176.5. The ancient wall had been built long ago and most of it lay in ruins; those who built it up again thought that they would in this way bar the foreigner's way into Hellas. Very near the road is a village called Alpeni, and it is from here that the Greeks expected to obtain provisions.
176.5. τὸ μέν νυν τεῖχος τὸ ἀρχαῖον ἐκ παλαιοῦ τε ἐδέδμητο καὶ τὸ πλέον αὐτοῦ ἤδη ὑπὸ χρόνου ἔκειτο· τοῖσι δὲ αὖτις ὀρθώσασι ἔδοξε ταύτῃ ἀπαμύνειν ἀπὸ τῆς Ἑλλάδος τὸν βάρβαρον. κώμη δὲ ἐστὶ ἀγχοτάτω τῆς ὁδοῦ Ἀλπηνοὶ οὔνομα· ἐκ ταύτης δὲ ἐπισιτιεῖσθαι ἐλογίζοντο οἱ Ἕλληνες.
177.1. These places, then, were thought by the Greeks to suit their purpose. After making a thorough survey, they concluded that the barbarians could not make use of their entire army, nor of their horsemen. They therefore resolved, that they would meet the invader of Hellas here. Then, when they heard that the Persian was in Pieria, they broke up from the Isthmus and set out with their army to Thermopylae and with their fleet to Artemisium.
177.1. οἱ μέν νυν χῶροι οὗτοι τοῖσι Ἕλλησι εἶναι ἐφαίνοντο ἐπιτήδεοι· πάντα γὰρ προσκεψάμενοι καὶ ἐπιλογισθέντες ὅτι οὔτε πλήθεϊ ἕξουσι χρᾶσθαι οἱ βάρβαροι οὔτε ἵππῳ, ταύτῃ σφι ἔδοξε δέκεσθαι τὸν ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα. ὡς δὲ ἐπύθοντο τὸν Πέρσην ἐόντα ἐν Πιερίῃ, διαλυθέντες ἐκ τοῦ Ἰσθμοῦ ἐστρατεύοντο αὐτῶν οἳ μὲν ἐς Θερμοπύλας πεζῇ, ἄλλοι δὲ κατὰ θάλασσαν ἐπʼ Ἀρτεμίσιον.
178.1. So with all speed the Greeks went their several ways to meet the enemy. In the meantime, the Delphians, who were afraid for themselves and for Hellas, consulted the god. They were advised to pray to the winds, for these would be potent allies for Hellas.
178.1. οἱ μὲν δὴ Ἕλληνες κατὰ τάχος ἐβοήθεον διαταχθέντες, Δελφοὶ δʼ ἐν τούτῳ τῷ χρόνῳ ἐχρηστηριάζοντο τῷ θεῷ ὑπὲρ ἑωυτῶν καὶ τῆς Ἑλλάδος καταρρωδηκότες, καί σφι ἐχρήσθη ἀνέμοισι εὔχεσθαι· μεγάλους γὰρ τούτους ἔσεσθαι τῇ Ἑλλάδι συμμάχους.
178.2. When they had received the oracle, the Delphians first sent word of it to those Greeks who desired to be free; because of their dread of the barbarian, they were forever grateful. Subsequently they erected an altar to the winds at Thyia, the present location of the precinct of Thyia the daughter of Cephisus, and they offered sacrifices to them. This, then, is the reason why the Delphians to this day offer the winds sacrifice of propitiation.
178.2. Δελφοὶ δὲ δεξάμενοι τὸ μαντήιον πρῶτα μὲν Ἑλλήνων τοῖσι βουλομένοισι εἶναι ἐλευθέροισι ἐξήγγειλαν τὰ χρησθέντα αὐτοῖσι, καί σφι δεινῶς καταρρωδέουσι τὸν βάρβαρον ἐξαγγείλαντες χάριν ἀθάνατον κατέθεντο. μετὰ δὲ ταῦτα οἱ Δελφοὶ τοῖσι ἀνέμοισι βωμόν τε ἀπέδεξαν ἐν Θυίῃ, τῇ περ τῆς Κηφισοῦ θυγατρὸς Θυίης τὸ τέμενος ἐστί, ἐπʼ ἧς καὶ ὁ χῶρος οὗτος τὴν ἐπωνυμίην ἔχει, καὶ θυσίῃσι σφέας μετήισαν.
179.1. Xerxes' fleet, however, set forth from the city of Therma, and the ten swiftest of the ships laid their course straight for Sciathus, where there lay an advance guard of three Greek ships, a Troezenian, an Aeginetan, and an Attic. These, when they sighted the foreigners ships, took to flight.
179.1. Δελφοὶ μὲν δὴ κατὰ τὸ χρηστήριον ἔτι καὶ νῦν τοὺς ἀνέμους ἱλάσκονται. ὁ δὲ ναυτικὸς Ξέρξεω στρατὸς ὁρμώμενος ἐκ Θέρμης πόλιος παρέβαλε νηυσὶ τῇσι ἄριστα πλεούσῃσι δέκα ἰθὺ Σκιάθου, ἔνθα ἦσαν προφυλάσσουσαι νέες τρεῖς Ἑλληνίδες, Τροιζηνίη τε καὶ Αἰγιναίη καὶ Ἀττική. προϊδόντες δὲ οὗτοι τὰς νέας τῶν βαρβάρων ἐς φυγὴν ὅρμησαν.
180.1. The ship of Troezen, of which Prexinus was captain, was pursued and straightway captured by the foreigners, who brought the best of its fighting men and cut his throat on the ship's prow, thinking that the sacrifice of the foremost and fairest of their Greek captives would be auspicious. The name of the sacrificed man was Leon, and it was perhaps his name that he had to thank for it.
180.1. τὴν μὲν δὴ Τροιζηνίην, τῆς ἦρχε Πρηξῖνος, αὐτίκα αἱρέουσι ἐπισπόμενοι οἱ βάρβαροι, καὶ ἔπειτα τῶν ἐπιβατέων αὐτῆς τὸν καλλιστεύοντα ἀγαγόντες ἐπὶ τῆς πρῴρης τῆς νεὸς ἔσφαξαν, διαδέξιον ποιεύμενοι τὸν εἷλον τῶν Ἑλλήνων πρῶτον καὶ κάλλιστον. τῷ δὲ σφαγιασθέντι τούτῳ οὔνομα ἦν Λέων· τάχα δʼ ἄν τι καὶ τοῦ οὐνόματος ἐπαύροιτο.
181.1. The Aeginetan trireme, of which Asonides was captain, did however give them some trouble. On board this ship was Pytheas son of Ischenous, who acted heroically on that day. When his ship had been taken, he would not stop fighting until he had been entirely hacked to mincemeat.
181.1. ἡ δὲ Αἰγιναίη, τῆς ἐτριηράρχεε Ἀσωνίδης, καὶ τινά σφι θόρυβον παρέσχε, Πυθέω τοῦ Ἰσχενόου ἐπιβατεύοντος, ἀνδρὸς ἀρίστου γενομένου ταύτην τὴν ἡμέρην· ὃς ἐπειδὴ ἡ νηῦς ἡλίσκετο ἐς τοῦτο ἀντεῖχε μαχόμενος ἐς ὃ κατεκρεουργήθη ἅπας.
181.2. When he finally did fall, he still had life in him, and the Persian soldiers on the ships took great pains to keep him alive for his valor, tending his wounds with ointments and wrapping him in bandages of linen cloth.
181.2. ὡς δὲ πεσὼν οὐκ ἀπέθανε ἀλλʼ ἦν ἔμπνοος, οἱ Πέρσαι, οἵ περ ἐπεβάτευον ἐπὶ τῶν νεῶν, διʼ ἀρετὴν τὴν ἐκείνου περιποιῆσαί μιν περὶ πλείστου ἐποιήσαντο, σμύρνῃσί τε ἰώμενοι τὰ ἕλκεα καὶ σινδόνος βυσσίνης τελαμῶσι κατειλίσσοντες·
181.3. Upon returning to their own station, they showed him to the whole host, and made much of him and treated him with kindness. The rest of those whom they took in that ship, however, they used as slaves.
181.3. καί μιν, ὡς ὀπίσω ἀπίκοντο ἐς τὸ ἑωυτῶν στρατόπεδον, ἐπεδείκνυσαν ἐκπαγλεόμενοι πάσῃ τῇ στρατιῇ περιέποντες εὖ. τοὺς δὲ ἄλλους τοὺς ἔλαβον ἐν τῇ νηὶ ταύτῃ περιεῖπον ὡς ἀνδράποδα.
182.1. Two of the ships, then, were made captive, and the third trireme, of which Phormus an Athenian was captain, ran aground in her flight at the mouth of the Peneus; the barbarians took her hull but not the crew, for the Athenians, as soon as they had run their craft aground, leapt out and made their way through Thessaly to Athens.
