκετο ἐπὶ τὸν Ἅλυν ποταμὸν ὁ Κροῖσος, τὸ ἐνθεῦτεν, ὡς μὲν ἐγὼ λέγω, κατὰ τὰς ἐούσας γεφύρας διεβίβασε τὸν στρατόν, ὡς δὲ ὁ πολλὸς λόγος Ἑλλήνων, Θαλῆς οἱ ὁ Μιλήσιος διεβίβασε.
75.4. The story is that, as Croesus did not know how his army could pass the river (as the aforesaid bridges did not yet exist then), Thales, who was in the encampment, made the river, which flowed on the left of the army, also flow on the right, in the following way.
75.4. ἀπορέοντος γὰρ Κροίσου ὅκως οἱ διαβήσεται τὸν ποταμὸν ὁ στρατός (οὐ γὰρ δὴ εἶναι κω τοῦτον τὸν χρόνον τὰς γεφύρας ταύτας) λέγεται παρεόντα τὸν Θαλῆν ἐν τῷ στρατοπέδῳ ποιῆσαι αὐτῷ τὸν ποταμὸν ἐξ ἀριστερῆς χειρὸς ῥέοντα τοῦ στρατοῦ καὶ ἐκ δεξιῆς ῥέειν, ποιῆσαι δὲ ὧδε·
75.5. Starting from a point on the river upstream from the camp, he dug a deep semi-circular trench, so that the stream, turned from its ancient course, would flow in the trench to the rear of the camp and, passing it, would issue into its former bed, with the result that as soon as the river was thus divided into two, both channels could be forded.
75.5. ἄνωθεν τοῦ στρατοπέδου ἀρξάμενον διώρυχα βαθέαν ὀρύσσειν, ἄγοντα μηνοειδέα, ὅκως ἂν τὸ στρατόπεδον ἱδρυμένον κατὰ νώτου λάβοι, ταύτῃ κατὰ τὴν διώρυχα ἐκτραπόμενος ἐκ τῶν ἀρχαίων ῥεέθρων, καὶ αὖτις παραμειβόμενος τὸ στρατόπεδον ἐς τὰ ἀρχαῖα ἐσβάλλοι· ὥστε ἐπείτε καὶ ἐσχίσθη τάχιστα ὁ ποταμός, ἀμφοτέρῃ διαβατὸς ἐγένετο, οἳ δὲ καὶ τὸ παράπαν λέγουσι καὶ τὸ ἀρχαῖον ῥέεθρον ἀποξηρανθῆναι.
75.6. Some even say that the ancient channel dried up altogether. But I do not believe this; for in that case, how did they pass the river when they were returning?
75.6. ἀλλὰ τοῦτο μὲν οὐ προσίεμαι· κῶς γὰρ ὀπίσω πορευόμενοι διέβησαν αὐτόν;
76.1. Passing over with his army, Croesus then came to the part of Cappadocia called Pteria (it is the strongest part of this country and lies on the line of the city of Sinope on the Euxine sea ), where he encamped and devastated the farms of the Syrians;
76.1. Κροῖσος δὲ ἐπείτε διαβὰς σὺν τῷ στρατῷ ἀπίκετο τῆς Καππαδοκίης ἐς τὴν Πτερίην καλεομένην (ἡ δὲ Πτερίη ἐστὶ τῆς χώρης ταύτης τὸ ἰσχυρότατον, κατὰ Σινώπην πόλιν τὴν ἐν Εὐξείνῳ πόντῳ μάλιστά κῃ κειμένη), ἐνθαῦτα ἐστρατοπεδεύετο φθείρων τῶν Συρίων τοὺς κλήρους·
76.2. and he took and enslaved the city of the Pterians, and took all the places around it also, and drove the Syrians from their homes, though they had done him no harm. Cyrus, mustering his army, advanced to oppose Croesus, gathering to him all those who lived along the way.
76.2. καὶ εἷλε μὲν τῶν Πτερίων τὴν πόλιν καὶ ἠνδραποδίσατο, εἷλε δὲ τὰς περιοικίδας αὐτῆς πάσας, Συρίους τε οὐδὲν ἐόντας αἰτίους ἀναστάτους ἐποίησε. Κῦρος δὲ ἀγείρας τὸν ἑωυτοῦ στρατὸν καὶ παραλαβὼν τοὺς μεταξὺ οἰκέοντας πάντας ἠντιοῦτο Κροίσῳ.
