107.2. and presently, when Mandane was of marriageable age, he feared the vision too much to give her to any Mede worthy to marry into his family, but married her to a Persian called Cambyses, a man whom he knew to be wellborn and of a quiet temper: for Astyages held Cambyses to be much lower than a Mede of middle rank.
107.2. μετὰ δὲ τὴν Μανδάνην ταύτην ἐοῦσαν ἤδη ἀνδρὸς ὡραίην Μήδων μὲν τῶν ἑωυτοῦ ἀξίων οὐδενὶ διδοῖ γυναῖκα, δεδοικὼς τὴν ὄψιν· ὁ δὲ Πέρσῃ διδοῖ τῷ οὔνομα ἦν Καμβύσης, τὸν εὕρισκε οἰκίης μὲν ἐόντα ἀγαθῆς τρόπου δὲ ἡσυχίου, πολλῷ ἔνερθε ἄγων αὐτὸν μέσου ἀνδρὸς Μήδου.
108.1. But during the first year that Mandane was married to Cambyses, Astyages saw a second vision. He dreamed that a vine grew out of the genitals of this daughter, and that the vine covered the whole of Asia.
108.1. συνοικεούσης δὲ τῷ Καμβύσῃ τῆς Μανδάνης, ὁ Ἀστυάγης τῷ πρώτῳ ἔτεϊ εἶδε ἄλλην ὄψιν, ἐδόκεε δέ οἱ ἐκ τῶν αἰδοίων τῆς θυγατρὸς ταύτης φῦναι ἄμπελον, τὴν δὲ ἄμπελον ἐπισχεῖν τὴν Ἀσίην πᾶσαν.
108.2. Having seen this vision, and communicated it to the interpreters of dreams, he sent to the Persians for his daughter, who was about to give birth, and when she arrived kept her guarded, meaning to kill whatever child she bore: for the interpreters declared that the meaning of his dream was that his daughter's offspring would rule in his place.
108.2. ἰδὼν δὲ τοῦτο καὶ ὑπερθέμενος τοῖσι ὀνειροπόλοισι, μετεπέμψατο ἐκ τῶν Περσέων τὴν θυγατέρα ἐπίτεκα ἐοῦσαν, ἀπικομένην δὲ ἐφύλασσε βουλόμενος τὸ γενόμενον ἐξ αὐτῆς διαφθεῖραι· ἐκ γάρ οἱ τῆς ὄψιος οἱ τῶν Μάγων ὀνειροπόλοι ἐσήμαινον ὅτι μέλλοι ὁ τῆς θυγατρὸς αὐτοῦ γόνος βασιλεύσειν ἀντὶ ἐκείνου.
108.3. Anxious to prevent this, Astyages, when Cyrus was born, summoned Harpagus, a man of his household who was his most faithful servant among the Medes and was administrator of all that was his, and he said:
108.3. ταῦτα δὴ ὦν φυλασσόμενος ὁ Ἀστυάγης, ὡς ἐγένετο ὁ Κῦρος, καλέσας Ἅρπαγον ἄνδρα οἰκήιον καὶ πιστότατόν τε Μήδων καὶ πάντων ἐπίτροπον τῶν ἑωυτοῦ, ἔλεγὲ οἱ τοιάδε.
108.4. “Harpagus, whatever business I turn over to you, do not mishandle it, and do not leave me out of account and, giving others preference, trip over your own feet afterwards. Take the child that Mandane bore, and carry him to your house, and kill him; and then bury him however you like.”
108.4. Ἅρπαγε, πρῆγμα τὸ ἄν τοι προσθέω, μηδαμῶς παραχρήσῃ, μηδὲ ἐμέ τε παραβάλῃ καὶ ἄλλους ἑλόμενος ἐξ ὑστέρης σοὶ αὐτῷ περιπέσῃς· λάβε τὸν Μανδάνη ἔτεκε παῖδα, φέρων δὲ ἐς σεωυτοῦ ἀπόκτεινον, μετὰ δὲ θάψον τρόπῳ ὅτεῳ αὐτὸς βούλεαι.
108.5. “O King,” Harpagus answered, “never yet have you noticed anything displeasing in your man; and I shall be careful in the future, too, not to err in what concerns you. If it is your will that this be done, then my concern ought to be to attend to it scrupulously.”
108.5. ὁ δὲ ἀμείβεται ὦ βασιλεῦ, οὔτε ἄλλοτε κω παρεῖδες ἀνδρὶ τῷδε ἄχαρι οὐδέν, φυλασσόμεθα δὲ ἐς σὲ καὶ ἐς τὸν μετέπειτα χρόνον μηδὲν ἐξαμαρτεῖν. ἀλλʼ εἲ τοι φίλον τοῦτο οὕτω γίνεσθαι, χρὴ δὴ τό γε ἐμὸν ὑπηρετέεσθαι ἐπιτηδέως.
109.1. Harpagus answered thus. The child was then given to him, consigned to its death, and he went to his house weeping. When he came in, he told his wife the entire speech uttered by Astyages.
109.1. τούτοισι ἀμειψάμενος ὁ Ἅρπαγος, ὥς οἱ παρεδόθη τὸ παιδίον κεκοσμημένον τὴν ἐπὶ θανάτῳ ἤιε κλαίων ἐς τὰ οἰκία· παρελθὼν δὲ ἔφραζε τῇ ἑωυτοῦ γυναικὶ τὸν πάντα Ἀστυάγεος ῥηθέντα λόγον.
109.2. “Now, then,” she said to him, “what do you propose to do?” “Not to obey Astyages' instructions,” he answered, “not even if he should lose his mind and be more frantic than he is now: I will not lend myself to his plan or be an accessory to such a murder.
109.2. ἣ δὲ πρὸς αὐτὸν λέγει νῦν ὦν τί σοὶ ἐν νόῳ ἐστὶ ποιέειν; ὁ δὲ ἀμείβεται οὐ τῇ ἐνετέλλετο Ἀστυάγης, οὐδʼ εἰ παραφρονήσει τε καὶ μανέεται κάκιον ἢ νῦν μαίνεται, οὔ οἱ ἔγωγε προσθήσομαι τῇ γνώμῃ οὐδὲ ἐς φόνον τοιοῦτον ὑπηρετήσω.
109.3. There are many reasons why I will not kill him: because the child is related to me, and because Astyages is old and has no male children.
109.3. πολλῶν δὲ εἵνεκα οὐ φονεύσω μιν, καὶ ὅτι αὐτῷ μοι συγγενής ἐστὶ ὁ παῖς, καὶ ὅτι Ἀστυάγης μὲν ἐστὶ γέρων καὶ ἅπαις ἔρσενος γόνου·
109.4. Now if the sovereignty passes to this daughter of his after his death, whose son he is now killing by means of me, what is left for me but the gravest of all dangers? For the sake of my safety this child has to die; but one of Astyages' own people has to be the murderer and not one of mine.”
109.4. εἰ δʼ ἐθελήσει τούτου τελευτήσαντος ἐς τὴν θυγατέρα ταύτην ἀναβῆναι ἡ τυραννίς, τῆς νῦν τὸν υἱὸν κτείνει διʼ ἐμεῦ, ἄλλο τι ἢ λείπεται τὸ ἐνθεῦτεν ἐμοὶ κινδύνων ὁ μέγιστος; ἀλλὰ τοῦ μὲν ἀσφαλέος εἵνεκα ἐμοὶ δεῖ τοῦτον τελευτᾶν τὸν παῖδα, δεῖ μέντοι τῶν τινα Ἀστυάγεος αὐτοῦ φονέα γενέσθαι καὶ μὴ τῶν ἐμῶν.
110.1. So saying, he sent a messenger at once to one of Astyages' cowherds, who he knew pastured his herds in the likeliest spots and where the mountains were most infested with wild beasts. The man's name was Mitradates, and his wife was a slave like him; her name was in the Greek language Cyno, in the Median Spako: for “spax” is the Median word for dog.
110.1. ταῦτα εἶπε καὶ αὐτίκα ἄγγελον ἔπεμπε ἐπὶ τῶν βουκόλων τῶν Ἀστυάγεος τὸν ἠπίστατο νομάς τε ἐπιτηδεοτάτας νέμοντα καὶ ὄρεα θηριωδέστατα· τῷ οὔνομα ἦν Μιτραδάτης, συνοίκεε δὲ ἑωυτοῦ συνδούλῃ, οὔνομα δὲ τῇ γυναικὶ ἦν τῇ συνοίκεε Κυνὼ κατὰ τὴν Ἑλλήνων γλῶσσαν, κατὰ δὲ τὴν Μηδικὴν Σπακώ· τὴν γὰρ κύνα καλέουσι σπάκα Μῆδοι.
110.2. The foothills of the mountains where this cowherd pastured his cattle are north of Ecbatana, towards the Euxine sea; for the rest of Media is everywhere a level plain, but here, on the side of the Saspires, the land is very high and mountainous and covered with woods.
110.2. αἱ δὲ ὑπώρεαί εἰσὶ τῶν ὀρέων, ἔνθα τὰς νομὰς τῶν βοῶν εἶχε οὗτος δὴ ὁ βουκόλος, πρὸς βορέω τε ἀνέμου τῶν Ἀγβατάνων καὶ πρὸς τοῦ πόντου τοῦ Εὐξείνου· ταύτῃ μὲν γὰρ ἡ Μηδικὴ χωρῇ πρὸς Σασπείρων ὀρεινή ἐστι κάρτα καὶ ὑψηλή τε καὶ ἴδῃσι συνηρεφής, ἡ δὲ ἄλλη Μηδικὴ χωρῇ ἐστὶ πᾶσα ἄπεδος.
