61.4. Once as she was leaving the sacred precinct, it is said that a woman appeared to her and asked her what she was carrying in her arms. The nurse said she was carrying a child and the woman bade her show it to her, but she refused, saying that the parents had forbidden her to show it to anyone. But the woman strongly bade her show it to her, and when the nurse saw how important it was to her, she showed her the child.
61.4. καὶ δή κοτε ἀπιούσῃ ἐκ τοῦ ἱροῦ τῇ τροφῷ γυναῖκα λέγεται ἐπιφανῆναι, ἐπιφανεῖσαν δὲ ἐπειρέσθαι μιν ὅ τι φέρει ἐν τῇ ἀγκάλῃ, καὶ τὴν φράσαι ὡς παιδίον φορέει, τὴν δὲ κελεῦσαί οἱ δέξαι, τὴν δὲ οὐ φάναι· ἀπειρῆσθαι γάρ οἱ ἐκ τῶν γειναμένων μηδενὶ ἐπιδεικνύναι· τὴν δὲ πάντως ἑωυτῇ κελεύειν ἐπιδέξαι.
61.5. The woman stroked the child's head and said that she would be the most beautiful woman in all Sparta. From that day her looks changed, and when she reached the time for marriage, Agetus son of Alcidas married her. This man was Ariston's friend.
61.5. ὁρῶσαν δὲ τὴν γυναῖκα περὶ πολλοῦ ποιευμένην ἰδέσθαι, οὕτω δὴ τὴν τροφὸν δέξαι τὸ παιδίον· τὴν δὲ καταψῶσαν τοῦ παιδίου τὴν κεφαλὴν εἶπαι ὡς καλλιστεύσει πασέων τῶν ἐν Σπάρτῃ γυναικῶν. ἀπὸ μὲν δὴ ταύτης τῆς ἡμέρης μεταπεσεῖν τὸ εἶδος. γαμέει δὲ δή μιν ἐς γάμου ὥρην ἀπικομένην Ἄγητος ὁ Ἀλκείδεω, οὗτος δὴ ὁ τοῦ Ἀρίστωνος φίλος.
62.1. So love for this woman pricked Ariston, and he contrived as follows: He promised to give to his comrade any one thing out of all he owned, whatever Agetus might choose, and he bade his comrade make him the same promise. Agetus had no fear about his wife, seeing that Ariston was already married, so he agreed and they took oaths on these terms.
62.1. τὸν δὲ Ἀρίστωνα ἔκνιζε ἄρα τῆς γυναικὸς ταύτης ὁ ἔρως· μηχανᾶται δὴ τοιάδε· αὐτός τε τῷ ἑταίρῳ, τοῦ ἦν ἡ γυνὴ αὕτη, ὑποδέκεται δωτίνην δώσειν τῶν ἑωυτοῦ πάντων ἕν, τὸ ἂν αὐτὸς ἐκεῖνος ἕληται, καὶ τὸν ἑταῖρον ἑωυτῷ ἐκέλευε ὡσαύτως τὴν ὁμοίην διδόναι· ὁ δὲ οὐδὲν φοβηθεὶς ἀμφὶ τῇ γυναικί, ὁρέων ἐοῦσαν καὶ Ἀρίστωνι γυναῖκα, καταινέει ταῦτα· ἐπὶ τούτοισι δὲ ὅρκους ἐπήλασαν.
62.2. Ariston gave Agetus whatever it was that he chose out of all his treasures, and then, seeking equal recompense from him, tried to take the wife of his comrade. Agetus said that he had agreed to anything but that, but he was forced by his oath and by the deceitful trick to let his wife be taken.
62.2. μετὰ δὲ αὐτός τε ὁ Ἀρίστων ἔδωκε τοῦτο, ὅ τι δὴ ἦν, τὸ εἵλετο τῶν κειμηλίων τῶν Ἀρίστωνος ὁ Ἄγητος, καὶ αὐτὸς τὴν ὁμοίην ζητέων φέρεσθαι παρʼ ἐκείνου, ἐνθαῦτα δὴ τοῦ ἑταίρου τὴν γυναῖκα ἐπειρᾶτο ἀπάγεσθαι. ὁ δὲ πλὴν τούτου μούνου τὰ ἄλλα ἔφη καταινέσαι· ἀναγκαζόμενος μέντοι τῷ τε ὅρκῳ καὶ τῆς ἀπάτης τῇ παραγωγῇ ἀπιεῖ ἀπάγεσθαι.
63.1. In this way Ariston married his third wife, after divorcing the second one. But his new wife gave birth to Demaratus too soon, before ten lunar months had passed.
63.1. οὕτω μὲν δὴ τὴν τρίτην ἐσηγάγετο γυναῖκα ὁ Ἀρίστων, τὴν δευτέρην ἀποπεμψάμενος. ἐν δέ οἱ χρόνῳ ἐλάσσονι καὶ οὐ πληρώσασα τοὺς δέκα μῆνας ἡ γυνὴ αὕτη τίκτει τοῦτον δὴ τὸν Δημάρητον.
63.2. When one of his servants announced to him as he sat in council with the ephors that he had a son, Ariston, knowing the time of the marriage, counted up the months on his fingers and swore on oath, “It's not mine.” The ephors heard this but did not make anything of it. When the boy grew up, Ariston regretted having said that, for he firmly believed Demaratus to be his own son.
63.2. καί τίς οἱ τῶν οἰκετέων ἐν θώκῳ κατημένῳ μετὰ τῶν ἐφόρων ἐξαγγέλλει ὥς οἱ παῖς γέγονε. ὁ δὲ ἐπιστάμενός τε τὸν χρόνον τῷ ἠγάγετο τὴν γυναῖκα καὶ ἐπὶ δακτύλων συμβαλλόμενος τοὺς μῆνας, εἶπε ἀπομόσας οὐκ ἂν ἐμὸς εἴη. τοῦτο ἤκουσαν μὲν οἱ ἔφοροι, πρῆγμα μέντοι οὐδὲν ἐποιήσαντο τὸ παραυτίκα. ὁ δὲ παῖς ηὔξετο, καὶ τῷ Ἀρίστωνι τὸ εἰρημένον μετέμελε· παῖδα γὰρ τὸν Δημάρητον ἐς τὰ μάλιστά οἱ ἐνόμισε εἶναι.
63.3. He named him Demaratus because before his birth all the Spartan populace had prayed that Ariston, the man most highly esteemed out of all the kings of Sparta, might have a son. Thus he was named Demaratus, which means “answer to the people's prayer.”
63.3. Δημάρητον δὲ αὐτῷ οὔνομα ἔθετο διὰ τόδε· πρότερον τούτων πανδημεὶ Σπαρτιῆται Ἀρίστωνι, ὡς ἀνδρὶ εὐδοκιμέοντι διὰ πάντων δὴ τῶν βασιλέων τῶν ἐν Σπάρτῃ γενομένων, ἀρὴν ἐποιήσαντο παῖδα γενέσθαι.
64.1. Time passed and Ariston died, so Demaratus held the kingship. But it seems that these matters had to become known and cause Demaratus to lose his kingship. He had already fallen out with Cleomenes when he had brought the army back from Eleusis, and now they were even more at odds when Cleomenes crossed over after the Aeginetans who were Medizing.
64.1. διὰ τοῦτο μέν οἱ τὸ οὔνομα Δημάρητος ἐτέθη· χρόνου δὲ προϊόντος Ἀρίστων μὲν ἀπέθανε, Δημάρητος δὲ ἔσχε τὴν βασιληίην. ἔδεε δέ, ὡς ἔοικε, ἀνάπυστα γενόμενα ταῦτα καταπαῦσαι Δημάρητον τῆς βασιληίης διὰ τὰ … Κλεομένεϊ διεβλήθη μεγάλως πρότερόν τε ὁ Δημάρητος ἀπαγαγὼν τὴν στρατιὴν ἐξ Ἐλευσῖνος, καὶ δὴ καὶ τότε ἐπʼ Αἰγινητέων τοὺς μηδίσαντας διαβάντος Κλεομένεος.
65.1. Cleomenes wanted revenge, so he made a deal with Leotychides son of Menares son of Agis, of the same family as Demaratus. The deal was that Leotychides would go with Cleomenes against the Aeginetans if he became king.