76.3. But before beginning his march, he sent heralds to the Ionians to try to draw them away from Croesus. The Ionians would not be prevailed on; but when Cyrus arrived and encamped face to face with Croesus, there in the Pterian country the armies had a trial of strength.
76.3. πρὶν δὲ ἐξελαύνειν ὁρμῆσαι τὸν στρατόν, πέμψας κήρυκας ἐς τοὺς Ἴωνας ἐπειρᾶτο σφέας ἀπὸ Κροίσου ἀπιστάναι. Ἴωνες μέν νυν οὐκ ἐπείθοντο. Κῦρος δὲ ὡς ἀπίκετο καὶ ἀντεστρατοπεδεύσατο Κροίσῳ, ἐνθαῦτα ἐν τῇ Πτερίῃ χωρῇ ἐπειρῶντο κατὰ τὸ ἰσχυρὸν ἀλλήλων.
76.4. The fighting was fierce, many on both sides fell, and at nightfall they disengaged with neither side victorious. The two sides contended thus.
76.4. μάχης δὲ καρτερῆς γενομένης καὶ πεσόντων ἀμφοτέρων πολλῶν, τέλος οὐδέτεροι νικήσαντες διέστησαν νυκτὸς ἐπελθούσης. καὶ τὰ μὲν στρατόπεδα ἀμφότερα οὕτω ἠγωνίσατο.
77.1. Croesus was not content with the size of his force, for his army that had engaged was far smaller than that of Cyrus; therefore, when on the day after the battle Cyrus did not try attacking again, he marched away to Sardis, intending to summon the Egyptians in accordance with their treaty (for before making an alliance with the Lacedaemonians he had made one also with Amasis king of Egypt ), and to send for the Babylonians also (for with these too he had made an alliance, Labynetus at this time being their sovereign),
77.1. Κροῖσος δὲ μεμφθεὶς κατὰ τὸ πλῆθος τὸ ἑωυτοῦ στράτευμα (ἦν γάρ οἱ ὁ συμβαλὼν στρατὸς πολλὸν ἐλάσσων ἢ ὁ Κύρου), τοῦτο μεμφθείς, ὡς τῇ ὑστεραίῃ οὐκ ἐπειρᾶτο ἐπιὼν ὁ Κῦρος, ἀπήλαυνε ἐς τὰς Σάρδις ἐν νόῳ ἔχων παρακαλέσας μὲν Αἰγυπτίους κατὰ τὸ ὅρκιον (ἐποιήσατο γὰρ καὶ πρὸς Ἄμασιν βασιλεύοντα Αἰγύπτου συμμαχίην πρότερον ἤ περ πρὸς Λακεδαιμονίους), μεταπεμψάμενος δὲ καὶ Βαβυλωνίους (καὶ γὰρ πρὸς τούτους αὐτῷ ἐπεποίητο συμμαχίη, ἐτυράννευε δὲ τὸν χρόνον τοῦτον τῶν Βαβυλωνίων Λαβύνητος),
77.3. and to summon the Lacedaemonians to join him at a fixed time. He had in mind to muster all these forces and assemble his own army, then to wait until the winter was over and march against the Persians at the beginning of spring.
77.3. ἐπαγγείλας δὲ καὶ Λακεδαιμονίοισι παρεῖναι ἐς χρόνον ῥητόν ἁλίσας τε δὴ τούτους καὶ τὴν ἑωυτοῦ συλλέξας στρατιὴν ἐνένωτο τὸν χειμῶνα παρείς, ἅμα τῷ ἔαρι στρατεύειν ἐπὶ τοὺς Πέρσας.
77.4. With such an intention, as soon as he returned to Sardis, he sent heralds to all his allies, summoning them to assemble at Sardis in five months' time; and as for the soldiers whom he had with him, who had fought with the Persians, all of them who were mercenaries he discharged, never thinking that after a contest so equal Cyrus would march against Sardis.
77.4. καὶ ὃ μὲν ταῦτα φρονέων, ὡς ἀπίκετο ἐς τὰς Σάρδις, ἔπεμπε κήρυκας κατὰ τὰς συμμαχίας προερέοντας ἐς πέμπτον μῆνα συλλέγεσθαι ἐς Σάρδις· τὸν δὲ παρεόντα καὶ μαχεσάμενον στρατὸν Πέρσῃσι, ὃς ἦν αὐτοῦ ξεινικός, πάντα ἀπεὶς διεσκέδασε οὐδαμὰ ἐλπίσας μὴ κοτε ἄρα ἀγωνισάμενος οὕτω παραπλησίως Κῦρος ἐλάσῃ ἐπὶ Σάρδις.