110.3. So when the cowherd came in haste at the summons, Harpagus said: “Astyages wants you to take this child and leave it in the most desolate part of the mountains so that it will perish as quickly as possible. And he wants me to tell you that if you do not kill it, but preserve it somehow, you will undergo the most harrowing death; and I am ordered to see it exposed.”
110.3. ἐπεὶ ὦν ὁ βουκόλος σπουδῇ πολλῇ καλεόμενος ἀπίκετο, ἔλεγε ὁ Ἅρπαγος τάδε. κελεύει σε Ἀστυάγης τὸ παιδίον τοῦτο λαβόντα θεῖναι ἐς τὸ ἐρημότατον τῶν ὀρέων, ὅκως ἂν τάχιστα διαφθαρείη· καὶ τάδε τοὶ ἐκέλευσε εἰπεῖν, ἢν μὴ ἀποκτείνῃς αὐτὸ ἀλλὰ τεῷ τρόπῳ περιποιήσῃς, ὀλέθρῳ τῷ κακίστῳ σε διαχρήσεσθαι. ἐπορᾶν δὲ ἐκκείμενον τέταγμαι ἐγώ.
111.1. Hearing this, the cowherd took the child and went back the same way and came to his dwelling. Now as it happened his wife too had been on the verge of delivering every day, and as the divinity would have it, she did in fact give birth while the cowherd was away in the city. Each of them was anxious for the other, the husband being afraid about his wife's labor, and the wife because she did not know why Harpagus had so unexpectedly sent for her husband.
111.1. ταῦτα ἀκούσας ὁ βουκόλος καὶ ἀναλαβὼν τὸ παιδίον ἤιε τὴν αὐτὴν ὀπίσω ὁδὸν καὶ ἀπικνέεται ἐς τὴν ἔπαυλιν. τῷ δʼ ἄρα καὶ αὐτῷ ἡ γυνή, ἐπίτεξ ἐοῦσα πᾶσαν ἡμέρην, τότε κως κατὰ δαίμονα τίκτει οἰχομένου τοῦ βουκόλου ἐς πόλιν. ἦσαν δὲ ἐν φροντίδι ἀμφότεροι ἀλλήλων πέρι, ὃ μὲν τοῦ τόκου τῆς γυναικὸς ἀρρωδέων, ἡ δὲ γυνὴ ὅ τι οὐκ ἐωθὼς ὁ Ἅρπαγος μεταπέμψαιτο αὐτῆς τὸν ἄνδρα.
111.2. So when he returned and stood before her, she was startled by the unexpected sight and asked him before he could speak why Harpagus had so insistently summoned him. “Wife,” he said, “when I came to the city, I saw and heard what I ought never to have seen, and what ought never to have happened to our masters. Harpagus' whole house was full of weeping; astonished, I went in;
111.2. ἐπείτε δὲ ἀπονοστήσας ἐπέστη, οἷα ἐξ ἀέλπτου ἰδοῦσα ἡ γυνὴ εἴρετο προτέρη ὅ τι μιν οὕτω προθύμως Ἅρπαγος μετεπέμψατο. ὁ δὲ εἶπε ὤ γύναι, εἶδόν τε ἐς πόλιν ἐλθὼν καὶ ἤκουσα τὸ μήτε ἰδεῖν ὄφελον μήτε κοτὲ γενέσθαι ἐς δεσπότας τοὺς ἡμετέρους. οἶκος μὲν πᾶς Ἁρπάγου κλαυθμῷ κατείχετο, ἐγὼ δὲ ἐκπλαγεὶς ἤια ἔσω.
111.3. and immediately I saw a child lying there struggling and crying, adorned in gold and embroidered clothing. And when Harpagus saw me, he told me to take the child in haste and bring it away and leave it where the mountains are the most infested with wild beasts. It was Astyages, he said, who enjoined this on me, and Harpagus threatened me grievously if I did not do it.
111.3. ὡς δὲ τάχιστα ἐσῆλθον, ὁρέω παιδίον προκείμενον ἀσπαῖρόν τε καὶ κραυγανόμενον, κεκοσμημένον χρυσῷ τε καὶ ἐσθῆτι ποικίλῃ. Ἅρπαγος δὲ ὡς εἶδέ με, ἐκέλευε τὴν ταχίστην ἀναλαβόντα τὸ παιδίον οἴχεσθαι φέροντα καὶ θεῖναι ἔνθα θηριωδέστατον εἴη τῶν ὀρέων, φὰς Ἀστυάγεα εἶναι τὸν ταῦτα ἐπιθέμενόν μοι, πόλλʼ ἀπειλήσας εἰ μή σφεα ποιήσαιμι.
111.4. So I took him and brought him away, supposing him to be the child of one of the servants; for I could never have guessed whose he was. But I was amazed at seeing him adorned with gold and clothing, and at hearing, too, the evident sound of weeping in the house of Harpagus.
111.4. καὶ ἐγὼ ἀναλαβὼν ἔφερον, δοκέων τῶν τινος οἰκετέων εἶναι· οὐ γὰρ ἂν κοτὲ κατέδοξα ἔνθεν γε ἦν. ἐθάμβεον δὲ ὁρέων χρυσῷ τε καὶ εἵμασι κεκοσμημένον, πρὸς δὲ καὶ κλαυθμὸν κατεστεῶτα ἐμφανέα ἐν Ἁρπάγου.
111.5. Very soon on the way I learned the whole story from the servant who brought me out of the city and gave the child into my custody: namely, that it was the son of Mandane the king's daughter and Cambyses the son of Cyrus, and that Astyages gave the command to kill him. And now, here he is.”
111.5. καὶ πρόκατε δὴ κατʼ ὁδὸν πυνθάνομαι τὸν πάντα λόγον θεράποντος, ὃς ἐμὲ προπέμπων ἔξω πόλιος ἐνεχείρισε τὸ βρέφος, ὡς ἄρα Μανδάνης τε εἴη παῖς τῆς Ἀστυάγεος θυγατρὸς καὶ Καμβύσεω τοῦ Κύρου, καί μιν Ἀστυάγης ἐντέλλεται ἀποκτεῖναι. νῦν τε ὅδε ἐστί.
112.1. And as he said this the cowherd uncovered it and showed it. But when the woman saw how fine and fair the child was, she began to cry and laid hold of the man's knees and begged him by no means to expose him. But the husband said he could not do otherwise; for, he said, spies would be coming from Harpagus to see what was done, and he would have to die a terrible death if he did not obey.
112.1. ἅμα δὲ ταῦτα ἔλεγε ὁ βουκόλος καὶ ἐκκαλύψας ἀπεδείκνυε. ἣ δὲ ὡς εἶδε τὸ παιδίον μέγα τε καὶ εὐειδὲς ἐόν, δακρύσασα καὶ λαβομένη τῶν γουνάτων τοῦ ἀνδρὸς ἐχρήιζε μηδεμιῇ τέχνῃ ἐκθεῖναί μιν.
112.2. Being unable to move her husband, the woman then said: “Since I cannot convince you not to expose it, then, if a child has to be seen exposed, do this: I too have borne a child, but I bore it dead.
112.2. ὁ δὲ οὐκ ἔφη οἷός τʼ εἶναι ἄλλως αὐτὰ ποιέειν· ἐπιφοιτήσειν γὰρ κατασκόπους ἐξ Ἁρπάγου ἐποψομένους, ἀπολέεσθαί τε κάκιστα ἢν μὴ σφεα ποιήσῃ. ὡς δὲ οὐκ ἔπειθε ἄρα τὸν ἄνδρα, δευτέρα λέγει ἡ γυνὴ τάδε. ἐπεὶ τοίνυν οὐ δύναμαί σε πείθειν μὴ ἐκθεῖναι, σὺ δὲ ὧδε ποίησον, εἰ δὴ πᾶσα ἀνάγκη ὀφθῆναι ἐκκείμενον. τέτοκα γὰρ καὶ ἐγώ, τέτοκα δὲ τεθνεός.
112.3. Take this one and put it out, but the child of the daughter of Astyages let us raise as if it were our own; this way, you won't be caught disobeying our masters, and we will not have plotted badly. For the dead child will have royal burial, and the living will not lose his life.”
112.3. τοῦτο μὲν φέρων πρόθες, τὸν δὲ τῆς Ἀστυάγεος θυγατρὸς παῖδα ὡς ἐξ ἡμέων ἐόντα τρέφωμεν. καὶ οὕτω οὔτε σὺ ἁλώσεαι ἀδικέων τοὺς δεσπότας οὔτε ἡμῖν κακῶς βεβουλευμένα ἔσται· ὅ τε γὰρ τεθνεὼς βασιληίης ταφῆς κυρήσει καὶ ὁ περιεὼν οὐκ ἀπολέει τὴν ψυχήν.
113.1. Thinking that his wife advised him excellently in his present strait, the cowherd immediately did as she said. He gave his wife the child whom he had brought to kill, and his own dead child he put into the chest in which he carried the other, and dressed it with all the other child's finery and left it out in the most desolate part of the mountains.
