SCRIPTURA

Herodotus · Histories · 39 of 53

Book VII · chapters 50–90

Translated by A. D. Godley

ContentsMarkdown.md ↓

50.1. Xerxes answered, “Artabanus, you define these matters reasonably. But do not fear everything, nor take account of all alike; If you wanted to take everything equally into account on every occasion that happens, you would never do anything; it is better to do everything boldly and suffer half of what you dread than to fear all chances and so never suffer anything.

50.1. ἀμείβεται Ξέρξης τοῖσιδε. Ἀρτάβανε, οἰκότως μὲν σύ γε τούτων ἕκαστα διαιρέαι· ἀτὰρ μήτε πάντα φοβέο μήτε πᾶν ὁμοίως ἐπιλέγεο. εἰ γὰρ δὴ βούλοιο ἐπὶ τῷ αἰεὶ ἐπεσφερομένῳ πρήγματι τὸ πᾶν ὁμοίως ἐπιλέγεσθαι, ποιήσειας ἂν οὐδαμὰ οὐδέν· κρέσσον δὲ πάντα θαρσέοντα ἥμισυ τῶν δεινῶν πάσχειν μᾶλλον ἢ πᾶν χρῆμα προδειμαίνοντα μηδαμὰ μηδὲν παθεῖν.

50.2. But if you quarrel with whatever is said yet cannot put forth a secure position, you must be proved as wrong on your part as he who holds the contrary opinion. In this both are alike: how can someone who is only human know where there is security? I think it is impossible. Those who have the will to act most often win the rewards, not those who hesitate and take account of all chances.

50.2. εἰ δὲ ἐρίξων πρὸς πᾶν τὸ λεγόμενον μὴ τὸ βέβαιον ἀποδέξεις, σφάλλεσθαι ὀφείλεις ἐν αὐτοῖσι ὁμοίως καὶ ὁ ὑπεναντία τούτοισι λέξας. τοῦτο μέν νυν ἐπʼ ἴσης ἔχει· εἰδέναι δὲ ἄνθρωπον ἐόντα κῶς χρὴ τὸ βέβαιον; δοκέω μὲν οὐδαμῶς. τοῖσι τοίνυν βουλομένοισι ποιέειν ὡς τὸ ἐπίπαν φιλέει γίνεσθαι τὰ κέρδεα, τοῖσι δὲ ἐπιλεγομένοισί τε πάντα καὶ ὀκνέουσι οὐ μάλα ἐθέλει.

50.3. You see what power Persia has attained. Now if those kings who came before me had held such opinions as yours, or if they had not held them but had had advisers like you, you would never have seen our fortunes at their present height; but as it is those kings ran the risks and advanced them to this height.

50.3. ὁρᾷς τὰ Περσέων πρήγματα ἐς ὃ δυνάμιος προκεχώρηκε. εἰ τοίνυν ἐκεῖνοι οἱ πρὸ ἐμεῦ γενόμενοι βασιλέες γνώμῃσι ἐχρέωντο ὁμοίῃσι καὶ σύ, ἢ μὴ χρεώμενοι γνώμῃσι τοιαύτῃσι ἄλλους συμβούλους εἶχον τοιούτους, οὐκ ἄν κοτε εἶδες αὐτὰ ἐς τοῦτο προελθόντα· νῦν δὲ κινδύνους ἀναρριπτέοντες ἐς τοῦτο σφέα προηγάγοντο. μεγάλα γὰρ πρήγματα μεγάλοισι κινδύνοισι ἐθέλει καταιρέεσθαι.

50.4. Great successes are not won except by great risks. So we will do as they did; we are travelling in the fairest season of the year, and we will return home the conquerors of all Europe without suffering famine or any other harm anywhere. First, we carry ample provisions with us on our march; second, we will have the food of those whose land and nation we invade; for we are marching against men who are tillers of the soil, not nomads.”

50.4. ἡμεῖς τοίνυν ὁμοιεύμενοι ἐκείνοισι ὥρην τε τοῦ ἔτεος καλλίστην πορευόμεθα, καὶ καταστρεψάμενοι πᾶσαν τὴν Εὐρώπην νοστήσομεν ὀπίσω, οὔτε λιμῷ ἐντυχόντες οὐδαμόθι οὔτε ἄλλο ἄχαρι οὐδὲν παθόντες. τοῦτο μὲν γὰρ αὐτοὶ πολλὴν φορβὴν φερόμενοι πορευόμεθα, τοῦτο δέ, τῶν ἄν κου ἐπιβέωμεν γῆν καὶ ἔθνος, τούτων τὸν σῖτον ἕξομεν· ἐπʼ ἀροτῆρας δὲ καὶ οὐ νομάδας στρατευόμεθα ἄνδρας.

51.1. Then said Artabanus: “O king, I see that you will not allow us to fear any danger. But take from me this advice, as there is need for much speaking when our affairs are so great.

51.1. λέγει Ἀρτάβανος μετὰ ταῦτα ὦ βασιλεῦ, ἐπείτε ἀρρωδέειν οὐδὲν ἐᾷς πρῆγμα, σὺ δέ μευ συμβουλίην ἔνδεξαι· ἀναγκαίως γὰρ ἔχει περὶ πολλῶν πρηγμάτων πλεῦνα λόγον ἐκτεῖναι. Κῦρος ὁ Καμβύσεω Ἰωνίην πᾶσαν πλὴν Ἀθηναίων κατεστρέψατο δασμοφόρον εἶναι Πέρσῃσι.

51.2. Cyrus son of Cambyses subdued and made tributary to Persia all Ionians except only the Athenians. I advise you by no means to lead these Ionians against the land of their fathers, since even without their aid we are well able to overcome our enemies. If they come with our army, they must either behave very unjustly by enslaving their mother city, or very justly by aiding it to be free.

51.2. τούτους ὦν τοὺς ἄνδρας συμβουλεύω τοι μηδεμιῇ μηχανῇ ἄγειν ἐπὶ τοὺς πατέρας· καὶ γὰρ ἄνευ τούτων οἷοί τε εἰμὲν τῶν ἐχθρῶν κατυπέρτεροι γίνεσθαι. ἢ γὰρ σφέας, ἢν ἕπωνται, δεῖ ἀδικωτάτους γίνεσθαι καταδουλουμένους τὴν μητρόπολιν, ἢ δικαιοτάτους συνελευθεροῦντας.

51.3. If they deal very unjustly they bring us no great advantage, but by dealing very justly they may well do great harm to your army. Take to heart the truth of that ancient saying, that the end of every matter is not revealed at its beginning.”

51.3. ἀδικώτατοι μέν νυν γινόμενοι οὐδὲν κέρδος μέγα ἡμῖν προσβάλλουσι, δικαιότατοι δὲ γινόμενοι οἷοί τε δηλήσασθαι μεγάλως τὴν σὴν στρατιὴν γίνονται. ἐς θυμὸν ὦν βάλευ καὶ τὸ παλαιὸν ἔπος ὡς εὖ εἴρηται, τὸ μὴ ἅμα ἀρχῇ πᾶν τέλος καταφαίνεσθαι.

52.1. Xerxes answered, “Artabanus, in all your pronouncements you are most mistaken when you fear that the Ionians might change sides; we have the surest guarantee for them, and you and all who marched with Darius against the Scythians can bear witness. They had the power to destroy or to save the whole Persian army, and they gave proof of their justice and faithfulness, with no evil intent.

52.1. ἀμείβεται πρὸς ταῦτα Ξέρξης Ἀρτάβανε, τῶν ἀπεφήναο γνωμέων σφάλλεαι κατὰ ταύτην δὴ μάλιστα, ὃς Ἴωνας φοβέαι μὴ μεταβάλωσι, τῶν ἔχομεν γνῶμα μέγιστον, τῶν σύ τε μάρτυς γίνεαι καὶ οἱ συστρατευσάμενοι Δαρείῳ ἄλλοι ἐπὶ Σκύθας, ὅτι ἐπὶ τούτοισι ἡ πᾶσα Περσικὴ στρατιὴ ἐγένετο διαφθεῖραι καὶ περιποιῆσαι, οἳ δὲ δικαιοσύνην καὶ πιστότητα ἐνέδωκαν, ἄχαρι δὲ οὐδέν.

52.2. Moreover, since they have left their children and wives and possessions in our country, we need not consider it even possible that they will make any violent change. So be rid of that fear; keep a stout heart and guard my household and tyranny; to you alone I entrust the symbols of my kingship.”