78.1. This was how Croesus reasoned. Meanwhile, snakes began to swarm in the outer part of the city; and when they appeared the horses, leaving their accustomed pasture, devoured them. When Croesus saw this he thought it a portent, and so it was.
78.1. ταῦτα ἐπιλεγομένῳ Κροίσῳ τὸ προάστειον πᾶν ὀφίων ἐνεπλήσθη· φανέντων δὲ αὐτῶν οἱ ἵπποι μετιέντες τὰς νομὰς νέμεσθαι φοιτέοντες κατήσθιον. ἰδόντι δὲ τοῦτο Κροίσῳ, ὥσπερ καὶ ἦν ἔδοξε τέρας εἶναι·
78.2. He at once sent to the homes of the Telmessian interpreters, to inquire concerning it; but though his messengers came and learned from the Telmessians what the portent meant, they could not bring back word to Croesus, for he was a prisoner before they could make their voyage back to Sardis.
78.2. αὐτίκα δὲ ἔπεμπε θεοπρόπους ἐς τῶν ἐξηγητέων Τελμησσέων. ἀπικομένοισι δὲ τοῖσι θεοπρόποισι καὶ μαθοῦσι πρὸς Τελμησσέων τὸ θέλει σημαίνειν τὸ τέρας, οὐκ ἐξεγένετο Κροίσῳ ἀπαγγεῖλαι· πρὶν γὰρ ἢ ὀπίσω σφέας ἀναπλῶσαι ἐς τὰς Σάρδις ἥλω ὁ Κροῖσος.
78.3. Nonetheless, this was the judgment of the Telmessians: that Croesus must expect a foreign army to attack his country, and that when it came, it would subjugate the inhabitants of the land: for the snake, they said, was the offspring of the land, but the horse was an enemy and a foreigner. This was the answer which the Telmessians gave Croesus, knowing as yet nothing of the fate of Sardis and of the king himself; but when they gave it, Croesus was already taken.
78.3. Τελμησσέες μέντοι τάδε ἔγνωσαν, στρατὸν ἀλλόθροον προσδόκιμον εἶναι Κροίσῳ ἐπὶ τὴν χώρην, ἀπικόμενον δὲ τοῦτον καταστρέψεσθαι τοὺς ἐπιχωρίους, λέγοντες ὄφιν εἶναι γῆς παῖδα, ἵππον δὲ πολέμιόν τε καὶ ἐπήλυδα. Τελμησσέες μέν νυν ταῦτα ὑπεκρίναντο Κροίσῳ ἤδη ἡλωκότι, οὐδὲν κω εἰδότες τῶν ἦν περὶ Σάρδις τε καὶ αὐτὸν Κροῖσον.
79.1. When Croesus marched away after the battle in the Pterian country, Cyrus, learning that Croesus had gone intending to disband his army, deliberated and perceived that it would be opportune for him to march quickly against Sardis, before the power of the Lydians could be assembled again.
79.1. Κῦρος δὲ αὐτίκα ἀπελαύνοντος Κροίσου μετὰ τὴν μάχην τὴν γενομένην ἐν τῇ Πτερίῃ, μαθὼν ὡς ἀπελάσας μέλλοι Κροῖσος διασκεδᾶν τὸν στρατόν, βουλευόμενος εὕρισκε πρῆγμά οἷ εἶναι ἐλαύνειν ὡς δύναιτο τάχιστα ἐπὶ τὰς Σάρδις, πρὶν ἢ τὸ δεύτερον ἁλισθῆναι τῶν Λυδῶν τὴν δύναμιν.
79.2. This he decided, and this he did immediately; he marched his army into Lydia and so came himself to bring the news of it to Croesus. All had turned out contrary to Croesus' expectation, and he was in a great quandary; nevertheless, he led out the Lydians to battle.
79.2. ὡς δέ οἱ ταῦτα ἔδοξε, καὶ ἐποίεε κατὰ τάχος· ἐλάσας γὰρ τὸν στρατὸν ἐς τὴν Λυδίην αὐτὸς ἄγγελος Κροίσῳ ἐληλύθεε. ἐνθαῦτα Κροῖσος ἐς ἀπορίην πολλὴν ἀπιγμένος, ὥς οἱ παρὰ δόξαν ἔσχε τὰ πρήγματα ἢ ὡς αὐτὸς κατεδόκεε, ὅμως τοὺς Λυδοὺς ἐξῆγε ἐς μάχην.