182.1. αἱ μὲν δὴ δύο τῶν νεῶν οὕτω ἐχειρώθησαν· ἡ δὲ τρίτη, τῆς ἐτριηράρχεε Φόρμος ἀνὴρ Ἀθηναῖοις, φεύγουσα ἐξοκέλλει ἐς τὰς ἐκβολὰς τοῦ Πηνειοῦ, καὶ τοῦ μὲν σκάφεος ἐκράτησαν οἱ βάρβαροι, τῶν δὲ ἀνδρῶν οὔ· ὡς γὰρ δὴ τάχιστα ἐπώκειλαν τὴν νέα οἱ Ἀθηναῖοι, ἀποθορόντες κατὰ Θεσσαλίην πορευόμενοι ἐκομίσθησαν ἐς Ἀθήνας.
183.1. The Greeks who were stationed at Artemisium were informed of these matters by beacons from Sciathus. They were frightened by this and accordingly changed their anchorage from Artemisium to Chalcis, proposing to guard the Euripus and leaving watchmen on the heights of Euboea.
183.1. ταῦτα οἱ Ἕλληνες οἱ ἐπʼ Ἀρτεμισίῳ στρατοπεδευόμενοι πυνθάνονται παρὰ πυρσῶν ἐκ Σκιάθου· πυθόμενοι δὲ καὶ καταρρωδήσαντες ἀπὸ τοῦ Ἀρτεμισίου μετορμίζοντο ἐς Χαλκίδα, φυλάξοντες μὲν τὸν Εὔριπον, λείποντες δὲ ἡμεροσκόπους περὶ τὰ ὑψηλὰ τῆς Εὐβοίης.
183.2. Three of the ten barbarian ships ran aground on the reef called the Ant, which lies between Sciathus and Magnesia. The barbarians then brought a pillar of stone and set it on the reef, and when their course was plain before them, the whole fleet set forth and sailed from Therma, eleven days after the king had marched from there.
183.2. τῶν δὲ δέκα νεῶν τῶν βαρβάρων τρεῖς ἐπήλασαν περὶ τὸ ἕρμα τὸ μεταξὺ ἐὸν Σκιάθου τε καὶ Μαγνησίης, καλεόμενον δὲ Μύρμηκα. ἐνθαῦτα οἱ βάρβαροι ἐπειδὴ στήλην λίθου ἐπέθηκαν κομίσαντες ἐπὶ τὸ ἕρμα, ὁρμηθέντες αὐτοὶ ἐκ Θέρμης, ὥς σφι τὸ ἐμποδὼν ἐγεγόνεε καθαρόν, ἐπέπλεον πάσῃσι τῇσι νηυσί, ἕνδεκα ἡμέρας παρέντες μετὰ τὴν βασιλέος ἐξέλασιν ἐκ Θέρμης.
183.3. It was Pammon of Scyros who showed them where in the strait the reef lay. After sailing along all day, the foreign fleet reached Sepias in Magnesia and the beach between the town of Casthanaea and the Sepiad headland.
183.3. τὸ δὲ ἕρμα σφι κατηγήσατο ἐὸν ἐν πόρῳ μάλιστα Πάμμων Σκύριος. πανημερὸν δὲ πλέοντες οἱ βάρβαροι ἐξανύουσι τῆς Μαγνησίης χώρης ἐπὶ Σηπιάδα τε καὶ τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς.
184.1. Until the whole host reached this place and Thermopylae it suffered no hurt, and calculation proves to me that its numbers were still such as I will now show. The ships from Asia were twelve hundred and seven in number, and including the entire host of nations involved, there were a total of two hundred and forty-one thousand and four hundred men, two hundred being reckoned for each ship.
184.1. μέχρι μέν νυν τούτου τοῦ χώρου καὶ Θερμοπυλέων ἀπαθής τε κακῶν ἦν ὁ στρατός, καὶ πλῆθος ἦν τηνικαῦτα ἔτι, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω, τῶν μὲν ἐκ τῶν νεῶν τῶν ἐκ τῆς Ἀσίης, ἐουσέων ἑπτὰ καὶ διηκοσιέων καὶ χιλιέων, τὸν μὲν ἀρχαῖον ἑκάστων τῶν ἐθνέων ἐόντα ὅμιλον τέσσερας καὶ εἴκοσι μυριάδας καὶ πρὸς χιλιάδα τε καὶ τετρακοσίους, ὡς ἀνὰ διηκοσίους ἄνδρας λογιζομένοισι ἐν ἑκάστῃ νηί.
184.2. On board all these ships were thirty fighting men of the Persians and Medes and Sacae in addition to the company which each had of native fighters; the number of this added contingent is thirty-six thousand, two hundred and ten.
184.2. ἐπεβάτευον δὲ ἐπὶ τουτέων τῶν νεῶν, χωρὶς ἑκάστων τῶν ἐπιχωρίων ἐπιβατέων, Περσέων τε καὶ Μήδων καὶ Σακέων τριήκοντα ἄνδρες. οὗτος ἄλλος ὅμιλος γίνεται τρισμύριοι καὶ ἑξακισχίλιοι καὶ πρὸς διηκόσιοί τε καὶ δέκα.
184.3. To this and to the first number I add the crews of the ships of fifty oars, calculating eighty men for each, whether there were actually more or fewer. Now seeing that, as has already been said, three thousand of these vessels were assembled, the number of men in them must have been two hundred and forty thousand.
184.3. προσθήσω δʼ ἔτι τούτῳ καὶ τῷ προτέρῳ ἀριθμῷ τοὺς ἐκ τῶν πεντηκοντέρων, ποιήσας, ὅ τι πλέον ἦν αὐτῶν ἢ ἔλασσον, ἀνʼ ὀγδώκοντα ἄνδρας ἐνεῖναι. συνελέχθη δὲ ταῦτα τὰ πλοῖα, ὡς καὶ πρότερον εἰρέθη, τρισχίλια. ἤδη ὦν ἄνδρες ἂν εἶεν ἐν αὐτοῖσι τέσσερες μυριάδες καὶ εἴκοσι.
184.4. These, then, were the ships' companies from Asia, and the total number of them was five hundred and seventeen thousand, six hundred and ten. There were seven hundred thousand and one hundred footsoldiers and eighty thousand cavalrymen; to these I add the Arabian camel-riders and Libyan charioteers, estimating them to have been twenty thousand in number.
184.4. τοῦτο μὲν δὴ τό ἐκ τῆς Ἀσίης ναυτικὸν ἦν, σύμπαν ἐὸν πεντήκοντα μυριάδες καὶ μία, χιλιάδες δὲ ἔπεισι ἐπὶ ταύτῃσι ἑπτὰ καὶ πρὸς ἑκατοντάδες ἓξ καὶ δεκάς. τοῦ δὲ πεζοῦ ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδες ἐγένοντο, τῶν δὲ ἱππέων ὀκτὼ μυριάδες. προσθήσω δʼ ἔτι τούτοισι τὰς καμήλους τοὺς ἐλαύνοντας Ἀραβίους καὶ τοὺς τὰ ἅρματα Λίβυας, πλῆθος ποιήσας δισμυρίους ἄνδρας.
184.5. The forces of sea and land added together would consist of two million, three hundred and seventeen thousand, six hundred and ten men. So far I have spoken of the force which came from Asia itself, without the train of servants which followed it and the companies of the grain-bearing craft.
184.5. καὶ δὴ τό τε ἐκ τῶν νεῶν καὶ τοῦ πεζοῦ πλῆθος συντιθέμενον γίνεται διηκόσιαί τε μυριάδες καὶ τριήκοντα καὶ μία, καὶ πρὸς χιλιάδες ἑπτὰ καὶ ἑκατοντάδες ἓξ καὶ δεκάς. τοῦτο μὲν τὸ ἐξ αὐτῆς τῆς Ἀσίης στράτευμα ἐξαναχθὲν εἴρηται, ἄνευ τε τῆς θεραπηίης τῆς ἑπομένης καὶ τῶν σιταγωγῶν πλοίων καὶ ὅσοι ἐνέπλεον τούτοισι.
185.1. I must, however, also take into account the force brought from Europe, and I will rely on my best judgment in doing so. The Greeks of Thrace and the islands off Thrace furnished one hundred and twenty ships, and the companies of these ships must then have consisted of twenty-four thousand men.