65.1. ὁρμηθεὶς ὦν ἀποτίνυσθαι ὁ Κλεομένης συντίθεται Λευτυχίδῃ τῷ Μενάρεος τοῦ Ἄγιος, ἐόντι οἰκίης τῆς αὐτῆς Δημαρήτῳ, ἐπʼ ᾧ τε, ἢν αὐτὸν καταστήσῃ βασιλέα ἀντὶ Δημαρήτου, ἕψεταί οἱ ἐπʼ Αἰγινήτας.
65.2. Leotychides had already become strongly hostile to Demaratus for the following reason: Leotychides was betrothed to Percalus, daughter of Demarmenus, but Demaratus plotted and robbed him of his marriage, stealing Percalus and marrying her first.
65.2. ὁ δὲ Λευτυχίδης ἦν ἐχθρὸς τῷ Δημαρήτῳ μάλιστα γεγονὼς διὰ πρῆγμα τοιόνδε· ἁρμοσαμένου Λευτυχίδεω Πέρκαλον τὴν Χίλωνος τοῦ Δημαρμένου θυγατέρα, ὁ Δημάρητος ἐπιβουλεύσας ἀποστερέει Λευτυχίδεα τοῦ γάμου, φθάσας αὐτὸς τὴν Πέρκαλον ἁρπάσας καὶ σχὼν γυναῖκα.
65.3. From this affair Leotychides was hostile toward Demaratus, so at Cleomenes' instigation he took an oath against him, saying that he was not king of the Spartans by right, since he was not Ariston's son. After making this oath, he prosecuted him, recalling that utterance which Ariston had made when the servant told him he had a son, and he counted up the months and swore that it was not his.
65.3. κατὰ τοῦτο μὲν τῷ Λευτυχίδῃ ἡ ἔχθρη ἡ ἐς τὸν Δημάρητον ἐγεγόνεε, τότε δὲ ἐκ τῆς Κλεομένεος προθυμίης ὁ Λευτυχίδης κατόμνυται Δημαρήτῳ, φὰς αὐτὸν οὐκ ἱκνεομένως βασιλεύειν Σπαρτιητέων οὐκ ἐόντα παῖδα Ἀρίστωνος· μετὰ δὲ τὴν κατωμοσίην ἐδίωκε, ἀνασώζων ἐκεῖνο τὸ ἔπος τὸ εἶπε Ἀρίστων τότε ὅτε οἱ ἐξήγγειλε ὁ οἰκέτης παῖδα γεγονέναι, ὁ δὲ συμβαλόμενος τοὺς μῆνας ἀπώμοσε φὰς οὐκ ἑωυτοῦ μιν εἶναι.
65.4. Taking his stand on this remark, Leotychides declared that Demaratus was not Ariston's son and that he was not rightly king of Sparta, bringing as witnesses the ephors who had been sitting beside Ariston and heard him say this.
65.4. τούτου δὴ ἐπιβατεύων τοῦ ῥήματος ὁ Λευτυχίδης ἀπέφαινε τὸν Δημάρητον οὔτε ἐξ Ἀρίστωνος γεγονότα οὔτε ἱκνευμένως βασιλεύοντα Σπάρτης, τοὺς ἐφόρους μάρτυρας παρεχόμενος κείνους οἳ τότε ἐτύγχανον πάρεδροί τε ἐόντες καὶ ἀκούσαντες ταῦτα Ἀρίστωνος.
66.1. Disputes arose over it, so the Spartans resolved to ask the oracle at Delphi if Demaratus was the son of Ariston.
66.1. τέλος δὲ ἐόντων περὶ αὐτῶν νεικέων, ἔδοξε Σπαρτιήτῃσι ἐπειρέσθαι τὸ χρηστήριον τὸ ἐν Δελφοῖσι εἰ Ἀρίστωνος εἴη παῖς ὁ Δημάρητος.
66.2. At Cleomenes' instigation this was revealed to the Pythia. He had won over a man of great influence among the Delphians, Cobon son of Aristophantus, and Cobon persuaded the priestess, Periallus, to say what Cleomenes wanted her to.
66.2. ἀνοίστου δὲ γενομένου ἐκ προνοίης τῆς Κλεομένεος ἐς τὴν Πυθίην, ἐνθαῦτα προσποιέεται Κλεομένης Κόβωνα τὸν Ἀριστοφάντου, ἄνδρα ἐν Δελφοῖσι δυναστεύοντα μέγιστον, ὁ δὲ Κόβων Περίαλλαν τὴν πρόμαντιν ἀναπείθει τὰ Κλεομένης ἐβούλετο λέγεσθαι λέγειν.
66.3. When the ambassadors asked if Demaratus was the son of Ariston, the Pythia gave judgment that he was not. All this came to light later; Cobon was exiled from Delphi, and Periallus was deposed from her position.
66.3. οὕτω δὴ ἡ Πυθίη ἐπειρωτώντων τῶν θεοπρόπων ἔκρινε μὴ Ἀρίστωνος εἶναι Δημάρητον παῖδα. ὑστέρῳ μέντοι χρόνῳ ἀνάπυστα ἐγένετο ταῦτα, καὶ Κόβων τε ἔφυγε ἐκ Δελφῶν καὶ Περίαλλα ἡ πρόμαντις ἐπαύσθη τῆς τιμῆς.
67.1. So it was concerning Demaratus' loss of the kingship, and from Sparta he went into exile among the Medes because of the following reproach: after he was deposed from the kingship, he was elected to office.
67.1. κατὰ μὲν δὴ Δημαρήτου τὴν κατάπαυσιν τῆς βασιληίης οὕτω ἐγένετο, ἔφυγε δὲ Δημάρητος ἐκ Σπάρτης ἐς Μήδους ἐκ τοιοῦδε ὀνείδεος. μετὰ τῆς βασιληίης τὴν κατάπαυσιν ὁ Δημάρητος ἦρχε αἱρεθεὶς ἀρχήν.
67.2. When it was the time of the Gymnopaidia, Leotychides, now king in his place, saw him in the audience and, as a joke and an insult, sent a messenger to him to ask what it was like to hold office after being king.
67.2. ἦσαν μὲν δὴ γυμνοπαιδίαι, θεωμένου δὲ τοῦ Δημαρήτου ὁ Λευτυχίδης γεγονὼς ἤδη βασιλεὺς αὐτὸς ἀντʼ ἐκείνου, πέμψας τὸν θεράποντα ἐπὶ γέλωτί τε καὶ λάσθῃ εἰρώτα τὸν Δημάρητον ὁκοῖόν τι εἴη τὸ ἄρχειν μετὰ τὸ βασιλεύειν.
67.3. He was grieved by the question and said that he had experience of both, while Leotychides did not, and that this question would be the beginning for Sparta of either immense evil or immense good fortune. He said this, covered his head, left the theater, and went home, where he immediately made preparations and sacrificed an ox to Zeus. Then he summoned his mother.
67.3. ὁ δὲ ἀλγήσας τῷ ἐπειρωτήματι εἶπε φὰς αὐτὸς μὲν ἀμφοτέρων ἤδη πεπειρῆσθαι, κεῖνον δὲ οὔ, τὴν μέντοι ἐπειρώτησιν ταύτην ἄρξειν Λακεδαιμονίοισι ἢ μυρίης κακότητος ἢ μυρίης εὐδαιμονίης. ταῦτα δὲ εἴπας καὶ κατακαλυψάμενος ἤιε ἐκ τοῦ θεήτρου ἐς τὰ ἑωυτοῦ οἰκία, αὐτίκα δὲ παρασκευασάμενος ἔθυε τῷ Διὶ βοῦν, θύσας δὲ τὴν μητέρα ἐκάλεσε.
68.1. When she came in, he put some of the entrails in her hands and entreated her, saying, “Mother, appealing to Zeus of the household and to all the other gods, I beseech you to tell me the truth. Who is my father? Tell me truly.
68.1. ἀπικομένῃ δὲ τῇ μητρὶ ἐσθεὶς ἐς τὰς χεῖράς οἱ τῶν σπλάγχνων κατικέτευε, τοιάδε λέγων. ὦ μῆτερ, θεῶν σε τῶν τε ἄλλων καταπτόμενος ἱκετεύω καὶ τοῦ ἑρκείου Διὸς τοῦδε φράσαι μοι τὴν ἀληθείην, τίς μευ ἐστὶ πατὴρ ὀρθῷ λόγῳ.
