SCRIPTURA

Herodotus · Histories · 51 of 53

Book IX · chapters 28–58

Translated by A. D. Godley

ContentsMarkdown.md ↓

28.6. after them in the array, five hundred Aeginetans; by them stood three thousand men of Megara, and next to these six hundred Plataeans. At the end, and first in the line, were the Athenians who held the left wing. They were eight thousand in number, and their general was Aristides son of Lysimachus.

28.6. μετὰ δὲ τούτους Αἰγινητέων πεντακόσιοι ἐτάχθησαν. παρὰ δὲ τούτους ἐτάσσοντο Μεγαρέων τρισχίλιοι. εἴχοντο δὲ τούτων Πλαταιέες ἑξακόσιοι. τελευταῖοι δὲ καὶ πρῶτοι Ἀθηναῖοι ἐτάσσοντο, κέρας ἔχοντες τὸ εὐώνυμον, ὀκτακισχίλιοι· ἐστρατήγεε δʼ αὐτῶν Ἀριστείδης ὁ Λυσιμάχου.

29.1. All these, except the seven appointed to attend each Spartan, were men-at-arms, and the whole sum of them was thirty-eight thousand and seven hundred. This was the number of men-at-arms that mustered for war against the barbarian; as regards the number of the light-armed men, there were in the Spartan array seven for each man-at-arms, that is, thirty-five thousand, and every one of these was equipped for war.

29.1. οὗτοι, πλὴν τῶν ἑπτὰ περὶ ἕκαστον τεταγμένων Σπαρτιήτῃσι, ἦσαν ὁπλῖται, σύμπαντες ἐόντες ἀριθμὸν τρεῖς τε μυριάδες καὶ ὀκτὼ χιλιάδες καὶ ἑκατοντάδες ἑπτά. ὁπλῖται μὲν οἱ πάντες συλλεγέντες ἐπὶ τὸν βάρβαρον ἦσαν τοσοῦτοι, ψιλῶν δὲ πλῆθος ἦν τόδε, τῆς μὲν Σπαρτιητικῆς τάξιος πεντακισχίλιοι καὶ τρισμύριοι ἄνδρες, ὡς ἐόντων ἑπτὰ περὶ ἕκαστον ἄνδρα, καὶ τούτων πᾶς τις παρήρτητο ὡς ἐς πόλεμον·

29.2. The light-armed from the rest of Lacedaemon and Hellas were as one to every man-at-arms, and their number was thirty-four thousand and five hundred.

29.2. οἱ δὲ τῶν λοιπῶν Λακεδαιμονίων καὶ Ἑλλήνων ψιλοί, ὡς εἷς περὶ ἕκαστον ἐὼν ἄνδρα, πεντακόσιοι καὶ τετρακισχίλιοι καὶ τρισμύριοι ἦσαν.

30.1. So the total of all the light-armed men who were fighters was sixty-nine thousand and five hundred, and of the whole Greek army mustered at Plataea, men-at-arms and light-armed fighting men together, eleven times ten thousand less eighteen hundred. The Thespians who were present were one hundred and ten thousand in number, for the survivors of the Thespians were also present with the army, eighteen hundred in number. These then were arrayed and encamped by the Asopus.

30.1. ψιλῶν μὲν δὴ τῶν ἁπάντων τῶν μαχίμων ἦν τὸ πλῆθος ἕξ τε μυριάδες καὶ ἐννέα χιλιάδες καὶ ἑκατοντάδες πέντε, τοῦ δὲ σύμπαντος τοῦ Ἑλληνικοῦ τοῦ συνελθόντος ἐς Πλαταιὰς σύν τε ὁπλίτῃσι καὶ ψιλοῖσι τοῖσι μαχίμοισι ἕνδεκα μυριάδες ἦσαν, μιῆς χιλιάδος, πρὸς δὲ ὀκτακοσίων ἀνδρῶν καταδέουσαι. σὺν δὲ Θεσπιέων τοῖσι παρεοῦσι ἐξεπληροῦντο αἱ ἕνδεκα μυριάδες· παρῆσαν γὰρ καὶ Θεσπιέων ἐν τῷ στρατοπέδῳ οἱ περιεόντες, ἀριθμὸν ἐς ὀκτακοσίους καὶ χιλίους· ὅπλα δὲ οὐδʼ οὗτοι εἶχον. οὗτοι μέν νυν ταχθέντες ἐπὶ τῷ Ἀσωπῷ ἐστρατοπεδεύοντο.

31.1. When Mardonius' barbarians had finished their mourning for Masistius and heard that the Greeks were at Plataea, they also came to the part of the Asopus river nearest to them. When they were there, they were arrayed for battle by Mardonius as I shall show. He posted the Persians facing the Lacedaemonians.

31.1. οἱ δὲ ἀμφὶ Μαρδόνιον βάρβαροι ὡς ἀπεκήδευσαν Μασίστιον, παρῆσαν, πυθόμενοι τοὺς Ἕλληνας εἶναι ἐν Πλαταιῇσι, καὶ αὐτοὶ ἐπὶ τὸν Ἀσωπὸν τὸν ταύτῃ ῥέοντα. ἀπικόμενοι δὲ ἀντετάσσοντο ὧδε ὑπὸ Μαρδονίου. κατὰ μὲν Λακεδαιμονίους ἔστησε Πέρσας.

31.2. Seeing that the Persians by far outnumbered the Lacedaemonians, they were arrayed in deeper ranks and their line ran opposite the Tegeans also. In his arraying of them he chose out the strongest part of the Persians to set it over against the Lacedaemonians, and posted the weaker by them facing the Tegeans; this he did being so informed and taught by the Thebans.

31.2. καὶ δὴ πολλὸν γὰρ περιῆσαν πλήθεϊ οἱ Πέρσαι, ἐπί τε τάξις πλεῦνας ἐκεκοσμέατο καὶ ἐπεῖχον τοὺς Τεγεήτας. ἔταξε δὲ οὕτω· ὅ τι μὲν ἦν αὐτῶν δυνατώτατον πᾶν ἀπολέξας ἔστησε ἀντίον Λακεδαιμονίων, τὸ δὲ ἀσθενέστερον παρέταξε κατὰ τοὺς Τεγεήτας. ταῦτα δʼ ἐποίεε φραζόντων τε καὶ διδασκόντων Θηβαίων.

31.3. Next to the Persians he posted the Medes opposite the men of Corinth, Potidaea, Orchomenus, and Sicyon; next to the Medes, the Bactrians, opposite the men of Epidaurus, Troezen, Lepreum, Tiryns, Mycenae, and Phlius.

31.3. Περσέων δὲ ἐχομένους ἔταξε Μήδους· οὗτοι δὲ ἐπέσχον Κορινθίους τε καὶ Ποτιδαιήτας καὶ Ὀρχομενίους τε καὶ Σικυωνίους. Μήδων δὲ ἐχομένους ἔταξε Βακτρίους· οὗτοι δὲ ἐπέσχον Ἐπιδαυρίους τε καὶ Τροιζηνίους καὶ Λεπρεήτας τε καὶ Τιρυνθίους καὶ Μυκηναίους τε καὶ Φλειασίους.

31.4. After the Bactrians he set the Indians, opposite the men of Hermione and Eretria and Styra and Chalcis. Next to the Indians he posted the Sacae, opposite the Ampraciots, Anactorians, Leucadians, Paleans, and Aeginetans;

31.4. μετὰ δὲ Βακτρίους ἔστησε Ἰνδούς· οὗτοι δὲ ἐπέσχον Ἑρμιονέας τε καὶ Ἐρετριέας καὶ Στυρέας τε καὶ Χαλκιδέας. Ἰνδῶν δὲ ἐχομένους Σάκας ἔταξε, οἳ ἐπέσχον Ἀμπρακιήτας τε καὶ Ἀνακτορίους καὶ Λευκαδίους καὶ Παλέας καὶ Αἰγινήτας.

31.5. next to the Sacae, and opposite the Athenians, Plataeans, Megarians, the Boeotians, Locrians, Malians, Thessalians, and the thousand that came from Phocis; for not all the Phocians took the Persian side, but some of them gave their aid to the Greek cause; these had been besieged on Parnassus, and issued out from there to harry Mardonius' army and the Greeks who were with him. Beside these, he arrayed the Macedonians also and those who lived in the area of Thessaly opposite the Athenians.

31.5. Σακέων δὲ ἐχομένους ἔταξε ἀντία Ἀθηναίων τε καὶ Πλαταιέων καὶ Μεγαρέων Βοιωτούς τε καὶ Λοκροὺς καὶ Μηλιέας τε καὶ Θεσσαλοὺς καὶ Φωκέων τοὺς χιλίους· οὐ γὰρ ὦν ἅπαντες οἱ Φωκέες ἐμήδισαν, ἀλλὰ τινὲς αὐτῶν καὶ τὰ Ἑλλήνων ηὖξον περὶ τὸν Παρνησσὸν κατειλημένοι, καὶ ἐνθεῦτεν ὁρμώμενοι ἔφερόν τε καὶ ἦγον τήν τε Μαρδονίου στρατιὴν καὶ τοὺς μετʼ αὐτοῦ ἐόντας Ἑλλήνων. ἔταξε δὲ καὶ Μακεδόνας τε καὶ τοὺς περὶ Θεσσαλίην οἰκημένους κατὰ τοὺς Ἀθηναίους.

32.1. These which I have named were the greatest of the nations set in array by Mardonius, but there was also in the army a mixture of Phrygians, Thracians, Mysians, Paeonians, and the rest, besides Ethiopians and the Egyptian swordsmen called Hermotybies and Calasiries, who are the only fighting men in Egypt.