185.1. τὸ δὲ δὴ ἐκ τῆς Εὐρώπης ἀγόμενον στράτευμα ἔτι προσλογιστέα τούτῳ παντὶ τῷ ἐξηριθμημένῳ· δόκησιν δὲ δεῖ λέγειν. νέας μέν νυν οἱ ἀπὸ Θρηίκης Ἕλληνες καὶ οἱ ἐκ τῶν νήσων τῶν ἐπικειμενέων τῇ Θρηίκῃ παρείχοντο εἴκοσι καὶ ἑκατόν· ἐκ μέν νυν τουτέων τῶν νεῶν ἄνδρες τετρακισχίλιοι καὶ δισμύριοι γίνονται.
185.2. As regards the land army supplied by all the nations—Thracians, Paeonians, Eordi, Bottiaei, Chalcidians, Brygi, Pierians, Macedonians, Perrhaebi, Enienes, Dolopes, Magnesians, Achaeans, dwellers on the coast of Thrace—of all these I suppose the number to have been three hundred thousand.
185.2. πεζοῦ δὲ τὸν Θρήικες παρείχοντο καὶ Παίονες καὶ Ἐορδοὶ καὶ Βοττιαῖοι καὶ τὸ Χαλκιδικὸν γένος καὶ Βρύγοι καὶ Πίερες καὶ Μακεδόνες καὶ Περραιβοὶ καὶ Ἐνιῆνες καὶ Δόλοπες καὶ Μάγνητες καὶ Ἀχαιοὶ καὶ ὅσοι τῆς Θρηίκης τὴν παραλίην νέμονται, τούτων τῶν ἐθνέων τριήκοντα μυριάδας δοκέω γενέσθαι.
185.3. When these numbers are added to the numbers from Asia, the sum total of fighting men is two million, six hundred and forty-one thousand, six hundred and ten.
185.3. αὗται ὦν αἱ μυριάδες ἐκείνῃσι προστεθεῖσαι τῇσι ἐκ τῆς Ἀσίης, γίνονται αἱ πᾶσαι ἀνδρῶν αἱ μάχιμοι μυριάδες διηκόσιαι καὶ ἑξήκοντα καὶ τέσσερες, ἔπεισι δὲ ταύτῃσι ἑκατοντάδες ἑκκαίδεκα καὶ δεκάς.
186.1. This then is the number of soldiers. As for the service-train which followed them and the crews of the light corn-bearing vessels and all the other vessels besides which came by sea with the force, these I believe to have been not fewer but more than the fighting men.
186.1. τοῦ μαχίμου δὲ τούτου ἐόντος ἀριθμὸν τοσούτου, τὴν θεραπηίην τὴν ἑπομένην τούτοισι καὶ τοὺς ἐν τοῖσι σιταγωγοῖσι ἀκάτοισι ἐόντας καὶ μάλα ἐν τοῖσι ἄλλοισι πλοίοισι τοῖσι ἅμα πλέουσι τῇ στρατιῇ, τούτους τῶν μαχίμων ἀνδρῶν οὐ δοκέω εἶναι ἐλάσσονας ἀλλὰ πλεῦνας.
186.2. Suppose, however, that they were equal in number, neither more nor fewer. If they were equal to the fighting contingent, they made up as many tens of thousands as the others. The number, then, of those whom Xerxes son of Darius led as far as the Sepiad headland and Thermopylae was five million, two hundred and eighty-three thousand, two hundred and twenty.
186.2. καὶ δή σφεας ποιέω ἴσους ἐκείνοισι εἶναι καὶ οὔτε πλεῦνας οὔτε ἐλάσσονας οὐδέν· ἐξισούμενοι δὲ οὗτοι τῷ μαχίμῳ ἐκπληροῦσι τὰς ἴσας μυριάδας ἐκείνοισι. οὕτω πεντακοσίας τε μυριάδας καὶ εἴκοσι καὶ ὀκτὼ καὶ χιλιάδας τρεῖς καὶ ἑκατοντάδας δύο καὶ δεκάδας δύο ἀνδρῶν ἤγαγε Ξέρξης ὁ Δαρείου μέχρι Σηπιάδος καὶ Θερμοπυλέων.
187.1. That is the number of Xerxes' whole force. No one, however, can say what the exact number of cooking women, and concubines, and eunuchs was, nor can one determine the number of the beasts of draught and burden, and the Indian dogs which accompanied the host; so many of them were there. It is accordingly not surprising to me that some of the streams of water ran dry. I do, however, wonder how there were provisions sufficient for so many tens of thousands, for calculation shows me, that if each man received one choenix of wheat a day and no more, eleven hundred thousand and three hundred and forty bushels would be required every day.
187.1. οὗτος μὲν δὴ τοῦ συνάπαντος τοῦ Ξέρξεω στρατεύματος ἀριθμός, γυναικῶν δὲ σιτοποιῶν καὶ παλλακέων καὶ εὐνούχων οὐδεὶς ἂν εἴποι ἀτρεκέα ἀριθμόν· οὐδʼ αὖ ὑποζυγίων τε καὶ τῶν ἄλλων κτηνέων τῶν ἀχθοφόρων καὶ κυνῶν Ἰνδικῶν τῶν ἑπομένων, οὐδʼ ἂν τούτων ὑπὸ πλήθεος οὐδεὶς ἂν εἴποι ἀριθμόν. ὥστε οὐδέν μοι θῶμα παρίσταται προδοῦναι τὰ ῥέεθρα τῶν ποταμῶν ἔστι ὧν, ἀλλὰ μᾶλλον ὅκως τὰ σιτία ἀντέχρησε θῶμά μοι μυριάσι τοσαύτῃσι.
187.2. In this calculation I take no account of the provisions for the women, eunuchs, beasts of burden and dogs. Of all those tens of thousands of men, there was not one, as regards looks and grandeur, worthier than Xerxes himself to hold that command.
187.2. εὑρίσκω γὰρ συμβαλλόμενος, εἰ χοίνικα πυρῶν ἕκαστος τῆς ἡμέρης ἐλάμβανε καὶ μηδὲν πλέον, ἕνδεκα μυριάδας μεδίμνων τελεομένας ἐπʼ ἡμέρῃ ἑκάστῃ καὶ πρὸς τριηκοσίους τε ἄλλους μεδίμνους καὶ τεσσεράκοντα· γυναιξὶ δὲ καὶ εὐνούχοισι καὶ ὑποζυγίοισι καὶ κυσὶ οὐ λογίζομαι. ἀνδρῶν δὲ ἐουσέων τοσουτέων μυριάδων, κάλλεός τε εἵνεκα καὶ μεγάθεος οὐδεὶς αὐτῶν ἀξιονικότερος ἦν αὐτοῦ Ξέρξεω ἔχειν τοῦτο τὸ κράτος.
188.1. The Persian fleet put to sea and reached the beach of the Magnesian land, between the city of Casthanaea and the headland of Sepia. The first ships to arrive moored close to land, with the others after them at anchor; since the beach was not large, they lay at anchor in rows eight ships deep out into the sea.
188.1. ὁ δὲ δὴ ναυτικὸς στρατὸς ἐπείτε ὁρμηθεὶς ἔπλεε καὶ κατέσχε τῆς Μαγνησίης χώρης ἐς τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς, αἱ μὲν δὴ πρῶται τῶν νεῶν ὅρμεον πρὸς γῇ, ἄλλαι δʼ ἐπʼ ἐκείνῃσι ἐπʼ ἀγκυρέων· ἅτε γὰρ τοῦ αἰγιαλοῦ ἐόντος οὐ μεγάλου, πρόκροσσαι ὁρμέοντο ἐς πόντον καὶ ἐπὶ ὀκτὼ νέας.
188.2. They spent the night in this way, but at dawn a storm descended upon them out of a clear and windless sky, and the sea began to boil. A strong east wind blew, which the people living in those parts call Hellespontian.
188.2. ταύτην μὲν τὴν εὐφρόνην οὕτω, ἅμα δὲ ὄρθρῳ ἐξ αἰθρίης τε καὶ νηνεμίης τῆς θαλάσσης ζεσάσης ἐπέπεσέ σφι χειμών τε μέγας καὶ πολλὸς ἄνεμος ἀπηλιώτης, τὸν δὴ Ἑλλησποντίην καλέουσι οἱ περὶ ταῦτα τὰ χωρία οἰκημένοι.
188.3. Those who felt the wind rising or had proper mooring dragged their ships up on shore ahead of the storm and so survived with their ships. The wind did, however, carry those ships caught out in the open sea against the rocks called the Ovens at Pelion or onto the beach. Some ships were wrecked on the Sepian headland, others were cast ashore at the city of Meliboea or at Casthanaea. The storm was indeed unbearable.