68.2. Leotychides said in the disputes that you were already pregnant by your former husband when you came to Ariston. Others say more foolishly that you approached to one of the servants, the ass-keeper, and that I am his son.
68.2. Λευτυχίδης μὲν γὰρ ἔφη ἐν τοῖσι νείκεσι λέγων κυέουσάν σε ἐκ τοῦ προτέρου ἀνδρὸς οὕτω ἐλθεῖν παρὰ Ἀρίστωνα· οἱ δὲ καὶ τὸν ματαιότερον λόγον λέγοντες φασί σε ἐλθεῖν παρὰ τῶν οἰκετέων τὸν ὀνοφορβόν, καὶ ἐμὲ ἐκείνου εἶναι παῖδα.
68.3. I adjure you by the gods to speak what is true. If you have done anything of what they say, you are not the only one; you are in company with many women. There is much talk at Sparta that Ariston did not have child-bearing seed in him, or his former wives would have given him children.”
68.3. ἐγώ σε ὦν μετέρχομαι τῶν θεῶν εἰπεῖν τὠληθές· οὔτε γάρ, εἴ περ πεποίηκάς τι τῶν λεγομένων, μούνη δὴ πεποίηκας, μετὰ πολλέων δέ· ὅ τε λόγος πολλὸς ἐν Σπάρτῃ ὡς Ἀρίστωνι σπέρμα παιδοποιὸν οὐκ ἐνῆν· τεκεῖν γὰρ ἄν οἱ καὶ τὰς προτέρας γυναῖκας.
69.1. Thus he spoke. His mother answered, “My son, since you adjure me by entreaties to speak the truth, I will speak out to you all that is true. On the third night after Ariston brought me to his house, a phantom resembling him came to me. It came and lay with me and then put on me the garlands which it had.
69.1. ὃ μὲν δὴ τοιαῦτα ἔλεγε, ἣ δὲ ἀμείβετο τοῖσιδε. ὦ παῖ, ἐπείτε με λιτῇσι μετέρχεαι εἰπεῖν τὴν ἀληθείην, πᾶν ἐς σὲ κατειρήσεται τὠληθές. ὥς με ἠγάγετο Ἀρίστων ἐς ἑωυτοῦ, νυκτὶ τρίτῃ ἀπὸ τῆς πρώτης ἦλθέ μοι φάσμα εἰδόμενον Ἀρίστωνι, συνευνηθὲν δὲ τοὺς στεφάνους τοὺς εἶχε ἐμοὶ περιετίθεε.
69.2. It went away, and when Ariston came in later and saw me with the garlands, he asked who gave them to me. I said he did, but he denied it. I swore an oath that just a little while before he had come in and lain with me and given me the garlands, and I said it was not good of him to deny it.
69.2. καὶ τὸ μὲν οἰχώκεε, ἧκε δὲ μετὰ ταῦτα Ἀρίστων. ὡς δέ με εἶδε ἔχουσαν στεφάνους, εἰρώτα τίς εἴη μοι ὁ δούς· ἐγὼ δὲ ἐφάμην ἐκεῖνον, ὁ δὲ οὐκ ὑπεδέκετο. ἐγὼ δὲ κατωμνύμην φαμένη αὐτὸν οὐ ποιέειν καλῶς ἀπαρνεόμενον· ὀλίγῳ γὰρ τι πρότερον ἐλθόντα καὶ συνευνηθέντα δοῦναί μοι τοὺς στεφάνους.
69.3. When he saw me swearing, he perceived that this was some divine affair. For the garlands had clearly come from the hero's precinct which is established at the courtyard doors, which they call the precinct of Astrabacus, and the seers responded that this was the same hero who had come to me. Thus, my son, you have all you want to know.
69.3. ὁρέων δέ με κατομνυμένην ὁ Ἀρίστων ἔμαθε ὡς θεῖον εἴη τὸ πρῆγμα. καὶ τοῦτο μὲν οἱ στέφανοι ἐφάνησαν ἐόντες ἐκ τοῦ ἡρωίου τοῦ παρὰ τῇσι θύρῃσι τῇσι αὐλείῃσι ἱδρυμένου, τὸ καλέουσι Ἀστροβάκου, τοῦτο δὲ οἱ μάντιες τὸν αὐτὸν τοῦτον ἥρωα ἀναίρεον εἶναι.
69.4. Either you are from this hero and Astrabacus the hero is your father, or Ariston is, for I conceived you that night. As for how your enemies chiefly attack you, saying that Ariston himself, when your birth was announced, denied in front of a large audience that you were his because the ten months had not yet been completed, he spoke an idle word, out of ignorance of such things.
69.4. οὕτω ὦ παῖ ἔχεις πᾶν, ὅσον τι καὶ βούλεαι πυθέσθαι· ἢ γὰρ ἐκ τοῦ ἥρωος τούτου γέγονας, καί τοι πατήρ ἐστι Ἀστρόβακος ὁ ἥρως, ἢ Ἀρίστων· ἐν γάρ σε τῇ νυκτὶ ταύτῃ ἀναιρέομαι. τῇ δέ σευ μάλιστα κατάπτονται οἱ ἐχθροί, λέγοντες ὡς αὐτὸς ὁ Ἀρίστων, ὅτε αὐτῷ σὺ ἠγγέλθης γεγενημένος, πολλῶν ἀκουόντων οὐ φήσειέ σε ἑωυτοῦ εἶναι ʽτὸν χρόνον γάρ, τοὺς δέκα μῆνας, οὐδέκω ἐξήκειν̓, ἀιδρείῃ τῶν τοιούτων κεῖνος τοῦτο ἀπέρριψε τὸ ἔπος.
69.5. Some women give birth after nine months or seven months; not all complete the ten months. I gave birth to you, my son, after seven months. A little later Ariston himself recognized that he had blurted out that speech because of foolishness. Do not believe other stories about your manner of birth. You have heard the whole truth. May the wife of Leotychides himself, and the wives of the others who say these things, give birth to children fathered by ass-keepers.”
69.5. τίκτουσι γὰρ γυναῖκες καὶ ἐννεάμηνα καὶ ἑπτάμηνα, καὶ οὐ πᾶσαι δέκα μῆνας ἐκτελέσασαι· ἐγὼ δὲ σὲ ὦ παῖ ἑπτάμηνον ἔτεκον. ἔγνω δὲ καὶ αὐτὸς ὁ Ἀρίστων οὐ μετὰ πολλὸν χρόνον ὡς ἀνοίῃ τὸ ἔπος ἐκβάλοι τοῦτο. λόγους δὲ ἄλλους περὶ γενέσιος τῆς σεωυτοῦ μὴ δέκεο· τὰ γὰρ ἀληθέστατα πάντα ἀκήκοας. ἐκ δὲ ὀνοφορβῶν αὐτῷ τε Λευτυχίδῃ καὶ τοῖσι ταῦτα λέγουσι τίκτοιεν αἱ γυναῖκες παῖδας.
70.1. Thus his mother spoke. After learning what he desired, Demaratus took provisions and travelled to Elis, pretending that he was going to Delphi to inquire of the oracle. But the Lacedaemonians suspected that he planned to escape and went in pursuit.
70.1. ἣ μὲν δὴ ταῦτα ἔλεγε, ὁ δὲ πυθόμενός τε τὰ ἐβούλετο καὶ ἐπόδια λαβὼν ἐπορεύετο ἐς Ἦλιν, τῷ λόγῳ φὰς ὡς ἐς Δελφοὺς χρησόμενος τῷ χρηστηρίῳ πορεύεται. Λακεδαιμόνιοι δὲ ὑποτοπηθέντες Δημάρητον δρησμῷ ἐπιχειρέειν ἐδίωκον.
70.2. Demaratus somehow went across to Zacynthus from Elis before them; the Lacedaemonians crossed over after him and laid hands on him, carrying off his servants. But the Zacynthians refused to give him up, and later he crossed from there to Asia and went to king Darius, who received him in grand style and gave him lands and cities.