113.1. κάρτα τε ἔδοξε τῷ βουκόλῳ πρὸς τὰ παρεόντα εὖ λέγειν ἡ γυνή, καὶ αὐτίκα ἐποίεε ταῦτα· τὸν μὲν ἔφερε θανατώσων παῖδα, τοῦτον μὲν παραδιδοῖ τῇ ἑωυτοῦ γυναικί, τὸν δὲ ἑωυτοῦ ἐόντα νεκρὸν λαβὼν ἔθηκε ἐς τὸ ἄγγος ἐν τῷ ἔφερε τὸν ἕτερον·
113.2. Then on the third day after leaving the child out, the cowherd left one of his herdsmen to watch it and went to the city, where he went to Harpagus' house and said he was ready to show the child's dead body.
113.2. κοσμήσας δὲ τῷ κόσμῳ παντὶ τοῦ ἑτέρου παιδός, φέρων ἐς τὸ ἐρημότατον τῶν ὀρέων τίθει. ὡς δὲ τρίτη ἡμέρη τῷ παιδίῳ ἐκκειμένῳ ἐγένετο, ἤιε ἐς πόλιν ὁ βουκόλος, τῶν τινα προβοσκῶν φύλακον αὐτοῦ καταλιπών, ἐλθὼν δὲ ἐς τοῦ Ἁρπάγου ἀποδεικνύναι ἔφη ἕτοιμος εἶναι τοῦ παιδίου τὸν νέκυν.
113.3. Harpagus sent the most trusted of his bodyguard, and these saw for him and buried the cowherd's child. So it was buried: and the cowherd's wife kept and raised the boy who was afterwards named Cyrus; but she did not give him that name, but another.
113.3. πέμψας δὲ ὅ Ἅρπαγος τῶν ἑωυτοῦ δορυφόρων τοὺς πιστοτάτους εἶδέ τε διὰ τούτων καὶ ἔθαψε τοῦ βουκόλου τὸ παιδίον, καὶ τὸ μὲν ἐτέθαπτο, τὸν δὲ ὕστερον τούτων Κῦρον ὀνομασθέντα παραλαβοῦσα ἔτρεφε ἡ γυνὴ τοῦ βουκόλου, οὔνομα ἄλλο κού τι καὶ οὐ Κῦρον θεμένη.
114.1. Now when the boy was ten years old, the truth about him was revealed in some such way as this. He was playing in the village where these herdsmen's quarters were, playing in the road with others of his age. The boys while playing chose to be their king this one who was supposed to be the son of the cowherd.
114.1. καὶ ὅτε ἦν δεκαέτης ὁ παῖς, πρῆγμα ἐς αὑτὸν τοιόνδε γενόμενον ἐξέφηνέ μιν. ἔπαιζε ἐν τῇ κώμῃ ταύτῃ ἐν τῇ ἦσαν καὶ αἱ βουκολίαι αὗται, ἔπαιζε δὲ μετʼ ἄλλων ἡλίκων ἐν ὁδῷ. καὶ οἱ παῖδες παίζοντες εἵλοντο ἑωυτῶν βασιλέα εἶναι τοῦτον δὴ τὸν τοῦ βουκόλου ἐπίκλησιν παῖδα.
114.2. Then he assigned some of them to the building of houses, some to be his bodyguard, one doubtless to be the King's Eye; to another he gave the right of bringing him messages; to each he gave his proper work.
114.2. ὁ δὲ αὐτῶν διέταξε τοὺς μὲν οἰκίας οἰκοδομέειν, τοὺς δὲ δορυφόρους εἶναι, τὸν δέ κου τινὰ αὐτῶν ὀφθαλμὸν βασιλέος εἶναι, τῷ δὲ τινὶ τὰς ἀγγελίας φέρειν ἐδίδου γέρας, ὡς ἑκάστῳ ἔργον προστάσσων.
114.3. Now one of these boys playing with him was the son of Artembares, a notable Mede; when he did not perform his assignment from Cyrus, Cyrus told the other boys to seize him, and when they did so he handled the boy very roughly and whipped him.
114.3. εἷς δὴ τούτων τῶν παίδων συμπαίζων, ἐὼν Ἀρτεμβάρεος παῖς ἀνδρὸς δοκίμου ἐν Μήδοισι, οὐ γὰρ δὴ ἐποίησε τὸ προσταχθὲν ἐκ τοῦ Κύρου, ἐκέλευε αὐτὸν τοὺς ἄλλους παῖδας διαλαβεῖν, πειθομένων δὲ τῶν παίδων ὁ Κῦρος τὸν παῖδα τρηχέως κάρτα περιέσπε μαστιγέων.
114.4. As soon as he was let go, very upset about the indignity he had suffered, he went down to his father in the city and complained of what he had received at the hands of the son of Astyages' cowherd—not calling him Cyrus, for that name had not yet been given.
114.4. ὁ δὲ ἐπείτε μετείθη τάχιστα, ὡς γε δὴ ἀνάξια ἑωυτοῦ παθών, μᾶλλόν τι περιημέκτεε, κατελθὼν δὲ ἐς πόλιν πρὸς τὸν πατέρα ἀποικτίζετο τῶν ὑπὸ Κύρου ἤντησε, λέγων δὲ οὐ Κύρου (οὐ γάρ κω ἦν τοῦτο τοὔνομα), ἀλλὰ πρὸς τοῦ βουκόλου τοῦ Ἀστυάγεος παιδός.
114.5. Artembares, going just as angry as he was to Astyages and bringing his son along, announced that an impropriety had been committed, saying, “O King, by your slave, the son of a cowherd, we have been outraged thus”: and with that he bared his son's shoulders.
114.5. ὁ δὲ Ἀρτεμβάρης ὀργῇ ὡς εἶχε ἐλθὼν παρὰ τὸν Ἀστυάγεα καὶ ἅμα ἀγόμενος τὸν παῖδα ἀνάρσια πρήγματα ἔφη πεπονθέναι, λέγων ὦ βασιλεῦ, ὑπὸ τοῦ σοῦ δούλου, βουκόλου δὲ παιδὸς ὧδε περιυβρίσμεθα, δεικνὺς τοῦ παιδὸς τοὺς ὤμους.
115.1. When Astyages heard and saw, he was ready to avenge the boy in view of Artembares' rank: so he sent for the cowherd and his son. When they were both present, Astyages said, fixing his eyes on Cyrus, “Is it you, then, the child of one such as this, who have dared to lay hands on the son of the greatest of my courtiers?”
115.1. ἀκούσας δὲ καὶ ἰδὼν Ἀστυάγης, θέλων τιμωρῆσαι τῷ παιδὶ τιμῆς τῆς Ἀρτεμβάρεος εἵνεκα, μετεπέμπετο τόν τε βουκόλον καὶ τὸν παῖδα. ἐπείτε δὲ παρῆσαν ἀμφότεροι, βλέψας πρὸς τὸν Κῦρον ὁ Ἀστυάγης ἔφη σὺ δὴ ἐὼν τοῦδε τοιούτου ἐόντος παῖς ἐτόλμησας τὸν τοῦδε παῖδα ἐόντος πρώτου παρʼ ἐμοὶ ἀεικείῃ τοιῇδε περισπεῖν;
115.2. Cyrus answered, “Master, what I did to him I did with justice. The boys of the village, of whom he was one, chose me while playing to be their king, for they thought me the most fit for this.
115.2. ὁ δὲ ἀμείβετο ὧδε. ὦ δέσποτα, ἐγὼ ταῦτα τοῦτον ἐποίησα σὺν δίκῃ. οἱ γάρ με ἐκ τῆς κώμης παῖδες, τῶν καὶ ὅδε ἦν, παίζοντες σφέων αὐτῶν ἐστήσαντο βασιλέα· ἐδόκεον γὰρ σφι εἶναι ἐς τοῦτο ἐπιτηδεότατος.
115.3. The other boys then did as assigned: but this one was disobedient and cared nothing for me, for which he got what he deserved. Now, if I deserve punishment for this, here I am to take it.”
115.3. οἱ μέν νυν ἄλλοι παῖδες τὰ ἐπιτασσόμενα ἐπετέλεον, οὗτος δὲ ἀνηκούστεέ τε καὶ λόγον εἶχε οὐδένα, ἐς ὃ ἔλαβὲ τὴν δίκην. εἰ ὦν δὴ τοῦδε εἵνεκα ἄξιός τευ κακοῦ εἰμί, ὅδε τοὶ πάρειμι.
116.1. While the boy spoke, it seemed to Astyages that he recognized him; the character of his face was like his own, he thought, and his manner of answering was freer than customary: and the date of the exposure seemed to agree with the boy's age.
116.1. ταῦτα λέγοντος τοῦ παιδὸς τὸν Ἀστυάγεα ἐσήιε ἀνάγνωσις αὐτοῦ, καὶ οἱ ὅ τε χαρακτὴρ τοῦ προσώπου προσφέρεσθαι ἐδόκεε ἐς ἑωυτὸν καὶ ἡ ὑπόκρισις ἐλευθερωτέρη εἶναι, ὅ τε χρόνος τῆς ἐκθέσιος τῇ ἡλικίῃ τοῦ παιδὸς ἐδόκεε συμβαίνειν.
116.2. Astonished at this, he sat a while silent; but when at last with difficulty he could collect his wits, he said (for he wanted to be rid of Artembares and question the cowherd with no one present), “I shall act in such a way, Artembares, that you and your son shall have no cause of complaint.”
116.2. ἐκπλαγεὶς δὲ τούτοισι ἐπὶ χρόνον ἄφθογγος ἦν· μόγις δὲ δή κοτε ἀνενειχθεὶς εἶπε, θέλων ἐκπέμψαι τὸν Ἀρτεμβάρεα, ἵνα τὸν βουκόλον μοῦνον λαβὼν βασανίσῃ, Ἀρτέμβαρες, ἐγὼ ταῦτα ποιήσω ὥστε σὲ καὶ τὸν παῖδα τὸν σὸν μηδὲν ἐπιμέμφεσθαι.