32.1. ταῦτα μὲν τῶν ἐθνέων τὰ μέγιστα ὠνόμασται τῶν ὑπὸ Μαρδονίου ταχθέντων, τά περ ἐπιφανέστατά τε ἦν καὶ λόγου πλείστου· ἐνῆσαν δὲ καὶ ἄλλων ἐθνέων ἄνδρες ἀναμεμιγμένοι, Φρυγῶν τε καὶ Θρηίκων καὶ Μυσῶν τε καὶ Παιόνων καὶ τῶν ἄλλων, ἐν δὲ καὶ Αἰθιόπων τε καὶ Αἰγυπτίων οἵ τε Ἑρμοτύβιες καὶ οἱ Καλασίριες καλεόμενοι μαχαιροφόροι, οἵ περ εἰσὶ Αἰγυπτίων μοῦνοι μάχιμοι.

32.2. These had been fighters on shipboard, till Mardonius while yet at Phalerum disembarked them from their ships; for the Egyptians were not appointed to serve in the land army which Xerxes led to Athens. Of the barbarians, then, there were three hundred thousand, as I have already shown. As for the Greek allies of Mardonius, no one knows the number of them (for they were not counted), I suppose them to have been mustered to the number of fifty thousand. These were the footmen that were set in array; the cavalry were separately ordered.

32.2. τούτους δὲ ἔτι ἐν Φαλήρῳ ἐὼν ἀπὸ τῶν νεῶν ἀπεβιβάσατο ἐόντας ἐπιβάτας· οὐ γὰρ ἐτάχθησαν ἐς τὸν πεζὸν τὸν ἅμα Ξέρξῃ ἀπικόμενον ἐς Ἀθήνας Αἰγύπτιοι. τῶν μὲν δὴ βαρβάρων ἦσαν τριήκοντα μυριάδες, ὡς καὶ πρότερον δεδήλωται· τῶν δὲ Ἑλλήνων τῶν Μαρδονίου συμμάχων οἶδε μὲν οὐδεὶς ἀριθμόν· οὐ γὰρ ὦν ἠριθμήθησαν· ὡς δὲ ἐπεικάσαι, ἐς πέντε μυριάδας συλλεγῆναι εἰκάζω. οὗτοι οἱ παραταχθέντες πεζοὶ ἦσαν, ἡ δὲ ἵππος χωρὶς ἐτέτακτο.

33.1. On the second day after they had all been arrayed according to their nations and their battalions, both armies offered sacrifice. It was Tisamenus who sacrificed for the Greeks, for he was with their army as a diviner; he was an Elean by birth, a Clytiad of the Iamid clan, and the Lacedaemonians gave him the freedom of their city.

33.1. ὡς δὲ ἄρα πάντες οἱ ἐτετάχατο κατὰ ἔθνεα καὶ κατὰ τέλεα, ἐνθαῦτα τῇ δευτέρῃ ἐθύοντο καὶ ἀμφότεροι. Ἕλλησι μὲν Τισαμενὸς Ἀντιόχου ἦν ὁ θυόμενος· οὗτος γὰρ δὴ εἵπετο τῷ στρατεύματι τούτῳ μάντις· τὸν ἐόντα Ἠλεῖον καὶ γένεος τοῦ Ἰαμιδέων [Κλυτιάδην] Λακεδαιμόνιοι ἐποιήσαντο λεωσφέτερον.

33.2. This they did, for when Tisamenus was inquiring of the oracle at Delphi concerning offspring, the priestess prophesied to him that he should win five great victories. Not understanding that oracle, he engaged in bodily exercise, thinking that he would then be able to win in similar sports. When he had trained himself for the Five Contests, he came within one wrestling bout of winning the Olympic prize, in a match with Hieronymus of Andros.

33.2. Τισαμενῷ γὰρ μαντευομένῳ ἐν Δελφοῖσι περὶ γόνου ἀνεῖλε ἡ Πυθίη ἀγῶνας τοὺς μεγίστους ἀναιρήσεσθαι πέντε. ὃ μὲν δὴ ἁμαρτὼν τοῦ χρηστηρίου προσεῖχε γυμνασίοισι ὡς ἀναιρησόμενος γυμνικοὺς ἀγῶνας, ἀσκέων δὲ πεντάεθλον παρὰ ἓν πάλαισμα ἔδραμε νικᾶν Ὀλυμπιάδα, Ἱερωνύμῳ τῷ Ἀνδρίῳ ἐλθὼν ἐς ἔριν.

33.3. The Lacedaemonians, however, perceived that the oracle given to Tisamenus spoke of the lists not of sport but of war, and they attempted to bribe Tisamenus to be a leader in their wars jointly with their kings of Heracles' line.

33.3. Λακεδαιμόνιοι δὲ μαθόντες οὐκ ἐς γυμνικοὺς ἀλλʼ ἐς ἀρηίους ἀγῶνας φέρον τὸ Τισαμενοῦ μαντήιον, μισθῷ ἐπειρῶντο πείσαντες Τισαμενὸν ποιέεσθαι ἅμα Ἡρακλειδέων τοῖσι βασιλεῦσι ἡγεμόνα τῶν πολέμων.

33.4. When he saw that the Spartans set great store by his friendship, he set his price higher, and made it known to them that he would do what they wanted only in exchange for the gift of full citizenship and all of the citizen's rights.

33.4. ὁ δὲ ὁρέων περὶ πολλοῦ ποιευμένους Σπαρτιήτας φίλον αὐτὸν προσθέσθαι, μαθὼν τοῦτο ἀνετίμα, σημαίνων σφι ὡς ἤν μιν πολιήτην σφέτερον ποιήσωνται τῶν πάντων μεταδιδόντες, ποιήσει ταῦτα, ἐπʼ ἄλλῳ μισθῷ δʼ οὔ.

33.5. Hearing that, the Spartans at first were angry and completely abandoned their request; but when the dreadful menace of this Persian host hung over them, they consented and granted his demand. When he saw their purpose changed, he said that he would not be content with that alone; his brother Hegias too must be made a Spartan on the same terms as himself.

33.5. Σπαρτιῆται δὲ πρῶτα μὲν ἀκούσαντες δεινὰ ἐποιεῦντο καὶ μετίεσαν τῆς χρησμοσύνης τὸ παράπαν, τέλος δὲ δείματος μεγάλου ἐπικρεμαμένου τοῦ Περσικοῦ τούτου στρατεύματος καταίνεον μετιόντες. ὁ δὲ γνοὺς τετραμμένους σφέας οὐδʼ οὕτω ἔτι ἔφη ἀρκέεσθαι τούτοισι μούνοισι, ἀλλὰ δεῖν ἔτι τὸν ἀδελφεὸν ἑωυτοῦ Ἡγίην γίνεσθαι Σπαρτιήτην ἐπὶ τοῖσι αὐτοῖσι λόγοισι τοῖσι καὶ αὐτὸς γίνεται.

34.1. By so saying he imitated Melampus, in so far as one may compare demands for kingship with those for citizenship. For when the women of Argos had gone mad, and the Argives wanted him to come from Pylos and heal them of that madness, Melampus demanded half of their kingship for his wages.

34.1. ταῦτα δὲ λέγων οὗτος ἐμιμέετο Μελάμποδα, ὡς εἰκάσαι βασιληίην τε καὶ πολιτηίην αἰτεομένους. καὶ γὰρ δὴ καὶ Μελάμπους τῶν ἐν Ἄργεϊ γυναικῶν μανεισέων, ὥς μιν οἱ Ἀργεῖοι ἐμισθοῦντο ἐκ Πύλου παῦσαι τὰς σφετέρας γυναῖκας τῆς νούσου, μισθὸν προετείνατο τῆς βασιληίης τὸ ἥμισυ.

34.2. This the Argives would not put up with and departed. When, however, the madness spread among their women, they promised what Melampus demanded and were ready to give it to him. Thereupon, seeing their purpose changed, he demanded yet more and said that he would not do their will except if they gave a third of their kingship to his brother Bias; now driven into dire straits, the Argives consented to that also.

34.2. οὐκ ἀνασχομένων δὲ τῶν Ἀργείων ἀλλʼ ἀπιόντων, ὡς ἐμαίνοντο πλεῦνες τῶν γυναικῶν, οὕτω δὴ ὑποστάντες τὰ ὁ Μελάμπους προετείνατο ἤισαν δώσοντές οἱ ταῦτα. ὁ δὲ ἐνθαῦτα δὴ ἐπορέγεται ὁρέων αὐτοὺς τετραμμένους, φάς, ἢν μὴ καὶ τῷ ἀδελφεῷ Βίαντι μεταδῶσι τὸ τριτημόριον τῆς βασιληίης, οὐ ποιήσειν τὰ βούλονται. οἱ δὲ Ἀργεῖοι ἀπειληθέντες ἐς στεινὸν καταινέουσι καὶ ταῦτα.

35.1. The Spartans too were so eagerly desirous of winning Tisamenus that they granted everything that he demanded. When they had granted him this also, Tisamenus of Elis, now a Spartan, engaged in divination for them and aided them to win five very great victories. No one on earth save Tisamenus and his brother ever became citizens of Sparta.

35.1. ὣς δὲ καὶ Σπαρτιῆται, ἐδέοντο γὰρ δεινῶς τοῦ Τισαμενοῦ, πάντως συνεχώρεόν οἱ. συγχωρησάντων δὲ καὶ ταῦτα τῶν Σπαρτιητέων, οὕτω δὴ πέντε σφι μαντευόμενος ἀγῶνας τοὺς μεγίστους Τισαμενὸς ὁ Ἠλεῖος, γενόμενος Σπαρτιήτης, συγκαταιρέει. μοῦνοι δὲ δὴ πάντων ἀνθρώπων ἐγένοντο οὗτοι Σπαρτιήτῃσι πολιῆται.

35.2. Now the five victories were these: one, the first, this victory at Plataea; next, that which was won at Tegea over the Tegeans and Argives; after that, over all the Arcadians save the Mantineans at Dipaea; next, over the Messenians at Ithome; lastly, the victory at Tanagra over the Athenians and Argives, which was the last won of the five victories.