70.2. καί κως ἔφθη ἐς Ζάκυνθον διαβὰς ὁ Δημάρητος ἐκ τῆς Ἤλιδος· ἐπιδιαβάντες δὲ οἱ Λακεδαιμόνιοι αὐτοῦ τε ἅπτοντο καὶ τοὺς θεράποντας αὐτοῦ ἀπαιρέονται. μετὰ δέ, οὐ γὰρ ἐξεδίδοσαν αὐτὸν οἱ Ζακύνθιοι, ἐνθεῦτεν διαβαίνει ἐς τὴν Ἀσίην παρὰ βασιλέα Δαρεῖον. ὁ δὲ ὑπεδέξατό τε αὐτὸν μεγαλωστὶ καὶ γῆν τε καὶ πόλιας ἔδωκε.
70.3. So Demaratus reached Asia through such chances, a man who had gained much renown in Lacedaemon by his many achievements and his wisdom, and by conferring on the state the victory in a chariot-race he had won at Olympia; he was the only king of Sparta who did this.
70.3. οὕτω ἀπίκετο ἐς τὴν Ἀσίην Δημάρητος καὶ τοιαύτῃ χρησάμενος τύχῃ, ἄλλα τε Λακεδαιμονίοισι συχνὰ ἔργοισί τε καὶ γνώμῃσι ἀπολαμπρυνθείς, ἐν δὲ δὴ καὶ Ὀλυμπιάδα σφι ἀνελόμενος τεθρίππῳ προσέβαλε, μοῦνος τοῦτο πάντων δὴ τῶν γενομένων βασιλέων ἐν Σπάρτῃ ποιήσας.
71.1. Leutychides son of Menares succeeded to the kingship after Demaratus was deposed. A son was born to him, Zeuxidemus, called by some of the Spartans Cyniscus. This Zeuxidemus never became king of Sparta, for he died before Leutychides, leaving his son Archidemus.
71.1. Λευτυχίδης δὲ ὁ Μενάρεος Δημαρήτου καταπαυσθέντος διεδέξατο τὴν βασιληίην, καί οἱ γίνεται παῖς Ζευξίδημος, τὸν δὴ Κυνίσκον μετεξέτεροι Σπαρτιητέων ἐκάλεον. οὗτος ὁ Ζευξίδημος οὐκ ἐβασίλευσε Σπάρτης· πρὸ Λευτυχίδεω γὰρ τελευτᾷ, λιπὼν παῖδα Ἀρχίδημον.
71.2. After the loss of Zeuxidemus, Leutychides married a second wife, Eurydame, sister of Menius and daughter of Diactorides; by her he had no male offspring, but a daughter, Lampito, to whom Archidemus son of Zeuxidemus was married by Leutychides.
71.2. Δευτυχίδης δὲ στερηθεὶς Ζευξιδήμου γαμέει δευτέρην γυναῖκα Εὐρυδάμην τὴν ἐοῦσαν Μενίου ἀδελφεὴν Διακτορίδεω δὲ θυγατέρα, ἐκ τῆς οἱ ἔρσεν μὲν γίνεται οὐδέν, θυγάτηρ δὲ Λαμπιτώ, τὴν Ἀρχίδημος ὁ Ζευξιδήμου γαμέει δόντος αὐτῷ Λευτυχίδεω.
72.1. But Leutychides also did not come to old age in Sparta; he was punished for his dealings with Demaratus as I will show. He led a Lacedaemonian army to Thessaly, and when he could have subdued all the country he took a great bribe.
72.1. οὐ μὲν οὐδὲ Λευτυχίδης κατεγήρα ἐν Σπάρτῃ, ἀλλὰ τίσιν τοιήνδε τινὰ Δημαρήτῳ ἐξέτισε. ἐστρατήγησε Λακεδαιμονίοισι ἐς Θεσσαλίην, παρεὸν δέ οἱ πάντα ὑποχείρια ποιήσασθαι ἐδωροδόκησε ἀργύριον πολλόν·
72.2. After being caught in the act of hoarding a sleeve full of silver there in the camp, he was brought before a court and banished from Sparta, and his house was destroyed. He went into exile at Tegea and died in that country.
72.2. ἐπʼ αὐτοφώρῳ δὲ ἁλοὺς αὐτοῦ ἐν τῷ στρατοπέδῳ, ἐπικατήμενος χειρίδι πλέῃ ἀργυρίου, ἔφυγε ἐκ Σπάρτης ὑπὸ δικαστήριον ὑπαχθείς, καὶ τὰ οἰκία οἱ κατεσκάφη· ἔφυγε δὲ ἐς Τεγέην καὶ ἐτελεύτησε ἐν ταύτῃ.
73.1. This happened long afterwards. When Cleomenes' dealings with Demaratus came off successfully, he immediately took Leutychides with him and went to punish the Aeginetans, with whom he was terribly angry because of their insulting behavior.
73.1. ταῦτα μὲν δὴ ἐγένετο χρόνῳ ὕστερον· τότε δὲ ὡς τῷ Κλεομένεϊ ὡδώθη τὸ ἐς τὸν Δημάρητον πρῆγμα, αὐτίκα παραλαβὼν Λευτυχίδεα ἤιε ἐπὶ τοὺς Αἰγινήτας, δεινόν τινά σφι ἔγκοτον διὰ τὸν προπηλακισμὸν ἔχων.
73.2. When the Aeginetans saw that both kings had come after them, they now deemed it best to offer no further resistance; the kings chose ten men of Aegina who were most honored for wealth and lineage, among them Crius son of Polycritus and Casambus son of Aristocrates, the two most powerful men in Aegina; they carried them to Attica and gave them into the keeping of the Athenians, the bitterest foes of the Aeginetans.
73.2. οὕτω δὴ οὔτε οἱ Αἰγινῆται, ἀμφοτέρων τῶν βασιλέων ἡκόντων ἐπʼ αὐτούς, ἐδικαίευν ἔτι ἀντιβαίνειν, ἐκεῖνοί τε ἐπιλεξάμενοι ἄνδρας δέκα Αἰγινητέων τοὺς πλείστου ἀξίους καὶ πλούτῳ καὶ γένει· ἦγον καὶ ἄλλους καὶ δὴ καὶ Κριόν τε τὸν Πολυκρίτου καὶ Κάσαυβον τὸν Ἀριστοκράτεος, οἵ περ εἶχον μέγιστον κράτος· ἀγαγόντες δὲ σφέας ἐς γῆν τὴν Ἀττικὴν παραθήκην παρατίθενται ἐς τοὺς ἐχθίστους Αἰγινήτῃσι Ἀθηναίους.
74.1. Later Cleomenes' treacherous plot against Demaratus became known; he was seized with fear of the Spartans and secretly fled to Thessaly. From there he came to Arcadia and stirred up disorder, uniting the Arcadians against Sparta; among his methods of binding them by oath to follow him wherever he led was his zeal to bring the chief men of Arcadia to the city of Nonacris and make them swear by the water of the Styx.
74.1. μετὰ δὲ ταῦτα Κλεομένεα ἐπάιστον γενόμενον κακοτεχνήσαντα ἐς Δημάρητον δεῖμα ἔλαβε Σπαρτιητέων, καὶ ὑπεξέσχε ἐς Θεσσαλίην. ἐνθεῦτεν δὲ ἀπικόμενος ἐς τὴν Ἀρκαδίην νεώτερα ἔπρησσε πρήγματα, συνιστὰς τοὺς Ἀρκάδας ἐπὶ τῆ Σπάρτῃ, ἄλλους τε ὅρκους προσάγων σφι ἦ μὲν ἕψεσθαι σφέας αὐτῷ τῇ ἂν ἐξηγέηται, καὶ δὴ καὶ ἐς Νώνακριν πόλιν πρόθυμος ἦν τῶν Ἀρκάδων τοὺς προεστεῶτας ἀγινέων ἐξορκοῦν τὸ Στυγὸς ὕδωρ.
74.2. Near this city is said to be the Arcadian water of the Styx, and this is its nature: it is a stream of small appearance, dropping from a cliff into a pool; a wall of stones runs round the pool. Nonacris, where this spring rises, is a city of Arcadia near Pheneus.