79.3. Now at this time there was no nation in Asia more valiant or warlike than the Lydian. It was their custom to fight on horseback, carrying long spears, and they were skillful at managing horses.
79.3. ἦν δὲ τοῦτον τὸν χρόνον ἔθνος οὐδὲν ἐν τῇ Ἀσίῃ οὔτε ἀνδρηιότερον οὔτε ἀλκιμώτερον τοῦ Λυδίου. ἡ δὲ μάχη σφέων ἦν ἀπʼ ἵππων, δόρατά τε ἐφόρεον μεγάλα, καὶ αὐτοὶ ἦσαν ἱππεύεσθαι ἀγαθοί.
80.1. So the armies met in the plain, wide and bare, that is before the city of Sardis: the Hyllus and other rivers flow across it and run violently together into the greatest of them, which is called Hermus (this flows from the mountain sacred to the Mother Dindymene and empties into the sea near the city of Phocaea ).
80.1. ἐς τὸ πεδίον δὲ συνελθόντων τοῦτο τὸ πρὸ τοῦ ἄστεος ἐστὶ τοῦ Σαρδιηνοῦ, ἐὸν μέγα τε καὶ ψιλὸν (διὰ δὲ αὐτοῦ ποταμοὶ ῥέοντες καὶ ἄλλοι καὶ Ὕλλος συρρηγνῦσι ἐς τὸν μέγιστον, καλεόμενον δὲ Ἕρμον, ὃς ἐξ ὄρεος ἱροῦ μητρὸς Δινδυμήνης ῥέων ἐκδιδοῖ ἐς θάλασσαν κατὰ Φωκαίην πόλιν), ἐνθαῦτα ὁ Κῦρος ὡς εἶδε τοὺς Λυδοὺς ἐς μάχην τασσομένους, καταρρωδήσας τὴν ἵππον ἐποίησε Ἁρπάγου ὑποθεμένου ἀνδρὸς Μήδου τοιόνδε·
80.2. When Cyrus saw the Lydians maneuvering their battle-lines here, he was afraid of their cavalry, and therefore at the urging of one Harpagus, a Mede, he did as I shall describe. Assembling all the camels that followed his army bearing food and baggage, he took off their burdens and mounted men upon them equipped like cavalrymen; having equipped them, he ordered them to advance before his army against Croesus' cavalry; he directed the infantry to follow the camels, and placed all his cavalry behind the infantry.
80.2. ὅσαι τῷ στρατῷ τῷ ἑωυτοῦ εἵποντο σιτοφόροι τε καὶ σκευοφόροι κάμηλοι, ταύτας πάσας ἁλίσας καὶ ἀπελὼν τὰ ἄχθεα ἄνδρας ἐπʼ αὐτὰς ἀνέβησε ἱππάδα στολὴν ἐνεσταλμένους, σκευάσας δὲ αὐτοὺς προσέταξε τῆς ἄλλης στρατιῆς προϊέναι πρὸς τὴν Κροίσου ἵππον, τῇ δὲ καμήλῳ ἕπεσθαι τὸν πεζὸν στρατὸν ἐκέλευσε, ὄπισθε δὲ τοῦ πεζοῦ ἐπέταξε τὴν πᾶσαν ἵππον.
80.3. When they were all in order, he commanded them to kill all the other Lydians who came in their way, and spare none, but not to kill Croesus himself, even if he should defend himself against capture.
80.3. ὡς δέ οἱ πάντες διετετάχατο, παραίνεσε τῶν μὲν ἄλλων Λυδῶν μὴ φειδομένους κτείνειν πάντα τὸν ἐμποδὼν γινόμενον, Κροῖσον δὲ αὐτὸν μὴ κτείνειν, μηδὲ ἢν συλλαμβανόμενος ἀμύνηται.
80.4. Such was his command. The reason for his posting the camels to face the cavalry was this: horses fear camels and can endure neither the sight nor the smell of them; this then was the intention of his maneuver, that Croesus' cavalry, on which the Lydian relied to distinguish himself, might be of no use.