52.2. πάρεξ δὲ τούτου, ἐν τῇ ἡμετέρῃ καταλιπόντας τέκνα καὶ γυναῖκας καὶ χρήματα οὐδʼ ἐπιλέγεσθαι χρὴ νεώτερόν τι ποιήσειν. οὕτω μηδὲ τοῦτο φοβέο, ἀλλὰ θυμὸν ἔχων ἀγαθὸν σῶζε οἶκόν τε τὸν ἐμὸν καὶ τυραννίδα τὴν ἐμήν· σοὶ γὰρ ἐγὼ μούνῳ ἐκ πάντων σκῆπτρα τὰ ἐμὰ ἐπιτράπω.

53.1. Xerxes spoke thus and sent Artabanus away to Susa. He next sent for the most notable among the Persians, and when they were present he said, “Persians, I have assembled you to make this demand, that you bear yourselves bravely and never sully the great and glorious former achievements of the Persians. Let us each and all be zealous, for the good that we seek is common to all.

53.1. ταῦτα εἴπας καὶ Ἀρτάβανον ἀποστείλας ἐς Σοῦσα δεύτερα μετεπέμψατο Ξέρξης Περσέων τοὺς δοκιμωτάτους· ἐπεὶ δέ οἱ παρῆσαν, ἔλεγέ σφι τάδε. ὦ Πέρσαι, τῶνδʼ ἐγὼ ὑμέων χρηίζων συνέλεξα, ἄνδρας τε γενέσθαι ἀγαθοὺς καὶ μὴ καταισχύνειν τὰ πρόσθε ἐργασμένα Πέρσῃσι, ἐόντα μεγάλα τε καὶ πολλοῦ ἄξια, ἀλλʼ εἷς τε ἕκαστος καὶ οἱ σύμπαντες προθυμίην ἔχωμεν· ξυνὸν γὰρ πᾶσι τοῦτο ἀγαθὸν σπεύδεται.

53.2. For these reasons I bid you set your hands to the war strenuously; I know that we march against valiant men, and if we overcome them it is certain that no other human army will ever withstand us. Let us now cross over, after praying to the gods who hold Persia for their allotted realm.”

53.2. τῶνδε δὲ εἵνεκα προαγορεύω ἀντέχεσθαι τοῦ πολέμου ἐντεταμένως· ὡς γὰρ ἐγὼ πυνθάνομαι, ἐπʼ ἄνδρας στρατευόμεθα ἀγαθούς, τῶν ἢν κρατήσωμεν, οὐ μή τις ἡμῖν ἄλλος στρατὸς ἀντιστῇ κοτε ἀνθρώπων. νῦν δὲ διαβαίνωμεν ἐπευξάμενοι τοῖσι θεοῖσι οἳ Πέρσας λελόγχασι.

54.1. All that day they made preparations for the crossing. On the next they waited until they could see the sun rise, burning all kinds of incense on the bridges and strewing the road with myrtle boughs.

54.1. ταύτην μὲν τὴν ἡμέρην παρεσκευάζοντο ἐς τὴν διάβασιν· τῇ δὲ ὑστεραίῃ ἀνέμενον τὸν ἥλιον ἐθέλοντες ἰδέσθαι ἀνίσχοντα, θυμιήματά τε παντοῖα ἐπὶ τῶν γεφυρέων καταγίζοντες καὶ μυρσίνῃσι στορνύντες τὴν ὁδόν.

54.2. At sunrise Xerxes poured a libation from a golden phial into the sea, praying to the sun that no accident might befall him which would keep him from subduing Europe before he reached its farthest borders. After the prayer, he cast the phial into the Hellespont, and along with it a golden bowl, and a Persian sword which they call “acinaces.”

54.2. ὡς δʼ ἐπανέτελλε ὁ ἥλιος, σπένδων ἐκ χρυσέης φιάλης Ξέρξης ἐς τὴν θάλασσαν εὔχετο πρὸς τὸν ἥλιον μηδεμίαν οἱ συντυχίην τοιαύτην γενέσθαι, ἥ μιν παύσει καταστρέψασθαι τὴν Εὐρώπην πρότερον ἢ ἐπὶ τέρμασι τοῖσι ἐκείνης γένηται. εὐξάμενος δὲ ἐσέβαλε τὴν φιάλην ἐς τὸν Ἑλλήσποντον καὶ χρύσεον κρητῆρα καὶ Περσικὸν ξίφος, τὸν ἀκινάκην καλέουσι.

54.3. As for these, I cannot rightly determine whether he cast them into the sea for offerings to the sun, or repented having whipped the Hellespont and gave gifts to the sea as atonement.

54.3. ταῦτα οὐκ ἔχω ἀτρεκέως διακρῖναι οὔτε εἰ τῷ ἡλίῳ ἀνατιθεὶς κατῆκε ἐς τὸ πέλαγος, οὔτε εἰ μετεμέλησέ οἱ τὸν Ἑλλήσποντον μαστιγώσαντι καὶ ἀντὶ τούτων τὴν θάλασσαν ἐδωρέετο.

55.1. When they had done this they crossed over, the foot and horse all by the bridge nearest to the Pontus, the beasts of burden and the service train by the bridge towards the Aegean.

55.1. ὡς δὲ ταῦτά οἱ ἐπεποίητο, διέβαινον κατὰ μὲν τὴν ἑτέρην τῶν γεφυρέων τὴν πρὸς τοῦ Πόντου ὁ πεζός τε καὶ ἡ ἵππος ἅπασα, κατὰ δὲ τὴν πρὸς τὸ Αἰγαῖον τὰ ὑποζύγια καὶ ἡ θεραπηίη.

55.2. The ten thousand Persians, all wearing garlands, led the way, and after them came the mixed army of diverse nations. All that day these crossed; on the next, first crossed the horsemen and the ones who carried their spears reversed; these also wore garlands.

55.2. ἡγέοντο δὲ πρῶτα μὲν οἱ μύριοι Πέρσαι, ἐστεφανωμένοι πάντες, μετὰ δὲ τούτους ὁ σύμμικτος στρατὸς παντοίων ἐθνέων. ταύτην μὲν τὴν ἡμέρην οὗτοι, τῇ δὲ ὑστεραίῃ πρῶτοι μὲν οἵ τε ἱππόται καὶ οἱ τὰς λόγχας κάτω τρέποντες· ἐστεφάνωντο δὲ καὶ οὗτοι.

55.3. After them came the sacred horses and the sacred chariot, then Xerxes himself and the spearmen and the thousand horse, and after them the rest of the army. Meanwhile the ships put out and crossed to the opposite shore. But I have also heard that the king crossed last of all.

55.3. μετὰ δὲ οἵ τε ἵπποι οἱ ἱροὶ καὶ τὸ ἅρμα τὸ ἱρόν, ἐπὶ δὲ αὐτός τε Ξέρξης καὶ οἱ αἰχμοφόροι καὶ οἱ ἱππόται οἱ χίλιοι, ἐπὶ δὲ τούτοισι ὁ ἄλλος στρατός. καὶ αἱ νέες ἅμα ἀνήγοντο ἐς τὴν ἀπεναντίον. ἤδη δὲ ἤκουσα καὶ ὕστατον διαβῆναι βασιλέα πάντων.

56.1. When Xerxes had passed over to Europe, he viewed his army crossing under the lash. Seven days and seven nights it was in crossing, with no pause.

56.1. Ξέρξης δὲ ἐπεὶ διέβη ἐς τὴν Εὐρώπην, ἐθηεῖτο τὸν στρατὸν ὑπὸ μαστίγων διαβαίνοντα· διέβη δὲ ὁ στρατὸς αὐτοῦ ἐν ἑπτὰ ἡμέρῃσι καὶ ἐν ἑπτὰ εὐφρόνῃσι, ἐλινύσας οὐδένα χρόνον.

56.2. It is said that when Xerxes had now crossed the Hellespont, a man of the Hellespont cried, “O Zeus, why have you taken the likeness of a Persian man and changed your name to Xerxes, leading the whole world with you to remove Hellas from its place? You could have done that without these means.”

56.2. ἐνθαῦτα λέγεται, Ξέρξεω ἤδη διαβεβηκότος τὸν Ἑλλήσποντον, ἄνδρα εἰπεῖν Ἑλλησπόντιον ὦ Ζεῦ, τί δὴ ἀνδρὶ εἰδόμενος Πέρσῃ καὶ οὔνομα ἀντὶ Διὸς Ξέρξην θέμενος ἀνάστατον τὴν Ἑλλάδα θέλεις ποιῆσαι, ἄγων πάντας ἀνθρώπους; καὶ γὰρ ἄνευ τούτων ἐξῆν τοι ποιέειν ταῦτα.

57.1. When all had passed over and were ready for the road, a great portent appeared among them. Xerxes took no account of it, although it was easy to interpret: a mare gave birth to a hare. The meaning of it was easy to guess: Xerxes was to march his army to Hellas with great pomp and pride, but to come back to the same place fleeing for his life.