35.2. οἱ δὲ πέντε ἀγῶνες οἵδε ἐγένοντο, εἷς μὲν καὶ πρῶτος οὗτος ὁ ἐν Πλαταιῇσι, ἐπὶ δὲ ὁ ἐν Τεγέῃ πρὸς Τεγεήτας τε καὶ Ἀργείους γενόμενος, μετὰ δὲ ὁ ἐν Διπαιεῦσι πρὸς Ἀρκάδας πάντας πλὴν Μαντινέων, ἐπὶ δὲ ὁ Μεσσηνίων ὁ πρὸς Ἰθώμῃ, ὕστατος δὲ ὁ ἐν Τανάγρῃ πρὸς Ἀθηναίους τε καὶ Ἀργείους γενόμενος· οὗτος δὲ ὕστατος κατεργάσθη τῶν πέντε ἀγώνων.

36.1. This Tisamenus had now been brought by the Spartans and was the diviner of the Greeks at Plataea. The sacrifices boded good to the Greeks if they would just defend themselves, but evil if they should cross the Asopus and be the first to attack.

36.1. οὗτος δὴ τότε τοῖσι Ἕλλησι ὁ Τισαμενός, ἀγόντων τῶν Σπαρτιητέων, ἐμαντεύετο ἐν τῇ Πλαταιίδι. τοῖσι μέν νυν Ἕλλησι καλὰ ἐγίνετο τὰ ἱρὰ ἀμυνομένοισι, διαβᾶσι δὲ τὸν Ἀσωπὸν καὶ μάχης ἄρχουσι οὔ.

37.1. Mardonius' sacrifices also foretold an unfavorable outcome if he should be zealous to attack first, and good if he should but defend himself. He too used the Greek manner of sacrifice, and Hegesistratus of Elis was his diviner, the most notable of the sons of Tellias. This man had been put in prison and condemned to die by the Spartans for the great harm which he had done them.

37.1. Μαρδονίῳ δὲ προθυμεομένῳ μάχης ἄρχειν οὐκ ἐπιτήδεα ἐγίνετο τὰ ἱρά, ἀμυνομένῳ δὲ καὶ τούτῳ καλά. καὶ γὰρ οὗτος Ἑλληνικοῖσι ἱροῖσι ἐχρᾶτο, μάντιν ἔχων Ἡγησίστρατον ἄνδρα Ἠλεῖόν τε καὶ τῶν Τελλιαδέων ἐόντα λογιμώτατον, τὸν δὴ πρότερον τούτων Σπαρτιῆται λαβόντες ἔδησαν ἐπὶ θανάτῳ ὡς πεπονθότες πολλά τε καὶ ἀνάρσια ὑπʼ αὐτοῦ.

37.2. Being in such bad shape inasmuch as he was in peril of his life and was likely to be very grievously maltreated before his death, he did something which was almost beyond belief; made fast in iron-bound stocks, he got an iron weapon which was brought in some way into his prison, and straightway conceived a plan of such courage as we have never known; reckoning how best the rest of it might get free, he cut off his own foot at the instep.

37.2. ὁ δὲ ἐν τούτῳ τῷ κακῷ ἐχόμενος, ὥστε τρέχων περὶ τῆς ψυχῆς πρό τε τοῦ θανάτου πεισόμενος πολλά τε καὶ λυγρά, ἔργον ἐργάσατο μέζον λόγου. ὡς γὰρ δὴ ἐδέδετο ἐν ξύλῳ σιδηροδέτῳ, ἐσενειχθέντος κως σιδηρίου ἐκράτησε, αὐτίκα δὲ ἐμηχανᾶτο ἀνδρηιότατον ἔργον πάντων τῶν ἡμεῖς ἴδμεν· σταθμησάμενος γὰρ ὅκως ἐξελεύσεταί οἱ τὸ λοιπὸν τοῦ ποδός, ἀπέταμε τὸν ταρσὸν ἑωυτοῦ.

37.3. This done, he tunneled through the wall out of the way of the guards who kept watch over him, and so escaped to Tegea. All night he journeyed, and all day he hid and lay hidden in the woods, till on the third night he came to Tegea, while all the people of Lacedaemon sought him. The latter were greatly amazed when they saw the half of his foot which had been cut off and lying there but not were unable to find the man himself.

37.3. ταῦτα δὲ ποιήσας, ὡς φυλασσόμενος ὑπὸ φυλάκων, διορύξας τὸν τοῖχον ἀπέδρη ἐς Τεγέην, τὰς μὲν νύκτας πορευόμενος, τὰς δὲ ἡμέρας καταδύνων ἐς ὕλην καὶ αὐλιζόμενος, οὕτω ὡς Λακεδαιμονίων πανδημεὶ διζημένων τρίτῃ εὐφρόνῃ γενέσθαι ἐν Τεγέη, τοὺς δὲ ἐν θώματι μεγάλῳ ἐνέχεσθαι τῆς τε τόλμης, ὁρῶντας τὸ ἡμίτομον τοῦ ποδὸς κείμενον, κἀκεῖνον οὐ δυναμένους εὑρεῖν.

37.4. This, then, is the way in which he escaped the Lacedaemonians and took refuge in Tegea, which at that time was unfriendly to Lacedaemon. After he was healed and had made himself a foot of wood, he declared himself an open enemy of the Lacedaemonians. Yet the enmity which he bore them brought him no good at the last, for they caught him at his divinations in Zacynthus and killed him.

37.4. τότε μὲν οὕτω διαφυγὼν Λακεδαιμονίους καταφεύγει ἐς Τεγέην ἐοῦσαν οὐκ ἀρθμίην Λακεδαιμονίοισι τοῦτον τὸν χρόνον· ὑγιὴς δὲ γενόμενος καὶ προσποιησάμενος ξύλινον πόδα κατεστήκεε ἐκ τῆς ἰθέης Λακεδαιμονίοισι πολέμιος. οὐ μέντοι ἔς γε τέλος οἱ συνήνεικε τὸ ἔχθος τὸ ἐς Λακεδαιμονίους συγκεκυρημένον· ἥλω γὰρ μαντευόμενος ἐν Ζακύνθῳ ὑπʼ αὐτῶν καὶ ἀπέθανε.

38.1. The death of Hegesistratus, however, took place after the Plataean business. At the present he was by the Asopus, hired by Mardonius for no small wage, where he sacrificed and worked zealously, both for the hatred he bore the Lacedaemonians and for gain.

38.1. ὁ μέντοι θάνατος ὁ Ἡγησιστράτου ὕστερον ἐγένετο τῶν Πλαταιικῶν, τότε δὲ ἐπὶ τῷ Ἀσωπῷ Μαρδονίῳ μεμισθωμένος οὐκ ὀλίγου ἐθύετό τε καὶ προεθυμέετο κατά τε τὸ ἔχθος τὸ Λακεδαιμονίων καὶ κατὰ τὸ κέρδος.

38.2. When no favorable omens for battle could be won either by the Persians themselves or by the Greeks who were with them (for they too had a diviner of their own, Hippomachus of Leucas), and the Greeks kept flocking in and their army grew, Timagenides son of Herpys, a Theban, advised Mardonius to guard the outlet of the pass over Cithaeron, telling him that the Greeks were coming in daily and that he would thereby cut off many of them.

38.2. ὡς δὲ οὐκ ἐκαλλιέρεε ὥστε μάχεσθαι οὔτε αὐτοῖσι Πέρσῃσι οὔτε τοῖσι μετʼ ἐκείνων ἐοῦσι Ἑλλήνων (εἶχον γὰρ καὶ οὗτοι ἐπʼ ἑωυτῶν μάντιν Ἱππόμαχον Λευκάδιον ἄνδρα), ἐπιρρεόντων δὲ τῶν Ἑλλήνων καὶ γινομένων πλεύνων, Τιμηγενίδης ὁ Ἕρπυος ἀνὴρ Θηβαῖος συνεβούλευσε Μαρδονίῳ τὰς ἐκβολὰς τοῦ Κιθαιρῶνος φυλάξαι, λέγων ὡς ἐπιρρέουσι οἱ Ἕλληνες αἰεὶ ἀνὰ πᾶσαν ἡμέρην καὶ ὡς ἀπολάμψοιτο συχνούς.

39.1. The armies had already lain hidden opposite each other for eight days when he gave this counsel. Mardonius perceived that the advice was good, and when night had fallen, he sent his horsemen to the outlet of the pass over Cithaeron which leads towards Plataea. This pass the Boeotians call the Three Heads, and the Athenians the Oak's Heads. The horsemen who were sent out did not go in vain, for they caught both five hundred beasts of burden which were going into the low country, bringing provisions from the Peloponnese for the army, and men who came with the wagons.

39.1. ἡμέραι δέ σφι ἀντικατημένοισι ἤδη ἐγεγόνεσαν ὀκτώ, ὅτε ταῦτα ἐκεῖνος συνεβούλευε Μαρδονίῳ. ὁ δὲ μαθὼν τὴν παραίνεσιν εὖ ἔχουσαν, ὡς εὐφρόνη ἐγένετο, πέμπει τὴν ἵππον ἐς τὰς ἐκβολὰς τὰς Κιθαιρωνίδας αἳ ἐπὶ Πλαταιέων φέρουσι, τὰς Βοιωτοὶ μὲν Τρεῖς κεφαλὰς καλέουσι, Ἀθηναῖοι δὲ Δρυὸς κεφαλάς. πεμφθέντες δὲ οἱ ἱππόται οὐ μάτην ἀπίκοντο·

39.2. When they had taken this quarry, the Persians killed without mercy, sparing neither man nor beast. When they had their fill of slaughter, they encircled the rest and drove them to Mardonius and his camp.

39.2. ἐσβάλλοντα γὰρ ἐς τὸ πεδίον λαμβάνουσι ὑποζύγιά τε πεντακόσια, σιτία ἄγοντα ἀπὸ Πελοποννήσου ἐς τὸ στρατόπεδον, καὶ ἀνθρώπους οἳ εἵποντο τοῖσι ζεύγεσι. ἑλόντες δὲ ταύτην τὴν ἄγρην οἱ Πέρσαι ἀφειδέως ἐφόνευον, οὐ φειδόμενοι οὔτε ὑποζυγίου οὐδενὸς οὔτε ἀνθρώπου. ὡς δὲ ἄδην εἶχον κτείνοντες, τὰ λοιπὰ αὐτῶν ἤλαυνον περιβαλόμενοι παρά τε Μαρδόνιον καὶ ἐς τὸ στρατόπεδον.