80.4. ταῦτα μὲν παραίνεσε, τὰς δὲ καμήλους ἔταξε ἀντία τῆς ἵππου τῶνδε εἵνεκεν· κάμηλον ἵππος φοβέεται, καὶ οὐκ ἀνέχεται οὔτε τὴν ἰδέην αὐτοῦ ὁρέων οὔτε τὴν ὀδμὴν ὀσφραινόμενος. αὐτοῦ δὴ ὦν τούτου εἵνεκεν ἐσεσόφιστο, ἵνα τῷ Κροίσῳ ἄχρηστον ᾖ τὸ ἱππικόν, τῷ δή τι καὶ ἐπεῖχε ἐλλάμψεσθαι ὁ Λυδός.
80.5. So when battle was joined, as soon as the horses smelled and saw the camels they turned to flight, and all Croesus' hope was lost.
80.5. ὡς δὲ καὶ συνήισαν ἐς τὴν μάχην, ἐνθαῦτα ὡς ὤσφροντο τάχιστα τῶν καμήλων οἱ ἵπποι καὶ εἶδον αὐτάς, ὀπίσω ἀνέστρεφον, διέφθαρτό τε τῷ Κροίσῳ ἡ ἐλπίς.
80.6. Nevertheless the Lydians were no cowards; when they saw what was happening, they leaped from their horses and fought the Persians on foot. Many of both armies fell; at length the Lydians were routed and driven within their city wall, where they were besieged by the Persians.
80.6. οὐ μέντοι οἵ γε Λυδοὶ τὸ ἐνθεῦτεν δειλοὶ ἦσαν, ἀλλʼ ὡς ἔμαθον τὸ γινόμενον, ἀποθορόντες ἀπὸ τῶν ἵππων πεζοὶ τοῖσι Πέρσῃσι συνέβαλλον. χρόνῳ δὲ πεσόντων ἀμφοτέρων πολλῶν ἐτράποντο οἱ Λυδοί, κατειληθέντες δὲ ἐς τὸ τεῖχος ἐπολιορκέοντο ὑπὸ τῶν Περσέων.
81.1. So then they were besieged. But Croesus, supposing that the siege would last a long time, again sent messengers from the city to his allies; whereas the former envoys had been sent to summon them to muster at Sardis in five months' time, these were to announce that Croesus was besieged and to plead for help as quickly as possible.
81.1. τοῖσι μὲν δὴ κατεστήκεε πολιορκίη. Κροῖσος δὲ δοκέων οἱ χρόνον ἐπὶ μακρὸν ἔσεσθαι τὴν πολιορκίην ἔπεμπε ἐκ τοῦ τείχεος ἄλλους ἀγγέλους ἐς τὰς συμμαχίας. οἱ μὲν γὰρ πρότεροι διεπέμποντο ἐς πέμπτον μῆνα προερέοντες συλλέγεσθαι ἐς Σάρδις, τούτους δὲ ἐξέπεμπε τὴν ταχίστην δέεσθαι βοηθέειν ὡς πολιορκεομένου Κροίσου.
82.1. So he sent to the Lacedaemonians as well as to the rest of the allies. Now at this very time the Spartans themselves were feuding with the Argives over the country called Thyrea;
82.1. ἔς τε δὴ ὦν τὰς ἄλλας ἔπεμπε συμμαχίας καὶ δὴ καὶ ἐς Λακεδαίμονα. τοῖσι δὲ καὶ αὐτοῖσι τοῖσι Σπαρτιήτῃσι κατʼ αὐτὸν τοῦτον τὸν χρόνον συνεπεπτώκεε ἔρις ἐοῦσα πρὸς Ἀργείους περὶ χώρου καλεομένου Θυρέης·
82.2. for this was a part of the Argive territory which the Lacedaemonians had cut off and occupied. (All the land towards the west, as far as Malea, belonged then to the Argives, and not only the mainland, but the island of Cythera and the other islands.)
82.2. τὰς γὰρ Θυρέας ταύτας ἐούσας τῆς Ἀργολίδος μοίρης ἀποταμόμενοι ἔσχον οἱ Λακεδαιμόνιοι. ἦν δὲ καὶ ἡ μέχρι Μαλέων ἡ πρὸς ἑσπέρην Ἀργείων, ἥ τε ἐν τῇ ἠπείρῳ χώρῇ καὶ ἡ Κυθηρίη νῆσος καὶ αἱ λοιπαὶ τῶν νήσων.