188.3. ὅσοι μέν νυν αὐτῶν αὐξόμενον ἔμαθον τὸν ἄνεμον καὶ τοῖσι οὕτω εἶχε ὅρμου, οἳ δʼ ἔφθησαν τὸν χειμῶνα ἀνασπάσαντες τὰς νέας, καὶ αὐτοί τε περιῆσαν καὶ αἱ νέες αὐτῶν· ὅσας δὲ τῶν νεῶν μεταρσίας ἔλαβε, τὰς μὲν ἐξέφερε πρὸς Ἴπνους καλεομένους τοὺς ἐν Πηλίῳ, τὰς δὲ ἐς τὸν αἰγιαλόν· αἳ δὲ περὶ αὐτὴν τὴν Σηπιάδα περιέπιπτον, αἳ δὲ ἐς Μελίβοιαν πόλιν, αἳ δὲ ἐς Κασθαναίην ἐξεβράσσοντο· ἦν τε τοῦ χειμῶνος χρῆμα ἀφόρητον.
189.1. The story is told that because of an oracle the Athenians invoked Boreas, the north wind, to help them, since another oracle told them to summon their son-in-law as an ally. According to the Hellenic story, Boreas had an Attic wife, Orithyia, the daughter of Erechtheus, ancient king of Athens.
189.1. λέγεται δὲ λόγος ὡς Ἀθηναῖοι τὸν Βορέην ἐκ θεοπροπίου ἐπεκαλέσαντο, ἐλθόντος σφι ἄλλου χρηστηρίου τὸν γαμβρὸν ἐπίκουρον καλέσασθαι. Βορέης δὲ κατὰ τὸν Ἑλλήνων λόγον ἔχει γυναῖκα Ἀττικήν, Ὠρειθυίην τὴν Ἐρεχθέος.
189.2. Because of this connection, so the tale goes, the Athenians considered Boreas to be their son-in-law. They were stationed off Chalcis in Euboea, and when they saw the storm rising, they then, if they had not already, sacrificed to and called upon Boreas and Orithyia to help them by destroying the barbarian fleet, just as before at Athos.
189.2. κατὰ δὴ τὸ κῆδος τοῦτο οἱ Ἀθηναῖοι, ὡς φάτις ὅρμηται, συμβαλλόμενοι σφίσι τὸν Βορέην γαμβρὸν εἶναι, ναυλοχέοντες τῆς Εὐβοίης ἐν Χαλκίδι ὡς ἔμαθον αὐξόμενον τὸν χειμῶνα ἢ καὶ πρὸ τούτου, ἐθύοντό τε καὶ ἐπεκαλέοντο τόν τε Βορέην καὶ τὴν Ὠρειθυίην τιμωρῆσαι σφίσι καὶ διαφθεῖραι τῶν βαρβάρων τὰς νέας, ὡς καὶ πρότερον περὶ Ἄθων.
189.3. I cannot say whether this was the cause of Boreas falling upon the barbarians as they lay at anchor, but the Athenians say that he had come to their aid before and that he was the agent this time. When they went home, they founded a sacred precinct of Boreas beside the Ilissus river.
189.3. εἰ μέν νυν διὰ ταῦτα τοῖσι βαρβάροισι ὁρμέουσι Βορέης ἐπέπεσε, οὐκ ἔχω εἰπεῖν· οἱ δʼ ὦν Ἀθηναῖοι σφίσι λέγουσι βοηθήσαντα τὸν Βορέην πρότερον καὶ τότε ἐκεῖνα κατεργάσασθαι, καὶ ἱρὸν ἀπελθόντες Βορέω ἱδρύσαντο παρὰ ποταμὸν Ἰλισσόν.
190.1. They say that at the very least no fewer than 400 ships were destroyed in this labor, along with innumerable men and abundant wealth. This shipwreck proved useful to Ameinocles son of Cretines, a man of Magnesia who owned land around Sepia, for he later picked up many gold and silver cups cast up on shore, found the Persian treasures, and acquired other untold riches. Although he became very rich from his findings, he did not enjoy luck in everything, for he suffered greatly when his son was murdered.
190.1. ἐν τούτῳ τῷ πόνῳ νέας οἳ ἐλαχίστας λέγουσι διαφθαρῆναι τετρακοσιέων οὐκ ἐλάσσονας, ἄνδρας τε ἀναριθμήτους χρημάτων τε πλῆθος ἄφθονον. ὥστε Ἀμεινοκλέι τῷ Κρητίνεω ἀνδρὶ Μάγνητι γηοχέοντι περὶ Σηπιάδα μεγάλως ἡ ναυηγίη αὕτη ἐγένετο χρηστή· ὃς πολλὰ μὲν χρύσεα ποτήρια ὑστέρῳ χρόνῳ ἐκβρασσόμενα ἀνείλετο πολλὰ δὲ ἀργύρεα, θησαυρούς τε τῶν Περσέων εὗρε, ἄλλα τε ἄφατα χρήματα περιεβάλετο. ἀλλʼ ὃ μὲν τἆλλα οὐκ εὐτυχέων εὑρήμασι μέγα πλούσιος ἐγένετο· ἦν γάρ τις καὶ τοῦτον ἄχαρις συμφορὴ λυπεῦσα παιδοφόνος.
191.1. There was no counting how many grain-ships and other vessels were destroyed. The generals of the fleet were afraid that the Thessalians might attack them now that they had been defeated, so they built a high palisade out of the wreckage.
191.1. σιταγωγῶν δὲ ὁλκάδων καὶ τῶν ἄλλων πλοίων διαφθειρομένων οὐκ ἐπῆν ἀριθμός. ὥστε δείσαντες οἱ στρατηγοὶ τοῦ ναυτικοῦ στρατοῦ μή σφι κεκακωμένοισι ἐπιθέωνται οἱ Θεσσαλοί, ἕρκος ὑψηλὸν ἐκ τῶν ναυηγίων περιεβάλοντο·
191.2. The storm lasted three days. Finally the Magi made offerings and cast spells upon the wind, sacrificing also to Thetis and the Nereids. In this way they made the wind stop on the fourth day—or perhaps it died down on its own. They sacrificed to Thetis after hearing from the Ionians the story that it was from this place that Peleus had carried her off and that all the headland of Sepia belonged to her and to the other Nereids.
191.2. ἡμέρας γὰρ δὴ ἐχείμαζε τρεῖς. τέλος δὲ ἔντομά τε ποιεῦντες καὶ καταείδοντες γόησι οἱ Μάγοι τῷ ἀνέμῳ, πρός τε τούτοισι καὶ τῇ Θέτι καὶ τῇσι Νηρηίσι θύοντες, ἔπαυσαν τετάρτῃ ἡμέρῃ, ἢ ἄλλως κως αὐτὸς ἐθέλων ἐκόπασε. τῇ δὲ Θέτι ἔθυον πυθόμενοι παρὰ τῶν Ἰώνων τὸν λόγον. ὡς ἐκ τοῦ χώρου τούτου ἁρπασθείη ὑπὸ Πηλέος, εἴη τε ἅπασα ἡ ἀκτὴ ἡ Σηπιὰς ἐκείνης τε καὶ τῶν ἀλλέων Νηρηίδων.
192.1. The storm, then, ceased on the fourth day. Now the scouts stationed on the headlands of Euboea ran down and told the Hellenes all about the shipwreck on the second day after the storm began.
192.1. ὃ μὲν δὴ τετάρτῃ ἡμέρῃ ἐπέπαυτο· τοῖσι δὲ Ἕλλησι οἱ ἡμεροσκόποι ἀπὸ τῶν ἄκρων τῶν Εὐβοϊκῶν καταδραμόντες δευτέρῃ ἡμέρῃ ἀπʼ ἧς ὁ χειμὼν ὁ πρῶτος ἐγένετο, ἐσήμαινον πάντα τὰ γενόμενα περὶ τὴν ναυηγίην.
192.2. After hearing this they prayed to Poseidon as their savior and poured libations. Then they hurried to Artemisium hoping to find few ships opposing them. So they came to Artemisium a second time and made their station there. From that time on they call Poseidon their savior.
192.2. οἳ δὲ ὡς ἐπύθοντο, Ποσειδέωνι σωτῆρι εὐξάμενοι καὶ σπονδὰς προχέαντες τὴν ταχίστην ὀπίσω ἠπείγοντο ἐπὶ τὸ Ἀρτεμίσιον, ἐλπίσαντες ὀλίγας τινάς σφι ἀντιξόους ἔσεσθαι νέας.
193.1. The barbarians, when the wind ceased and the waves no longer ran high, put to sea and coasted along the mainland; they sailed around the headland of Magnesia and sailed straight into the gulf which stretches toward Pagasae.