40.1. After this deed they waited two days more, neither side desiring to begin the battle, for although the barbarians came to the Asopus to test the Greeks intent, neither army crossed it. Mardonius' cavalry, however, kept pressing upon and troubling the Greeks, for the Thebans, in their zeal for the Persian part, waged war heartily, and kept on guiding the horsemen to the encounter; thereafter it was the turn of the Persians and Medes, and they and none other would do deeds of valor.

40.1. μετὰ δὲ τοῦτο τὸ ἔργον ἑτέρας δύο ἡμέρας διέτριψαν, οὐδέτεροι βουλόμενοι μάχης ἄρξαι· μέχρι μὲν γὰρ τοῦ Ἀσωποῦ ἐπήισαν οἱ βάρβαροι πειρώμενοι τῶν Ἑλλήνων, διέβαινον δὲ οὐδέτεροι. ἡ μέντοι ἵππος ἡ Μαρδονίου αἰεὶ προσέκειτό τε καὶ ἐλύπεε τοὺς Ἕλληνας· οἱ γὰρ Θηβαῖοι, ἅτε μηδίζοντες μεγάλως, προθύμως ἔφερον τὸν πόλεμον καὶ αἰεὶ κατηγέοντο μέχρι μάχης, τὸ δὲ ἀπὸ τούτου παραδεκόμενοι Πέρσαι τε καὶ Μῆδοι μάλα ἔσκον οἳ ἀπεδείκνυντο ἀρετάς.

41.1. Until ten days had passed, no more was done than this. On the eleventh day from their first encampment opposite each other, the Greeks growing greatly in number and Mardonius being greatly vexed by the delay, there was a debate held between Mardonius son of Gobryas and Artabazus son of Pharnaces, who stood as high as only few others in Xerxes' esteem.

41.1. μέχρι μέν νυν τῶν δέκα ἡμερέων οὐδὲν ἐπὶ πλεῦν ἐγίνετο τούτων· ὡς δὲ ἑνδεκάτη ἐγεγόνεε ἡμέρη ἀντικατημένοισι ἐν Πλαταιῇσι, οἵ τε δὴ Ἕλληνες πολλῷ πλεῦνες ἐγεγόνεσαν καὶ Μαρδόνιος περιημέκτεε τῇ ἕδρῃ, ἐνθαῦτα ἐς λόγους ἦλθον Μαρδόνιός τε ὁ Γοβρύεω καὶ Ἀρτάβαζος ὁ Φαρνάκεος, ὃς ἐν ὀλίγοισι Περσέων ἦν ἀνὴρ δόκιμος παρὰ Ξέρξῃ.

41.2. Their opinions in council were as I will show. Artabazus thought it best that they should strike their camp with all speed and lead the whole army within the walls of Thebes. Here there was much food stored and fodder for their beasts of burden; furthermore, they could sit at their ease here and conclude the business by doing as follows:

41.2. βουλευομένων δὲ αἵδε ἦσαν αἱ γνῶμαι, ἣ μὲν Ἀρταβάζου ὡς χρεὸν εἴη ἀναζεύξαντας τὴν ταχίστην πάντα τὸν στρατὸν ἰέναι ἐς τὸ τεῖχος τὸ Θηβαίων, ἔνθα σῖτόν τέ σφι ἐσενηνεῖχθαι πολλὸν καὶ χόρτον τοῖσι ὑποζυγίοισι, κατʼ ἡσυχίην τε ἱζομένους διαπρήσσεσθαι ποιεῦντας τάδε·

41.3. they could take the great store they had of gold, minted and other, and silver drinking-cups, and send all this to all places in Hellas without stint, excepting none, but especially to the chief men in the cities of Hellas. Let them do this (he said) and the Greeks would quickly surrender their liberty; but do not let the Persians risk the event of a battle.

41.3. ἔχειν γὰρ χρυσὸν πολλὸν μὲν ἐπίσημον πολλὸν δὲ καὶ ἄσημον, πολλὸν δὲ ἄργυρόν τε καὶ ἐκπώματα· τούτων φειδομένους μηδενὸς διαπέμπειν ἐς τοὺς Ἕλληνας, Ἑλλήνων δὲ μάλιστα ἐς τοὺς προεστεῶτας ἐν τῇσι πόλισι, καὶ ταχέως σφέας παραδώσειν τὴν ἐλευθερίην· μηδὲ ἀνακινδυνεύειν συμβάλλοντας.

41.4. This opinion of his was the same as the Thebans, inasmuch as he too had special foreknowledge. Mardonius' counsel, however, was more vehement and intemperate and not at all leaning to moderation. He said that he thought that their army was much stronger than the Greeks and that they should give battle with all speed so as not to let more Greeks muster than were mustered already. As for the sacrifices of Hegesistratus, let them pay no heed to these, nor seek to wring good from them, but rather give battle after Persian custom.

41.4. τούτου μὲν ἡ αὐτὴ ἐγίνετο καὶ Θηβαίων γνώμη, ὡς προειδότος πλεῦν τι καὶ τούτου, Μαρδονίου δὲ ἰσχυροτέρη τε καὶ ἀγνωμονεστέρη καὶ οὐδαμῶς συγγινωσκομένη· δοκέειν τε γὰρ πολλῷ κρέσσονα εἶναι τὴν σφετέρην στρατιὴν τῆς Ἑλληνικῆς, συμβάλλειν τε τὴν ταχίστην μηδὲ περιορᾶν συλλεγομένους ἔτι πλεῦνας τῶν συλλελεγμένων, τά τε σφάγια τὰ Ἡγησιστράτου ἐᾶν μηδὲ βιάζεσθαι, ἀλλὰ νόμῳ τῷ Περσέων χρεωμένους συμβάλλειν.

42.1. No one withstood this argument, and his opinion accordingly prevailed; for it was he and not Artabazus who was commander of the army by the king's commission. He therefore sent for the leaders of the battalions and the generals of those Greeks who were with him and asked them if they knew any oracle which prophesied that the Persians should perish in Hellas.

42.1. τούτου δὲ οὕτω δικαιεῦντος ἀντέλεγε οὐδείς, ὥστε ἐκράτεε τῇ γνώμῃ· τὸ γὰρ κράτος εἶχε τῆς στρατιῆς οὗτος ἐκ βασιλέος, ἀλλʼ οὐκ Ἀρτάβαζος. μεταπεμψάμενος ὦν τοὺς ταξιάρχους τῶν τελέων καὶ τῶν μετʼ ἑωυτοῦ ἐόντων Ἑλλήνων τοὺς στρατηγοὺς εἰρώτα εἴ τι εἰδεῖεν λόγιον περὶ Περσέων ὡς διαφθερέονται ἐν τῇ Ἑλλάδι.

42.2. Those who were summoned said nothing, some not knowing the prophecies, and some knowing them but thinking it perilous to speak, and then Mardonius himself said: “Since you either have no knowledge or are afraid to declare it, hear what I tell you based on the full knowledge that I have.

42.2. σιγώντων δὲ τῶν ἐπικλήτων, τῶν μὲν οὐκ εἰδότων τοὺς χρησμούς, τῶν δὲ εἰδότων μὲν ἐν ἀδείῃ δὲ οὐ ποιευμένων τὸ λέγειν, αὐτὸς Μαρδόνιος ἔλεγε ἐπεὶ τοίνυν ὑμεῖς ἢ ἴστε οὐδὲν ἢ οὐ τολμᾶτε λέγειν, ἀλλʼ ἐγὼ ἐρέω ὡς εὖ ἐπιστάμενος·

42.3. There is an oracle that Persians are fated to come to Hellas and all perish there after they have plundered the temple at Delphi. Since we have knowledge of this same oracle, we will neither approach that temple nor attempt to plunder it; in so far as destruction hinges on that, none awaits us.

42.3. ἔστι λόγιον ὡς χρεόν ἐστι Πέρσας ἀπικομένους ἐς τὴν Ἑλλάδα διαρπάσαι τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι, μετὰ δὲ τὴν διαρπαγὴν ἀπολέσθαι πάντας. ἡμεῖς τοίνυν αὐτὸ τοῦτο ἐπιστάμενοι οὔτε ἴμεν ἐπὶ τὸ ἱρὸν τοῦτο οὔτε ἐπιχειρήσομεν διαρπάζειν, ταύτης τε εἵνεκα τῆς αἰτίης οὐκ ἀπολεόμεθα.

42.4. Therefore, as many of you as wish the Persian well may rejoice in that we will overcome the Greeks.” Having spoken in this way, he gave command to have everything prepared and put in good order for the battle which would take place early the next morning.

42.4. ὥστε ὑμέων ὅσοι τυγχάνουσι εὔνοοι ἐόντες Πέρσῃσι, ἥδεσθε τοῦδε εἵνεκα ὡς περιεσομένους ἡμέας Ἑλλήνων. ταῦτά σφι εἴπας δεύτερα ἐσήμαινε παραρτέεσθαί τε πάντα καὶ εὐκρινέα ποιέεσθαι ὡς ἅμα ἡμέρῃ τῇ ἐπιούσῃ συμβολῆς ἐσομένης.

43.1. Now for this prophecy, which Mardonius said was spoken of the Persians, I know it to have been made concerning not them but the Illyrians and the army of the Enchelees. There is, however, a prophecy made by Bacis concerning this battle:

43.1. τοῦτον δʼ ἔγωγε τὸν χρησμόν, τὸν Μαρδόνιος εἶπε ἐς Πέρσας ἔχειν, ἐς Ἰλλυριούς τε καὶ τὸν Ἐγχελέων στρατὸν οἶδα πεποιημένον, ἀλλʼ οὐκ ἐς Πέρσας. ἀλλὰ τὰ μὲν Βάκιδι ἐς ταύτην τὴν μάχην ἐστὶ πεποιημένα, τὴν δʼ ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃἙλλήνων σύνοδον καὶ βαρβαρόφωνον ἰυγήν,τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τετοξοφόρων Μήδων, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ,ταῦτα μὲν καὶ παραπλήσια τούτοισι ἄλλα Μουσαίῳ ἔχοντα οἶδα ἐς Πέρσας.

