SCRIPTURA

Herodotus · Histories · 53 of 53

Book IX · chapters 91–122

Translated by A. D. Godley

ContentsMarkdown.md ↓

91.1. As the Samian stranger was pleading so earnestly, Leutychides asked him (whether it was that he desired to know for the sake of a presage, or through some happy chance of a god), “Samian stranger, what is your name?” “Hegesistratus,” he replied.

91.1. ὡς δὲ πολλὸς ἦν λισσόμενος ὁ ξεῖνος ὁ Σάμιος, εἴρετο Λευτυχίδης, εἴτε κληδόνος εἵνεκεν θέλων πυθέσθαι εἴτε καὶ κατὰ συντυχίην θεοῦ ποιεῦντος, ὦ ξεῖνε Σάμιε, τί τοι τὸ οὔνομα; ὁ δὲ εἶπε Ἡγησίστρατος.

91.2. Then Leutychides cut short whatever else Hegesistratus had begun to say, and cried: “I accept the omen of your name, Samian stranger; now see to it that before you sail from here you and those who are with you pledge that the Samians will be our zealous allies.”

91.2. ὁ δὲ ὑπαρπάσας τὸν ἐπίλοιπον λόγον, εἴ τινα ὅρμητο λέγειν ὁ Ἡγησίστρατος, εἶπε δέκομαι τὸν οἰωνὸν τὸν Ἡγησιστράτου, ὦ ξεῖνε Σάμιε. σὺ δὲ ἡμῖν ποίεε ὅκως αὐτός τε δοὺς πίστιν ἀποπλεύσεαι καὶ οἱ σὺν σοὶ ἐόντες οἵδε, ἦ μὲν Σαμίους ἡμῖν προθύμους ἔσεσθαι συμμάχους.

92.1. He said this and added deed to word. For straightway the Samians bound themselves by pledge and oath to alliance with the Greeks.

92.1. ταῦτά τε ἅμα ἠγόρευε καὶ τὸ ἔργον προσῆγε. αὐτίκα γὰρ οἱ Σάμιοι πίστιν τε καὶ ὅρκια ἐποιεῦντο συμμαχίης πέρι πρὸς τοὺς Ἕλληνας.

92.2. This done, the rest sailed away, but Leutychides bade Hegesistratus to sail with the Greeks because of the good omen of his name. The Greeks waited through that day, and on the next they sought and received favorable augury; their diviner was Deiphonus son of Evenius, a man of that Apollonia which is in the Ionian gulf. This man's father Evenius had once fared as I will now relate. There is at Apollonia a certain flock sacred to the Sun, which in the daytime is pastured beside the river Chon, which flows from the mountain called Lacmon through the lands of Apollonia and empties into the sea by the harbor of Oricum. By night, those townsmen who are most notable for wealth or lineage are chosen to watch it, each man serving for a year, for the people of Apollonia set great store by this flock, being so taught by a certain oracle. It is kept in a cave far distant from the town.

92.2. ταῦτα δὲ ποιήσαντες οἳ μὲν ἀπέπλεον· μετὰ σφέων γὰρ ἐκέλευε πλέειν τὸν Ἡγησίστρατον, οἰωνὸν τὸ οὔνομα ποιεύμενος. οἱ δὲ Ἕλληνες ἐπισχόντες ταύτην τὴν ἡμέρην τῇ ὑστεραίῃ ἐκαλλιερέοντο, μαντευομένου σφι Δηιφόνου τοῦ Εὐηνίου ἀνδρὸς Ἀπολλωνιήτεω, Ἀπολλωνίης δὲ τῆς ἐν τῷ Ἰονίῳ κόλπῳ. τούτου τὸν πατέρα Εὐήνιον κατέλαβε πρῆγμα τοιόνδε. ἔστι ἐν τῇ Ἀπολλωνίῃ ταύτῃ ἱρὰ ἡλίου πρόβατα, τὰ τὰς μὲν ἡμέρας βόσκεται παρὰ Χῶνα ποταμόν, ὃς ἐκ Λάκμονος ὄρεος ῥέει διὰ τῆς Ἀπολλωνίης χώρης ἐς θάλασσαν παρʼ Ὤρικον λιμένα, τὰς δὲ νύκτας ἀραιρημένοι ἄνδρες οἱ πλούτῳ τε καὶ γένεϊ δοκιμώτατοι τῶν ἀστῶν, οὗτοι φυλάσσουσι ἐνιαυτὸν ἕκαστος· περὶ πολλοῦ γὰρ δὴ ποιεῦνται Ἀπολλωνιῆται τὰ πρόβατα ταῦτα ἐκ θεοπροπίου τινός· ἐν δὲ ἄντρῳ αὐλίζονται ἀπὸ τῆς πόλιος ἑκάς.