116.3. So he sent Artembares away, and the attendants led Cyrus inside at Astyages' bidding. When the cowherd was left quite alone, Astyages asked him where he had got the boy and who had been the giver.
116.3. τὸν μὲν δὴ Ἀρτεμβάρεα πέμπει, τὸν δὲ Κῦρον ἦγον ἔσω οἱ θεράποντες κελεύσαντος τοῦ Ἀστυάγεος, ἐπεὶ δὲ ὑπελέλειπτο ὁ βουκόλος μοῦνος μουνόθεν, τάδε αὐτὸν εἴρετο ὁ Ἀστυάγεος, κόθεν λάβοι τὸν παῖδα καὶ τίς εἴη ὁ παραδούς.
116.4. The cowherd answered that Cyrus was his own son and that the mother was still with him. Astyages said that he was not well advised if he wished to find himself in a desperate situation, and as he said this made a sign to the spearbearers to seize him.
116.4. ὁ δὲ ἐξ ἑωυτοῦ τε ἔφη γεγονέναι καὶ τὴν τεκοῦσαν αὐτὸν εἶναι ἔτι παρʼ ἑωυτῷ. Ἀστυάγης δὲ μιν οὐκ εὖ βουλεύεσθαι ἔφη ἐπιθυμέοντα ἐς ἀνάγκας μεγάλας ἀπικνέεσθαι, ἅμα τε λέγων ταῦτα ἐσήμαινε τοῖσι δορυφόροισι λαμβάνειν αὐτόν.
116.5. Then, under stress of necessity, the cowherd disclosed to him the whole story, telling everything exactly as it had happened from the beginning, and at the end fell to entreaty and urged the king to pardon him.
116.5. ὁ δὲ ἀγόμενος ἐς τὰς ἀνάγκας οὕτω δὴ ἔφαινε τὸν ἐόντα λόγον· ἀρχόμενος δὲ ἀπʼ ἀρχῆς διεξήιε τῇ ἀληθείῃ χρεώμενος, καὶ κατέβαινε ἐς λιτάς τε καὶ συγγνώμην ἑωυτῷ κελεύων ἔχειν αὐτόν.
117.1. When the cowherd had disclosed the true story, Astyages took less interest in him, but he was very angry with Harpagus and had the guards summon him.
117.1. Ἀστυάγης δὲ τοῦ μὲν βουκόλου τὴν ἀληθείην ἐκφήναντος λόγον ἤδη καὶ ἐλάσσω ἐποιέετο, Ἁρπάγῳ δὲ καὶ μεγάλως μεμφόμενος καλέειν αὐτὸν τοὺς δορυφόρους ἐκέλευε.
117.2. Harpagus came, and Astyages asked him “Harpagus, how did you kill the boy, my daughter's son, whom I gave you?” Harpagus, when he saw the cowherd was there, did not take the way of falsehood, lest he be caught and confuted:
117.2. ὡς δέ οἱ παρῆν ὁ Ἅρπαγος, εἴρετό μιν ὁ Ἀστυάγης Ἅρπαγε, τέῳ δὴ μόρῳ τὸν παῖδα κατεχρήσαο τόν τοι παρέδωκα ἐκ θυγατρὸς γεγονότα τῆς ἐμῆς; ὁ δὲ Ἅρπαγος ὡς εἶδε τὸν βουκόλον ἔνδον ἐόντα, οὐ τρέπεται ἐπὶ ψευδέα ὁδόν, ἵνα μὴ ἐλεγχόμενος ἁλίσκηται, ἀλλὰ λέγει τάδε.
117.3. “O King,” he said,” when I took the boy, I thought and considered how to do what you wanted and not be held a murderer by your daughter or by you even though I was blameless toward you.
117.3. ὦ βασιλεῦ, ἐπείτε παρέλαβον τὸ παιδίον, ἐβούλευον σκοπέων ὅκως σοί τε ποιήσω κατὰ νόον, καὶ ἐγὼ πρὸς σὲ γινόμενος ἀναμάρτητος μήτε θυγατρὶ τῇ σῇ μήτε αὐτῷ σοὶ εἴην αὐθέντης.
117.4. So I did this: I summoned this cowherd here, and gave the child to him, telling him that it was you who gave the command to kill it. And that was the truth; for such was your command. But I gave the child with the instructions that the cowherd was to lay it on a desolate mountainside and wait there and watch until it was dead; and I threatened all sorts of things if he did not accomplish this.
117.4. ποιέω δὴ ὧδε· καλέσας τὸν βουκόλον τόνδε παραδίδωμι τὸ παιδίον, φὰς σέ τε εἶναι τὸν κελεύοντα ἀποκτεῖναι αὐτό. καὶ λέγων τοῦτό γε οὐκ ἐψευδόμην· σὺ γὰρ ἐνετέλλεο οὕτω. παραδίδωμι μέντοι τῷδε κατὰ τάδε ἐντειλάμενος, θεῖναὶ μιν ἐς ἔρημον ὄρος καὶ παραμένοντα φυλάσσειν ἄχρι οὗ τελευτήσῃ, ἀπειλήσας παντοῖα τῷδε ἢν μὴ τάδε ἐπιτελέα ποιήσῃ.
117.5. Then, when he had done what he was told, and the child was dead, I sent the most trusted of my eunuchs and had the body viewed and buried. This, O king, is the story, and such was the end of the boy.”
117.5. ἐπείτε δὲ ποιήσαντος τούτου τὰ κελευόμενα ἐτελεύτησε τὸ παιδίον, πέμψας τῶν εὐνούχων τοὺς πιστοτάτους καὶ εἶδον διʼ ἐκείνων καὶ ἔθαψά μιν. οὕτω ἔσχε ὦ βασιλεῦ περὶ τοῦ πρήγματος τούτου, καὶ τοιούτῳ μόρῳ ἐχρήσατο ὁ παῖς.
118.1. Harpagus told the story straight, while Astyages, hiding the anger that he felt against him for what had been done, first repeated the story again to Harpagus exactly as he had heard it from the cowherd, then, after repeating it, ended by saying that the boy was alive and that the matter had turned out well.
118.1. Ἅρπαγος μὲν δὴ τὸν ἰθὺν ἔφαινε λόγον· Ἀστυάγης δὲ κρύπτων τὸν οἱ ἐνεῖχε χόλον διὰ τὸ γεγονός, πρῶτα μέν, κατά περ ἤκουσε αὐτὸς πρὸς τοῦ βουκόλου τὸ πρῆγμα, πάλιν ἀπηγέετο τῷ Ἁρπάγῳ, μετὰ δὲ ὣς οἱ ἐπαλιλλόγητο, κατέβαινε λέγων ὡς περίεστί τε ὁ παῖς καὶ τὸ γεγονὸς ἔχει καλῶς·
118.2. “For,” he said, “I was greatly afflicted by what had been done to this boy, and it weighed heavily on me that I was estranged from my daughter. Now, then, in this good turn of fortune, send your own son to this boy newly come, and (since I am about to sacrifice for the boy's safety to the gods to whom this honor is due) come here to dine with me.”
118.2. τῷ τε γὰρ πεποιημένῳ ἔφη λέγων ἐς τὸν παῖδα τοῦτον ἔκαμνον μεγάλως, καὶ θυγατρὶ τῇ ἐμῇ διαβεβλημένος οὐκ ἐν ἐλαφρῷ ἐποιεύμην. ὡς ὦν τῆς τύχης εὖ μετεστεώσης, τοῦτο μὲν τὸν σεωυτοῦ παῖδα ἀπόπεμψον παρὰ τὸν παῖδα τὸν νεήλυδα, τοῦτο δὲ (σῶστρα γὰρ τοῦ παιδὸς μέλλω θύειν τοῖσι θεῶν τιμὴ αὕτη προσκέεται) πάρισθί μοι ἐπὶ δεῖπνον.
119.1. When Harpagus heard this, he bowed and went to his home, very pleased to find that his offense had turned out for the best and that he was invited to dinner in honor of this fortunate day.
119.1. Ἅρπαγος μὲν ὡς ἤκουσε ταῦτα, προσκυνήσας καὶ μεγάλα ποιησάμενος ὅτι τε ἡ ἁμαρτὰς οἱ ἐς δέον ἐγεγόνεε καὶ ὅτι ἐπὶ τύχῃσι χρηστῇσι ἐπὶ δεῖπνον ἐκέκλητο, ἤιε ἐς τὰ οἰκία.
119.2. Coming in, he told his only son, a boy of about thirteen years of age, to go to Astyages' palace and do whatever the king commanded, and in his great joy he told his wife everything that had happened.
119.2. ἐσελθὼν δὲ τὴν ταχίστην, ἦν γὰρ οἱ παῖς εἷς μοῦνος ἔτεα τρία καὶ δέκα κου μάλιστα γεγονώς, τοῦτον ἐκπέμπεν ἰέναι τε κελεύων ἐς Ἀστυάγεος καὶ ποιέειν ὅ τι ἂν ἐκεῖνος κελεύῃ, αὐτὸς δὲ περιχαρὴς ἐὼν φράζει τῇ γυναικὶ τὰ συγκυρήσαντα.
119.3. But when Harpagus' son came, Astyages cut his throat and tore him limb from limb, roasted some of the flesh and boiled some, and kept it ready after he had prepared it.