43.2. By Thermodon's stream and the grass-grown banks of Asopus,Will be a gathering of Greeks for fight and the ring of the barbarian's war-cry;Many a Median archer, by death untimely overtaken will fallThere in the battle when the day of his doom is upon him.I know that these verses and others very similar to them from Musaeus referred to the Persians. As for the river Thermodon, it flows between Tanagra and Glisas. After this inquiry about oracles and Mardonius' exhortation, night fell, and the armies posted their sentries. Now when the night was far advanced and it seemed that all was still in the camps and the men were sleeping deeply, at that hour Alexander son of Amyntas, the general and king of the Macedonians, rode up to the Athenian outposts and wanted to speak to their generals.

43.2. ὁ δὲ Θερμώδων ποταμὸς ῥέει μεταξὺ Τανάγρης τε καὶ Γλίσαντος. μετὰ δὲ τὴν ἐπειρώτησιν τῶν χρησμῶν καὶ παραίνεσιν τὴν ἐκ Μαρδονίου νύξ τε ἐγίνετο καὶ ἐς φυλακὰς ἐτάσσοντο. ὡς δὲ πρόσω τῆς νυκτὸς προελήλατο καὶ ἡσυχίη ἐδόκεε εἶναι ἀνὰ τὰ στρατόπεδα καὶ μάλιστα οἱ ἄνθρωποι εἶναι ἐν ὕπνῳ, τηνικαῦτα προσελάσας ἵππῳ πρὸς τὰς φυλακὰς τὰς Ἀθηναίων Ἀλέξανδρος ὁ Ἀμύντεω, στρατηγός τε ἐὼν καὶ βασιλεὺς Μακεδόνων, ἐδίζητο τοῖσι στρατηγοῖσι ἐς λόγους ἐλθεῖν.

44.2. The greater part of the sentries remained where they were, but the rest ran to their generals and told them that a horseman had ridden in from the Persian camp, imparting no other word save that he desired to speak to the generals and called them by their names.

44.2. τῶν δὲ φυλάκων οἱ μὲν πλεῦνες παρέμενον, οἳ δʼ ἔθεον ἐπὶ τοὺς στρατηγούς, ἐλθόντες δὲ ἔλεγον ὡς ἄνθρωπος ἥκοι ἐπʼ ἵππου ἐκ τοῦ στρατοπέδου τοῦ Μήδων, ὃς ἄλλο μὲν οὐδὲν παραγυμνοῖ ἔπος, στρατηγοὺς δὲ ὀνομάζων ἐθέλειν φησὶ ἐς λόγους ἐλθεῖν.

45.1. Hearing that, the generals straightway went with the men to the outposts. When they had come, Alexander said to them: “Men of Athens, I give you this message in trust as a secret which you must reveal to no one but Pausanias, or else you will be responsible for my undoing. In truth I would not tell it to you if I did not care so much for all Hellas;

45.1. οἳ δὲ ἐπεὶ ταῦτα ἤκουσαν, αὐτίκα εἵποντο ἐς τὰς φυλακάς· ἀπικομένοισι δὲ ἔλεγε Ἀλέξανδρος τάδε. ἄνδρες Ἀθηναῖοι, παραθήκην ὑμῖν τὰ ἔπεα τάδε τίθεμαι, ἀπόρρητα ποιεύμενος πρὸς μηδένα λέγειν ὑμέας ἄλλον ἢ Παυσανίην, μή με καὶ διαφθείρητε· οὐ γὰρ ἂν ἔλεγον, εἰ μὴ μεγάλως ἐκηδόμην συναπάσης τῆς Ἑλλάδος.

45.2. I myself am by ancient descent a Greek, and I would not willingly see Hellas change her freedom for slavery. I tell you, then, that Mardonius and his army cannot get omens to his liking from the sacrifices. Otherwise you would have fought long before this. Now, however, it is his purpose to pay no heed to the sacrifices, and to attack at the first glimmer of dawn, for he fears, as I surmise, that your numbers will become still greater. Therefore, I urge you to prepare, and if (as may be) Mardonius should delay and not attack, wait patiently where you are; for he has but a few days' provisions left.

45.2. αὐτός τε γὰρ Ἕλλην γένος εἰμὶ τὠρχαῖον καὶ ἀντʼ ἐλευθέρης δεδουλωμένην οὐκ ἂν ἐθέλοιμι ὁρᾶν τὴν Ἑλλάδα. λέγω δὲ ὦν ὅτι Μαρδονίῳ τε καὶ τῇ στρατιῇ τὰ σφάγια οὐ δύναται καταθύμια γενέσθαι· πάλαι γὰρ ἂν ἐμάχεσθε. νῦν δέ οἱ δέδοκται τὰ μὲν σφάγια ἐᾶν χαίρειν, ἅμʼ ἡμέρῃ δὲ διαφωσκούσῃ συμβολὴν ποιέεσθαι· καταρρώδηκε γὰρ μὴ πλεῦνες συλλεχθῆτε, ὡς ἐγὼ εἰκάζω. πρὸς ταῦτα ἑτοιμάζεσθε. ἢν δὲ ἄρα ὑπερβάληται τὴν συμβολὴν Μαρδόνιος καὶ μὴ ποιέηται, λιπαρέετε μένοντες· ὀλιγέων γάρ σφι ἡμερέων λείπεται σιτία.

45.3. If, however, this war ends as you wish, then must you take thought how to save me too from slavery, who have done so desperate a deed as this for the sake of Hellas in my desire to declare to you Mardonius' intent so that the barbarians may not attack you suddenly before you yet expect them. I who speak am Alexander the Macedonian.” With that he rode away back to the camp and his own station there.

45.3. ἢν δὲ ὑμῖν ὁ πόλεμος ὅδε κατὰ νόον τελευτήσῃ, μνησθῆναι τινὰ χρὴ καὶ ἐμεῦ ἐλευθερώσιος πέρι, ὃς Ἑλλήνων εἵνεκα οὕτω ἔργον παράβολον ἔργασμαι ὑπὸ προθυμίης, ἐθέλων ὑμῖν δηλῶσαι τὴν διάνοιαν τὴν Μαρδονίου, ἵνα μὴ ἐπιπέσωσι ὑμῖν ἐξαίφνης οἱ βάρβαροι μὴ προσδεκομένοισί κω. εἰμὶ δὲ Ἀλέξανδρος ὁ Μακεδών. ὃ μὲν ταῦτα εἴπας ἀπήλαυνε ὀπίσω ἐς τὸ στρατόπεδον καὶ τὴν ἑωυτοῦ τάξιν.

46.1. The Athenian generals went to the right wing and told Pausanias what they had heard from Alexander. At the message Pausanias was terrified by the Persians, and said:

46.1. οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἐλθόντες ἐπὶ τὸ δεξιὸν κέρας ἔλεγον Παυσανίῃ τά περ ἤκουσαν Ἀλεξάνδρου. ὁ δὲ τούτῳ τῷ λόγῳ καταρρωδήσας τοὺς Πέρσας ἔλεγε τάδε.

46.2. “Since, therefore, the battle is to begin at dawn, it is best that you Athenians should take your stand opposite the Persians, and we opposite the Boeotians and the Greeks who are posted opposite you; for you have fought with the Medes at Marathon and know them and their manner of fighting while we have no experience or knowledge of those men. We Spartans have experience of the Boeotians and Thessalians, but not one of us has experience with the Medes.

46.2. ἐπεὶ τοίνυν ἐς ἠῶ ἡ συμβολὴ γίνεται, ὑμέας μὲν χρεόν ἐστι τοὺς Ἀθηναίους στῆναι κατὰ τοὺς Πέρσας, ἡμέας δὲ κατὰ τοὺς Βοιωτούς τε καὶ τοὺς κατʼ ὑμέας τεταγμένους Ἑλλήνων, τῶνδε εἵνεκα· ὑμεῖς ἐπίστασθε τοὺς Μήδους καὶ τὴν μάχην αὐτῶν ἐν Μαραθῶνι μαχεσάμενοι, ἡμεῖς δὲ ἄπειροί τε εἰμὲν καὶ ἀδαέες τούτων τῶν ἀνδρῶν· Σπαρτιητέων γὰρ οὐδεὶς πεπείρηται Μήδων· ἡμεῖς δὲ Βοιωτῶν καὶ Θεσσαλῶν ἔμπειροι εἰμέν.

46.3. No, rather let us take up our equipment and change places, you to this wing and we to the left.” “We, too,” the Athenians answered, “even from the moment when we saw the Persians posted opposite you, had it in mind to make that suggestion which now has first come from you. We feared, however, that we would displease you by making it. But since you have spoken the wish yourselves, we too hear your words very gladly and are ready to do as you say.

46.3. ἀλλʼ ἀναλαβόντας τὰ ὅπλα χρεόν ἐστι ἰέναι ὑμέας ἐς τόδε τὸ κέρας, ἡμέας δὲ ἐς τὸ εὐώνυμον. πρὸς δὲ ταῦτα εἶπαν οἱ Ἀθηναῖοι τάδε. καὶ αὐτοῖσι ἡμῖν πάλαι ἀπʼ ἀρχῆς, ἐπείτε εἴδομεν κατʼ ὑμέας τασσομένους τοὺς Πέρσας, ἐν νόῳ ἐγένετο εἰπεῖν ταῦτα τά περ ὑμεῖς φθάντες προφέρετε· ἀλλὰ ἀρρωδέομεν μὴ ὑμῖν οὐκ ἡδέες γένωνται οἱ λόγοι. ἐπεὶ δʼ ὦν αὐτοὶ ἐμνήσθητε, καὶ ἡδομένοισι ἡμῖν οἱ λόγοι γεγόνασι καὶ ἕτοιμοι εἰμὲν ποιέειν ταῦτα.