93.2. Now at the time of which I speak, Evenius was the chosen watchman. But one night he fell asleep, and wolves, coming past his guard into the cave, killed about sixty of the flock. When Evenius was aware of it, he held his peace and told no man, intending to restore what was lost by buying others.

93.2. ἔνθα δὴ τότε ὁ Εὐήνιος οὗτος ἀραιρημένος ἐφύλασσε. καὶ κοτὲ αὐτοῦ κατακοιμήσαντος φυλακὴν παρελθόντες λύκοι ἐς τὸ ἄντρον διέφθειραν τῶν προβάτων ὡς ἑξήκοντα. ὁ δὲ ὡς ἐπήισε, εἶχε σιγῇ καὶ ἔφραζε οὐδενί, ἐν νόῳ ἔχων ἀντικαταστήσειν ἄλλα πριάμενος.

93.3. This matter was not, however, hidden from the people of Apollonia, and when it came to their knowledge they brought him to judgment and condemned him to lose his eyesight for sleeping at his watch. So they blinded Evenius, but from the day of their so doing their flocks bore no offspring, nor did their land yield fruit as before.

93.3. καὶ οὐ γὰρ ἔλαθε τοὺς Ἀπολλωνιήτας ταῦτα γενόμενα, ἀλλʼ ὡς ἐπύθοντο, ὑπαγαγόντες μιν ὑπὸ δικαστήριον κατέκριναν, ὡς τὴν φυλακὴν κατακοιμήσαντα, τῆς ὄψιος στερηθῆναι. ἐπείτε δὲ τὸν Εὐήνιον ἐξετύφλωσαν, αὐτίκα μετὰ ταῦτα οὔτε πρόβατά σφι ἔτικτε οὔτε γῆ ἔφερε ὁμοίως καρπόν.

93.4. Furthermore, a declaration was given to them at Dodona and Delphi, when they inquired of the prophets what might be the cause of their present ill: the gods told them by their prophets that they had done unjustly in blinding Evenius, the guardian of the sacred flock, “for we ourselves” (they said) “sent those wolves, and we will not cease from avenging him until you make him such restitution for what you did as he himself chooses and approves; when that is fully done, we ourselves will give Evenius such a gift as will make many men consider him happy.”

93.4. πρόφαντα δέ σφι ἔν τε Δωδώνῃ καὶ ἐν Δελφοῖσι ἐγίνετο, ἐπείτε ἐπειρώτων τοὺς προφήτας τὸ αἴτιον τοῦ παρεόντος κακοῦ, οἳ δὲ αὐτοῖσι ἔφραζον ὅτι ἀδίκως τὸν φύλακον τῶν ἱρῶν προβάτων Εὐήνιον τῆς ὄψιος ἐστέρησαν· αὐτοὶ γὰρ ἐπορμῆσαι τοὺς λύκους, οὐ πρότερόν τε παύσεσθαι τιμωρέοντες ἐκείνῳ πρὶν ἢ δίκας δῶσι τῶν ἐποίησαν ταύτας τὰς ἂν αὐτὸς ἕληται καὶ δικαιοῖ· τούτων δὲ τελεομένων αὐτοὶ δώσειν Εὐηνίῳ δόσιν τοιαύτην τὴν πολλούς μιν μακαριεῖν ἀνθρώπων ἔχοντα.