74.2. ἐν δὲ ταύτῃ τῇ πόλι λέγεται εἶναι ὑπὸ τῶν Ἀρκάδων τὸ Στυγὸς ὕδωρ, καὶ δὴ καὶ ἔστι τοιόνδε τι· ὕδωρ ὀλίγον φαινόμενον ἐκ πέτρης στάζει ἐς ἄγκος, τὸ δὲ ἄγκος αἱμασιῆς τις περιθέει κύκλος. ἡ δὲ Νώνακρις, ἐν τῇ ἡ πηγὴ αὕτη τυγχάνει ἐοῦσα, πόλις ἐστὶ τῆς Ἀρκαδίης πρὸς Φενεῷ.
75.1. When the Lacedaemonians learned that Cleomenes was doing this, they took fright and brought him back to Sparta to rule on the same terms as before. Cleomenes had already been not entirely in his right mind, and on his return from exile a mad sickness fell upon him: any Spartan that he happened to meet he would hit in the face with his staff.
75.1. μαθόντες δὲ Κλεομένεα Λακεδαιμόνιοι ταῦτα πρήσσοντα, κατῆγον αὐτὸν δείσαντες ἐπὶ τοῖσι αὐτοῖσι ἐς Σπάρτην τοῖσι καὶ πρότερον ἦρχε. κατελθόντα δὲ αὐτὸν αὐτίκα ὑπέλαβε μανίη νοῦσος, ἐόντα καὶ πρότερον ὑπομαργότερον· ὅκως γὰρ τεῷ ἐντύχοι Σπαρτιητέων, ἐνέχραυε ἐς τὸ πρόσωπον τὸ σκῆπτρον.
75.2. For doing this, and because he was out of his mind, his relatives bound him in the stocks. When he was in the stocks and saw that his guard was left alone, he demanded a dagger; the guard at first refused to give it, but Cleomenes threatened what he would do to him when he was freed, until the guard, who was a helot, was frightened by the threats and gave him the dagger.
75.2. ποιέοντα δὲ αὐτὸν ταῦτα καὶ παραφρονήσαντα ἔδησαν οἱ προσήκοντες ἐν ξύλω· ὁ δὲ δεθεὶς τὸν φύλακον μουνωθέντα ἰδὼν τῶν ἄλλων αἰτέει μάχαιραν· οὐ βουλομένου δὲ τὰ πρῶτα τοῦ φυλάκου διδόναι ἀπείλεε τά μιν αὖτις ποιήσει, ἐς ὁ δείσας τὰς ἀπειλὰς ὁ φύλακος (ἦν γὰρ τῶν τις εἱλωτέων) διδοῖ οἱ μάχαιραν.
75.3. Cleomenes took the weapon and set about slashing himself from his shins upwards; from the shin to the thigh he cut his flesh lengthways, then from the thigh to the hip and the sides, until he reached the belly, and cut it into strips; thus he died, as most of the Greeks say, because he persuaded the Pythian priestess to tell the tale of Demaratus. The Athenians alone say it was because he invaded Eleusis and laid waste the precinct of the gods. The Argives say it was because when Argives had taken refuge after the battle in their temple of Argus he brought them out and cut them down, then paid no heed to the sacred grove and set it on fire.
75.3. Κλεομένης δὲ παραλαβὼν τὸν σίδηρον ἄρχετο ἐκ τῶν κνημέων ἑωυτὸν λωβώμενος· ἐπιτάμνων γὰρ κατὰ μῆκος τὰς σάρκας προέβαινε ἐκ τῶν κνημέων ἐς τοὺς μηρούς, ἐκ δὲ τῶν μηρῶν ἔς τε τὰ ἰσχία καὶ τὰς λαπάρας, ἐς ὃ ἐς τὴν γαστέρα ἀπίκετο, καὶ ταύτην καταχορδεύων ἀπέθανε τρόπῳ τοιούτῳ, ὡς μὲν οἱ πολλοὶ λέγουσι Ἐλλήνων, ὅτι τὴν Πυθίην ἀνέγνωσε τὰ περὶ Δημαρήτου λέγειν γενόμενα, ὡς δὲ Ἀθηναῖοι μοῦνοι λέγουσι, διότι ἐς Ἐλευσῖνα ἐσβαλὼν ἔκειρε τὸ τέμενος τῶν θεῶν, ὡς δὲ Ἀργεῖοι, ὅτι ἐξ ἱροῦ αὐτῶν τοῦ Ἄργου Ἀργείων τοὺς καταφυγόντας ἐκ τῆς μάχης καταγινέων κατέκοπτε καὶ αὐτὸ τὸ ἄλσος ἐν ἀλογίῃ ἔχων ἐνέπρησε.
76.1. As Cleomenes was seeking divination at Delphi, the oracle responded that he would take Argos. When he came with Spartans to the river Erasinus, which is said to flow from the Stymphalian lake (this lake issues into a cleft out of sight and reappears at Argos, and from that place onwards the stream is called by the Argives Erasinus)—when Cleomenes came to this river he offered sacrifices to it.
76.1. Κλεομένεϊ γὰρ μαντευομένῳ ἐν Δελφοῖσι ἐχρήσθη Ἄργος αἱρήσειν· ἐπείτε δὲ Σπαρτιήτας ἄγων ἀπίκετο ἐπὶ ποταμὸν Ἐρασῖνον, ὃς λέγεται ῥέειν ἐκ τῆς Στυμφαλίδος λίμνης· τὴν γὰρ δὴ λίμνην ταύτην ἐς χάσμα ἀφανὲς ἐκδιδοῦσαν ἀναφαίνεσθαι ἐν Ἄργεϊ, τὸ ἐνθεῦτεν δὲ τὸ ὕδωρ ἤδη τοῦτο ὑπʼ Ἀργείων Ἐρασῖνον καλέεσθαι· ἀπικόμενος δʼ ὦν ὁ Κλεομένης ἐπὶ τὸν ποταμὸν τοῦτον ἐσφαγιάζετο αὐτῷ·
76.2. The omens were in no way favorable for his crossing, so he said that he honored the Erasinus for not betraying its countrymen, but even so the Argives would not go unscathed. Then he withdrew and led his army seaward to Thyrea, where he sacrificed a bull to the sea and carried his men on shipboard to the region of Tiryns and to Nauplia.
76.2. καὶ οὐ γὰρ ἐκαλλιέρεε οὐδαμῶς διαβαίνειν μιν, ἄγασθαι μὲν ἔφη τοῦ Ἐρασίνου οὐ προδιδόντος τοὺς πολιήτας, Ἀργείους μέντοι οὐδʼ ὣς χαιρήσειν. μετὰ δὲ ταῦτα ἐξαναχωρήσας τὴν στρατιὴν κατήγαγε ἐς Θυρέην, σφαγιασάμενος δὲ τῇ θαλάσσῃ ταῦρον πλοίοισι σφέας ἤγαγε ἔς τε τὴν Τιρυνθίην χώρην καὶ Ναυπλίην.
77.1. The Argives heard of this and came to the coast to do battle with him. When they had come near Tiryns and were at the place called Hesipeia, they encamped opposite the Lacedaemonians, leaving only a little space between the armies. There the Argives had no fear of fair fighting, but rather of being captured by a trick.
77.1. Ἀργεῖοι δὲ ἐβοήθεον πυνθανόμενοι ταῦτα ἐπὶ θάλασσαν· ὡς δὲ ἀγχοῦ μὲν ἐγίνοντο τῆς Τίρυνθος, χώρῳ δὲ ἐν τούτῳ τῷ κεῖται Ἡσίπεια οὔνομα, μεταίχμιον οὐ μέγα ἀπολιπόντες ἵζοντο ἀντίοι τοῖσι Λακεδαιμονίοισι. ἐνθαῦτα δὴ οἱ Ἀργεῖοι τὴν μὲν ἐκ τοῦ φανεροῦ μάχην οὐκ ἐφοβέοντο, ἀλλὰ μὴ δόλῳ αἱρεθέωσι·
77.2. This was the affair referred to by that oracle which the Pythian priestess gave to the Argives and Milesians in common, which ran thus:When the female defeats the maleAnd drives him away, winning glory in Argos,She will make many Argive women tear their cheeks.As someday one of men to come will say:The dread thrice-coiled serpent died tamed by the spear.