47.1. Since both were satisfied with this, they exchanged their places in the ranks at the first light of dawn. The Boeotians noticed that and made it known to Mardonius. When he heard this, he straight away attempted to make a change for himself also, by moving the Persians opposite the Lacedaemonians. When Pausanias perceived what was being done, he saw that his action had been discovered and led the Spartans back to the right wing; Mardonius did the same thing on the left of his army.

47.1. ὡς δʼ ἤρεσκε ἀμφοτέροισι ταῦτα, ἠώς τε διέφαινε καὶ διαλλάσσοντο τὰς τάξις. γνόντες δὲ οἱ Βοιωτοὶ τὸ ποιεύμενον ἐξαγορεύουσι Μαρδονίῳ. ὃ δʼ ἐπείτε ἤκουσε, αὐτίκα μετιστάναι καὶ αὐτὸς ἐπειρᾶτο, παράγων τοὺς Πέρσας κατὰ τοὺς Λακεδαιμονίους. ὡς δὲ ἔμαθε τοῦτο τοιοῦτο γινόμενον ὁ Παυσανίης, γνοὺς ὅτι οὐ λανθάνει, ὀπίσω ἦγε τοὺς Σπαρτιήτας ἐπὶ τὸ δεξιὸν κέρας· ὣς δὲ οὕτως καὶ ὁ Μαρδόνιος ἐπὶ τοῦ εὐωνύμου.

48.1. When all were at their former posts again, Mardonius sent a herald to the Lacedaemonians with this message: “Men of Lacedaemon, you are said by the people of these parts to be very brave men. It is their boast of you that you neither flee from the field nor leave your post, but remain there and either slay your enemies or are yourselves killed. It would seem, however, that there is no truth in all this, for before we could attack and fight hand to hand, we saw you even now fleeing and leaving your station, using Athenians for the first trial of your enemy and arraying yourselves opposite those who are but our slaves.

48.1. ἐπεὶ δὲ κατέστησαν ἐς τὰς ἀρχαίας τάξις, πέμψας ὁ Μαρδόνιος κήρυκα ἐς τοὺς Σπαρτιήτας ἔλεγε τάδε. ὦ Λακεδαιμόνιοι, ὑμεῖς δὴ λέγεσθε εἶναι ἄνδρες ἄριστοι ὑπὸ τῶν τῇδε ἀνθρώπων, ἐκπαγλεομένων ὡς οὔτε φεύγετε ἐκ πολέμου οὔτε τάξιν ἐκλείπετε, μένοντές τε ἢ ἀπόλλυτε τοὺς ἐναντίους ἢ αὐτοὶ ἀπόλλυσθε. τῶν δʼ ἄρʼ ἦν οὐδὲν ἀληθές· πρὶν γὰρ ἢ συμμῖξαι ἡμέας ἐς χειρῶν τε νόμον ἀπικέσθαι, καὶ δὴ φεύγοντας καὶ στάσιν ἐκλείποντας ὑμέας εἴδομεν, ἐν Ἀθηναίοισί τε τὴν πρόπειραν ποιευμένους αὐτούς τε ἀντία δούλων τῶν ἡμετέρων τασσομένους.

48.3. This is not the action of brave men. No, we have been grievously mistaken about you, for in accordance with what we heard about you, we expected that you would send us a herald challenging the Persians and none other to fight with you. That we were ready to do; but we find you making no such offer, but rather quailing before us. Now, therefore, since the challenge comes not from you, take it from us instead.

48.3. ταῦτα οὐδαμῶς ἀνδρῶν ἀγαθῶν ἔργα, ἀλλὰ πλεῖστον δὴ ἐν ὑμῖν ἐψεύσθημεν. προσδεκόμενοι γὰρ κατὰ κλέος ὡς δὴ πέμψετε ἐς ἡμέας κήρυκα προκαλεύμενοι καὶ βουλόμενοι μούνοισι Πέρσῃσι μάχεσθαι, ἄρτιοι ἐόντες ποιέειν ταῦτα οὐδὲν τοιοῦτο λέγοντας ὑμέας εὕρομεν ἀλλὰ πτώσσοντας μᾶλλον. νῦν ὦν ἐπειδὴ οὐκ ὑμεῖς ἤρξατε τούτου τοῦ λόγου, ἀλλʼ ἡμεῖς ἄρχομεν.

48.4. What is there to prevent us from fighting with equal numbers on both sides, you for the Greeks (since you have the reputation of being their best), and we for the barbarians? If it is desirable that the others fight also, let them fight after us, but if, on the contrary the opinion prevails that we alone suffice, then let us fight it out. Let the winner in this contest determine victory for the whole army.”

48.4. τί δὴ οὐ πρὸ μὲν τῶν Ἑλλήνων ὑμεῖς, ἐπείτε δεδόξωσθε εἶναι ἄριστοι, πρὸ δὲ τῶν βαρβάρων ἡμεῖς ἴσοι πρὸς ἴσους ἀριθμὸν ἐμαχεσάμεθα; καὶ ἢν μὲν δοκέῃ καὶ τοὺς ἄλλους μάχεσθαι, οἱ δʼ ὦν μετέπειτα μαχέσθων ὕστεροι· εἰ δὲ καὶ μὴ δοκέοι ἀλλʼ ἡμέας μούνους ἀποχρᾶν, ἡμεῖς δὲ διαμαχεσώμεθα· ὁκότεροι δʼ ἂν ἡμέων νικήσωσι, τούτους τῷ ἅπαντι στρατοπέδῳ νικᾶν.

49.1. This is the proclamation made by the herald; and when he had waited a while and no one answered him, he went back again, and at his return told what had happened to him. Mardonius was overjoyed and proud of this semblance of victory, and sent his cavalry to attack the Greeks.

49.1. ὃ μὲν ταῦτα εἴπας τε καὶ ἐπισχὼν χρόνον, ὥς οἱ οὐδεὶς οὐδὲν ὑπεκρίνατο, ἀπαλλάσσετο ὀπίσω, ἀπελθὼν δὲ ἐσήμαινε Μαρδονίῳ τὰ καταλαβόντα. ὁ δὲ περιχαρὴς γενόμενος καὶ ἐπαερθεὶς ψυχρῇ νίκῃ ἐπῆκε τὴν ἵππον ἐπὶ τοὺς Ἕλληνας.

49.2. The horsemen rode at them and shot arrows and javelins among the whole Greek army to its great hurt, since they were mounted archers and difficult to deal with in an encounter; they spoiled and blocked the Gargaphian spring, from which the entire Greek army drew its water.

49.2. ὡς δὲ ἐπήλασαν οἱ ἱππόται, ἐσίνοντο πᾶσαν τὴν στρατιὴν τὴν Ἑλληνικὴν ἐσακοντίζοντές τε καὶ τοξεύοντες ὥστε ἱπποτοξόται τε ἐόντες καὶ προσφέρεσθαι ἄποροι· τήν τε κρήνην τὴν Γαργαφίην, ἀπʼ ἧς ὑδρεύετο πᾶν τὸ στράτευμα τὸ Ἑλληνικόν, συνετάραξαν καὶ συνέχωσαν.

49.3. None indeed but the Lacedaemonians were posted near the spring, and it was far from the several stations of the other Greeks, whereas the Asopus was near; nevertheless, they would always go to the spring, since they were barred from the Asopus, not being able to draw water from that river because of the horsemen and the arrows.

49.3. ἦσαν μὲν ὦν κατὰ τὴν κρήνην Λακεδαιμόνιοι τεταγμένοι μοῦνοι, τοῖσι δὲ ἄλλοισι Ἕλλησι ἡ μὲν κρήνη πρόσω ἐγίνετο, ὡς ἕκαστοι ἔτυχον τεταγμένοι, ὁ δὲ Ἀσωπὸς ἀγχοῦ· ἐρυκόμενοι δὲ τοῦ Ἀσωποῦ οὕτω δὴ ἐπὶ τὴν κρήνην ἐφοίτων· ἀπὸ τοῦ ποταμοῦ γάρ σφι οὐκ ἐξῆν ὕδωρ φορέεσθαι ὑπό τε τῶν ἱππέων καὶ τοξευμάτων.

50.1. When this happened, seeing that their army was cut off from water and thrown into confusion by the horsemen, the generals of the Greeks went to Pausanias on the right wing, and debated concerning this and other matters; for there were other problems which troubled them more than what I have told. They had no food left, and their followers whom they had sent into the Peloponnese to bring provisions had been cut off by the horsemen and could not make their way to the army.

50.1. τούτου δὲ τοιούτου γινομένου οἱ τῶν Ἑλλήνων στρατηγοί, ἅτε τοῦ τε ὕδατος στερηθείσης τῆς στρατιῆς καὶ ὑπὸ τῆς ἵππου ταρασσομένης, συνελέχθησαν περὶ αὐτῶν τε τούτων καὶ ἄλλων, ἐλθόντες παρὰ Παυσανίην ἐπὶ τὸ δεξιὸν κέρας. ἄλλα γὰρ τούτων τοιούτων ἐόντων μᾶλλον σφέας ἐλύπεε· οὔτε γὰρ σιτία εἶχον ἔτι, οἵ τε σφέων ὀπέωνες ἀποπεμφθέντες ἐς Πελοπόννησον ὡς ἐπισιτιεύμενοι ἀπεκεκληίατο ὑπὸ τῆς ἵππου, οὐ δυνάμενοι ἀπικέσθαι ἐς τὸ στρατόπεδον.

51.1. So they resolved in their council that if the Persians held off through that day from giving battle, they would go to the Island. This is ten furlongs distant from the Asopus and the Gargaphian spring, near which their army then lay, and in front of the town of Plataea.