94.1. This was the oracle given to the people of Apollonia. They kept it secret and charged certain of their townsmen to carry the business through; they acted as I will now show. Coming and sitting down by Evenius at the place where he sat, they spoke of other matters, till at last they fell to commiserating his misfortune. Guiding the conversation in this way, they asked him what compensation he would choose, if the people of Apollonia should promise to requite him for what they had done.

94.1. τὰ μὲν χρηστήρια ταῦτά σφι ἐχρήσθη, οἱ δὲ Ἀπολλωνιῆται ἀπόρρητα ποιησάμενοι προέθεσαν τῶν ἀστῶν ἀνδράσι διαπρῆξαι. οἳ δέ σφι διέπρηξαν ὧδε· κατημένου Εὐηνίου ἐν θώκῳ ἐλθόντες οἱ παρίζοντο καὶ λόγους ἄλλους ἐποιεῦντο, ἐς ὃ κατέβαινον συλλυπεύμενοι τῷ πάθεϊ· ταύτῃ δὲ ὑπάγοντες εἰρώτων τίνα δίκην ἂν ἕλοιτο, εἰ ἐθέλοιεν Ἀπολλωνιῆται δίκας ὑποστῆναι δώσειν τῶν ἐποίησαν.

94.2. He, knowing nothing of the oracle, said he would choose for a gift the lands of certain named townsmen whom he thought to have the two fairest estates in Apollonia, and a house besides which he knew to be the fairest in the town; let him (he said) have possession of these, and he would lay aside his anger, and be satisfied with that by way of restitution.

94.2. ὁ δὲ οὐκ ἀκηκοὼς τὸ θεοπρόπιον εἵλετο εἴπας εἴ τις οἱ δοίη ἀγρούς, τῶν ἀστῶν ὀνομάσας τοῖσι ἠπίστατο εἶναι καλλίστους δύο κλήρους τῶν ἐν τῇ Ἀπολλωνίῃ, καὶ οἴκησιν πρὸς τούτοισι τὴν ᾔδεε καλλίστην ἐοῦσαν τῶν ἐν πόλι· τούτων δὲ ἔφη ἐπήβολος γενόμενος τοῦ λοιποῦ ἀμήνιτος εἶναι, καὶ δίκην οἱ ταύτην ἀποχρᾶν γενομένην.

94.3. So he said this, and those who were sitting beside him said in reply: “Evenius, the people of Apollonia hereby make you that restitution for the loss of your sight, obeying the oracle given to them.” At that he was very angry, for he learned through this the whole story and saw that they had cheated him. They did, however, buy from the possessors and give him what he had chosen, and from that day he had a natural gift of divination, through which he won fame.

94.3. καὶ ὃ μὲν ταῦτα ἔλεγε, οἳ δὲ πάρεδροι εἶπαν ὑπολαβόντες Εὐήνιε, ταύτην δίκην Ἀπολλωνιῆται τῆς ἐκτυφλώσιος ἐκτίνουσί τοι κατὰ θεοπρόπια τὰ γενόμενα. ὃ μὲν δὴ πρὸς ταῦτα δεινὰ ἐποίεε, τὸ ἐνθεῦτεν πυθόμενος τὸν πάντα λόγον, ὡς ἐξαπατηθείς· οἳ δὲ πριάμενοι παρὰ τῶν ἐκτημένων διδοῦσί οἱ τὰ εἵλετο. καὶ μετὰ ταῦτα αὐτίκα ἔμφυτον μαντικὴν εἶχε, ὥστε καὶ ὀνομαστὸς γενέσθαι.

95.1. Deiphonus, the son of this Evenius, had been brought by the Corinthians, and was the army's prophet. But I have heard it said before now, that Deiphonus was not the son of Evenius, but made a wrongful use of that name and worked for wages up and down Hellas.

95.1. τούτου δὴ ὁ Δηίφονος ἐὼν παῖς τοῦ Εὐηνίου ἀγόντων Κορινθίων ἐμαντεύετο τῇ στρατιῇ. ἤδη δὲ καὶ τόδε ἤκουσα, ὡς ὁ Δηίφονος ἐπιβατεύων τοῦ Εὐηνίου οὐνόματος ἐξελάμβανε ἐπὶ τὴν Ἑλλάδα ἔργα, οὐκ ἐὼν Εὐηνίου παῖς.