119.3. Ἀστυάγης δέ, ὥς οἱ ἀπίκετο ὁ Ἁρπάγου παῖς, σφάξας αὐτὸν καὶ κατὰ μέλεα διελὼν τὰ μὲν ὤπτησε τὰ δὲ ἥψησε τῶν κρεῶν, εὔτυκα δὲ ποιησάμενος εἶχε ἕτοιμα.
119.4. So when the hour for dinner came and the rest of the guests and Harpagus were present, Astyages and the others were served dishes of lamb's meat, but Harpagus that of his own son, all but the head and hands and feet, which lay apart covered up in a wicker basket.
119.4. ἐπείτε δὲ τῆς ὥρης γινομένης τοῦ δείπνου παρῆσαν οἵ τε ἄλλοι δαιτυμόνες καὶ ὁ Ἅρπαγος, τοῖσι μὲν ἄλλοισι καὶ αὐτῷ Ἀστυάγεϊ παρετιθέατο τράπεζαι ἐπίπλεαι μηλέων κρεῶν, Ἁρπάγῳ δὲ τοῦ παιδὸς τοῦ ἑωυτοῦ, πλὴν κεφαλῆς τε καὶ ἄκρων χειρῶν τε καὶ ποδῶν, τἄλλα πάντα· ταῦτα δὲ χωρὶς ἔκειτο ἐπὶ κανέῳ κατακεκαλυμμένα, ὡς δὲ τῷ Ἁρπάγῳ ἐδόκεε ἅλις ἔχειν τῆς βορῆς, Ἀστυάγης εἴρετό μιν εἰ ἡσθείη τι τῇ θοίνῃ.
119.5. And when Harpagus seemed to have eaten his fill, Astyages asked him, “Did you like your meal, Harpagus?” “Exceedingly,” Harpagus answered. Then those whose job it was brought him the head of his son and hands and feet concealed in the basket, and they stood before Harpagus and told him to open and take what he liked.
119.5. φαμένου δὲ Ἁρπάγου καὶ κάρτα ἡσθῆναι, παρέφερον τοῖσι προσέκειτο τὴν κεφαλὴν τοῦ παιδὸς κατακεκαλυμμένην καὶ τὰς χεῖρας καὶ τοὺς πόδας, Ἅρπαγον δὲ ἐκέλευον προσστάντες ἀποκαλύπτειν τε καὶ λαβεῖν τὸ βούλεται αὐτῶν.
119.6. Harpagus did; he opened and saw what was left of his son: he saw this, but mastered himself and did not lose his composure. Astyages asked him, “Do you know what beast's meat you have eaten?”
119.6. πειθόμενος δὲ ὁ Ἅρπαγος καὶ ἀποκαλύπτων ὁρᾷ τοῦ παιδὸς τὰ λείμματα, ἰδὼν δὲ οὔτε ἐξεπλάγη ἐντός τε ἑωυτοῦ γίνεται. εἴρετο δὲ αὐτὸν ὁ Ἀστυάγης εἰ γινώσκοι ὅτευ θηρίου κρέα βεβρώκοι.
119.7. “I know,” he said, “and all that the king does is pleasing.” With that answer he took the remains of the meat and went home. There he meant, I suppose, after collecting everything, to bury it.
119.7. ὁ δὲ καὶ γινώσκειν ἔφη καὶ ἀρεστὸν εἶναι πᾶν τὸ ἂν βασιλεὺς ἔρδῃ. τούτοισι δὲ ἀμειψάμενος καὶ ἀναλαβὼν τὰ λοιπὰ τῶν κρεῶν ἤιε ἐς τὰ οἰκία, ἐνθεῦτεν δὲ ἔμελλε, ὡς ἐγὼ δοκέω, ἁλίσας θάψειν τὰ πάντα.
120.1. Thus Astyages punished Harpagus. But, to help him to decide about Cyrus, he summoned the same Magi who had interpreted his dream as I have said: and when they came, Astyages asked them how they had interpreted his dream. They answered as before, and said that the boy must have been made king had he lived and not died first.
120.1. Ἁρπάγῳ μὲν Ἀστυάγης δίκην ταύτην ἐπέθηκε, Κύρου δὲ πέρι βουλεύων ἐκάλεε τοὺς αὐτοὺς τῶν Μάγων οἳ τὸ ἐνύπνιὸν οἱ ταύτῃ ἔκριναν. ἀπικομένους δὲ εἴρετο ὁ Ἁστυάγης τῇ ἔκρινάν οἱ τὴν ὄψιν. οἳ δὲ κατὰ ταὐτὰ εἶπαν λέγοντες ὡς βασιλεῦσαι χρῆν τὸν παῖδα, εἰ ἐπέζωσε καὶ μὴ ἀπέθανε πρότερον.
120.2. Then Astyages said, “The boy is safe and alive, and when he was living in the country the boys of his village made him king, and he duly did all that is done by true kings: for he assigned to each individually the roles of bodyguards and sentinels and messengers and everything else, and so ruled. And what do you think is the significance of this?”
120.2. ὁ δὲ ἀμείβεται αὐτοὺς τοῖσιδε. ἔστι τε ὁ παῖς καὶ περίεστι, καί μιν ἐπʼ ἀγροῦ διαιτώμενον οἱ ἐκ τῆς κώμης παῖδες ἐστήσαντο βασιλέα. ὁ δὲ πάντα ὅσα περ οἱ ἀληθέι λόγῳ βασιλέες ἐτελέωσε ποιήσας· καὶ γὰρ δορυφόρους καὶ θυρωροὺς καὶ ἀγγελιηφόρους καὶ τὰ λοιπὰ πάντα διατάξας ἦρχε.
120.3. “If the boy is alive,” said the Magi, “and has been made king without premeditation, then be confident on this score and keep an untroubled heart: he will not be made king a second time. Even in our prophecies, it is often but a small thing that has been foretold and the consequences of dreams come to nothing in the end.”
120.3. καὶ νῦν ἐς τί ὑμῖν ταῦτα φαίνεται φέρειν; εἶπαν οἱ Μάγοι εἰ μὲν περίεστί τε καὶ ἐβασίλευσε ὁ παῖς μὴ ἐκ προνοίης τινός, θάρσεέ τε τούτου εἵνεκα καὶ θυμὸν ἔχε ἀγαθόν· οὐ γὰρ ἔτι τὸ δεύτερον ἄρχει. παρὰ σμικρὰ γὰρ καὶ τῶν λογίων ἡμῖν ἔνια κεχώρηκε, καὶ τά γε τῶν ὀνειράτων ἐχόμενα τελέως ἐς ἀσθενὲς ἔρχεται.
120.4. “I too, Magi,” said Astyages, “am very much of your opinion: that the dream came true when the boy was called king, and that I have no more to fear from him. Nevertheless consider well and advise me what will be safest both for my house and for you.”
120.4. ἀμείβεται ὁ Ἀστυάγης τοῖσιδε. καὶ αὐτὸς ὦ Μάγοι ταύτῃ πλεῖστος γνώμην εἰμί, βασιλέος ὀνομασθέντος τοῦ παιδὸς ἐξήκειν τε τὸν ὄνειρον καί μοι τὸν παῖδα τοῦτον εἶναι δεινὸν ἔτι οὐδέν. ὅμως μέν γέ τοι συμβουλεύσατέ μοι εὖ περισκεψάμενοι τὰ μέλλει ἀσφαλέστατα εἶναι οἴκῳ τε τῷ ἐμῷ καὶ ὑμῖν.
120.5. The Magi said, “O King, we too are very anxious that your sovereignty prosper: for otherwise, it passes from your nation to this boy who is a Persian, and so we Medes are enslaved and held of no account by the Persians, as we are of another blood, but while you, our countryman, are established king, we have our share of power, and great honor is shown us by you.
120.5. εἶπαν πρὸς ταῦτα οἱ Μάγοι ὦ βασιλεῦ, καὶ αὐτοῖσι ἡμῖν περὶ πολλοῦ ἐστι κατορθοῦσθαι ἀρχὴν τὴν σήν. κείνως μὲν γὰρ ἀλλοτριοῦται ἐς τὸν παῖδα τοῦτον περιιοῦσα ἐόντα Πέρσην, καὶ ἡμεῖς ἐόντες Μῆδοι δουλούμεθά τε καὶ λόγου οὐδενὸς γινόμεθα πρὸς Περσέων, ἐόντες ξεῖνοι· σέο δʼ ἐνεστεῶτος βασιλέος, ἐόντος πολιήτεω, καὶ ἄρχομεν τὸ μέρος καὶ τιμὰς πρὸς σέο μεγάλας ἔχομεν.
120.6. Thus, then, we ought by all means to watch out for you and for your sovereignty. And if at the present time we saw any danger we would declare everything to you: but now the dream has had a trifling conclusion, and we ourselves are confident and advise you to be so also. As for this boy, send him out of your sight to the Persians and to his parents.”
120.6. οὕτω ὦν πάντως ἡμῖν σέο καὶ τῆς σῆς ἀρχῆς προοπτέον ἐστί. καὶ νῦν εἰ φοβερόν τι ἐνωρῶμεν, πᾶν ἂν σοὶ προεφράζομεν. νῦν δὲ ἀποσκήψαντος τοῦ ἐνυπνίου ἐς φαῦλον, αὐτοί τε θαρσέομεν καὶ σοὶ ἕτερα τοιαῦτα παρακελευόμεθα. τὸν δὲ παῖδα τοῦτον ἐξ ὀφθαλμῶν ἀπόπεμψαι ἐς Πέρσας τε καὶ τοὺς γειναμένους.