193.1. οἳ μὲν δὴ τὸ δεύτερον ἐλθόντες περὶ τὸ Ἀρτεμίσιον ἐναυλόχεον, Ποσειδέωνος σωτῆρος ἐπωνυμίην ἀπὸ τούτου ἔτι καὶ ἐς τόδε νομίζοντες. οἱ δὲ βάρβαροι, ὡς ἐπαύσατό τε ὁ ἄνεμος καὶ τὸ κῦμα ἔστρωτο, κατασπάσαντες τὰς νέας ἔπλεον παρὰ τὴν ἤπειρον, κάμψαντες δὲ τὴν ἄκρην τῆς Μαγνησίης ἰθέαν ἔπλεον ἐς τὸν κόλπον τὸν ἐπὶ Παγασέων φέροντα.
193.2. There is a place on this gulf in Magnesia, where, it is said, Heracles was sent for water and was left behind by Jason and his comrades of the Argo, when they were sailing to Aea in Colchis for the fleece; their purpose was to draw water from there and then to put out to sea. This is the reason why that place has been called Aphetae. Here Xerxes' men made their anchorage.
193.2. ἔστι δὲ χῶρος ἐν τῷ κόλπῳ τούτῳ τῆς Μαγνησίης, ἔνθα λέγεται τὸν Ἡρακλέα καταλειφθῆναι ὑπὸ Ἰήσονος τε καὶ τῶν συνεταίρων ἐκ τῆς Ἀργοῦς ἐπʼ ὕδωρ πεμφθέντα, εὖτʼ ἐπὶ τὸ κῶας ἔπλεον ἐς Αἶαν τὴν Κολχίδα· ἐνθεῦτεν γὰρ ἔμελλον ὑδρευσάμενοι ἐς τὸ πέλαγος ἀφήσειν. ἐπὶ τούτου δὲ τῷ χώρῳ οὔνομα γέγονε Ἀφέται. ἐν τούτῳ ὦν ὅρμον οἱ Ξέρξεω ἐποιεῦντο.
194.1. Fifteen of those ships had put to sea a long time after all the rest, and it chanced that they sighted the Greek ships off Artemisium. Supposing these to be their own fleet, the barbarians proceeded into the midst of their enemies. Their captain was the viceroy from Cyme in Aeolia, Sandoces son of Thamasius. This man, who was one of the king's judges, had once before been taken and crucified by Darius because he had given unjust judgment for a bribe.
194.1. πεντεκαίδεκα δὲ τῶν νεῶν τουτέων ἔτυχόν τε ὕσταται πολλὸν ἐξαναχθεῖσαι καί κως κατεῖδον τὰς ἐπʼ Ἀρτεμισίῳ τῶν Ἑλλήνων νέας. ἔδοξάν τε δὴ τὰς σφετέρας εἶναι οἱ βάρβαροι καὶ πλέοντες ἐσέπεσον ἐς τοὺς πολεμίους· τῶν ἐστρατήγεε ὁ ἀπὸ Κύμης τῆς Αἰολίδος ὕπαρχος Σανδώκης ὁ Θαμασίου τὸν δὴ πρότερον τούτων βασιλεὺς Δαρεῖος ἐπʼ αἰτίῃ τοιῇδε λαβὼν ἀνεσταύρωσε ἐόντα τῶν βασιληίων δικαστέων. ὁ Σανδώκης ἐπὶ χρήμασι ἄδικον δίκην ἐδίκασε.
194.2. When Sandoces had been hung on the cross, Darius found on consideration that his good services to the royal house outweighed his offenses. The king then perceived that he had acted with more haste than wisdom and set Sandoces free.
194.2. ἀνακρεμασθέντος ὦν αὐτοῦ, λογιζόμενος ὁ Δαρεῖος εὗρέ οἱ πλέω ἀγαθὰ τῶν ἁμαρτημάτων πεποιημένα ἐς οἶκον τὸν βασιλήιον· εὑρὼν δὲ τοῦτο ὁ Δαρεῖος, καὶ γνοὺς ὡς ταχύτερα αὐτὸς ἢ σοφώτερα ἐργασμένος εἴη, ἔλυσε.
194.3. In this way he escaped from being put to death by Darius. Now that he was taken into the midst of the Greeks, however, he was not to escape a second time, for when the Greeks saw the Persians bearing down on them, they perceived their mistake and putting to sea, easily took them captive.
194.3. βασιλέα μὲν δὴ Δαρεῖον οὕτω διαφυγὼν μὴ ἀπολέσθαι περιῆν, τότε δὲ ἐς τοὺς Ἕλληνας καταπλώσας ἔμελλε οὐ τὸ δεύτερον διαφυγὼν ἔσεσθαι· ὡς γὰρ σφέας εἶδον προσπλέοντας οἱ Ἕλληνες, μαθόντες αὐτῶν τὴν γινομένην ἁμαρτάδα, ἐπαναχθέντες εὐπετέως σφέας εἷλον.
195.1. In one of these ships they took Aridolis, the tyrant of Alabanda in Caria, and in another the Paphian captain Penthylus, son of Demonous; of the twelve ships which he had brought from Paphos he had lost eleven in the storm off the Sepiad headland and was in the one which remained when he was taken as he headed down on Artemisium. Having questioned these men and learned what they desired to know of Xerxes' force, the Greeks sent them away to the isthmus of Corinth in bonds.
195.1. ἐν τουτέων μιῇ Ἀρίδωλις πλέων ἥλω, τύραννος Ἀλαβάνδων τῶν ἐν Καρίῃ, ἐν ἑτέρῃ δὲ ὁ Πάφιος στρατηγὸς Πενθύλος ὁ Δημονόου, ὃς ἦγε μὲν δυώδεκα νέας ἐκ Πάφου, ἀποβαλὼν δὲ σφέων τὰς ἕνδεκα τῷ χειμῶνι τῷ γενομένῳ κατὰ Σηπιάδα, μιῇ τῇ περιγενομένῃ καταπλέων ἐπʼ Ἀρτεμίσιον ἥλω. τούτους οἱ Ἕλληνες ἐξιστορήσαντες τὰ ἐβούλοντο πυθέσθαι ἀπὸ τῆς Ξέρξεω στρατιῆς, ἀποπέμπουσι δεδεμένους ἐς τὸν Κορινθίων ἰσθμόν.
196.1. So the foreign fleet, of which, with the exception of fifteen ships Sandoces was captain, came to Aphetae. Xerxes and his land army marched through Thessaly and Achaea, and it was three days since he had entered Malis. In Thessaly he held a race for his own cavalry; this was also a test of the Thessalian horsemen, whom he had heard were the best in Hellas. The Greek horses were far outpaced in this contest. Of the Thessalian rivers, the Onochonus was the only one which could not provide enough water for his army to drink. In Achaea, however, even the greatest river there, the Apidanus, gave out, remaining but a sorry trickle.
196.1. ὁ μὲν δὴ ναυτικὸς ὁ τῶν βαρβάρων στρατός, πάρεξ τῶν πεντεκαίδεκα νεῶν τῶν εἶπον Σανδώκεα στρατηγέειν, ἀπίκοντο ἐς Ἀφέτας. Ξέρξης δὲ καὶ ὁ πεζὸς πορευθεὶς διὰ Θεσσαλίης καὶ Ἀχαιίης ἐσβεβληκὼς ἦν καὶ δὴ τριταῖος ἐς Μηλιέας, ἐν Θεσσαλίῃ μὲν ἅμιλλαν ποιησάμενος ἵππων τῶν τε ἑωυτοῦ ἀποπειρώμενος καὶ τῆς Θεσσαλίης ἵππου, πυθόμενος ὡς ἀρίστη εἴη τῶν ἐν Ἕλλησι· ἔνθα δὴ αἱ Ἑλληνίδες ἵπποι ἐλείποντο πολλόν. τῶν μέν νυν ἐν Θεσσαλίῃ ποταμῶν Ὀνόχωνος μοῦνος οὐκ ἀπέχρησε τῇ στρατιῇ τὸ ῥέεθρον πινόμενος· τῶν δὲ ἐν Ἀχαιίῃ ποταμῶν ῥεόντων οὐδὲ ὅστις μέγιστος αὐτῶν ἐστι Ἠπιδανός, οὐδὲ οὗτος ἀντέσχε εἰ μὴ φλαύρως.
197.1. When Xerxes had come to Alus in Achaea, his guides, desiring to inform him of all they knew, told him the story which is related in that country concerning the worship of Laphystian Zeus, namely how Athamas son of Aeolus plotted Phrixus' death with Ino, and further, how the Achaeans by an oracle's bidding compel Phrixus descendants to certain tasks.