57.1. ὡς δὲ διέβησαν πάντες, ἐς ὁδὸν ὁρμημένοισι τέρας σφι ἐφάνη μέγα, τὸ Ξέρξης ἐν οὐδενὶ λόγῳ ἐποιήσατο καίπερ εὐσύμβλητον ἐόν· ἵππος γὰρ ἔτεκε λαγόν. εὐσύμβλητον ὦν τῇδε τοῦτο ἐγένετο, ὅτι ἔμελλε μὲν ἐλᾶν στρατιὴν ἐπὶ τὴν Ἑλλάδα Ξέρξης ἀγαυρότατα καὶ μεγαλοπρεπέστατα, ὀπίσω δὲ περὶ ἑωυτοῦ τρέχων ἥξειν ἐς τὸν αὐτὸν χῶρον. ἐγένετο δὲ καὶ ἕτερον αὐτῷ τέρας ἐόντι ἐν Σάρδισι·

57.2. There was another portent that was shown to him at Sardis: a mule gave birth to a mule that had double genitals, both male and female, the male above the other. But he took no account of either sign and journeyed onward; the land army was with him.

57.2. ἡμίονος γὰρ ἔτεκε ἡμίονον διξὰ ἔχουσαν αἰδοῖα, τὰ μὲν ἔρσενος τὰ δὲ θηλέης· κατύπερθε δὲ ἦν τὰ τοῦ ἔρσενος. τῶν ἀμφοτέρων λόγον οὐδένα ποιησάμενος τὸ πρόσω ἐπορεύετο, σὺν δέ οἱ ὁ πεζὸς στρατός.

58.1. His navy sailed out of the Hellespont and travelled along the land, going across from the land army.

58.1. ὁ δὲ ναυτικὸς ἔξω τὸν Ἑλλήσποντον πλέων παρὰ γῆν ἐκομίζετο, τὰ ἔμπαλιν πρήσσων τοῦ πεζοῦ.

58.2. The ships sailed westwards, laying their course for the headland of Sarpedon, where Xerxes had ordered them to go and wait for him; the army of the mainland travelled towards the east and the sunrise through the Chersonese, with the tomb of Athamas' daughter Helle on its right and the town of Cardia on its left, marching through the middle of a city called Agora.

58.2. ὃ μὲν γὰρ πρὸς ἑσπέρην ἔπλεε, ἐπὶ Σαρπηδονίης ἄκρης ποιεύμενος τὴν ἄπιξιν, ἐς τὴν αὐτῷ προείρητο ἀπικομένῳ περιμένειν· ὁ δὲ κατʼ ἤπειρον στρατὸς πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολὰς ἐποιέετο τὴν ὁδὸν διὰ τῆς Χερσονήσου, ἐν δεξιῇ μὲν ἔχων τὸν Ἕλλης τάφον τῆς Ἀθάμαντος, ἐν ἀριστερῇ δὲ Καρδίην πόλιν, διὰ μέσης δὲ πορευόμενος πόλιος τῇ οὔνομα τυγχάνει ἐὸν Ἀγορή.

58.3. From there they rounded the head of the Black Bay (as it is called) and crossed the Black River, which could not hold its own then against the army, but gave out—crossing this river, which gives its name to the bay, they went westwards, past the Aeolian city of Aenus and the marsh of Stentor, until they came to Doriscus.

58.3. ἐνθεῦτεν δὲ κάμπτων τὸν κόλπον τὸν Μέλανα καλεόμενον καὶ Μέλανα ποταμόν, οὐκ ἀντισχόντα τότε τῇ στρατιῇ τὸ ῥέεθρον ἀλλʼ ἐπιλιπόντα, τοῦτον τὸν ποταμὸν διαβάς, ἐπʼ οὗ καὶ ὁ κόλπος οὗτος τὴν ἐπωνυμίην ἔχει, ἤιε πρὸς ἑσπέρην, Αἶνόν τε πόλιν Αἰολίδα καὶ Στεντορίδα λίμνην παρεξιών, ἐς ὃ ἀπίκετο ἐς Δορίσκον.

59.1. The territory of Doriscus is in Thrace, a wide plain by the sea, and through it flows a great river, the Hebrus; here had been built that royal fortress which is called Doriscus, and a Persian guard had been posted there by Darius ever since the time of his march against Scythia.

59.1. ὁ δὲ Δορίσκος ἐστὶ τῆς Θρηίκης αἰγιαλός τε καὶ πεδίον μέγα, διὰ δὲ αὐτοῦ ῥέει ποταμὸς μέγας Ἕβρος· ἐν τῷ τεῖχός τε ἐδέδμητο βασιλήιον τοῦτο τὸ δὴ Δορίσκος κέκληται, καὶ Περσέων φρουρὴ ἐν αὐτῷ κατεστήκεε ὑπὸ Δαρείου ἐξ ἐκείνου τοῦ χρόνου ἐπείτε ἐπὶ Σκύθας ἐστρατεύετο.

59.2. It seemed to Xerxes to be a fit place for him to arrange and number his army, and he did so. All the ships had now arrived at Doriscus, and the captains at Xerxes' command brought them to the beach near Doriscus, where stands the Samothracian city of Sane, and Zone; at the end is Serreum, a well-known headland. This country was in former days possessed by the Cicones.

59.2. ἔδοξε ὦν τῷ Ξέρξῃ ὁ χῶρος εἶναι ἐπιτήδεος ἐνδιατάξαι τε καὶ ἐξαριθμῆσαι τὸν στρατόν, καὶ ἐποίεε ταῦτα. τὰς μὲν δὴ νέας τὰς πάσας ἀπικομένας ἐς Δορίσκον οἱ ναύαρχοι κελεύσαντος Ξέρξεω ἐς τὸν αἰγιαλὸν τὸν προσεχέα Δορίσκῳ ἐκόμισαν, ἐν τῷ Σάλη τε Σαμοθρηικίη πεπόλισται πόλις καὶ Ζώνη, τελευτᾷ δὲ αὐτοῦ Σέρρειον ἄκρη ὀνομαστή. ὁ δὲ χῶρος οὗτος τὸ παλαιὸν ἦν Κικόνων.

59.3. To this beach they brought in their ships and hauled them up for rest. Meanwhile Xerxes made a reckoning of his forces at Doriscus.

59.3. ἐς τοῦτον τὸν αἰγιαλὸν κατασχόντες τὰς νέας ἀνέψυχον ἀνελκύσαντες. ὁ δὲ ἐν τῷ Δορίσκῳ τοῦτον τὸν χρόνον τῆς στρατιῆς ἀριθμὸν ἐποιέετο.

60.1. I cannot give the exact number that each part contributed to the total, for there is no one who tells us that; but the total of the whole land army was shown to be one million and seven hundred thousand.

60.1. ὅσον μέν νυν ἕκαστοι παρεῖχον πλῆθος ἐς ἀριθμόν, οὐκ ἔχω εἰπεῖν τὸ ἀτρεκές· οὐ γὰρ λέγεται πρὸς οὐδαμῶν ἀνθρώπων· σύμπαντος δὲ τοῦ στρατοῦ τοῦ πεζοῦ τὸ πλῆθος ἐφάνη ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδες.

60.2. They were counted in this way: ten thousand men were collected in one place, and when they were packed together as closely as could be a line was drawn around them; when this was drawn, the ten thousand were sent away and a wall of stones was built on the line reaching up to a man's navel;

60.2. ἐξηρίθμησαν δὲ τόνδε τὸν τρόπον· συνήγαγόν τε ἐς ἕνα χῶρον μυριάδα ἀνθρώπων, καὶ συννάξαντες ταύτην ὡς μάλιστα εἶχον περιέγραψαν ἔξωθεν κύκλον· περιγράψαντες δὲ καὶ ἀπέντες τοὺς μυρίους αἱμασιὴν περιέβαλον κατὰ τὸν κύκλον, ὕψος ἀνήκουσαν ἀνδρὶ ἐς τὸν ὀμφαλόν·

60.3. when this was done, others were brought into the walled space, until in this way all were numbered. When they had been numbered, they were marshalled by nations.

60.3. ταύτην δὲ ποιήσαντες ἄλλους ἐσεβίβαζον ἐς τὸ περιοικοδομημένον, μέχρι οὗ πάντας τούτῳ τῷ τρόπῳ ἐξηρίθμησαν. ἀριθμήσαντες δὲ κατὰ ἔθνεα διέτασσον.

61.1. The men who served in the army were the following: the Persians were equipped in this way: they wore on their heads loose caps called tiaras, and on their bodies embroidered sleeved tunics, with scales of iron like the scales of fish in appearance, and trousers on their legs; for shields they had wicker bucklers, with quivers hanging beneath them; they carried short spears, long bows, and reed arrows, and daggers that hung from the girdle by the right thigh.