96.1. Having won favorable omens, the Greeks put out to sea from Delos for Samos. When they were now near Calamisa in the Samian territory, they anchored there near the temple of Hera which is in those parts, and prepared for a sea-fight. The Persians, learning of their approach, also put out to sea and made for the mainland with all their ships save the Phoenicians, whom they sent sailing away. It was determined by them in council that they would not do battle by sea, for they thought themselves overmatched; the reason of their making for the mainland was that they might be under the shelter of their army at Mykale, which had been left by Xerxes' command behind the rest of his host to hold Ionia.

96.1. τοῖσι δὲ Ἕλλησι ὡς ἐκαλλιέρησε, ἀνῆγον τὰς νέας ἐκ τῆς Δήλου πρὸς τὴν Σάμον. ἐπεὶ δὲ ἐγένοντο τῆς Σαμίης πρὸς Καλαμίσοισι, οἳ μὲν αὐτοῦ ὁρμισάμενοι κατὰ τὸ Ἥραιον τὸ ταύτῃ παρεσκευάζοντο ἐς ναυμαχίην, οἳ δὲ Πέρσαι πυθόμενοι σφέας προσπλέειν ἀνῆγον καὶ αὐτοὶ πρὸς τὴν ἤπειρον τὰς νέας τὰς ἄλλας, τὰς δὲ Φοινίκων ἀπῆκαν ἀποπλέειν. βουλευομένοισι γάρ σφι ἐδόκεε ναυμαχίην μὴ ποιέεσθαι·

96.2. There were sixty thousand men in it, and Tigranes, the noblest and tallest man in Persia, was their general. It was the design of the Persian admirals to flee to the shelter of that army, and there to beach their ships and build a fence round them which should be a protection for the ship and a refuge for themselves.

96.2. οὐ γὰρ ὦν ἐδόκεον ὅμοιοι εἶναι. ἐς δὲ τὴν ἤπειρον ἀπέπλεον, ὅκως ἔωσι ὑπὸ τὸν πεζὸν στρατὸν τὸν σφέτερον ἐόντα ἐν τῇ Μυκάλῃ, ὃς κελεύσαντος Ξέρξεω καταλελειμμένος τοῦ ἄλλου στρατοῦ Ἰωνίην ἐφύλασσε· τοῦ πλῆθος μὲν ἦν ἓξ μυριάδες, ἐστρατήγεε δὲ αὐτοῦ Τιγράνης κάλλεϊ καὶ μεγάθεϊ ὑπερφέρων Περσέων. ὑπὸ τοῦτον μὲν δὴ τὸν στρατὸν ἐβουλεύσαντο καταφυγόντες οἱ τοῦ ναυτικοῦ στρατηγοὶ ἀνειρύσαι τὰς νέας καὶ περιβαλέσθαι ἕρκος ἔρυμά τε τῶν νεῶν καὶ σφέων αὐτῶν κρησφύγετον.

97.1. With this design they put to sea. So when they came past the temple of the Goddesses at Mykale to the Gaeson and Scolopois, where there is a temple of Eleusinian Demeter (which was built by Philistus son of Pasicles when he went with Nileus son of Codrus to the founding of Miletus), they beached their ships and fenced them round with stones and the trunks of orchard trees which they cut down; they drove in stakes around the fence and prepared for siege or victory, making ready, after consideration, for either event.