197.1. ἐς Ἄλον δὲ τῆς Ἀχαιίης ἀπικομένῳ Ξέρξῃ οἱ κατηγεμόνες τῆς ὁδοῦ βουλόμενοι τὸ πᾶν ἐξηγέεσθαι ἔλεγόν οἱ ἐπιχώριον λόγον, τὰ περὶ τὸ ἱρὸν τοῦ Λαφυστίου Διός, ὡς Ἀθάμας ὁ Αἰόλου ἐμηχανήσατο Φρίξῳ μόρον σὺν Ἰνοῖ βουλεύσας, μετέπειτα δὲ ὡς ἐκ θεοπροπίου Ἀχαιοὶ προτιθεῖσι τοῖσι ἐκείνου ἀπογόνοισι ἀέθλους τοιούσδε·
197.2. They order the eldest of that family not to enter their town-hall (which the Achaeans call the People's House) and themselves keep watch there. If he should enter, he may not come out, save only to be sacrificed. They say as well that many of those who were to be sacrificed had fled in fear to another country, and that if they returned at a later day and were taken, they were brought into the town-hall. The guides showed Xerxes how the man is sacrificed, namely with fillets covering him all over and a procession to lead him forth.
197.2. ὃς ἂν ᾖ τοῦ γένεος τούτου πρεσβύτατος, τούτῳ ἐπιτάξαντες ἔργεσθαι τοῦ ληίτου αὐτοὶ φυλακὰς ἔχουσι. λήιτον δὲ καλέουσι τὸ πρυτανήιον οἱ Ἀχαιοί. ἢν δὲ ἐσέλθῃ, οὐκ ἔστι ὅκως ἔξεισι πρὶν ἢ θύσεσθαι μέλλῃ· ὥς τʼ ἔτι πρὸς τούτοισι πολλοὶ ἤδη τούτων τῶν μελλόντων θύσεσθαι δείσαντες οἴχοντο ἀποδράντες ἐς ἄλλην χώρην, χρόνου δὲ προϊόντος ὀπίσω κατελθόντες ἢν ἁλίσκωνται ἐστέλλοντο ἐς τὸ πρυτανήιον· ὡς θύεταί τε ἐξηγέοντο στέμμασι πᾶς πυκασθεὶς καὶ ὡς σὺν πομπῇ ἐξαχθείς.
197.3. It is the descendants of Phrixus' son Cytissorus who are treated in this way, because when the Achaeans by an oracle's bidding made Athamas son of Aeolus a scapegoat for their country and were about to sacrifice him, this Cytissorus came from Aea in Colchis and delivered him, thereby bringing the god's wrath on his own descendants.
197.3. ταῦτα δὲ πάσχουσι οἱ Κυτισσώρου τοῦ Φρίξου παιδὸς ἀπόγονοι, διότι καθαρμὸν τῆς χώρης ποιευμένων Ἀχαιῶν ἐκ θεοπροπίου Ἀθάμαντα τὸν Αἰόλου καὶ μελλόντων μιν θύειν ἀπικόμενος οὗτος ὁ Κυτίσσωρος ἐξ Αἴης τῆς Κολχίδος ἐρρύσατο, ποιήσας δὲ τοῦτο τοῖσι ἐπιγενομένοισι ἐξ ἑωυτοῦ μῆνιν τοῦ θεοῦ ἐνέβαλε.
197.4. Hearing all this, Xerxes, when he came to the temple grove, refrained from entering it himself and bade all his army do likewise, holding the house and the precinct of Athamas' descendants alike in reverence.
197.4. Ξέρξης δὲ ταῦτα ἀκούσας ὡς κατὰ τὸ ἄλσος ἐγίνετο, αὐτός τε ἔργετο αὐτοῦ καὶ τῇ στρατιῇ πάσῃ παρήγγειλε, τῶν τε Ἀθάμαντος ἀπογόνων τὴν οἰκίην ὁμοίως καὶ τὸ τέμενος ἐσέβετο.
198.1. These were Xerxes' actions in Thessaly and Achaea. From here he came into Malis along a gulf of the sea, in which the tide ebbs and flows daily. There is low-lying ground about this gulf, sometimes wide and sometimes very narrow, and around it stand high and inaccessible mountains which enclose the whole of Malis and are called the Rocks of Trachis.
198.1. ταῦτα μὲν τὰ ἐν Θεσσαλίῃ καὶ τὰ ἐν Ἀχαιίῃ· ἀπὸ δὲ τούτων τῶν χώρων ἤιε ἐς τὴν Μηλίδα παρὰ κόλπον θαλάσσης, ἐν τῷ ἄμπωτίς τε καὶ ῥηχίη ἀνὰ πᾶσαν ἡμέρην γίνεται. περὶ δὲ τὸν κόλπον τοῦτον ἐστὶ χῶρος πεδινός, τῇ μὲν εὐρὺς τῇ δὲ καὶ κάρτα στεινός· περὶ δὲ τὸν χῶρον ὄρεα ὑψηλὰ καὶ ἄβατα περικληίει πᾶσαν τὴν Μηλίδα γῆν, Τρηχίνιαι πέτραι καλεόμεναι.
198.2. Now the first town by the gulf on the way from Achaea is Anticyra, near to which the river Spercheus flows from the country of the Enieni and issues into the sea. About twenty furlongs from that river is another named Dyras, which is said to have risen from the ground to aid Heracles against the fire that consumed him and twenty furlongs again from that there is another river called the Black river.
198.2. πρώτη μέν νυν πόλις ἐστὶ ἐν τῷ κόλπῳ ἰόντι ἀπὸ Ἀχαιίης Ἀντικύρη, παρʼ ἣν Σπερχειὸς ποταμὸς ῥέων ἐξ Ἐνιήνων ἐς θάλασσαν ἐκδιδοῖ. ἀπὸ δὲ τούτου διὰ εἴκοσί κου σταδίων ἄλλος ποταμὸς τῷ οὔνομα κεῖται Δύρας, τὸν βοηθέοντα τῷ Ἡρακλέι καιομένῳ λόγος ἐστὶ ἀναφανῆναι. ἀπὸ δὲ τούτου διʼ ἄλλων εἴκοσι σταδίων ἄλλος ποταμός ἐστι ὃς καλέεται Μέλας.
199.1. The town of Trachis is five furlongs away from this Black river. Here is the greatest distance in all this region between the sea and the hills on which Trachis stands, for the plain is twenty-two thousand plethra in extent. In the mountains which hem in the Trachinian land there is a ravine to the south of Trachis, through which the river Asopus flows past the lower slopes of the mountains.
199.1. Τρηχὶς δὲ πόλις ἀπὸ τοῦ Μέλανος τούτου ποταμοῦ πέντε στάδια ἀπέχει. ταύτῃ δὲ καὶ εὐρύτατον ἐστὶ πάσης τῆς χώρης ταύτης ἐκ τῶν ὀρέων ἐς θάλασσαν, κατʼ ἃ Τρηχὶς πεπόλισται· δισχίλιά τε γὰρ καὶ δισμύρια πλέθρα τοῦ πεδίου ἐστί. τοῦ δὲ ὄρεος τὸ περικληίει τὴν γῆν τὴν Τρηχινίην ἐστὶ διασφὰξ πρὸς μεσαμβρίην Τρηχῖνος, διὰ δὲ τῆς διασφάγος Ἀσωπὸς ποταμὸς ῥέει παρὰ τὴν ὑπωρείαν τοῦ ὄρεος.
200.1. There is another river south of the Asopus, the Phoenix, a little stream which flows from those mountains into the Asopus. Near this stream is the narrowest place; there is only space for a single cart-way. Thermopylae is fifteen furlongs away from the river Phoenix.
200.1. ἔστι δὲ ἄλλος Φοῖνιξ ποταμὸς οὐ μέγας πρὸς μεσαμβρίην τοῦ Ἀσωποῦ, ὃς ἐκ τῶν ὀρέων τούτων ῥέων ἐς τὸν Ἀσωπὸν ἐκδιδοῖ. κατὰ δὲ τὸν Φοίνικα ποταμὸν στεινότατον ἐστί· ἁμαξιτὸς γὰρ μούνη δέδμηται. ἀπὸ δὲ τοῦ Φοίνικος ποταμοῦ πεντεκαίδεκα στάδια ἐστὶ ἐς Θερμοπύλας.
200.2. Between the river and Thermopylae there is a village named Anthele, past which the Asopus flows out into the sea, and there is a wide space around it in which stand a temple of Amphictyonid Demeter, seats for the Amphictyons, and a temple of Amphictyon himself King Xerxes lay encamped in Trachis in Malis and the Hellenes in the pass.
200.2. ἐν δὲ τῷ μεταξὺ Φοίνικος ποταμοῦ καὶ Θερμοπυλέων κώμη τε ἐστὶ τῇ οὔνομα Ἀνθήλη κεῖται, παρʼ ἣν δὴ παραρρέων ὁ Ἀσωπὸς ἐς θάλασσαν ἐκδιδοῖ, καὶ χῶρος περὶ αὐτὴν εὐρύς, ἐν τῷ Δήμητρός τε ἱρὸν Ἀμφικτυονίδος ἵδρυται καὶ ἕδραι εἰσὶ Ἀμφικτύοσι καὶ αὐτοῦ τοῦ Ἀμφικτύονος ἱρόν.