77.2. καὶ γὰρ δή σφι ἐς τοῦτο τὸ πρῆγμα εἶχε τὸ χρηστήριον τὸ ἐπίκοινα ἔχρησε ἡ Πυθίη τούτοισί τε καὶ Μιλησίοισι, λέγον ὧδε.ἀλλʼ ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασαἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.ὧς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπωνδεινὸς ὄφις τριέλικτος ἀπώλετο δουρὶ δαμασθείς.
77.3. All these things coming together spread fear among the Argives. Therefore they resolved to defend themselves by making use of the enemies' herald, and they performed their resolve in this way: whenever the Spartan herald signalled anything to the Lacedaemonians, the Argives did the same thing.
77.3. ταῦτα δὴ πάντα συνελθόντα τοῖσι Ἀργείοισι φόβον παρεῖχε. καὶ δή σφι πρὸς ταῦτα ἔδοξε τῷ κήρυκι τῶν πολεμίων χρᾶσθαι, δόξαν δέ σφι ἐποίεον τοιόνδε· ὅκως ὁ Σπαρτιήτης κῆρυξ προσημαίνοι τι Λακεδαιμονίοισι, ἐποίευν καὶ οἱ Ἀργεῖοι τὠυτὸ τοῦτο.
78.1. When Cleomenes saw that the Argives did whatever was signalled by his herald, he commanded that when the herald cried the signal for breakfast, they should then put on their armor and attack the Argives.
78.1. μαθὼν δὲ ὁ Κλεομένης ποιεῦντας τοὺς Ἀργείους ὁκοῖόν τι ὁ σφέτερος κῆρυξ σημήνειε, παραγγέλλει σφι, ὅταν σημήνῃ ὁ κῆρυξ ποιέεσθαι ἄριστον, τότε ἀναλαβόντας τὰ ὅπλα χωρέειν ἐς τοὺς Ἀργείους.
78.2. The Lacedaemonians performed this command, and when they assaulted the Argives they caught them at breakfast in obedience to the herald's signal; they killed many of them, and far more fled for refuge into the grove of Argus, which the Lacedaemonians encamped around and guarded.
78.2. ταῦτα καὶ ἐγένετο ἐπιτελέα ἐκ τῶν Λακεδαιμονίων· ἄριστον γὰρ ποιευμένοισι τοῖσι Ἀργείοισι ἐκ τοῦ κηρύγματος ἐπεκέατο, καὶ πολλοὺς μὲν ἐφόνευσαν αὐτῶν, πολλῷ δέ τι πλεῦνας ἐς τὸ ἄλσος τοῦ Ἄργου καταφυγόντας περιιζόμενοι ἐφύλασσον.
79.1. Then Cleomenes' plan was this: He had with him some deserters from whom he learned the names, then he sent a herald calling by name the Argives that were shut up in the sacred precinct and inviting them to come out, saying that he had their ransom. (Among the Peloponnesians there is a fixed ransom of two minae to be paid for every prisoner.) So Cleomenes invited about fifty Argives to come out one after another and murdered them.
79.1. ἐνθεῦτεν δὲ ὁ Κλεομένης ἐποίεε τοιόνδε. ἔχων αὐτομόλους ἄνδρας καὶ πυνθανόμενος τούτων, ἐξεκάλεε πέμπων κήρυκα ὀνομαστὶ λέγων τῶν Ἀργείων τοὺς ἐν τῷ ἱρῷ ἀπεργμένους, ἐξεκάλεε δὲ φὰς αὐτῶν ἔχειν τὰ ἄποινα. ἄποινα δὲ ἐστὶ Πελοποννησίοισι δύο μνέαι τεταγμέναι κατʼ ἄνδρα αἰχμάλωτον ἐκτίνειν. κατὰ πεντήκοντα δὴ ὦν τῶν Ἀργείων ὡς ἑκάστους ἐκκαλεύμενος ὁ Κλεομένης ἔκτεινε.
79.2. Somehow the rest of the men in the temple precinct did not know this was happening, for the grove was thick and those inside could not see how those outside were faring, until one of them climbed a tree and saw what was being done. Thereafter they would not come out at the herald's call.
79.2. ταῦτα δέ κως γινόμενα ἐλελήθεε τοὺς λοιποὺς τοὺς ἐν τῷ τεμένεϊ· ἅτε γὰρ πυκνοῦ ἐόντος τοῦ ἄλσεος, οὐκ ὥρων οἱ ἐντὸς τοὺς ἐκτὸς ὅ τι ἔπρησσον, πρίν γε δὴ αὐτῶν τις ἀναβὰς ἐπὶ δένδρον κατεῖδε τὸ ποιεύμενον. οὔκων δὴ ἔτι καλεόμενοι ἐξήισαν.
80.1. Then Cleomenes bade all the helots pile wood about the grove; they obeyed, and he burnt the grove. When the fire was now burning, he asked of one of the deserters to what god the grove belonged; the man said it was of Argos. When he heard that, he groaned aloud, “Apollo, god of oracles, you have gravely deceived me by saying that I would take Argos; this, I guess, is the fulfillment of that prophecy.”
80.1. ἐνθαῦτα δὴ ὁ Κλεομένης ἐκέλευε πάντα τινὰ τῶν εἱλωτέων περινέειν ὕλῃ τὸ ἄλσος, τῶν δὲ πειθομένων ἐνέπρησε τὸ ἄλσος. καιομένου δὲ ἤδη ἐπείρετο τῶν τινα αὐτομόλων τίνος εἴη θεῶν τὸ ἄλσος· ὁ δὲ ἔφη Ἄργου εἶναι. ὁ δὲ ὡς ἤκουσε, ἀναστενάξας μέγα εἶπε ὦ Ἄπολλον χρηστήριε, ἦ μεγάλως με ἠπάτηκας φάμενος Ἄργος αἱρήσειν· συμβάλλομαι δʼ ἐξήκειν μοι τὸ χρηστήριον.
81.1. Then Cleomenes sent most of his army back to Sparta, while he himself took a thousand of the best warriors and went to the temple of Hera to sacrifice. When he wished to sacrifice at the altar the priest forbade him, saying that it was not holy for a stranger to sacrifice there. Cleomenes ordered the helots to carry the priest away from the altar and whip him, and he performed the sacrifice. After doing this, he returned to Sparta.
81.1. μετὰ δὲ ταῦτα ὁ Κλεομένης τὴν μὲν πλέω στρατιὴν ἀπῆκε ἀπιέναι ἐς Σπάρτην, χιλίους δὲ αὐτὸς λαβὼν τοὺς ἀριστέας ἤιε ἐς τὸ Ἥραιον θύσων· βουλόμενον δὲ αὐτὸν θύειν ἐπὶ τοῦ βωμοῦ ὁ ἱρεὺς ἀπηγόρευε, φὰς οὐκ ὅσιον εἶναι ξείνῳ αὐτόθι θύειν. ὁ δὲ Κλεομένης τὸν ἱρέα ἐκέλευε τοὺς εἵλωτας ἀπὸ τοῦ βωμοῦ ἀπάγοντας μαστιγῶσαι, καὶ αὐτὸς ἔθυσε· ποιήσας δὲ ταῦτα ἀπήιε ἐς τὴν Σπάρτην.
82.1. But after his return his enemies brought him before the ephors, saying that he had been bribed not to take Argos when he might have easily taken it. Cleomenes alleged (whether falsely or truly, I cannot rightly say; but this he alleged in his speech) that he had supposed the god's oracle to be fulfilled by his taking of the temple of Argus; therefore he had thought it best not to make any attempt on the city before he had learned from the sacrifices whether the god would deliver it to him or withstand him;
82.1. νοστήσαντα δέ μιν ὑπῆγον οἱ ἐχθροὶ ὑπὸ τοὺς ἐφόρους, φάμενοί μιν δωροδοκήσαντα οὐκ ἑλεῖν τὸ Ἄργος, παρεὸν εὐπετέως μιν ἑλεῖν. ὁ δέ σφι ἔλεξε, οὔτε εἰ ψευδόμενος οὔτε εἰ ἀληθέα λέγων, ἔχω σαφηνέως εἶπαι, ἔλεξε δʼ ὦν φάμενος, ἐπείτε δὴ τὸ τοῦ Ἄργου ἱρὸν εἷλον, δοκέειν οἱ ἐξεληλυθέναι τὸν τοῦ θεοῦ χρησμόν· πρὸς ὦν ταῦτα οὐ δικαιοῦν πειρᾶν τῆς πόλιος, πρίν γε δὴ ἱροῖσι χρήσηται καὶ μάθῃ εἴτε οἱ ὁ θεὸς παραδιδοῖ εἴτε ἐμποδὼν ἕστηκε·
82.2. when he was taking omens in Hera's temple a flame of fire had shone forth from the breast of the image, and so he learned the truth of the matter, that he would not take Argos. If the flame had come out of the head of the image, he would have taken the city from head to foot utterly; but its coming from the breast signified that he had done as much as the god willed to happen. This plea of his seemed to the Spartans to be credible and reasonable, and he far outdistanced the pursuit of his accusers.