61.1. οἱ δὲ στρατευόμενοι οἵδε ἦσαν, Πέρσαι μὲν ὧδε ἐσκευασμένοι· περὶ μὲν τῇσι κεφαλῇσι εἶχον τιάρας καλεομένους πίλους ἀπαγέας, περὶ δὲ τὸ σῶμα κιθῶνας χειριδωτοὺς ποικίλους, … λεπίδος σιδηρέης ὄψιν ἰχθυοειδέος, περὶ δὲ τὰ σκέλεα ἀναξυρίδας, ἀντὶ δὲ ἀσπίδων γέρρα· ὑπὸ δὲ φαρετρεῶνες ἐκρέμαντο· αἰχμὰς δὲ βραχέας εἶχον, τόξα δὲ μεγάλα, ὀιστοὺς δὲ καλαμίνους, πρὸς δὲ ἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρὸν παραιωρεύμενα ἐκ τῆς ζώνης.

61.2. Their commander was Otanes, son of Amestris and father of Xerxes' wife. They were formerly called by the Greeks Cephenes, but by themselves and their neighbors Artaei.

61.2. καὶ ἄρχοντα παρείχοντο Ὀτάνεα τὸν Ἀμήστριος πατέρα τῆς Ξέρξεω γυναικός, ἐκαλέοντο δὲ πάλαι ὑπὸ μὲν Ἑλλήνων Κηφῆνες, ὑπὸ μέντοι σφέων αὐτῶν καὶ τῶν περιοίκων Ἀρταῖοι.

61.3. When Perseus son of Danae and Zeus had come to Cepheus son of Belus and married his daughter Andromeda, a son was born to him whom he called Perses, and he left him there; for Cepheus had no male offspring; it was from this Perses that the Persians took their name.

61.3. ἐπεὶ δὲ Περσεὺς ὁ Δανάης τε καὶ Διὸς ἀπίκετο παρὰ Κηφέα τὸν Βήλου καὶ ἔσχε αὐτοῦ τὴν θυγατέρα Ἀνδρομέδην, γίνεται αὐτῷ παῖς τῷ οὔνομα ἔθετο Πέρσην, τοῦτον δὲ αὐτοῦ καταλείπει· ἐτύγχανε γὰρ ἄπαις ἐὼν ὁ Κηφεὺς ἔρσενος γόνου. ἐπὶ τούτου δὴ τὴν ἐπωνυμίην ἔσχον.

62.1. The Medes in the army were equipped like the Persians; indeed, that fashion of armor is Median, not Persian. Their commander was Tigranes, an Achaemenid. The Medes were formerly called by everyone Arians, but when the Colchian woman Medea came from Athens to the Arians they changed their name, like the Persians. This is the Medes' own account of themselves.

62.1. Μῆδοι δὲ τὴν αὐτὴν ταύτην ἐσταλμένοι ἐστρατεύοντο· Μηδικὴ γὰρ αὕτη ἡ σκευή ἐστι καὶ οὐ Περσική. οἱ δὲ Μῆδοι ἄρχοντα μὲν παρείχοντο Τιγράνην ἄνδρα Ἀχαιμενίδην, ἐκαλέοντο δὲ πάλαι πρὸς πάντων Ἄριοι, ἀπικομένης δὲ Μηδείης τῆς Κολχίδος ἐξ Ἀθηνέων ἐς τοὺς Ἀρίους τούτους μετέβαλον καὶ οὗτοι τὸ οὔνομα. αὐτοὶ περὶ σφέων ὧδε λέγουσι Μῆδοι.

62.2. The Cissians in the army were equipped like the Persians, but they wore turbans instead of caps. Their commander was Anaphes son of Otanes. The Hyrcanians were armed like the Persians; their leader was Megapanus, who was afterwards the governor of Babylon.

62.2. Κίσσιοι δὲ στρατευόμενοι τὰ μὲν ἄλλα κατά περ Πέρσαι ἐσκευάδατο, ἀντὶ δὲ τῶν πίλων μιτρηφόροι ἦσαν. Κισσίων δὲ ἦρχε Ἀνάφης ὁ Ὀτάνεω. Ὑρκάνιοι δὲ κατά περ Πέρσαι ἐσεσάχατο, ἡγεμόνα παρεχόμενοι Μεγάπανον τὸν Βαβυλῶνος ὕστερον τούτων ἐπιτροπεύσαντα.

63.1. The Assyrians in the army wore on their heads helmets of twisted bronze made in an outlandish fashion not easy to describe. They carried shields and spears and daggers of Egyptian fashion, and also wooden clubs studded with iron, and they wore linen breastplates. They are called by the Greeks Syrians, but the foreigners called them Assyrians. With them were the Chaldeans. Their commander was Otaspes son of Artachaees.

63.1. Ἀσσύριοι δὲ στρατευόμενοι περὶ μὲν τῇσι κεφαλῇσι εἶχον χάλκεά τε κράνεα καὶ πεπλεγμένα τρόπον τινὰ βάρβαρον οὐκ εὐαπήγητον, ἀσπίδας δὲ καὶ αἰχμὰς καὶ ἐγχειρίδια παραπλήσια τῇσι Αἰγυπτίῃσι εἶχον, πρὸς δὲ ῥόπαλα ξύλων τετυλωμένα σιδήρῳ, καὶ λινέους θώρηκας. οὗτοι δὲ ὑπὸ μὲν Ἑλλήνων καλέονται Σύριοι, ὑπὸ δὲ τῶν βαρβάρων Ἀσσύριοι ἐκλήθησαν. τούτων δὲ μεταξὺ Χαλδαῖοι. Ἦρχε δὲ σφέων Ὀτάσπης ὁ Ἀρταχαίεω.

64.1. The Bactrians in the army wore a headgear very similar to the Median, carrying their native reed bows and short spears.

64.1. Βάκτριοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι ἀγχότατα τῶν Μηδικῶν ἔχοντες ἐστρατεύοντο, τόξα δὲ καλάμινα ἐπιχώρια καὶ αἰχμὰς βραχέας.

64.2. The Sacae, who are Scythians, had on their heads tall caps, erect and stiff and tapering to a point; they wore trousers, and carried their native bows, and daggers, and also axes which they call “sagaris.” These were Amyrgian Scythians, but were called Sacae; that is the Persian name for all Scythians. The commander of the Bactrians and Sacae was Hystaspes, son of Darius and Cyrus' daughter Atossa.

64.2. Σάκαι δὲ οἱ Σκύθαι περὶ μὲν τῇσι κεφαλῇσι κυρβασίας ἐς ὀξὺ ἀπηγμένας ὀρθὰς εἶχον πεπηγυίας, ἀναξυρίδας δὲ ἐνεδεδύκεσαν, τόξα δὲ ἐπιχώρια καὶ ἐγχειρίδια, πρὸς δὲ καὶ ἀξίνας σαγάρις εἶχον. τούτους δὲ ἐόντας Σκύθας Ἀμυργίους Σάκας ἐκάλεον· οἱ γὰρ Πέρσαι πάντας τοὺς Σκύθας καλέουσι Σάκας. Βακτρίων δὲ καὶ Σακέων ἦρχε Ὑστάσπης ὁ Δαρείου τε καὶ Ἀτόσσης τῆς Κύρου.

65.1. The Indians wore garments of tree-wool, and carried reed bows and iron-tipped reed arrows. Such was their equipment; they were appointed to march under the command of Pharnazathres son of Artabates.

65.1. Ἰνδοὶ δὲ εἵματα μὲν ἐνδεδυκότες ἀπὸ ξύλων πεποιημένα, τόξα δὲ καλάμινα εἶχον καὶ ὀιστοὺς καλαμίνους· ἐπὶ δὲ σίδηρος ἦν. ἐσταλμένοι μὲν δὴ ἦσαν οὕτω Ἰνδοί, προσετετάχατο δὲ συστρατευόμενοι Φαρναζάθρῃ τῷ Ἀρταβάτεω.

66.1. The Arians were equipped with Median bows, but in all else like the Bactrians; their commander was Sisamnes son of Hydarnes. The Parthians, Chorasmians, Sogdians, Gandarians, and Dadicae in the army had the same equipment as the Bactrians.

66.1. ἄριοι δὲ τόξοισι μὲν ἐσκευασμένοι ἦσαν Μηδικοῖσι, τὰ δὲ ἄλλα κατά περ Βάκτριοι. Ἀρίων δὲ ἦρχε Σισάμνης ὁ Ὑδάρνεος. Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Γανδάριοι καὶ Δαδίκαι τὴν αὐτὴν σκευὴν ἔχοντες τὴν καὶ Βάκτριοι ἐστρατεύοντο.