51.1. βουλευομένοισι δὲ τοῖσι στρατηγοῖσι ἔδοξε, ἣν ὑπερβάλωνται ἐκείνην τὴν ἡμέρην οἱ Πέρσαι συμβολὴν ποιεύμενοι, ἐς τὴν νῆσον ἰέναι. ἣ δὲ ἐστὶ ἀπὸ τοῦ Ἀσωποῦ καὶ τῆς κρήνης τῆς Γαργαφίης, ἐπʼ ᾗ ἐστρατοπεδεύοντο τότε, δέκα σταδίους ἀπέχουσα, πρὸ τῆς Πλαταιέων πόλιος.

51.2. It is like an island on dry land because the river in its course down from Cithaeron into the plain is parted into two channels, and there is about three furlongs space in between till presently the two channels unite again, and the name of that river is Oeroe, who (as the people of the country say ) was the daughter of Asopus.

51.2. νῆσος δὲ οὕτω ἂν εἴη ἐν ἠπείρῳ· σχιζόμενος ὁ ποταμὸς ἄνωθεν ἐκ τοῦ Κιθαιρῶνος ῥέει κάτω ἐς τὸ πεδίον, διέχων ἀπʼ ἀλλήλων τὰ ῥέεθρα ὅσον περ τρία στάδια, καὶ ἔπειτα συμμίσγει ἐς τὠυτό. οὔνομα δέ οἱ Ὠερόη·

51.3. To that place then they planned to go so that they might have plenty of water for their use and not be harmed by the horsemen, as now when they were face to face with them; and they resolved to change places in the second watch of the night, lest the Persians should see them setting forth and the horsemen press after them and throw them into confusion.

51.3. θυγατέρα δὲ ταύτην λέγουσι εἶναι Ἀσωποῦ οἱ ἐπιχώριοι. ἐς τοῦτον δὴ τὸν χῶρον ἐβουλεύσαντο μεταναστῆναι, ἵνα καὶ ὕδατι ἔχωσι χρᾶσθαι ἀφθόνῳ καὶ οἱ ἱππέες σφέας μὴ σινοίατο ὥσπερ κατιθὺ ἐόντων· μετακινέεσθαί τε ἐδόκεε τότε ἐπεὰν τῆς νυκτὸς ᾖ δευτέρη φυλακή, ὡς ἂν μὴ ἰδοίατο οἱ Πέρσαι ἐξορμωμένους καί σφεας ἑπόμενοι ταράσσοιεν οἱ ἱππόται.

51.4. Furthermore, they resolved that when they had come to that place, which is encircled by the divided channels of Asopus' daughter Oeroe as she flows from Cithaeron, they would in that night send half of their army to Cithaeron, to remove their followers who had gone to get the provisions; for these were cut off from them on Cithaeron.

51.4. ἀπικομένων δὲ ἐς τὸν χῶρον τοῦτον, τὸν δὴ ἡ Ἀσωπὶς Ὠερόη περισχίζεται ῥέουσα ἐκ τοῦ Κιθαιρῶνος, ὑπὸ τὴν νύκτα ταύτην ἐδόκεε τοὺς ἡμίσεας ἀποστέλλειν τοῦ στρατοπέδου πρὸς τὸν Κιθαιρῶνα, ὡς ἀναλάβοιεν τοὺς ὀπέωνας τοὺς ἐπὶ τὰ σιτία οἰχομένους· ἦσαν γὰρ ἐν τῷ Κιθαιρῶνι ἀπολελαμμένοι.

52.1. Having made this plan, all that day they suffered constant hardship from the cavalry which continually pressed upon them. When the day ended, however, and the horsemen stopped their onslaught, then at that hour of the night at which it was agreed that they should depart, most of them rose and departed, not with intent to go to the place upon which they had agreed. Instead of that, once they were on their way, they joyfully shook off the horsemen and escaped to the town of Plataea. In the course of their flight they came to the temple of Hera which is outside of that town, twenty furlongs distant from the Gargaphian spring and piled their arms in front of the temple.

52.1. ταῦτα βουλευσάμενοι κείνην μὲν τὴν ἡμέρην πᾶσαν προσκειμένης τῆς ἵππου εἶχον πόνον ἄτρυτον· ὡς δὲ ἥ τε ἡμέρη ἔληγε καὶ οἱ ἱππέες ἐπέπαυντο, νυκτὸς δὴ γινομένης καὶ ἐούσης τῆς ὥρης ἐς τὴν συνέκειτό σφι ἀπαλλάσσεσθαι, ἐνθαῦτα ἀερθέντες οἱ πολλοὶ ἀπαλλάσσοντο, ἐς μὲν τὸν χῶρον ἐς τὸν συνέκειτο οὐκ ἐν νόῳ ἔχοντες, οἳ δὲ ὡς ἐκινήθησαν ἔφευγον ἄσμενοι τὴν ἵππον πρὸς τὴν Πλαταιέων πόλιν, φεύγοντες δὲ ἀπικνέονται ἐπὶ τὸ Ἥραιον· τὸ δὲ πρὸ τῆς πόλιος ἐστὶ τῆς Πλαταιέων, εἴκοσι σταδίους ἀπὸ τῆς κρήνης τῆς Γαργαφίης ἀπέχον· ἀπικόμενοι δὲ ἔθεντο πρὸ τοῦ ἱροῦ τὰ ὅπλα.

53.1. So they encamped around the temple of Hera. Pausanias, however, seeing their departure from the camp, gave orders to the Lacedaemonians to take up their arms likewise and follow the others who had gone ahead, supposing that these were making for the place where they had agreed to go.

53.1. καὶ οἳ μὲν περὶ τὸ Ἥραιον ἐστρατοπεδεύοντο, Παυσανίης δὲ ὁρῶν σφεας ἀπαλλασσομένους ἐκ τοῦ στρατοπέδου παρήγγελλε καὶ τοῖσι Λακεδαιμονίοισι ἀναλαβόντας τὰ ὅπλα ἰέναι κατὰ τοὺς ἄλλους τοὺς προϊόντας, νομίσας αὐτοὺς ἐς τὸν χῶρον ἰέναι ἐς τὸν συνεθήκαντο.

53.2. Thereupon, all the rest of the captains being ready to obey Pausanias, Amompharetus son of Poliades, the leader of the Pitanate battalion, refused to flee from the barbarians or (save by compulsion) bring shame on Sparta; the whole business seemed strange to him, for he had not been present in the council recently held.

53.2. ἐνθαῦτα οἱ μὲν ἄλλοι ἄρτιοι ἦσαν τῶν ταξιάρχων πείθεσθαι Παυσανίῃ, Ἀμομφάρετος δὲ ὁ Πολιάδεω λοχηγέων τοῦ Πιτανητέων λόχου οὐκ ἔφη τοὺς ξείνους φεύξεσθαι οὐδὲ ἑκὼν εἶναι αἰσχυνέειν τὴν Σπάρτην, ἐθώμαζέ τε ὁρέων τὸ ποιεύμενον ἅτε οὐ παραγενόμενος τῷ προτέρῳ λόγῳ.

53.3. Pausanias and Euryanax were outraged that Amompharetus disobeyed them. Still more, however, they disliked that his refusing would compel them to abandon the Pitanate battalion, for they feared that if they fulfilled their agreement with the rest of the Greeks and abandoned him, Amompharetus and his men would be left behind to perish.

53.3. ὁ δὲ Παυσανίης τε καὶ ὁ Εὐρυάναξ δεινὸν μὲν ἐποιεῦντο τὸ μὴ πείθεσθαι ἐκεῖνον σφίσι, δεινότερον δὲ ἔτι, κείνου ταῦτʼ ἀναινομένου, ἀπολιπεῖν τὸν λόχον τὸν Πιτανήτην, μὴ ἢν ἀπολίπωσι ποιεῦντες τὰ συνεθήκαντο τοῖσι ἄλλοισι Ἕλλησι, ἀπόληται ὑπολειφθεὶς αὐτός τε Ἀμομφάρετος καὶ οἱ μετʼ αὐτοῦ.

53.4. Bearing this in mind, they kept the Laconian army where it was and tried to persuade Amompharetus that he was in the wrong.

53.4. ταῦτα λογιζόμενοι ἀτρέμας εἶχον τὸ στρατόπεδον τὸ Λακωνικόν, καὶ ἐπειρῶντο πείθοντές μιν ὡς οὐ χρεὸν εἴη ταῦτα ποιέειν.

54.1. So they reasoned with Amompharetus, he being the only man left behind of all the Lacedaemonians and Tegeans. As for the Athenians, they stood unmoved at their post, well aware that the purposes and the promises of Lacedaemonians were not alike.

54.1. καὶ οἳ μὲν παρηγόρεον Ἀμομφάρετον μοῦνον Λακεδαιμονίων τε καὶ Τεγεητέων λελειμμένον, Ἀθηναῖοι δὲ ἐποίευν τοιάδε· εἶχον ἀτρέμας σφέας αὐτοὺς ἵνα ἐτάχθησαν, ἐπιστάμενοι τὰ Λακεδαιμονίων φρονήματα ὡς ἄλλα φρονεόντων καὶ ἄλλα λεγόντων·

54.2. But when the army left its station, they sent a horseman of their own to see whether the Spartans were attempting to march or whether they were not intending to depart, and to ask Pausanias what the Athenians should do.

54.2. ὡς δὲ ἐκινήθη τὸ στρατόπεδον, ἔπεμπον σφέων ἱππέα ὀψόμενόν τε εἰ πορεύεσθαι ἐπιχειρέοιεν οἱ Σπαρτιῆται, εἴτε καὶ τὸ παράπαν μὴ διανοεῦνται ἀπαλλάσσεσθαι, ἐπειρέσθαι τε Παυσανίην τὸ χρεὸν εἴη ποιέειν.

55.1. When the messenger arrived among the Lacedaemonians, he saw them arrayed where they had been, and their chief men by now in hot dispute. For though Euryanax and Pausanias reasoned with Amompharetus, that the Lacedaemonians should not be endangered by remaining there alone, they could in no way prevail upon him. At last, when the Athenian messenger came among them, angry words began to pass.