82.3. The Argives came out to save their territory from being cut off, then after debate the two armies agreed that three hundred of each side should fight, and whichever party won would possess the land. The rest of each army was to go away to its own country and not be present at the battle, since, if the armies remained on the field, the men of either party might render assistance to their comrades if they saw them losing.
82.3. βοηθησάντων δὲ Ἀργείων τῇ σφετέρῃ ἀποταμνομένῃ, ἐνθαῦτα συνέβησαν ἐς λόγους συνελθόντες ὥστε τριηκοσίους ἑκατέρων μαχέσασθαι, ὁκότεροι δʼ ἂν περιγένωνται, τούτων εἶναι τὸν χῶρον· τὸ δὲ πλῆθος τοῦ στρατοῦ ἀπαλλάσσεσθαι ἑκάτερον ἐς τὴν ἑωυτοῦ μηδὲ παραμένειν ἀγωνιζομένων, τῶνδε εἵνεκεν ἵνα μὴ παρεόντων τῶν στρατοπέδων ὁρῶντες οἱ ἕτεροι ἑσσουμένους τοὺς σφετέρους ἀπαμύνοιεν.
82.4. Having agreed, the armies drew off, and picked men of each side remained and fought. Neither could gain advantage in the battle; at last, only three out of the six hundred were left, Alcenor and Chromios of the Argives, Othryades of the Lacedaemonians: these three were left alive at nightfall.
82.4. συνθέμενοι ταῦτα ἀπαλλάσσοντο, λογάδες δὲ ἑκατέρων ὑπολειφθέντες συνέβαλον. μαχομένων δὲ σφέων καὶ γινομένων ἰσοπαλέων ὑπελείποντο ἐξ ἀνδρῶν ἑξακοσίων τρεῖς, Ἀργείων μὲν Ἀλκήνωρ τε καὶ Χρομίος, Λακεδαιμονίων δὲ Ὀθρυάδης· ὑπελείφθησαν δὲ οὗτοι νυκτὸς ἐπελθούσης.
82.5. Then the two Argives, believing themselves victors, ran to Argos; but Othryades the Lacedaemonian, after stripping the Argive dead and taking the arms to his camp, waited at his position. On the second day both armies came to learn the issue.
82.5. οἱ μὲν δὴ δύο τῶν Ἀργείων ὡς νενικηκότες ἔθεον ἐς τὸ Ἄργος, ὁ δὲ τῶν Λακεδαιμονίων Ὀθρυάδης σκυλεύσας τοὺς Ἀργείων νεκροὺς καὶ προσφορήσας τὰ ὅπλα πρὸς τὸ ἑωυτοῦ στρατόπεδον ἐν τῇ τάξι εἶχε ἑωυτόν. ἡμέρῃ δὲ δευτέρῃ παρῆσαν πυνθανόμενοι ἀμφότεροι.
82.6. For a while both claimed the victory, the Argives arguing that more of their men had survived, the Lacedaemonians showing that the Argives had fled, while their man had stood his ground and stripped the enemy dead.
82.6. τέως μὲν δὴ αὐτοὶ ἑκάτεροι ἔφασαν νικᾶν, λέγοντες οἳ μὲν ὡς ἑωυτῶν πλεῦνες περιγεγόνασι, οἳ δὲ τοὺς μὲν ἀποφαίνοντες πεφευγότας, τὸν δὲ σφέτερον παραμείναντα καὶ σκυλεύσαντα τοὺς ἐκείνων νεκρούς·
82.7. At last from arguing they fell to fighting; many of both sides fell, but the Lacedaemonians gained the victory. The Argives, who before had worn their hair long by fixed custom, shaved their heads ever after and made a law, with a curse added to it, that no Argive grow his hair, and no Argive woman wear gold, until they recovered Thyreae;
82.7. τέλος δὲ ἐκ τῆς ἔριδος συμπεσόντες ἐμάχοντο, πεσόντων δὲ καὶ ἀμφοτέρων πολλῶν ἐνίκων Λακεδαιμόνιοι. Ἀργεῖοι μέν νυν ἀπὸ τούτου τοῦ χρόνου κατακειράμενοι τὰς κεφαλάς, πρότερον ἐπάναγκες κομῶντες, ἐποιήσαντο νόμον τε καὶ κατάρην μὴ πρότερον θρέψειν κόμην Ἀργείων μηδένα, μηδὲ τὰς γυναῖκάς σφι χρυσοφορήσειν, πρὶν Θυρέας ἀνασώσωνται.