66.2. The Parthians and Chorasmians had for their commander Artabazus son of Pharnaces, the Sogdians Azanes son of Artaeus, the Gandarians and Dadicae Artyphius son of Artabanus.

66.2. τούτων δὲ ἦρχον οἵδε. Πάρθων μὲν καὶ Χορασμίων Ἀρτάβαζος ὁ Φαρνάκεος, Σόγδων δὲ Ἀζάνης ὁ Ἀρταίου, Γανδαρίων δὲ καὶ Δαδικέων Ἀρτύφιος ὁ Ἀρταβάνου.

67.1. The Caspians in the army wore cloaks and carried their native reed bows and short swords. Such was their equipment; their leader was Ariomardus, brother of Artyphius. The Sarangae were conspicuous in their dyed garments and knee-high boots, carrying bows and Median spears. Their commander was Pherendates son of Megabazus. The Pactyes wore cloaks and carried their native bows and daggers; their commander was Artayntes son of Ithamitres.

67.1. Κάσπιοι δὲ σισύρνας τε ἐνδεδυκότες καὶ τόξα ἐπιχώρια καλάμινα ἔχοντες καὶ ἀκινάκας ἐστρατεύοντο. οὗτοι μὲν οὕτω ἐσκευάδατο, ἡγεμόνα παρεχόμενοι Ἀριόμαρδον τὸν Ἀρτυφίου ἀδελφεόν, Σαράγγαι δὲ εἵματα μὲν βεβαμμένα ἐνέπρεπον ἔχοντες, πέδιλα δὲ ἐς γόνυ ἀνατείνοντα εἶχον, τόξα δὲ καὶ αἰχμὰς Μηδικάς. Σαραγγέων δὲ ἦρχε Φερενδάτης ὁ Μεγαβάζου. Πάκτυες δὲ σισυρνοφόροι τε ἦσαν καὶ τόξα ἐπιχώρια εἶχον καὶ ἐγχειρίδια. Πάκτυες δὲ ἄρχοντα παρείχοντο Ἀρταΰντην τὸν Ἰθαμίτρεω.

68.1. The Utians and Mycians and Paricanians were equipped like the Pactyes; the Utians and Mycians had for their commander Arsamenes son of Darius, the Paricanians Siromitres son of Oeobazus.

68.1. Οὔτιοι δὲ καὶ Μύκοι τε καὶ Παρικάνιοι ἐσκευασμένοι ἦσαν κατά περ Πάκτυες. τούτων δὲ ἦρχον οἵδε, Οὐτίων μὲν καὶ Μύκων Ἀρσαμένης ὁ Δαρείου, Παρικανίων δὲ Σιρομίτρης ὁ Οἰοβάζου.

69.1. The Arabians wore mantles girded up, and carried at their right side long bows curving backwards. The Ethiopians were wrapped in skins of leopards and lions, and carried bows made of palmwood strips, no less than four cubits long, and short arrows pointed not with iron but with a sharpened stone that they use to carve seals; furthermore, they had spears pointed with a gazelle's horn sharpened like a lance, and also studded clubs.

69.1. Ἀράβιοι δὲ ζειρὰς ὑπεζωσμένοι ἦσαν, τόξα δέ παλίντονα εἶχον πρὸς δεξιά, μακρά. Αἰθίοπες δὲ παρδαλέας τε καὶ λεοντέας ἐναμμένοι, τόξα δὲ εἶχον ἐκ φοίνικος σπάθης πεποιημένα, μακρά, τετραπηχέων οὐκ ἐλάσσω, ἐπὶ δὲ καλαμίνους ὀιστοὺς μικρούς· ἀντὶ δὲ σιδήρου ἐπῆν λίθος ὀξὺς πεποιημένος, τῷ καὶ τὰς σφρηγῖδας γλύφουσι· πρὸς δὲ αἰχμὰς εἶχον, ἐπὶ δὲ κέρας δορκάδος ἐπῆν ὀξὺ πεποιημένον τρόπον λόγχης· εἶχον δὲ καὶ ῥόπαλα τυλωτά. τοῦ δὲ σώματος τὸ μὲν ἥμισυ ἐξηλείφοντο γύψῳ ἰόντες ἐς μάχην, τὸ δὲ ἄλλο ἥμισυ μίλτῳ.

69.2. When they went into battle they painted half their bodies with gypsum and the other half with vermilion. The Arabians and the Ethiopians who dwell above Egypt had as commander Arsames, the son of Darius and Artystone daughter of Cyrus, whom Darius loved best of his wives; he had an image made of her of hammered gold.

69.2. Ἀραβίων δὲ καὶ Αἰθιόπων τῶν ὑπὲρ Αἰγύπτου οἰκημένων ἦρχε Ἀρσάμης ὁ Δαρείου καὶ Ἀρτυστώνης τῆς Κύρου θυγατρός, τὴν μάλιστα στέρξας τῶν γυναικῶν Δαρεῖος εἰκὼ χρυσέην σφυρήλατον ἐποιήσατο.

70.1. The Ethiopians above Egypt and the Arabians had Arsames for commander, while the Ethiopians of the east (for there were two kinds of them in the army) served with the Indians; they were not different in appearance from the others, only in speech and hair: the Ethiopians from the east are straight-haired, but the ones from Libya have the woolliest hair of all men.

70.1. τῶν μὲν δὴ ὑπὲρ Αἰγύπτου Αἰθιόπων καὶ Ἀραβίων ἦρχε Ἀρσάμης, οἱ δὲ ἀπὸ ἡλίου ἀνατολέων Αἰθίοπες (διξοὶ γὰρ δὴ ἐστρατεύοντο) προσετετάχατο τοῖσι Ἰνδοῖσι, διαλλάσσοντες εἶδος μὲν οὐδὲν τοῖσι ἑτέροισι, φωνὴν δὲ καὶ τρίχωμα μοῦνον· οἱ μὲν γὰρ ἀπὸ ἡλίου Αἰθίοπες ἰθύτριχες εἰσί, οἱ δʼ ἐκ τῆς Λιβύης οὐλότατον τρίχωμα ἔχουσι πάντων ἀνθρώπων.

70.2. These Ethiopians of Asia were for the most part armed like the Indians; but they wore on their heads the skins of horses' foreheads, stripped from the head with ears and mane; the mane served them for a crest, and they wore the horses' ears stiff and upright; for shields they had bucklers of the skin of cranes.

70.2. οὗτοι δὲ οἱ ἐκ τῆς Ἀσίης Αἰθίοπες τὰ μὲν πλέω κατά περ Ἰνδοὶ ἐσεσάχατο, προμετωπίδια δὲ ἵππων εἶχον ἐπὶ τῇσι κεφαλῇσι σύν τε τοῖσι ὠσὶ ἐκδεδαρμένα καὶ τῇ λοφιῇ· καὶ ἀντὶ μὲν λόφου ἡ λοφιὴ κατέχρα, τὰ δὲ ὦτα τῶν ἵππων ὀρθὰ πεπηγότα εἶχον· προβλήματα δὲ ἀντʼ ἀσπίδων ἐποιεῦντο γεράνων δοράς.

71.1. The Libyans came in leather garments, using javelins of burnt wood. Their commander was Massages son of Oarizus.

71.1. Λίβυες δὲ σκευὴν μὲν σκυτίνην ἤισαν ἔχοντες, ἀκοντίοισι δὲ ἐπικαύτοισι χρεώμενοι, ἄρχοντα δὲ παρείχοντο Μασσάγην τὸν Ὀαρίζου.

72.1. The Paphlagonians in the army had woven helmets on their heads, and small shields and short spears, and also javelins and daggers; they wore their native shoes that reach midway to the knee. The Ligyes and Matieni and Mariandyni and Syrians were equipped like the Paphlagonians. These Syrians are called by the Persians Cappadocians.

72.1. Παφλαγόνες δὲ ἐστρατεύοντο ἐπὶ μὲν τῇσι κεφαλῇσι κράνεα πεπλεγμένα ἔχοντες, ἀσπίδας δὲ μικρὰς αἰχμάς τε οὐ μεγάλας, πρὸς δὲ ἀκόντια καὶ ἐγχειρίδια, περὶ δὲ τοὺς πόδας πέδιλα ἐπιχώρια ἐς μέσην κνήμην ἀνατείνοντα. Λίγυες δὲ καὶ Ματιηνοὶ καὶ Μαριανδυνοί τε καὶ Σύριοι τὴν αὐτὴν ἔχοντες Παφλαγόσι ἐστρατεύοντο. οἱ δὲ Σύριοι οὗτοι ὑπὸ Περσέων Καππαδόκαι καλέονται.