201.1. This place is called Thermopylae by most of the Hellenes, but by the natives and their neighbors Pylae. Each lay encamped in these places. Xerxes was master of everything to the north from Trachis, and the Hellenes of all that lay toward the south on the mainland.
201.1. βασιλεὺς μὲν δὴ Ξέρξης ἐστρατοπεδεύετο τῆς Μηλίδος ἐν τῇ Τρηχινίῃ, οἱ δὲ δὴ Ἕλληνες ἐν τῇ διόδῳ. καλέεται δὲ ὁ χῶρος οὗτος ὑπὸ μὲν τῶν πλεόνων Ἑλλήνων Θερμοπύλαι, ὑπὸ δὲ τῶν ἐπιχωρίων καὶ περιοίκων Πύλαι. ἐστρατοπεδεύοντο μέν νυν ἑκάτεροι ἐν τούτοισι τοῖσι χωρίοισι, ἐπεκράτεε δὲ ὃ μὲν τῶν πρὸς βορέην ἄνεμον ἐχόντων πάντων μέχρι Τρηχῖνος, οἳ δὲ τῶν πρὸς νότον καὶ μεσαμβρίην φερόντων τὸ ἐπὶ ταύτης τῆς ἠπείρου.
202.1. The Hellenes who awaited the Persians in that place were these: three hundred Spartan armed men; one thousand from Tegea and Mantinea, half from each place; one hundred and twenty from Orchomenus in Arcadia and one thousand from the rest of Arcadia; that many Arcadians, four hundred from Corinth, two hundred from Phlius, and eighty Mycenaeans. These were the Peloponnesians present; from Boeotia there were seven hundred Thespians and four hundred Thebans.
202.1. ἦσαν δὲ οἵδε Ἑλλήνων οἱ ὑπομένοντες τὸν Πέρσην ἐν τούτῳ τῷ χώρῳ, Σπαρτιητέων τε τριηκόσιοι ὁπλῖται καὶ Τεγεητέων καὶ Μαντινέων χίλιοι, ἡμίσεες ἑκατέρων, ἐξ Ὀρχομενοῦ τε τῆς Ἀρκαδίης εἴκοσι καὶ ἑκατόν, καὶ ἐκ τῆς λοιπῆς Ἀρκαδίης χίλιοι· τοσοῦτοι μὲν Ἀρκάδων, ἀπὸ δὲ Κορίνθου τετρακόσιοι καὶ ἀπὸ Φλειοῦντος διηκόσιοι καὶ Μυκηναίων ὀγδώκοντα. οὗτοι μὲν ἀπὸ Πελοποννήσου παρῆσαν, ἀπὸ δὲ Βοιωτῶν Θεσπιέων τε ἑπτακόσιοι καὶ Θηβαίων τετρακόσιοι.
203.1. In addition, the Opuntian Locrians in full force and one thousand Phocians came at the summons. The Hellenes had called upon them through messengers who told them that this was only the advance guard, that the rest of the allies were expected any day now, and that the sea was being watched, with the Athenians and Aeginetans and all those enrolled in the fleet on guard. There was nothing for them to be afraid of.
203.1. πρὸς τούτοισι ἐπίκλητοι ἐγένοντο Λοκροί τε οἱ Ὀπούντιοι πανστρατιῇ καὶ Φωκέων χίλιοι. αὐτοὶ γὰρ σφέας οἱ Ἕλληνες ἐπεκαλέσαντο, λέγοντες διʼ ἀγγέλων ὡς αὐτοὶ μὲν ἥκοιεν πρόδρομοι τῶν ἄλλων, οἱ δὲ λοιποὶ τῶν συμμάχων προσδόκιμοι πᾶσαν εἶεν ἡμέρην, ἡ θάλασσά τέ σφι εἴη ἐν φυλακῇ ὑπʼ Ἀθηναίων τε φρουρεομένη καὶ Αἰγινητέων καὶ τῶν ἐς τὸν ναυτικὸν στρατὸν ταχθέντων, καί σφι εἴη δεινὸν οὐδέν·
203.2. The invader of Hellas was not a god but a human being, and there was not, and never would be, any mortal on whom some amount of evil was not bestowed at birth, with the greatest men receiving the largest share. The one marching against them was certain to fall from pride, since he was a mortal. When they heard this, the Locrians and Phocians marched to Trachis to help.
203.2. οὐ γὰρ θεὸν εἶναι τὸν ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα ἀλλʼ ἄνθρωπον, εἶναι δὲ θνητὸν οὐδένα οὐδὲ ἔσεσθαι τῷ κακὸν ἐξ ἀρχῆς γινομένῳ οὐ συνεμίχθη, τοῖσι δὲ μεγίστοισι αὐτῶν μέγιστα. ὀφείλειν ὦν καὶ τὸν ἐπελαύνοντα, ὡς ἐόντα θνητόν, ἀπὸ τῆς δόξης πεσεῖν ἄν. οἳ δὲ ταῦτα πυνθανόμενοι ἐβοήθεον ἐς τὴν Τρηχῖνα.
204.1. Each city had its own general, but the one most admired and the leader of the whole army was a Lacedaemonian, Leonidas, son of Anaxandrides, son of Leon, son of Eurycratides, son of Anaxandrus, son of Eurycrates, son of Polydorus, son of Alcamenes, son of Teleclus, son of Archelaus, son of Hegesilaus, son of Doryssus, son of Leobotes, son of Echestratus, son of Agis, son of Eurysthenes, son of Aristodemus, son of Aristomachus, son of Cleodaeus, son of Hyllus, son of Heracles. Leonidas had gained the kingship at Sparta unexpectedly.
204.1. τούτοισι ἦσαν μέν νυν καὶ ἄλλοι στρατηγοὶ κατὰ πόλιας ἑκάστων, ὁ δὲ θωμαζόμενος μάλιστα καὶ παντὸς τοῦ στρατεύματος ἡγεόμενος Λακεδαιμόνιος ἦν Λεωνίδης ὁ Ἀναξανδρίδεω τοῦ Λέοντος τοῦ Εὐρυκρατίδεω τοῦ Ἀναξάνδρου τοῦ Εὐρυκράτεος τοῦ Πολυδώρου τοῦ Ἀλκαμένεος τοῦ Τηλέκλου τοῦ Ἀρχέλεω τοῦ Ἡγησίλεω τοῦ Δορύσσου τοῦ Λεωβώτεω τοῦ Ἐχεστράτου τοῦ Ἤγιος τοῦ Εὐρυσθένεος τοῦ Ἀριστοδήμου τοῦ Ἀριστομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου τοῦ Ἡρακλέος, κτησάμενος τὴν βασιληίην ἐν Σπάρτῃ ἐξ ἀπροσδοκήτου.
205.1. Since he had two older brothers, Cleomenes and Dorieus, he had renounced all thought of the kingship. Cleomenes, however, died without male offspring, and Dorieus, who had met his end in Sicily, was also no longer alive. The succession therefore fell to Leonidas since he was older than Anaxandrides' youngest son Cleombrotus and had married Cleomenes' daughter.
205.1. διξῶν γάρ οἱ ἐόντων πρεσβυτέρων ἀδελφεῶν, Κλεομένεός τε καὶ Δωριέος, ἀπελήλατο τῆς φροντίδος περὶ τῆς βασιληίης. ἀποθανόντος δὲ Κλεομένεος ἄπαιδος ἔρσενος γόνου, Δωριέος τε οὐκέτι ἐόντος ἀλλὰ τελευτήσαντος καὶ τούτου ἐν Σικελίῃ, οὕτω δὴ ἐς Λεωνίδην ἀνέβαινε ἡ βασιληίη, καὶ διότι πρότερος ἐγεγόνεε Κλεομβρότου· οὗτος γὰρ ἦν νεώτατος Ἀναξανδρίδεω παῖς καὶ δὴ καὶ εἶχε Κλεομένεος θυγατέρα.
205.2. He now came to Thermopylae with the appointed three hundred he had selected, all of whom had sons. He also brought those Thebans whom I counted among the number and whose general was Leontiades son of Eurymachus.
205.2. ὃς τότε ἤιε ἐς Θερμοπύλας ἐπιλεξάμενος ἄνδρας τε τοὺς κατεστεῶτας τριηκοσίους καὶ τοῖσι ἐτύγχανον παῖδες ἐόντες· παραλαβὼν δὲ ἀπίκετο καὶ Θηβαίων τοὺς ἐς τὸν ἀριθμὸν λογισάμενος εἶπον, τῶν ἐστρατήγεε Λεοντιάδης ὁ Εὐρυμάχου.