82.2. καλλιερευμένῳ δὲ ἐν τῷ Ἡραίῳ ἐκ τοῦ ἀγάλματος τῶν στηθέων φλόγα πυρὸς ἐκλάμψαι, μαθεῖν δὲ αὐτὸς οὕτω τὴν ἀτρεκείην, ὅτι οὐκ αἱρέει τὸ Ἄργος· εἰ μὲν γὰρ ἐκ τῆς κεφαλῆς τοῦ ἀγάλματος ἐξέλαμψε, αἱρέειν ἂν κατʼ ἄκρης τὴν πόλιν, ἐκ τῶν στηθέων δὲ λάμψαντος πᾶν οἱ πεποιῆσθαι ὅσον ὁ θεὸς ἐβούλετο γενέσθαι. ταῦτα λέγων πιστά τε καὶ οἰκότα ἐδόκεε Σπαρτιήτῃσι λέγειν, καὶ διέφυγε πολλὸν τοὺς διώκοντας.
83.1. But Argos was so wholly deprived of men that their slaves took possession of all affairs, ruling and governing until the sons of the slain men grew up. Then they recovered Argos for themselves and cast out the slaves; when they were driven out, the slaves took possession of Tiryns by force.
83.1. Ἄργος δὲ ἀνδρῶν ἐχηρώθη οὕτω ὥστε οἱ δοῦλοι αὐτῶν ἔσχον πάντα τὰ πρήγματα ἄρχοντές τε καὶ διέποντες, ἐς ὃ ἐπήβησαν οἱ τῶν ἀπολομένων παῖδες· ἔπειτα σφέας οὗτοι ἀνακτώμενοι ὀπίσω ἐς ἑωυτοὺς τὸ Ἄργος ἐξέβαλον· ἐξωθεύμενοι δὲ οἱ δοῦλοι μάχῃ ἔσχον Τίρυνθα.
83.2. For a while they were at peace with each other; but then there came to the slaves a prophet, Cleander, a man of Phigalea in Arcadia by birth; he persuaded the slaves to attack their masters. From that time there was a long-lasting war between them, until with difficulty the Argives got the upper hand.
83.2. τέως μὲν δή σφι ἦν ἄρθμια ἐς ἀλλήλους, ἔπειτα δὲ ἐς τοὺς δούλους ἦλθε ἀνὴρ μάντις Κλέανδρος, γένος ἐὼν Φιγαλεὺς ἀπʼ Ἀρκαδίης· οὗτος τοὺς δούλους ἀνέγνωσε ἐπιθέσθαι τοῖσι δεσπότῃσι. ἐκ τούτου δὴ πόλεμός σφι ἦν ἐπὶ χρόνον συχνόν, ἐς ὃ δὴ μόγις οἱ Ἀργεῖοι ἐπεκράτησαν.
84.1. The Argives say this was the reason Cleomenes went mad and met an evil end; the Spartans themselves say that Cleomenes' madness arose from no divine agent, but that by consorting with Scythians he became a drinker of strong wine, and the madness came from this.
84.1. Ἀργεῖοι μέν νυν διὰ ταῦτα Κλεομένεα φασὶ μανέντα ἀπολέσθαι κακῶς· αὐτοὶ δὲ Σπαρτιῆται φασὶ ἐκ δαιμονίου μὲν οὐδενὸς μανῆναι Κλεομένεα, Σκύθῃσι δὲ ὁμιλήσαντά μιν ἀκρητοπότην γενέσθαι καὶ ἐκ τούτου μανῆναι.
84.2. The nomadic Scythians, after Darius had invaded their land, were eager for revenge, so they sent to Sparta and made an alliance. They agreed that the Scythians would attempt to invade Media by way of the river Phasis, and they urged the Spartans to set out and march inland from Ephesus and meet the Scythians.
84.2. Σκύθας γὰρ τοὺς νομάδας, ἐπείτε σφι Δαρεῖον ἐμβαλεῖν ἐς τὴν χώρην, μετὰ ταῦτα μεμονέναι μιν τίσασθαι, πέμψαντας δὲ ἐς Σπάρτην συμμαχίην τε ποιέεσθαι καὶ συντίθεσθαι ὡς χρεὸν εἴη αὐτοὺς μὲν τοὺς Σκύθας παρὰ Φᾶσιν ποταμὸν πειρᾶν ἐς τὴν Μηδικὴν ἐσβάλλειν, σφέας δὲ τοὺς Σπαρτιήτας κελεύειν ἐξ Ἐφέσου ὁρμωμένους ἀναβαίνειν καὶ ἔπειτα ἐς τὠυτὸ ἀπαντᾶν.
84.3. They say that when the Scythians had come for this purpose, Cleomenes kept rather close company with them, and by consorting with them more than was fitting he learned from them to drink strong wine. The Spartans consider him to have gone mad from this. Ever since, as they themselves say, whenever they desire a strong drink they call for “a Scythian cup.” Such is the Spartan story of Cleomenes; but to my thinking it was for what he did to Demaratus that he was punished thus.
84.3. Κλεομένεα δὲ λέγουσι ἡκόντων τῶν Σκυθέων ἐπὶ ταῦτα ὁμιλέειν σφι μεζόνως, ὁμιλέοντα δὲ μᾶλλον τοῦ ἱκνεομένου μαθεῖν τὴν ἀκρητοποσίην παρʼ αὐτῶν· ἐκ τούτου δὲ μανῆναί μιν νομίζουσι Σπαρτιῆται. ἔκ τε τόσου, ὡς αὐτοὶ λέγουσι, ἐπεὰν ζωρότερον βούλωνται πιεῖν, Ἐπισκύθισον λέγουσι. οὕτω δὴ Σπαρτιῆται τὰ περὶ Κλεομένεα λέγουσι· ἐμοὶ δὲ δοκέει τίσιν ταύτην ὁ Κλεομένης Δημαρήτῳ ἐκτῖσαι.
85.1. When the Aeginetans heard that Cleomenes was dead, they sent messengers to Sparta to cry out against Leutychides concerning the hostages that were held at Athens. The Lacedaemonians then assembled a court and gave judgment that Leutychides had done violence to the Aeginetans; and they condemned him to be given up and carried to Aegina in requital for the men that were held at Athens.
85.1. τελευτήσαντος δὲ Κλεομένεος ὡς ἐπύθοντο Αἰγινῆται, ἔπεμπον ἐς Σπάρτην ἀγγέλους καταβωσομένους Λευτυχίδεω περὶ τῶν ἐν Ἀθήνῃσι ὁμήρων ἐχομένων. Λακεδαιμόνιοι δὲ δικαστήριον συναγαγόντες ἔγνωσαν περιυβρίσθαι Αἰγινήτας ὑπὸ Λευτυχίδεω, καί μιν κατέκριναν ἔκδοτον ἄγεσθαι ἐς Αἴγιναν ἀντὶ τῶν ἐν Ἀθήνῃσι ἐχομένων ἀνδρῶν.
85.2. But when the Aeginetans were about to carry Leutychides away, a man of repute at Sparta, Theasides son of Leoprepes, said to them, “Men of Aegina, what are you planning to do? To have the king of the Spartans given up to you by the citizens and carry him away? If the Spartans have now so judged in their anger, see that they do not bring utter destruction upon your country if you do this.”