72.2. Dotus son of Megasidrus was commander of the Paphlagonians and Matieni, Gobryas son of Darius and Artystone of the Mariandyni and Ligyes and Syrians.

72.2. Παφλαγόνων μέν νυν καὶ Ματιηνῶν Δῶτος ὁ Μεγασίδρου ἦρχε, Μαριανδυνῶν δὲ καὶ Λιγύων καὶ Συρίων Γοβρύης ὁ Δαρείου τε καὶ Ἀρτυστώνης.

73.1. The Phrygian equipment was very similar to the Paphlagonian, with only a small difference. As the Macedonians say, these Phrygians were called Briges as long as they dwelt in Europe, where they were neighbors of the Macedonians; but when they changed their home to Asia, they changed their name also and were called Phrygians. The Armenians, who are settlers from Phrygia, were armed like the Phrygians. Both these together had as their commander Artochmes, who had married a daughter of Darius.

73.1. φρύγες δὲ ἀγχοτάτω τῆς Παφλαγονικῆς σκευὴν εἶχον, ὀλίγον παραλλάσσοντες. οἱ δὲ Φρύγες, ὡς Μακεδόνες λέγουσι, ἐκαλέοντο Βρίγες χρόνον ὅσον Εὐρωπήιοι ἐόντες σύνοικοι ἦσαν Μακεδόσι, μεταβάντες δὲ ἐς τὴν Ἀσίην ἅμα τῇ χώρῃ καὶ τὸ οὔνομα μετέβαλον ἐς Φρύγας. Ἀρμένιοι δὲ κατά περ Φρύγες ἐσεσάχατο, ἐόντες Φρυγῶν ἄποικοι. τούτων συναμφοτέρων ἦρχε Ἀρτόχμης Δαρείου ἔχων θυγατέρα.

74.1. The Lydian armor was most similar to the Greek. The Lydians were formerly called Meiones, until they changed their name and were called after Lydus son of Atys. The Mysians wore on their heads their native helmets, carrying small shields and javelins of burnt wood.

74.1. Λυδοὶ δὲ ἀγχοτάτω τῶν Ἑλληνικῶν εἶχον ὅπλα. οἱ δὲ Λυδοὶ Μηίονες ἐκαλεῦντο τὸ πάλαι, ἐπὶ δὲ Λυδοῦ τοῦ Ἄτους ἔσχον τὴν ἐπωνυμίην, μεταβαλόντες τὸ οὔνομα. Μυσοὶ δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι εἶχον κράνεα ἐπιχώρια, ἀσπίδας δὲ μικράς, ἀκοντίοισι δὲ ἐχρέωντο ἐπικαύτοισι.

74.2. They are settlers from Lydia, and are called Olympieni after the mountain Olympus. The commander of the Lydians and Mysians was that Artaphrenes son of Artaphrenes, who attacked Marathon with Datis.

74.2. οὗτοι δὲ εἰσὶ Λυδῶν ἄποικοι, ἀπʼ Ὀλύμπου δὲ ὄρεος καλέονται Ὀλυμπιηνοί. Λυδῶν δὲ καὶ Μυσῶν ἦρχε Ἀρταφρένης ὁ Ἀρταφρένεος ὃς ἐς Μαραθῶνα ἐσέβαλε ἅμα Δάτι.

75.1. The Thracians in the army wore fox-skin caps on their heads, and tunics on their bodies; over these they wore embroidered mantles; they had shoes of fawnskin on their feet and legs; they also had javelins and little shields and daggers.

75.1. Θρήικες δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι ἀλωπεκέας ἔχοντες ἐστρατεύοντο, περὶ δὲ τὸ σῶμα κιθῶνας, ἐπὶ δὲ ζειρὰς περιβεβλημένοι ποικίλας, περὶ δὲ τοὺς πόδας τε καὶ τὰς κνήμας πέδιλα νεβρῶν, πρὸς δὲ ἀκόντιά τε καὶ πέλτας καὶ ἐγχειρίδια μικρά.

75.2. They took the name of Bithynians after they crossed over to Asia; before that they were called (as they themselves say) Strymonians, since they lived by the Strymon; they say that they were driven from their homes by Teucrians and Mysians. The commander of the Thracians of Asia was Bassaces son of Artabanus.

75.2. οὗτοι δὲ διαβάντες μὲν ἐς τὴν Ἀσίην ἐκλήθησαν Βιθυνοί, τὸ δὲ πρότερον ἐκαλέοντο, ὡς αὐτοὶ λέγουσι, Στρυμόνιοι, οἰκέοντες ἐπὶ Στρυμόνι· ἐξαναστῆναι δὲ φασὶ ἐξ ἠθέων ὑπὸ Τευκρῶν τε καὶ Μυσῶν. Θρηίκων δὲ τῶν ἐν τῇ Ἀσίῃ ἦρχε Βασσάκης ὁ Ἀρταβάνου.

76.1. The <Pisidians> had little shields of raw oxhide; each man carried two wolf-hunters' spears; they wore helmets of bronze, and on these helmets were the ears and horns of oxen wrought in bronze, and also crests; their legs were wrapped around with strips of purple rags. Among these men is a place of divination sacred to Ares.

76.1. … ἀσπίδας δὲ ὠμοβοΐνας εἶχον σμικράς, καὶ προβόλους δύο λυκιοεργέας ἕκαστος εἶχε, ἐπὶ δὲ τῇσι κεφαλῇσι κράνεα χάλκεα· πρὸς δὲ τοῖσι κράνεσι ὦτά τε καὶ κέρεα προσῆν βοὸς χάλκεα, ἐπῆσαν δὲ καὶ λόφοι· τὰς δὲ κνήμας ῥάκεσι φοινικέοισι κατειλίχατο. ἐν τούτοισι τοῖσι ἀνδράσι Ἄρεος ἐστὶ χρηστήριον.

77.1. The Cabelees, who are Meiones and are called Lasonii, had the same equipment as the Cilicians; when I come in my narrative to the place of the Cilicians, I will then declare what it was. The Milyae had short spears and garments fastened by brooches; some of them carried Lycian bows and wore caps of skin on their heads. The commander of all these was Badres son of Hystanes.

77.1. Καβηλέες δὲ οἱ Μηίονες, Λασόνιοι δὲ καλεύμενοι, τὴν αὐτὴν Κίλιξι εἶχον σκευήν, τὴν ἐγώ, ἐπεὰν κατὰ τὴν Κιλίκων τάξιν διεξιὼν γένωμαι, τότε σημανέω. Μιλύαι δὲ αἰχμάς τε βραχέας εἶχον καὶ εἵματα ἐνεπεπορπέατο· εἶχον δὲ αὐτῶν τόξα μετεξέτεροι Λύκια, περὶ δὲ τῇσι κεφαλῇσι ἐκ διφθερέων πεποιημένας κυνέας. τούτων πάντων ἦρχε Βάδρης ὁ Ὑστάνεος.

78.1. The Moschi wore wooden helmets on their heads, and carried shields and small spears with long points. The Tibareni and Macrones and Mossynoeci in the army were equipped like the Moschi. The commanders who marshalled them were, for the Moschi and Tibareni, Ariomardus son of Darius and Parmys, the daughter of Cyrus' son Smerdis; for the Macrones and Mossynoeci, Artayctes son of Cherasmis, who was governor of Sestus on the Hellespont.

78.1. μόσχοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι κυνέας ξυλίνας εἶχον, ἀσπίδας δὲ καὶ αἰχμὰς σμικράς· λόγχαι δὲ ἐπῆσαν μεγάλαι. Τιβαρηνοὶ δὲ καὶ Μάκρωνες καὶ Μοσσύνοικοι κατά περ Μόσχοι ἐσκευασμένοι ἐστρατεύοντο. τούτους δὲ συνέτασσον ἄρχοντες οἵδε, Μόσχους μὲν καὶ Τιβαρηνοὺς Ἀριόμαρδος ὁ Δαρείου τε παῖς καὶ Πάρμυος τῆς Σμέρδιος τοῦ Κύρου, Μάκρωνας δὲ καὶ Μοσσυνοίκους Ἀρταΰκτης ὁ Χεράσμιος, ὃς Σηστὸν τὴν ἐν Ἑλλησπόντῳ ἐπετρόπευε.

79.1. The Mares wore on their heads their native woven helmets, and carried javelins and small hide shields. The Colchians had wooden helmets and small shields of raw oxhide and short spears, and also swords. The commander of the Mares and Colchians was Pharandates son of Teaspis. The Alarodians and Saspires in the army were armed like the Colchians; Masistius son of Siromitres was their commander.