55.1. ὡς δὲ ἀπίκετο ὁ κῆρυξ ἐς τοὺς Λακεδαιμονίους, ὥρα τε σφέας κατὰ χώρην τεταγμένους καὶ ἐς νείκεα ἀπιγμένους αὐτῶν τοὺς πρώτους. ὡς γὰρ δὴ παρηγορέοντο τὸν Ἀμομφάρετον ὅ τε Εὐρυάναξ καὶ ὁ Παυσανίης μὴ κινδυνεύειν μένοντας μούνους Λακεδαιμονίων, οὔ κως ἔπειθον, ἐς ὃ ἐς νείκεά τε συμπεσόντες ἀπίκατο καὶ ὁ κῆρυξ τῶν Ἀθηναίων παρίστατό σφι ἀπιγμένος.

55.2. In this wrangling Amompharetus took up a stone with both hands and threw it down before Pausanias' feet, crying that it was the pebble with which he voted against fleeing from the strangers (meaning thereby the barbarians). Pausanias called him a madman; then when the Athenian messenger asked the question with which he had been charged, Pausanias asked the man to tell the Athenians of his present condition, and begged them to join themselves to the Lacedaemonians and, as for departure, to do as they did.

55.2. νεικέων δὲ ὁ Ἀμομφάρετος λαμβάνει πέτρον ἀμφοτέρῃσι τῇσι χερσὶ καὶ τιθεὶς πρὸ ποδῶν τῶν Παυσανίεω ταύτῃ τῇ ψήφῳ ψηφίζεσθαι ἔφη μὴ φεύγειν τοὺς ξείνους, λέγων τοὺς βαρβάρους. ὁ δὲ μαινόμενον καὶ οὐ φρενήρεα καλέων ἐκεῖνον, πρὸς τε τὸν Ἀθηναῖον κήρυκα ἐπειρωτῶντα τὰ ἐντεταλμένα λέγειν ὁ Παυσανίης ἐκέλευε τὰ παρεόντα σφι πρήγματα, ἐχρήιζέ τε τῶν Ἀθηναίων προσχωρῆσαί τε πρὸς ἑωυτοὺς καὶ ποιέειν περὶ τῆς ἀπόδου τά περ ἂν καὶ σφεῖς.

56.1. The messenger then went back to the Athenians. When dawn found the dispute still continuing, Pausanias, who had up to this point kept his army where it was, now gave the word and led all the rest away between the hillocks, the Tegeans following, for he supposed that Amompharetus would not stay behind when the rest of the Lacedaemonians left him; this was in fact exactly what happened.

56.1. καὶ ὃ μὲν ἀπαλλάσσετο ἐς τοὺς Ἀθηναίους· τοὺς δὲ ἐπεὶ ἀνακρινομένους πρὸς ἑωυτοὺς ἠὼς κατελάμβανε, ἐν τούτῳ τῷ χρόνῳ κατήμενος ὁ Παυσανίης, οὐ δοκέων τὸν Ἀμομφάρετον λείψεσθαι τῶν ἄλλων Λακεδαιμονίων ἀποστειχόντων, τὰ δὴ καὶ ἐγένετο, σημήνας ἀπῆγε διὰ τῶν κολωνῶν τοὺς λοιποὺς πάντας· εἵποντο δὲ καὶ Τεγεῆται.

56.2. The Athenians marshalled themselves and marched, but not by the same way as the Lacedaemonians, who stayed close to the broken ground and the lower slopes of Cithaeron in order to stay clear of the Persian horse. The Athenians marched down into the plain instead.

56.2. Ἀθηναῖοι δὲ ταχθέντες ἤισαν τὰ ἔμπαλιν ἢ Λακεδαιμόνιοι· οἳ μὲν γὰρ τῶν τε ὄχθων ἀντείχοντο καὶ τῆς ὑπωρέης τοῦ Κιθαιρῶνος φοβεόμενοι τὴν ἵππον, Ἀθηναῖοι δὲ κάτω τραφθέντες ἐς τὸ πεδίον.

57.1. Now Amompharetus at first supposed that Pausanias would never have the heart to leave him and his men, and he insisted that they should remain where they were and not leave their post. When Pausanias' men had already proceeded some distance, he thought that they had really left him. He accordingly bade his battalion take up its arms and led it in marching step after the rest of the column, which after going a distance of ten furlongs, was waiting for Amompharetus by the stream Molois and the place called Argiopium, where there is a shrine of Eleusinian Demeter.

57.1. Ἀμομφάρετος δὲ ἀρχήν γε οὐδαμὰ δοκέων Παυσανίην τολμήσειν σφέας ἀπολιπεῖν, περιείχετο αὐτοῦ μένοντας μὴ ἐκλιπεῖν τὴν τάξιν· προτερεόντων δὲ τῶν σὺν Παυσανίῃ, καταδόξας αὐτοὺς ἰθέῃ τέχνῃ ἀπολείπειν αὐτόν, ἀναλαβόντα τὸν λόχον τὰ ὅπλα ἦγε βάδην πρὸς τὸ ἄλλο στῖφος·

57.2. The reason for their waiting was that, if Amompharetus and his battalion should not leave the place where it was posted but remain there, they would then be able to assist him.

57.2. τὸ δὲ ἀπελθὸν ὅσον τε δέκα στάδια ἀνέμενε τὸν Ἀμομφαρέτου λόχον, περὶ ποταμὸν Μολόεντα ἱδρυμένον Ἀργιόπιόν τε χῶρον καλεόμενον, τῇ καὶ Δήμητρος Ἐλευσινίης ἱρὸν ἧσται. ἀνέμενε δὲ τοῦδε εἵνεκα, ἵνα ἢν μὴ ἀπολείπῃ τὸν χῶρον ἐν τῷ ἐτετάχατο ὁ Ἀμομφάρετός τε καὶ ὁ λόχος, ἀλλʼ αὐτοῦ μένωσι, βοηθέοι ὀπίσω παρʼ ἐκείνους.

57.3. No sooner had Amompharetus' men come up than the barbarians' cavalry attacked the army, for the horsemen acted as they always had. When they saw no enemy on the ground where the Greeks had been on the days before this, they kept riding forward and attacked the Greeks as soon as they overtook them.

57.3. καὶ οἵ τε ἀμφὶ τὸν Ἀμομφάρετόν παρεγίνοντό σφι καὶ ἡ ἵππος ἡ τῶν βαρβάρων προσέκειτο πᾶσα. οἱ γὰρ ἱππόται ἐποίευν οἷον καὶ ἐώθεσαν ποιέειν αἰεί, ἰδόντες δὲ τὸν χῶρον κεινὸν ἐν τῷ ἐτετάχατο οἱ Ἕλληνες τῇσι προτέρῃσι ἡμέρῃσι, ἤλαυνον τοὺς ἵππους αἰεὶ τὸ πρόσω καὶ ἅμα καταλαβόντες προσεκέατό σφι.

58.1. When Mardonius learned that the Greeks had departed under cover of night and saw the ground deserted, he called to him Thorax of Larissa and his brothers Eurypylus and Thrasydeius and said:

58.1. Μαρδόνιος δὲ ὡς ἐπύθετο τοὺς Ἕλληνας ἀποιχομένους ὑπὸ νύκτα εἶδέ τε τὸν χῶρον ἔρημον, καλέσας τὸν Ληρισαῖον Θώρηκα καὶ τοὺς ἀδελφεοὺς αὐτοῦ Εὐρύπυλον καὶ Θρασυδήιον ἔλεγε ὦ παῖδες Ἀλεύεω, ἔτι τί λέξετε τάδε ὁρῶντες ἔρημα;

58.2. “What will you say now, sons of Aleuas, when you see this place deserted? For you, who are their neighbors, kept telling me that Lacedaemonians fled from no battlefield and were the masters of warfare. These same men, however, you just saw changing their post, and now you and all of us see that they have fled during the night. The moment they had to measure themselves in battle with those that are in very truth the bravest on earth, they plainly showed that they are men of no account, and all other Greeks likewise.

58.2. ὑμεῖς γὰρ οἱ πλησιόχωροι ἐλέγετε Λακεδαιμονίους οὐ φεύγειν ἐκ μάχης, ἀλλὰ ἄνδρας εἶναι τὰ πολέμια πρώτους· τοὺς πρότερόν τε μετισταμένους ἐκ τῆς τάξιος εἴδετε, νῦν τε ὑπὸ τὴν παροιχομένην νύκτα καὶ οἱ πάντες ὁρῶμεν διαδράντας· διέδεξάν τε, ἐπεί σφεας ἔδεε πρὸς τοὺς ἀψευδέως ἀρίστους ἀνθρώπων μάχῃ διακριθῆναι, ὅτι οὐδένες ἄρα ἐόντες ἐν οὐδαμοῖσι ἐοῦσι Ἕλλησι ἐναπεδεικνύατο.

58.3. Now you, for your part, were strangers to the Persians, and I could readily pardon you for praising these fellows, who were in some sort known to you; but I marvelled much more that Artabazus, be he ever so frightened, should give us a coward's advice to strike our camp, and march away to be besieged in Thebes. Of this advice the king will certainly hear from me, but it will be discussed elsewhere.

58.3. καὶ ὑμῖν μὲν ἐοῦσι Περσέων ἀπείροισι πολλὴ ἔκ γε ἐμεῦ ἐγίνετο συγγνώμη, ἐπαινεόντων τούτους τοῖσί τι καὶ συνῃδέατε· Ἀρταβάζου δὲ θῶμα καὶ μᾶλλον ἐποιεύμην τὸ καὶ καταρρωδῆσαι Λακεδαιμονίους καταρρωδήσαντά τε ἀποδέξασθαι γνώμην δειλοτάτην, ὡς χρεὸν εἴη ἀναζεύξαντας τὸ στρατόπεδον ἰέναι ἐς τὸ Θηβαίων ἄστυ πολιορκησομένους· τὴν ἔτι πρὸς ἐμεῦ βασιλεὺς πεύσεται.