121.1. Hearing this, Astyages was glad, and calling Cyrus, said, “My boy, I did you wrong because of a vision I had in a dream, that meant nothing, but by your own destiny you still live; now therefore, go to the Persians, and good luck go with you; I will send guides with you. When you get there you will find a father and mother unlike the cowherd, Mitradates, and his wife.”
121.1. ἀκούσας ταῦτα ὁ Ἀστυάγης ἐχάρη τε καὶ καλέσας τὸν Κῦρον ἔλεγέ οἱ τάδε. ὦ παῖ, σὲ γὰρ ἐγὼ διʼ ὄψιν ὀνείρου οὐ τελέην ἠδίκεον, τῇ σεωυτοῦ δὲ μοίρῃ περίεις· νῦν ὦν ἴθι χαίρων ἐς Πέρσας, πομποὺς δὲ ἐγὼ ἅμα πέμψω. ἐλθὼν δὲ ἐκεῖ πατέρα τε καὶ μητέρα εὑρήσεις οὐ κατὰ Μιτραδάτην τε τὸν βουκόλον καὶ τὴν γυναῖκα αὐτοῦ.
122.1. After saying this, Astyages sent Cyrus away. When he returned to Cambyses' house, his parents received him there, and learning who he was they welcomed him enthusiastically, for they had supposed that long ago he had been killed, and they asked him how his life had been saved.
122.1. ταῦτα εἶπας ὁ Ἀστυάγης ἀποπέμπει τὸν Κῦρον. νοστήσαντα δέ μιν ἐς τοῦ Καμβύσεω τὰ οἰκία ἐδέξαντο οἱ γεινάμενοι, καὶ δεξάμενοι ὡς ἐπύθοντο, μεγάλως ἀσπάζοντο οἷα δὴ ἐπιστάμενοι αὐτίκα τότε τελευτῆσαι, ἱστόρεόν τε ὅτεῳ τρόπῳ περιγένοιτο.
122.2. Then he told them, and said that until now he had known nothing but been very deceived, but that on the way he had heard the whole story of his misfortune; for he had thought, he said, that Astyages' cowherd was his father, but in his journey from the city his escort had told him the whole story.
122.2. ὁ δέ σφι ἔλεγε, φὰς πρὸ τοῦ μὲν οὐκ εἰδέναι ἀλλʼ ἡμαρτηκέναι πλεῖστον, κατʼ ὁδὸν δὲ πυθέσθαι πᾶσαν τὴν ἑωυτοῦ πάθην· ἐπίστασθαι μὲν γὰρ ὡς βουκόλου τοῦ Ἀστυάγεος εἴη παῖς, ἀπὸ δὲ τῆς κεῖθεν ὁδοῦ τὸν πάντα λόγον τῶν πομπῶν πυθέσθαι.
122.3. And he had been raised, he said, by the cowherd's wife, and he was full of her praises, and in his tale he was constantly speaking of Cyno. Hearing this name, his parents circulated a story that Cyrus was suckled by a dog when exposed, thinking in this way to make the story of his salvation seem more marvellous to the Persians.
122.3. τραφῆναι δὲ ἔλεγε ὑπὸ τῆς τοῦ βουκόλου γυναικός, ἤιέ τε ταύτην αἰνέων διὰ παντός, ἦν τέ οἱ ἐν τῷ λόγῳ τὰ πάντα ἡ Κυνώ. οἱ δὲ τοκέες παραλαβόντες τὸ οὔνομα τοῦτο, ἵνα θειοτέρως δοκέῃ τοῖσι Πέρσῃσι περιεῖναί σφι ὁ παῖς, κατέβαλον φάτιν ὡς ἐκκείμενον Κῦρον κύων ἐξέθρεψε.
123.1. This then was the beginning of that legend. But as Cyrus grew up to be the manliest and best loved of his peers, Harpagus courted him and sent him gifts, wishing to be avenged on Astyages; for he saw no hope for a private man like himself of punishing Astyages, but as he saw Cyrus growing up, he tried to make him an ally, for he likened Cyrus' misfortune to his own.
123.1. ἐνθεῦτεν μὲν ἡ φάτις αὕτη κεχώρηκε. Κύρῳ δὲ ἀνδρευμένῳ καὶ ἐόντι τῶν ἡλίκων ἀνδρηιοτάτῳ καὶ προσφιλεστάτῳ προσέκειτο ὁ Ἅρπαγος δῶρα πέμπων, τίσασθαι Ἀστυάγεα ἐπιθυμέων· ἀπʼ ἑωυτοῦ γὰρ ἐόντος ἰδιώτεω οὐκ ἐνώρα τιμωρίην ἐσομένην ἐς Ἀστυάγεα, Κῦρον δὲ ὁρέων ἐπιτρεφόμενον ἐποιέετο σύμμαχον, τὰς πάθας τὰς Κύρου τῇσι ἑωυτοῦ ὁμοιούμενος.
123.2. Even before this the following had been done by him: since Astyages was harsh toward the Medes, he associated with each of the chief Medes and persuaded them to make Cyrus their leader and depose Astyages.
123.2. πρὸ δʼ ἔτι τούτου τάδε οἱ κατέργαστο· ἐόντος τοῦ Ἀστυάγεος πικροῦ ἐς τοὺς Μήδους, συμμίσγων ἑνὶ ἑκάστῳ ὁ Ἅρπαγος τῶν πρώτων Μήδων ἀνέπειθε ὡς χρὴ Κῦρον προστησαμένους Ἀστυάγεα παῦσαι τῆς βασιληίης.
123.3. So much being ready and done, Harpagus wanted to reveal his intent to Cyrus, who then lived among the Persians. But the roads were guarded, and he had no plan for sending a message but this:
123.3. κατεργασμένου δέ οἱ τούτου καὶ ἐόντος ἑτοίμου, οὕτω δὴ τῷ Κύρῳ διαιτωμένῳ ἐν Πέρσῃσι βουλόμενος Ἅρπαγος δηλῶσαι τὴν ἑωυτοῦ γνώμην ἄλλως μὲν οὐδαμῶς εἶχε ἅτε τῶν ὁδῶν φυλασσομενέων, ὁ δὲ ἐπιτεχνᾶται τοιόνδε·
123.4. he carefully slit the belly of a hare, and then leaving it as it was without further harm he put into it a paper on which he wrote what he thought best. Then he sewed up the hare's belly, and sent it to Persia by the most trusted of his servants, giving him nets to carry as if he were a huntsman. The messenger was instructed to give Cyrus the hare and tell him by word of mouth to cut it open with his own hands, with no one else present.
123.4. λαγὸν μηχανησάμενος, καὶ ἀνασχίσας τούτου τὴν γαστέρα καὶ οὐδὲν ἀποτίλας, ὡς δὲ εἶχε οὕτω ἐσέθηκε βυβλίον, γράψας τά οἱ ἐδόκεε· ἀπορράψας δὲ τοῦ λαγοῦ τὴν γαστέρα, καὶ δίκτυα δοὺς ἅτε θηρευτῇ τῶν οἰκετέων τῷ πιστοτάτῳ, ἀπέστελλε ἐς τοὺς Πέρσας, ἐντειλάμενὸς οἱ ἀπὸ γλώσσης διδόντα τὸν λαγὸν Κύρῳ ἐπειπεῖν αὐτοχειρίῃ μιν διελεῖν καὶ μηδένα οἱ ταῦτα ποιεῦντι παρεῖναι.
124.1. All this was done. Cyrus took the hare and slit it and read the paper which was in it; the writing was as follows: “Son of Cambyses, since the gods watch over you (otherwise you would not have prospered so) avenge yourself now on Astyages, your murderer;
124.1. ταῦτά τε δὴ ὦν ἐπιτελέα ἐγίνετο καὶ ὁ Κῦρος παραλαβὼν τὸν λαγὸν ἀνέσχισε· εὑρὼν δὲ ἐν αὐτῷ τὸ βυβλίον ἐνεὸν λαβὼν ἐπελέγετο, τὰ δὲ γράμματα ἔλεγε τάδε. ὦ παῖ Καμβύσεω, σὲ γὰρ θεοὶ ἐπορῶσι· οὐ γὰρ ἂν κοτὲ ἐς τοσοῦτο τύχης ἀπίκευ· σύ νυν Ἀστυάγεα τὸν σεωυτοῦ φονέα τῖσαι.
124.2. for thanks to his intention you are dead, while thanks to the gods, and me, you live. I expect that long ago you heard the story of what was done concerning you and how Astyages treated me because I did not kill you but gave you to the cowherd. If, then, you will listen to me, you shall rule all the country which is now ruled by Astyages. Persuade the Persians to rebel, and lead their army against the Medes;
124.2. κατὰ μὲν γὰρ τὴν τούτου προθυμίην τέθνηκας, τὸ δὲ κατὰ θεούς τε καὶ ἐμὲ περίεις· τά σε καὶ πάλαι δοκέω πάντα ἐκμεμαθηκέναι, σέο τε αὐτοῦ περὶ ὡς ἐπρήχθη, καὶ οἷα ἐγὼ ὑπὸ Ἀστυάγεος πέπονθα, ὅτι σε οὐκ ἀπέκτεινα ἀλλὰ ἔδωκα τῷ βουκόλῳ. σύ νυν, ἢν βούλῃ ἐμοὶ πείθεσθαι, τῆς περ Ἀστυάγης ἄρχει χώρης, ταύτης ἁπάσης ἄρξεις. Πέρσας γὰρ ἀναπείσας ἀπίστασθαι στρατηλάτεε ἐπὶ Μήδους·
124.3. then you have your wish, whether I am appointed to command the army against you or some other notable man among the Medes: for they will of themselves revolt from Astyages and join you and try to pull him down. Seeing then that all is ready here, do as I say and do it quickly.”