79.1. Μᾶρες δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι κράνεα ἐπιχώρια πλεκτὰ εἶχον, ἀσπίδας δὲ δερματίνας μικρὰς καὶ ἀκόντια. Κόλχοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι κράνεα ξύλινα, ἀσπίδας δὲ ὠμοβοΐνας μικρὰς αἰχμάς τε βραχέας, πρὸς δὲ μαχαίρας εἶχον. Μαρῶν δὲ καὶ Κόλχων ἦρχε Φαρανδάτης ὁ Τεάσπιος. Ἀλαρόδιοι δὲ καὶ Σάσπειρες κατά περ Κόλχοι ὡπλισμένοι ἐστρατεύοντο. τούτων δὲ Μασίστιος ὁ Σιρομίτρεω ἦρχε.

80.1. The island tribes that came from the Red Sea, and from the islands where the king settles those who are called Exiles, wore dress and armor very similar to the Median. The commander of these islanders was Mardontes son of Bagaeus, who in the next year was general at Mykale and died in the battle.

80.1. τὰ δὲ νησιωτικὰ ἔθνεα τὰ ἐκ τῆς Ἐρυθρῆς θαλάσσης ἑπόμενα, νήσων δὲ ἐν τῇσι τοὺς ἀνασπάστους καλεομένους κατοικίζει βασιλεύς, ἀγχοτάτω τῶν Μηδικῶν εἶχον ἐσθῆτά τε καὶ ὅπλα. τούτων δὲ τῶν νησιωτέων ἦρχε Μαρδόντης ὁ Βαγαίου, ὃς ἐν Μυκάλῃ στρατηγέων δευτέρῳ ἔτεϊ τούτων ἐτελεύτησε ἐν τῇ μάχῃ.

81.1. These are the nations that marched by the mainland and had their places in the infantry. The commanders of this army were those whom I have mentioned, and they were the ones who marshalled and numbered them and appointed captains of thousands and ten thousands; the captains of ten thousands appointed the captains of hundreds and of tens. There were others who were leaders of companies and nations.

81.1. ταῦτα ἦν τὰ κατʼ ἤπειρον στρατευόμενά τε ἔθνεα καὶ τεταγμένα ἐς τὸν πεζόν. τούτου ὦν τοῦ στρατοῦ ἦρχον μὲν οὗτοι οἵ περ εἰρέαται, καὶ οἱ διατάξαντες καὶ ἐξαριθμήσαντες οὗτοι ἦσαν καὶ χιλιάρχας τε καὶ μυριάρχας ἀποδέξαντες, ἑκατοντάρχας δὲ καὶ δεκάρχας οἱ μυριάρχαι. τελέων δὲ καὶ ἐθνέων ἦσαν ἄλλοι σημάντορες.

82.1. These were the commanders, as I have said; the generals of these and of the whole infantry were Mardonius son of Gobryas, Tritantaechmes son of that Artabanus who delivered the opinion that there should be no expedition against Hellas, Smerdomenes son of Otanes (these two latter were sons of Darius' brothers, and thus they were Xerxes' cousins), Masistes son of Darius and Atossa, Gergis son of Ariazus, and Megabyzus son of Zopyrus.

82.1. ἦσαν μὲν δὴ οὗτοι οἵ περεἰρέαται ἄρχοντες, ἐστρατήγεον δὲ τούτων τε καὶ τοῦ σύμπαντος στρατοῦ τοῦ πεζοῦ Μαρδόνιός τε ὁ Γοβρύεω καὶ Τριτανταίχμης ὁ Ἀρταβάνου τοῦ γνώμην θεμένου μὴ στρατεύεσθαι ἐπὶ Ἑλλάδα καὶ Σμερδομένης ὁ Ὀτάνεω, Δαρείου ἀμφότεροι οὗτοι ἀδελφεῶν παῖδες, Ξέρξῃ δὲ ἐγίνοντο ἀνεψιοί, καὶ Μασίστης ὁ Δαρείου τε καὶ Ἀτόσσης παῖς καὶ Γέργις ὁ Ἀριάζου καὶ Μεγάβυζος ὁ Ζωπύρου.

83.1. These were the generals of the whole infantry, except the Ten Thousand. Hydarnes son of Hydarnes was general of these picked ten thousand Persians, who were called Immortals for this reason: when any one of them was forced to fall out of the number by death or sickness, another was chosen so that they were never more or fewer than ten thousand. The Persians showed the richest adornment of all, and they were the best men in the army. Their equipment was such as I have said; beyond this they stood out by the abundance of gold that they had. They also brought carriages bearing concubines and many well-equipped servants; camels and beasts of burden carried food for them, apart from the rest of the army.

83.1. οὗτοι ἦσαν στρατηγοὶ τοῦ σύμπαντος πεζοῦ χωρὶς τῶν μυρίων· τῶν δὲ μυρίων τούτων Περσέων τῶν ἀπολελεγμένων ἐστρατήγεε μὲν Ὑδάρνης ὁ Ὑδάρνεος, ἐκαλέοντο δὲ ἀθάνατοι οἱ Πέρσαι οὗτοι ἐπὶ τοῦδε· εἴ τις αὐτῶν ἐξέλιπε τὸν ἀριθμὸν ἢ θανάτῳ βιηθεὶς ἢ νούσῳ, ἄλλος ἀνὴρ ἀραίρητο, καὶ ἐγίνοντο οὐδαμὰ οὔτε πλεῦνες μυρίων οὔτε ἐλάσσονες. κόσμον δὲ πλεῖστον παρείχοντο διὰ πάντων Πέρσαι, καὶ αὐτοὶ ἄριστοι ἦσαν· σκευὴν μὲν τοιαύτην εἶχον ἥ περ εἴρηται, χωρὶς δὲ χρυσόν τε πολλὸν καὶ ἄφθονον ἔχοντες ἐνέπρεπον, ἁρμαμάξας τε ἅμα ἤγοντο, ἐν δὲ παλλακὰς καὶ θεραπηίην πολλήν τε καὶ εὖ ἐσκευασμένην· σῖτα δέ σφι, χωρὶς τῶν ἄλλων στρατιωτέων, κάμηλοί τε καὶ ὑποζύγια ἦγον.

84.1. There are horsemen in these nations, but not all of them furnished cavalry. Only the following did so: the Persians, equipped like their infantry, except that some of them wore headgear of hammered bronze and iron.

84.1. ἱππεύει δὲ ταῦτα τὰ ἔθνεα· πλὴν οὐ πάντα παρείχετο ἵππον, ἀλλὰ τοσάδε μοῦνα, Πέρσαι μὲν τὴν αὐτὴν ἐσκευασμένοι καὶ ὁ πεζὸς αὐτῶν· πλὴν ἐπὶ τῇσι κεφαλῇσι εἶχον ἔνιοι αὐτῶν καὶ χάλκεα καὶ σιδήρεα ἐξεληλαμένα ποιήματα.

85.1. There are also certain nomads called Sagartian; they are Persian in speech, and the fashion of their equipment is somewhat between the Persian and the Pactyan; they furnished eight thousand horsemen. It is their custom to carry no armor of bronze or iron, except only daggers, and to use ropes of twisted leather.

85.1. εἰσὶ δὲ τινὲς νομάδες ἄνθρωποι Σαγάρτιοι καλεόμενοι, ἔθνος μὲν Περσικὸν καὶ φωνῇ, σκευὴν δὲ μεταξὺ ἔχουσι πεποιημένην τῆς τε Περσικῆς καὶ τῆς Πακτυϊκῆς· οἳ παρείχοντο μὲν ἵππον ὀκτακισχιλίην, ὅπλα δὲ οὐ νομίζουσι ἔχειν οὔτε χάλκεα οὔτε σιδήρεα ἔξω ἐγχειριδίων, χρέωνται δὲ σειρῇσι πεπλεγμένῃσι ἐξ ἱμάντων·

85.2. They go to battle relying on these. This is the manner of fighting of these men: when they are at close quarters with their enemy, they throw their ropes, which have a noose at the end; whatever he catches, horse or man, each man drags to himself, and the enemy is entangled in the coils and slain. Such is their manner of fighting; they were marshalled with the Persians.

85.2. ταύτῃσι πίσυνοι ἔρχονται ἐς πόλεμον. ἡ δὲ μάχη τούτων τῶν ἀνδρῶν ἥδε· ἐπεὰν συμμίσγωσι τοῖσι πολεμίοισι, βάλλουσι τὰς σειρὰς ἐπʼ ἄκρῳ βρόχους ἐχούσας· ὅτευ δʼ ἂν τύχῃ, ἤν τε ἵππου ἤν τε ἀνθρώπου, ἐπʼ ἑωυτὸν ἕλκει· οἳ δὲ ἐν ἕρκεσι ἐμπαλασσόμενοι διαφθείρονται.