85.2. μελλόντων δὲ ἄγειν τῶν Αἰγινητέων τὸν Λευτυχίδεα, εἶπέ σφι Θεασίδης ὁ Λεωπρέπεος, ἐὼν ἐν Σπάρτῃ δόκιμος ἀνήρ, τί βουλεύεσθε ποιέειν, ἄνδρες Αἰγινῆται; τὸν βασιλέα τῶν Σπαρτιητέων ἔκδοτον γενόμενον ὑπὸ τῶν πολιητέων ἄγειν; εἰ νῦν ὀργῇ χρεώμενοι ἔγνωσαν οὕτω Σπαρτιῆται, ὅκως ἐξ ὑστέρης μή τι ὑμῖν, ἢν ταῦτα πρήσσητε, πανώλεθρον κακὸν ἐς τὴν χώρην ἐμβάλωσι.
85.3. The Aeginetans heard this and refrained from carrying the king away, and made an agreement that Leutychides should go with them to Athens and restore the men to the Aeginetans.
85.3. ταῦτα ἀκούσαντες οἱ Αἰγινῆται ἔσχοντο τῆς ἀγωγῆς, ὁμολογίῃ δὲ ἐχρήσαντο τοιῇδε, ἐπισπόμενον Λευτυχίδεα ἐς Ἀθήνας ἀποδοῦναι Αἰγινήτῃσι τοὺς ἄνδρας.
86.1. When Leutychides came to Athens and demanded back the hostages, the Athenians were unwilling to give them back and made excuses, saying that two kings had given them the trust and they deemed it wrong to restore it to one without the other.
86.1. ὡς δὲ ἀπικόμενος Λευτυχίδης ἐς τὰς Ἀθήνας ἀπαίτεε τὴν παραθήκην, οἱ δʼ Ἀθηναῖοι προφάσιας εἷλκον οὐ βουλόμενοι ἀποδοῦναι, φάντες δύο σφέας ἐόντας βασιλέας παραθέσθαι καὶ οὐ δικαιοῦν τῷ ἑτέρῳ ἄνευ τοῦ ἑτέρου ἀποδιδόναι·
86A.1. When the Athenians refused to give them back, Leutychides said to them: “Men of Athens, do whichever thing you desire. If you give them back, you do righteously; if you do not give them back, you do the opposite. But I want to tell you the story of what happened at Sparta in the matter of a trust.
86A.1. οὐ φαμένων δὲ ἀποδώσειν τῶν Ἀθηναίων, ἔλεξέ σφι Λευτυχίδης τάδε. ὦ Ἀθηναῖοι, ποιέετε μὲν ὁκότερα βούλεσθε αὐτοί· καὶ γὰρ ἀποδιδόντες ποιέετε ὅσια, καὶ μὴ ἀποδιδόντες τὰ ἐναντία τούτων· ὁκοῖον μέντοι τι ἐν τῇ Σπάρτῃ συνηνείχθη γενέσθαι περὶ παρακαταθήκης, βούλομαι ὑμῖν εἶπαι.
86A.2. We Spartans say that three generations ago there was at Lacedaemon one Glaucus, the son of Epicydes. We say that this man added to his other excellences a reputation for justice above all men who at that time dwelt in Lacedaemon.
86A.2. λέγομεν ἡμεῖς οἱ Σπαρτιῆται γενέσθαι ἐν τῇ Λακεδαίμονι κατὰ τρίτην γενεὴν τὴν ἀπʼ ἐμέο Γλαῦκον Ἐπικύδεος παῖδα· τοῦτον τὸν ἄνδρα φαμὲν τά τε ἄλλα πάντα περιήκειν τὰ πρῶτα, καὶ δὴ καὶ ἀκούειν ἄριστα δικαιοσύνης πέρι πάντων ὅσοι τὴν Λακεδαίμονα τοῦτον τὸν χρόνον οἴκεον.
86A.3. But we say that at the fitting time this befell him: There came to Sparta a certain man of Miletus, who desired to have a talk with Glaucus and made him this offer: ‘I am a Milesian, and I have come to have the benefit of your justice, Glaucus.
86A.3. συνενειχθῆναι δέ οἱ ἐν χρόνῳ ἱκνευμένῳ τάδε λέγομεν. ἄνδρα Μιλήσιον ἀπικόμενον ἐς Σπάρτην βούλεσθαί οἱ ἐλθεῖν ἐς λόγους προϊσχόμενον τοιάδε. εἰμὶ μὲν Μιλήσιος, ἥκω δὲ τῆς σῆς Γλαῦκε βουλόμενος δικαιοσύνης ἀπολαῦσαι.
86A.4. Since there is much talk about your justice throughout all the rest of Hellas, and even in Ionia, I considered the fact that Ionia is always in danger while the Peloponnese is securely established, and nowhere in Ionia are the same men seen continuing in possession of wealth.
86A.4. ὡς γὰρ δὴ ἀνὰ πᾶσαν μὲν τὴν ἄλλην Ἑλλάδα, ἐν δὲ καὶ περὶ Ἰωνίην τῆς σῆς δικαιοσύνης ἦν λόγος πολλός, ἐμεωυτῷ λόγους ἐδίδουν καὶ ὅτι ἐπικίνδυνος ἐστὶ αἰεί κοτε ἡ Ἰωνίη, ἡ δὲ Πελοπόννησος ἀσφαλέως ἱδρυμένη, καὶ διότι χρήματα οὐδαμὰ τοὺς αὐτούς ἐστι ὁρᾶν ἔχοντας.
86A.5. Considering and taking counsel concerning these matters, I resolved to turn half of my property into silver and deposit it with you, being well assured that it will lie safe for me in your keeping. Accept the money for me, and take and keep these tokens; restore the money to whoever comes with the same tokens and demands it back.’
86A.5. ταῦτά τε ὦν ἐπιλεγομένῳ καὶ βουλευομένῳ ἔδοξέ μοι τὰ ἡμίσεα πάσης τῆς οὐσίης ἐξαργυρώσαντα θέσθαι παρὰ σέ, εὖ ἐξεπισταμένῳ ὥς μοι κείμενα ἔσται παρὰ σοὶ σόα. σὺ δή μοι καὶ τὰ χρήματα δέξαι καὶ τάδε τὰ σύμβολα σῶζε λαβών· ὃς δʼ ἂν ἔχων ταῦτα ἀπαιτέῃ, τούτῳ ἀποδοῦναι.
86B.1. Thus spoke the stranger who had come from Miletus, and Glaucus received the trust according to the agreement. After a long time had passed, the sons of the man who had deposited the money came to Sparta; they spoke with Glaucus, showing him the tokens and demanding the money back.
86B.1. ὁ μὲν δὴ ἀπὸ Μιλήτου ἥκων ξεῖνος τοσαῦτα ἔλεξε, Γλαῦκος δὲ ἐδέξατο τὴν παρακαταθήκην ἐπὶ τῷ εἰρημένῳ λόγῳ. χρόνου δὲ πολλοῦ διελθόντος ἦλθον ἐς Σπάρτην τούτου τοῦ παραθεμένου τὰ χρήματα οἱ παῖδες, ἐλθόντες δὲ ἐς λόγους τῷ Γλαύκῳ καὶ ἀποδεικνύντες τὰ σύμβολα ἀπαίτεον τὰ χρήματα·
86B.2. But Glaucus put them off and answered in turn: ‘I do not remember the matter, and nothing of what you say carries my mind back. Let me think; I wish to do all that is just. If I took the money, I will duly restore it; if I never took it at all, I will deal with you according to the customs of the Greeks. I will put off making my decision for you until the fourth month from this day.’
86B.2. ὁ δὲ διωθέετο ἀντυποκρινόμενος τοιάδε. οὔτε μέμνημαι τὸ πρῆγμα οὔτε με περιφέρει οὐδὲν εἰδέναι τούτων τῶν ὑμεῖς λέγετε, βούλομαί τε ἀναμνησθεὶς ποιέειν πᾶν τὸ δίκαιον· καὶ γὰρ εἰ ἔλαβον, ὀρθῶς ἀποδοῦναι, καὶ εἴ γε ἀρχὴν μὴ ἔλαβον, νόμοισι τοῖσι Ἑλλήνων χρήσομαι ἐς ὑμέας. ταῦτα ὦν ὑμῖν ἀναβάλλομαι κυρώσειν ἐς τέταρτον μῆνα ἀπὸ τοῦδε.