124.3. καὶ ἤν τε ἐγὼ ὑπὸ Ἀστυάγεος ἀποδεχθέω στρατηγὸς ἀντία σεῦ, ἔστι τοι τὰ σὺ βούλεαι, ἤν τε τῶν τις δοκίμων ἄλλος Μήδων· πρῶτοι γὰρ οὗτοι ἀποστάντες ἀπʼ ἐκείνου καὶ γενόμενοι πρὸς σέο Ἀστυάγεα καταιρέειν πειρήσονται. ὡς ὦν ἑτοίμου τοῦ γε ἐνθάδε ἐόντος, ποίεε ταῦτα καὶ ποίεε κατὰ τάχος.
125.1. When Cyrus read this, he deliberated as to what was the shrewdest way to persuade the Persians to revolt; and what he thought to be most effective, he did:
125.1. ἀκούσας ταῦτα ὁ Κῦρος ἐφρόντιζε ὅτεῳ τρόπῳ σοφωτάτῳ Πέρσας ἀναπείσει ἀπίστασθαι, φροντίζων δὲ εὑρίσκεται ταῦτα καιριώτατα εἶναι· ἐποίεε δὴ ταῦτα.
125.2. writing what he liked on a paper, he assembled the Persians, and then unfolded the paper and declared that in it Astyages appointed him leader of the Persian armies. “Now,” he said in his speech, “I command you, men of Persia, to come, each provided with a sickle.” This is what Cyrus said.
125.2. γράψας ἐς βυβλίον τὰ ἐβούλετο, ἁλίην τῶν Περσέων ἐποιήσατο, μετὰ δὲ ἀναπτύξας τὸ βυβλίον καὶ ἐπιλεγόμενος ἔφη Ἀστυάγεά μιν στρατηγὸν Περσέων ἀποδεικνύναι. νῦν τε, ἔφη λέγων, ὦ Πέρσαι, προαγορεύω ὑμῖν παρεῖναι ἕκαστον ἔχοντα δρέπανον. Κῦρος μὲν ταῦτα προηγόρευσε. ἔστι δὲ Πέρσεων συχνὰ γένεα, καὶ τὰ μὲν αὐτῶν ὁ Κῦρος συνάλισε καὶ ἀνέπεισε ἀπίστασθαι ἀπὸ Μήδων.
125.3. Now there are many tribes in Persia: those of them that Cyrus assembled and persuaded to revolt from the Medes were the Pasargadae, the Maraphii, and the Maspii. On these all the other Persians depend. The chief tribe is that of the Pasargadae; to them belongs the clan of the Achaemenidae, the royal house of Persia.
125.3. ἔστι δὲ τάδε, ἐξ ὧν ὧλλοι πάντες ἀρτέαται Πέρσαι, Πασαργάδαι Μαράφιοι Μάσπιοι. τούτων Πασαργάδαι εἰσὶ ἄριστοι, ἐν τοῖσι καὶ Ἀχαιμενίδαι εἰσὶ φρήτρη, ἔνθεν οἱ βασιλέες οἱ Περσεῖδαι γεγόνασι.
125.4. The other Persian tribes are the Panthialaei, the Derusiaei, and the Germanii, all tillers of the soil, and the Dai, the Mardi, the Dropici, the Sagartii, all wandering herdsmen.
125.4. ἄλλοι δὲ Πέρσαι εἰσὶ οἵδε, Πανθιαλαῖοι Δηρουσιαῖοι Γερμάνιοι. οὗτοι μὲν πάντες ἀροτῆρες εἰσί, οἱ δὲ ἄλλοι νομάδες, Δάοι Μάρδοι Δροπικοὶ Σαγάρτιοι.
126.1. So when they all came with sickles as ordered, Cyrus commanded them to reclaim in one day a thorny tract of Persia, of two and one quarter or two and one half miles each way in extent.
126.1. ὡς δὲ παρῆσαν ἅπαντες ἔχοντες τὸ προειρημένον, ἐνθαῦτα ὁ Κῦρος, ἦν γάρ τις χῶρος τῆς Περσικῆς ἀκανθώδης ὅσον τε ἐπὶ ὀκτωκαίδεκα σταδίους ἢ εἴκοσι πάντῃ, τοῦτον σφι τὸν χῶρον προεῖπε ἐξημερῶσαι ἐν ἡμέρῃ.
126.2. The Persians accomplished the task appointed; Cyrus then commanded them to wash themselves and come the next day; meanwhile, collecting his father's goats and sheep and oxen in one place, he slaughtered and prepared them as a feast for the Persian host, providing also wine and all the foods that were most suitable.
126.2. ἐπιτελεσάντων δὲ τῶν Περσέων τὸν προκείμενον ἄεθλον, δεύτερα σφι προεῖπε ἐς τὴν ὑστεραίην παρεῖναι λελουμένους. ἐν δὲ τούτῳ τά τε αἰπόλια καὶ τὰς ποίμνας καὶ τὰ βουκόλια ὁ Κῦρος πάντα τοῦ πατρὸς συναλίσας ἐς τὠυτὸ ἔθυσε καὶ παρεσκεύαζε ὡς δεξόμενος τὸν Περσέων στρατόν, πρὸς δὲ οἴνῳ τε καὶ σιτίοισι ὡς ἐπιτηδεοτάτοισι.
126.3. When the Persians came on the next day he had them sit and feast in a meadow. After dinner he asked them which they liked more: their task of yesterday or their present pastime.
126.3. ἀπικομένους δὲ τῇ ὑστεραίῃ τοὺς Πέρσας κατακλίνας ἐς λειμῶνα εὐώχεε. ἐπείτε δὲ ἀπὸ δείπνου ἦσαν, εἴρετο σφέας ὁ Κῦρος κότερα τὰ τῇ προτεραίῃ εἶχον ἢ τὰ παρεόντα σφι εἴη αἱρετώτερα.
126.4. They answered that the difference was great: all yesterday they had had nothing but evil, to-day nothing but good. Then, taking up their word, Cyrus laid bare his whole purpose, and said:
126.4. οἳ δὲ ἔφασαν πολλὸν εἶναι αὐτῶν τὸ μέσον· τὴν μὲν γὰρ προτέρην ἡμέρην πάντα σφι κακὰ ἔχειν, τὴν δὲ τότε παρεοῦσαν πάντα ἀγαθά. παραλαβὼν δὲ τοῦτο τὸ ἔπος ὁ Κῦρος παρεγύμνου τὸν πάντα λόγον, λέγων ἄνδρες Πέρσαι, οὕτω ὑμῖν ἔχει.
126.5. “This is your situation, men of Persia: obey me and you shall have these good things and ten thousand others besides with no toil and slavery; but if you will not obey me, you will have labors unnumbered like your toil of yesterday.
126.5. βουλομένοισι μὲν ἐμέο πείθεσθαί ἔστι τάδε τε καὶ ἄλλα μυρία ἀγαθά, οὐδένα πόνον δουλοπρεπέα ἔχουσι, μὴ βουλομένοισι δὲ ἐμέο πείθεσθαι εἰσὶ ὑμῖν πόνοι τῷ χθιζῷ παραπλήσιοι ἀναρίθμητοι.
126.6. Now, then, do as I tell you, and win your freedom. For I think that I myself was born by a divine chance to undertake this work; and I hold you fully as good men as the Medes in war and in everything else. All this is true; therefore revolt from Astyages quickly now!”
126.6. νῦν ὦν ἐμέο πειθόμενοι γίνεσθε ἐλεύθεροι. αὐτός τε γὰρ δοκέω θείῃ τύχῃ γεγονὼς τάδε ἐς χεῖρας ἄγεσθαι, καὶ ὑμέας ἥγημαι ἄνδρας Μήδων εἶναι οὐ φαυλοτέρους οὔτε τἄλλα οὔτε τὰ πολέμια. ὡς ὦν ἐχόντων ὧδε, ἀπίστασθε ἀπʼ Ἀστυάγεος τὴν ταχίστην.
127.1. The Persians had long been discontent that the Medes ruled them, and now having got a champion they were glad to win their freedom. But when Astyages heard that Cyrus was about this business, he sent a messenger to summon him;
127.1. πέρσαι μέν νυν προστάτεω ἐπιλαβόμενοι ἄσμενοὶ ἐλευθεροῦντο, καὶ πάλαι δεινὸν ποιεύμενοι ὑπὸ Μήδων ἄρχεσθαι. Ἀστυάγης δὲ ὡς ἐπύθετο Κῦρον ταῦτα πρήσσοντα, πέμψας ἄγγελον ἐκάλεε αὐτόν.
127.2. Cyrus told the messenger to take back word that Astyages would see him sooner than he liked. Hearing this, Astyages armed all his Medes, and was distracted by Providence so that he forgot what he had done to Harpagus, and appointed him to command the army.
127.2. ὁ δὲ Κῦρος ἐκέλευε τὸν ἄγγελον ἀπαγγέλλειν ὅτι πρότερον ἥξοι παρʼ ἐκεῖνον ἢ Ἀστυάγης αὐτὸς βουλήσεται. ἀκούσας δὲ ταῦτα ὁ Ἀστυάγης Μήδους τε ὥπλισε πάντας, καὶ στρατηγὸν αὐτῶν ὥστε θεοβλαβὴς ἐὼν Ἅρπαγον ἀπέδεξε, λήθην ποιεύμενος τά μιν ἐόργεε.