86.1. The Median cavalry were equipped like their infantry, and the Cissians similarly. The Indians were armed in the same manner as their infantry; they rode swift horses and drove chariots drawn by horses and wild asses. The Bactrians were equipped as were their foot, and the Caspians in the same manner.

86.1. τούτων μὲν αὕτη ἡ μάχη, καὶ ἐπετετάχατο ἐς τοὺς Πέρσας· Μῆδοι δὲ τήν περ ἐν τῷ πεζῷ εἶχον σκευήν, καὶ Κίσσιοι ὡσαύτως. Ἰνδοὶ δὲ σκευῇ μὲν ἐσεσάχατο τῇ αὐτῇ καὶ ἐν τῷ πεζῷ, ἤλαυνον δὲ κέλητας καὶ ἅρματα· ὑπὸ δὲ τοῖσι ἅρμασι ὑπῆσαν ἵπποι καὶ ὄνοι ἄγριοι. Βάκτριοι δὲ ἐσκευάδατο ὡσαύτως καὶ ἐν τῷ πεζῷ, καὶ Κάσπιοι ὁμοίως.

86.2. The Libyans, too, were armed like the men of their infantry, and all of them also drove chariots. In the same manner the Caspians and Paricanians were armed as the men of their infantry. The Arabians had the same equipment as the men of their infantry, and all of them rode on camels no less swift than horses.

86.2. Λίβυες δὲ καὶ αὐτοὶ κατά περ ἐν τῷ πεζῷ· ἤλαυνον δὲ καὶ οὗτοι πάντες ἅρματα. ὣς δʼ αὕτως Κάσπιοι καὶ Παρικάνιοι ἐσεσάχατο ὁμοίως καὶ ἐν τῷ πεζῷ. Ἀράβιοι δὲ σκευὴν μὲν εἶχον τὴν αὐτὴν καὶ ἐν τῷ πεζῷ, ἤλαυνον δὲ πάντες καμήλους ταχυτῆτα οὐ λειπομένας ἵππων.

87.1. These nations alone were on horseback; the number of the horsemen was shown to be eighty thousand, besides the camels and the chariots. All the rest of the horsemen were ranked with their companies, but the Arabians were posted last. Since horses cannot endure camels, their place was in the rear, so that the horses would not be frightened.

87.1. ταῦτα τὰ ἔθνεα μοῦνα ἱππεύει. ἀριθμὸς δὲ τῆς ἵππου ἐγένετο ὀκτὼ μυριάδες, πάρεξ τῶν καμήλων καὶ τῶν ἁρμάτων. οἱ μέν νυν ἄλλοι ἱππέες ἐτετάχατο κατὰ τέλεα, Ἀράβιοι δὲ ἔσχατοι ἐπετετάχατο· ἅτε γὰρ τῶν ἵππων οὔτι ἀνεχομένων τὰς καμήλους, ὕστεροι ἐτετάχατο, ἵνα μὴ φοβέοιτο τὸ ἱππικόν.

88.1. The captains of cavalry were Harmamithres and Tithaeus, sons of Datis; the third who was captain with them, Pharnuches, had been left behind sick at Sardis. As they set forth from Sardis, an unwelcome mishap befell him: a dog ran under the feet of the horse he was riding, and the horse was taken by surprise and frightened, so it reared up and threw Pharnuches; after his fall he vomited blood and began to waste away.

88.1. Ἵππαρχοι δὲ ἦσαν Ἁρμαμίθρης τε καὶ Τίθαιος Δάτιος παῖδες. ὁ δὲ τρίτος σφι συνίππαρχος Φαρνούχης κατελέλειπτο ἐν Σάρδισι νοσέων. ὡς γὰρ ὁρμῶντο ἐκ Σαρδίων, ἐπὶ συμφορὴν περιέπεσε ἀνεθέλητον· ἐλαύνοντι γάρ οἱ ὑπὸ τοὺς πόδας τοῦ ἵππου ὑπέδραμε κύων, καὶ ὁ ἵππος οὐ προϊδὼν ἐφοβήθη τε καὶ στὰς ὀρθὸς ἀπεσείσατο τὸν Φαρνούχεα, πεσὼν δὲ αἷμά τε ἤμεε καὶ ἐς φθίσιν περιῆλθε ἡ νοῦσος.

88.2. The horse was immediately dealt with according to Pharnuces' command; his servants led it away to the place where it had thrown their master, and cut off its legs at the knee. Thus it was that Pharnuches lost his command.

88.2. τὸν δὲ ἵππον αὐτίκα κατʼ ἀρχὰς ἐποίησαν ὡς ἐκέλευε· ἀπαγαγόντες οἱ οἰκέται ἐς τὸν χῶρον ἐν τῷ περ κατέβαλε τὸν δεσπότην, ἐν τοῖσι γούνασι ἀπέταμον τὰ σκέλεα. Φαρνούχης μὲν οὕτω παρελύθη τῆς ἡγεμονίης.

89.1. The number of the triremes was twelve hundred and seven, and they were furnished by the following: the Phoenicians with the Syrians of Palestine furnished three hundred; for their equipment, they had on their heads helmets very close to the Greek in style; they wore linen breastplates, and carried shields without rims, and javelins.

89.1. τῶν δὲ τριηρέων ἀριθμὸς μὲν ἐγένετο ἑπτὰ καὶ διηκόσιαι καὶ χίλιαι, παρείχοντο δὲ αὐτὰς οἵδε, Φοίνικες μὲν σὺν Σύροισι τοῖσι ἐν τῇ Παλαιστίνῃ τριηκοσίας, ὧδε ἐσκευασμένοι· περὶ μὲν τῇσι κεφαλῇσι κυνέας εἶχον ἀγχοτάτω πεποιημένας τρόπον τὸν Ἑλληνικόν, ἐνδεδυκότες δὲ θώρηκας λινέους, ἀσπίδας δὲ ἴτυς οὐκ ἐχούσας εἶχον καὶ ἀκόντια.

89.2. These Phoenicians formerly dwelt, as they themselves say, by the Red Sea; they crossed from there and now inhabit the seacoast of Syria. This part of Syria as far as Egypt is all called Palestine.

89.2. οὗτοι δὲ οἱ Φοίνικες τὸ παλαιὸν οἴκεον, ὡς αὐτοὶ λέγουσι, ἐπὶ τῇ Ἐρυθρῇ θαλάσσῃ, ἐνθεῦτεν δὲ ὑπερβάντες τῆς Συρίης οἰκέουσι τὸ παρὰ θάλασσαν· τῆς δὲ Συρίης τοῦτο τὸ χωρίον καὶ τὸ μέχρι Αἰγύπτου πᾶν Παλαιστίνη καλέεται. Αἰγύπτιοι δὲ νέας παρείχοντο διηκοσίας.

89.3. The Egyptians furnished two hundred ships. They wore woven helmets and carried hollow shields with broad rims, and spears for sea-warfare, and great battle-axes. Most of them wore cuirasses and carried long swords.

89.3. οὗτοι δὲ εἶχον περὶ μὲν τῇσι κεφαλῇσι κράνεα χηλευτά, ἀσπίδας δὲ κοίλας, τὰς ἴτυς μεγάλας ἐχούσας, καὶ δόρατά τε ναύμαχα καὶ τύχους μεγάλους. τὸ δὲ πλῆθος αὐτῶν θωρηκοφόροι ἦσαν, μαχαίρας δὲ μεγάλας εἶχον.

90.1. Such was their armor. The Cyprians furnished a hundred and fifty ships; for their equipment, their princes wore turbans wrapped around their heads, and the people wore tunics, but in all else they were like the Greeks. These are their tribes: some are from Salamis and Athens, some from Arcadia, some from Cythnus, some from Phoenice, and some from Ethiopia, as the Cyprians themselves say.

90.1. οὗτοι μὲν οὕτω ἐστάλατο, Κύπριοι δὲ παρείχοντο νέας πεντήκοντα καὶ ἑκατόν, ἐσκευασμένοι ὧδε· τὰς μὲν κεφαλὰς εἱλίχατο μίτρῃσι οἱ βασιλέες αὐτῶν, οἱ δὲ ἄλλοι εἶχον κιθῶνας, τὰ δὲ ἄλλα κατά περ Ἕλληνες. τούτων δὲ τοσάδε ἔθνεα εἰσί, οἳ μὲν ἀπὸ Σαλαμῖνος καὶ Ἀθηνέων, οἳ δὲ ἀπʼ Ἀρκαδίης, οἳ δὲ ἀπὸ Κύθνου, οἳ δὲ ἀπὸ Φοινίκης, οἳ δὲ ἀπὸ Αἰθιοπίης, ὡς αὐτοὶ Κύπριοι λέγουσι.