205.3. Leonidas took pains to bring only the Thebans among the Hellenes, because they were accused of medizing; he summoned them to the war wishing to know whether they would send their men with him or openly refuse the Hellenic alliance. They sent the men but intended something quite different The Spartans sent the men with Leonidas on ahead so that the rest of the allies would see them and march, instead of medizing like the others if they learned that the Spartans were delaying.
205.3. τοῦδε δὲ εἵνεκα τούτους σπουδὴν ἐποιήσατο Λεωνίδης μούνους Ἑλλήνωι παραλαβεῖν, ὅτι σφέων μεγάλως κατηγόρητο μηδίζειν· παρεκάλεε ὦν ἐς τὸν πόλεμον, θέλων εἰδέναι εἴτε συμπέμψουσι εἴτε καὶ ἀπερέουσι ἐκ τοῦ ἐμφανέος τὴν Ἑλλήνων συμμαχίην. οἳ δὲ ἀλλοφρονέοντες ἔπεμπον.
206.1. At present the Carneia was in their way, but once they had completed the festival, they intended to leave a garrison at Sparta and march out in full force with all speed.
206.1. τούτους μὲν τοὺς ἀμφὶ Λεωνίδην πρώτους ἀπέπεμψαν Σπαρτιῆται, ἵνα τούτους ὁρῶντες οἱ ἄλλοι σύμμαχοι στρατεύωνται μηδὲ καὶ οὗτοι μηδίσωσι, ἢν αὐτοὺς πυνθάνωνται ὑπερβαλλομένους· μετὰ δέ, Κάρνεια γάρ σφι ἦν ἐμποδών, ἔμελλον ὁρτάσαντες καὶ φυλακὰς λιπόντες ἐν τῇ Σπάρτῃ κατὰ τάχος βοηθέειν πανδημεί.
206.2. The rest of the allies planned to do likewise, for the Olympiad coincided with these events. They accordingly sent their advance guard, not expecting the war at Thermopylae to be decided so quickly.
206.2. ὣς δὲ καὶ οἱ λοιποὶ τῶν συμμάχων ἐνένωντο καὶ αὐτοὶ ἕτερα τοιαῦτα ποιήσειν· ἦν γὰρ κατὰ τὠυτὸ Ὀλυμπιὰς τούτοισι τοῖσι πρήγμασι συμπεσοῦσα· οὔκων δοκέοντες κατὰ τάχος οὕτω διακριθήσεσθαι τὸν ἐν Θερμοπύλῃσι πόλεμον ἔπεμπον τοὺς προδρόμους.
207.1. This is what they intended, but the Hellenes at Thermopylae, when the Persians drew near the pass, fearfully took counsel whether to depart. The rest of the Peloponnesians were for returning to the Peloponnese and guarding the isthmus, but the Phocians and Locrians were greatly angered by this counsel. Leonidas voted to remain where they were and send messengers to the cities bidding them to send help, since they were too few to ward off the army of the Medes.
207.1. οὗτοι μὲν δὴ οὕτω διενένωντο ποιήσειν· οἱ δὲ ἐν Θερμοπύλῃσι Ἕλληνες, ἐπειδὴ πέλας ἐγένετο τῆς ἐσβολῆς ὁ Πέρσης, καταρρωδέοντες ἐβουλεύοντο περὶ ἀπαλλαγῆς. τοῖσι μέν νυν ἄλλοισι Πελοποννησίοισι ἐδόκεε ἐλθοῦσι ἐς Πελοπόννησον τὸν Ἰσθμὸν ἔχειν ἐν φυλακῇ· Λεωνίδης δέ, Φωκέων καὶ Λοκρῶν περισπερχεόντων τῇ γνώμῃ ταύτῃ, αὐτοῦ τε μένειν ἐψηφίζετο πέμπειν τε ἀγγέλους ἐς τὰς πόλιας κελεύοντάς σφι ἐπιβοηθέειν, ὡς ἐόντων αὐτῶν ὀλίγων στρατὸν τὸν Μήδων ἀλέξασθαι.
208.1. While they debated in this way, Xerxes sent a mounted scout to see how many there were and what they were doing. While he was still in Thessaly, he had heard that a small army was gathered there and that its leaders were Lacedaemonians, including Leonidas, who was of the Heracleid clan.
208.1. ταῦτα βουλευομένων σφέων, ἔπεμπε Ξέρξης κατάσκοπον ἱππέα ἰδέσθαι ὁκόσοι εἰσὶ καὶ ὅ τι ποιέοιεν. ἀκηκόεε δὲ ἔτι ἐὼν ἐν Θεσσαλίῃ ὡς ἁλισμένη εἴη ταύτῃ στρατιὴ ὀλίγη, καὶ τοὺς ἡγεμόνας ὡς εἴησαν Λακεδαιμόνιοί τε καὶ Λεωνίδης ἐὼν γένος Ἡρακλείδης.
208.2. Riding up to the camp, the horseman watched and spied out the place. He could, however, not see the whole camp, for it was impossible to see those posted inside the wall which they had rebuilt and were guarding. He did take note of those outside, whose arms lay in front of the wall, and it chanced that at that time the Lacedaemonians were posted there.
208.2. ὡς δὲ προσήλασε ὁ ἱππεὺς πρὸς τὸ στρατόπεδον, ἐθηεῖτό τε καὶ κατώρα πᾶν μὲν οὒ τὸ στρατόπεδον· τοὺς γὰρ ἔσω τεταγμένους τοῦ τείχεος, τὸ ἀνορθώσαντες εἶχον ἐν φυλακῇ, οὐκ οἷά τε ἦν κατιδέσθαι· ὁ δὲ τοὺς ἔξω ἐμάνθανε, τοῖσι πρὸ τοῦ τείχεος τὰ ὅπλα ἔκειτο· ἔτυχον δὲ τοῦτον τὸν χρόνον Λακεδαιμόνιοι ἔξω τεταγμένοι.
208.3. He saw some of the men exercising naked and others combing their hair. He marvelled at the sight and took note of their numbers. When he had observed it all carefully, he rode back in leisure, since no one pursued him or paid him any attention at all. So he returned and told Xerxes all that he had seen.
208.3. τοὺς μὲν δὴ ὥρα γυμναζομένους τῶν ἀνδρῶν, τοὺς δὲ τὰς κόμας κτενιζομένους. ταῦτα δὴ θεώμενος ἐθώμαζε καὶ τὸ πλῆθος ἐμάνθανε. μαθὼν δὲ πάντα ἀτρεκέως ἀπήλαυνε ὀπίσω κατʼ ἡσυχίην· οὔτε γάρ τις ἐδίωκε ἀλογίης τε ἐνεκύρησε πολλῆς· ἀπελθών τε ἔλεγε πρὸς Ξέρξην τά περ ὀπώπεε πάντα.
209.1. When Xerxes heard that, he could not comprehend the fact that the Lacedaemonians were actually, to the best of their ability, preparing to kill or be killed. What they did appeared laughable to him, so he sent for Demaratus the son of Ariston, who was in his camp.
209.1. ἀκούων δὲ Ξέρξης οὐκ εἶχε συμβαλέσθαι τὸ ἐόν, ὅτι παρασκευάζοιντο ὡς ἀπολεόμενοί τε καὶ ἀπολέοντες κατὰ δύναμιν· ἀλλʼ αὐτῷ γελοῖα γὰρ ἐφαίνοντο ποιέειν, μετεπέμψατο Δημάρητον τὸν Ἀρίστωνος ἐόντα ἐν τῷ στρατοπέδῳ·
209.2. When this man arrived, he asked him about each of these matters, wanting to understand what it was that the Lacedaemonians were doing. Demaratus said, “You have already heard about these men from me, when we were setting out for Hellas, but when you heard, you mocked me, although I told you how I expected things to turn out. It is my greatest aim, O King, to be truthful in your presence.
209.2. ἀπικόμενον δέ μιν εἰρώτα Ξέρξης ἕκαστα τούτων, ἐθέλων μαθεῖν τὸ ποιεύμενον πρὸς τῶν Λακεδαιμονίων. ὁ δὲ εἶπε Ἤκουσας μὲν καὶ πρότερόν μευ, εὖτε ὁρμῶμεν ἐπὶ τὴν Ἑλλάδα, περὶ τῶν ἀνδρῶν τούτων, ἀκούσας δὲ γέλωτά με ἔθευ λέγοντα τῇ περ ὥρων ἐκβησόμενα πρήγματα ταῦτα· ἐμοὶ γὰρ τὴν ἀληθείην ἀσκέειν ἀντία σεῦ βασιλεῦ ἀγὼν μέγιστος ἐστί.