127.3. So when the Medes marched out and engaged with the Persians, those who were not in on the plan fought, while others deserted to the enemy, and most were deliberate cowards and ran.
127.3. ὡς δὲ οἱ Μῆδοι στρατευσάμενοι τοῖσι Πέρσῃσι συνέμισγον, οἳ μέν τινὲς αὐτῶν ἐμάχοντο, ὅσοι μὴ τοῦ λόγου μετέσχον, οἳ δὲ αὐτομόλεον πρὸς τοὺς Πέρσας, οἱ δὲ πλεῖστοι ἐθελοκάκεόν τε καὶ ἔφευγον.
128.1. Thus the Median army was shamefully scattered. As soon as Astyages heard, he sent a threatening message to Cyrus: “Nevertheless, Cyrus shall not rejoice”;
128.1. διαλυθέντος δὲ τοῦ Μηδικοῦ στρατεύματος αἰσχρῶς, ὡς ἐπύθετο τάχιστα ὁ Ἀστυάγης, ἔφη ἀπειλέων τῷ Κύρῳ ἀλλʼ οὐδʼ ὣς Κῦρός γε χαιρήσει.
128.2. and with that he took the Magi who interpreted dreams, who had persuaded him to let Cyrus go free, and impaled them; then he armed the Medes who were left in the city, the very young and very old men.
128.2. τοσαῦτα εἶπας πρῶτον μὲν τῶν Μάγων τοὺς ὀνειροπόλους, οἵ μιν ἀνέγνωσαν μετεῖναι τὸν Κῦρον, τούτους ἀνεσκολόπισε, μετὰ δὲ ὥπλισε τοὺς ὑπολειφθέντας ἐν τῷ ἄστεϊ τῶν Μήδων, νέους τε καὶ πρεσβύτας ἄνδρας.
128.3. Leading these out, and engaging the Persians, he was beaten: Astyages himself was taken prisoner, and lost the Median army which he led.
128.3. ἐξαγαγὼν δὲ τούτους καὶ συμβαλὼν τοῖσι Πέρῃσι ἑσσώθη, καὶ αὐτός τε Ἀστυάγης ἐζωγρήθη καὶ τοὺς ἐξήγαγε τῶν Μήδων ἀπέβαλε.
129.1. When Astyages was a captive, Harpagus came and exulted over him and taunted him, and besides much other bitter mockery he recalled his banquet, when Astyages had fed Harpagus his son's flesh, and asked Astyages what it was like to be a slave after having been a king.
129.1. ἐόντι δὲ αἰχμαλώτῳ τῷ Ἀστυάγεϊ προσστὰς ὁ Ἅρπαγος κατέχαιρέ τε καὶ κατεκερτόμεε, καὶ ἄλλα λέγων ἐς αὐτὸν θυμαλγέα ἔπεα, καὶ δὴ καὶ εἴρετό μιν πρὸς τὸ ἑωυτοῦ δεῖπνον, τὸ μιν ἐκεῖνος σαρξὶ τοῦ παιδὸς ἐθοίνησε, ὅ τι εἴη ἡ ἐκείνου δουλοσύνη ἀντὶ τῆς βασιληίης.
129.2. Fixing his gaze on Harpagus, Astyages asked, “Do you imagine that this, which Cyrus has done, is your work?” “It was I,” said the other, “who wrote the letter; the accomplishment of the work is rightly mine.”
129.2. ὁ δέ μιν προσιδὼν ἀντείρετο εἰ ἑωυτοῦ ποιέεται τὸ Κύρου ἔργον. Ἅρπαγος δὲ ἔφη, αὐτὸς γὰρ γράψαι, τὸ πρῆγμα ἑωυτοῦ δὴ δικαίως εἶναι.
129.3. “Then,” said Astyages, “you stand confessed the most foolish and most unjust man on earth; most foolish, in giving another the throne which you might have had for yourself, if the present business is indeed your doing; most unjust, in enslaving the Medes because of that banquet.
129.3. Ἀστυάγης δέ μιν ἀπέφαινε τῷ λόγῳ σκαιότατόν τε καὶ ἀδικώτατον ἐόντα πάντων ἀνθρώπων, σκαιότατον μέν γε, εἰ παρεὸν αὐτῷ βασιλέα γενέσθαι, εἰ δὴ διʼ ἑωυτοῦ γε ἐπρήχθη τὰ παρεόντα, ἄλλῳ περιέθηκε τὸ κράτος, ἀδικώτατον δέ, ὅτι τοῦ δείπνου εἵνεκεν Μήδους κατεδούλωσε.
129.4. For if in any event another and not you had to possess the royal power, then in justice some Mede should have had it, not a Persian: but now you have made the Medes, who did you no harm, slaves instead of masters and the Persians, who were the slaves, are now the masters of the Medes.”
129.4. εἰ γὰρ δὴ δεῖν πάντως περιθεῖναι ἄλλῳ τεῷ τὴν βασιληίην καὶ μὴ αὐτὸν ἔχειν, δικαιότερον εἶναι Μήδων τεῷ περιβαλεῖν τοῦτο τὸ ἀγαθὸν ἢ Περσέων. νῦν δὲ Μήδους μὲν ἀναιτίους τούτου ἐόντας δούλους ἀντὶ δεσποτέων γεγονέναι, Πέρσας δὲ δούλους ἐόντας τὸ πρὶν Μήδων νῦν γεγονέναι δεσπότας.
130.1. Thus Astyages was deposed from his sovereignty after a reign of thirty-five years: and the Medes had to bow down before the Persians because of Astyages' cruelty. They had ruled all Asia beyond the Halys for one hundred and twenty-eight years, from which must be subtracted the time when the Scythians held sway.
130.1. Ἀστυάγης μέν νυν βασιλεύσας ἐπʼ ἔτεα πέντε καὶ τριήκοντα οὕτω τῆς βασιληίης κατεπαύσθη, Μῆδοι δὲ ὑπέκυψαν Πέρσῃσι διὰ τὴν τούτου πικρότητα, ἄρξαντες τῆς ἄνω Ἅλυος ποταμοῦ Ἀσίης ἐπʼ ἔτεα τριήκοντα καὶ ἑκατὸν δυῶν δέοντα, πάρεξ ἢ ὅσον οἱ Σκύθαι ἦρχον.
130.2. At a later time they repented of what they now did, and rebelled against Darius; but they were defeated in battle and brought back into subjection. But now, in Astyages' time, Cyrus and the Persians rose in revolt against the Medes, and from this time ruled Asia.
130.2. ὑστέρῳ μέντοι χρόνῳ μετεμέλησέ τέ σφι ταῦτα ποιήσασι καὶ ἀπέστησαν ἀπὸ Δαρείου, ἀποστάντες δὲ ὀπίσω κατεστράφθησαν μάχῃ νικηθέντες. τότε δὲ ἐπὶ Ἀστυάγεος οἱ Πέρσαι τε καὶ ὁ Κῦρος ἐπαναστάντες τοῖσι Μήδοισι ἦρχον τὸ ἀπὸ τούτου τῆς Ἀσίης.
130.3. As for Astyages, Cyrus did him no further harm, and kept him in his own house until Astyages died. This is the story of the birth and upbringing of Cyrus, and of how he became king; and afterwards, as I have already related, he subjugated Croesus in punishment for the unprovoked wrong done him; and after this victory he became sovereign of all Asia.
130.3. Ἀστυάγεα δὲ Κῦρος κακὸν οὐδὲν ἄλλο ποιήσας εἶχε παρʼ ἑωυτῷ, ἐς ὃ ἐτελεύτησε. οὕτω δὴ Κῦρος γενόμενός τε καὶ τραφεὶς ἐβασίλευσε καὶ Κροῖσον ὕστερον τούτων ἄρξαντα ἀδικίης κατεστρέψατο, ὡς εἴρηταί μοι πρότερον, τοῦτον δὲ καταστρεψάμενος οὕτω πάσης τῆς Ἀσίης ἦρξε.
131.1. As to the customs of the Persians, I know them to be these. It is not their custom to make and set up statues and temples and altars, but those who do such things they think foolish, because, I suppose, they have never believed the gods to be like men, as the Greeks do;
131.1. Πέρσας δὲ οἶδα νόμοισι τοιοῖσιδε χρεωμένους, ἀγάλματα μὲν καὶ νηοὺς καὶ βωμοὺς οὐκ ἐν νόμῳ ποιευμένους ἱδρύεσθαι, ἀλλὰ καὶ τοῖσι ποιεῦσι μωρίην ἐπιφέρουσι, ὡς μὲν ἐμοὶ δοκέειν, ὅτι οὐκ ἀνθρωποφυέας ἐνόμισαν τοὺς θεοὺς κατά περ οἱ Ἕλληνες εἶναι·
131.2. but they call the whole circuit of heaven Zeus, and to him they sacrifice on the highest peaks of the mountains; they sacrifice also to the sun and moon and earth and fire and water and winds.
131.2. οἳ δὲ νομίζουσι Διὶ μὲν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων ἀναβαίνοντες θυσίας ἔρδειν, τὸν κύκλον πάντα τοῦ οὐρανοῦ Δία καλέοντες· θύουσι δὲ ἡλίῳ τε καὶ σελήνῃ καὶ γῇ καὶ πυρὶ καὶ ὕδατι καὶ ἀνέμοισι.