97.1. ταῦτα βουλευσάμενοι ἀνήγοντο. ἀπικόμενοι δὲ παρὰ τὸ τῶν Ποτνιέων ἱρὸν τῆς Μυκάλης ἐς Γαίσωνά τε καὶ Σκολοπόεντα, τῇ Δήμητρος Ἐλευσινίης ἱρόν, τὸ Φίλιστος ὁ Πασικλέος ἱδρύσατο Νείλεῳ τῷ Κόδρου ἐπισπόμενος ἐπὶ Μιλήτου κτιστύν, ἐνθαῦτα τὰς τε νέας ἀνείρυσαν καὶ περιεβάλοντο ἕρκος καὶ λίθων καὶ ξύλων, δένδρεα ἐκκόψαντες ἥμερα, καὶ σκόλοπας περὶ τὸ ἕρκος κατέπηξαν, καὶ παρεσκευάδατο ὡς πολιορκησόμενοι καὶ ὡς νικήσοντες, ἐπʼ ἀμφότερα ἐπιλεγόμενοι γὰρ παρεσκευάζοντο, οἱ δὲ Ἕλληνες ὡς ἐπύθοντο οἰχωκότας τοὺς βαρβάρους ἐς τὴν ἤπειρον, ἤχθοντο ὡς ἐκπεφευγότων ἀπορίῃ τε εἴχοντο ὅ τι ποιέωσι, εἴτε ἀπαλλάσσωνται ὀπίσω εἴτε καταπλέωσι ἐπʼ Ἑλλησπόντου.

98.1. When the Greeks learned that the barbarians had gone off to the mainland, they were not all pleased that their enemy had escaped them, and did not know whether to return back or set sail for the Hellespont. At last they resolved that they would do neither, but sail to the mainland. Equipping themselves for this with gangways and everything else necessary for a sea-fight, they held their course for Mykale. When they approached the camp, no one put out to meet them. Seeing the ships beached within the wall and a great host of men drawn up in array along the strand, Leutychides first sailed along in his ship, keeping as near to the shore as he could, and made this proclamation to the Ionians by the voice of a herald:

98.1. τέλος δὲ ἔδοξε τούτων μὲν μηδέτερα ποιέειν, ἐπιπλέειν δὲ ἐπὶ τὴν ἤπειρον. παρασκευασάμενοι ὦν ἐς ναυμαχίην καὶ ἀποβάθρας καὶ ἄλλα ὅσων ἔδεε, ἔπλεον ἐπὶ τῆς Μυκάλης. ἐπεὶ δὲ ἀγχοῦ τε ἐγίνοντο τοῦ στρατοπέδου καὶ οὐδεὶς ἐφαίνετό σφι ἐπαναγόμενος, ἀλλʼ ὥρων νέας ἀνελκυσμένας ἔσω τοῦ τείχεος, πολλὸν δὲ πεζὸν παρακεκριμένον παρὰ τὸν αἰγιαλόν, ἐνθαῦτα πρῶτον μὲν ἐν τῇ νηὶ παραπλέων, ἐγχρίμψας τῷ αἰγιαλῷ τὰ μάλιστα, Λευτυχίδης ὑπὸ κήρυκος προηγόρευε τοῖσι Ἴωσι λέγων ἄνδρες Ἴωνες, οἳ ὑμέων τυγχάνουσι ἐπακούοντες, μάθετε τὰ λέγω·

98.3. “Men of Ionia, you who hear us, understand what I say, for by no means will the Persians understand anything I charge you with when we join battle; first of all it is right for each man to remember his freedom and next the battle-cry ‘Hebe’: and let him who hears me tell him who has not heard it.”

98.3. πάντως γὰρ οὐδὲν συνήσουσι Πέρσαι τῶν ἐγὼ ὑμῖν ἐντέλλομαι. ἐπεὰν συμμίσγωμεν, μεμνῆσθαι τινὰ χρὴ ἐλευθερίης μὲν πάντων πρῶτον, μετὰ δὲ τοῦ συνθήματος Ἥβης. καὶ τάδε ἴστω καὶ ὁ μὴ ἀκούσας ὑμέων πρὸς τοῦ ἀκούσαντος.

98.4. The purpose of this act was the same as Themsitocles' purpose at Artemisium; either the message would be unknown to the barbarians and would prevail with the Ionians, or if it were thereafter reported to the barbarians, it would cause them to mistrust their Greek allies.

98.4. ὡυτὸς δὲ οὗτος ἐὼν τυγχάνει νόος τοῦ πρήγματος καὶ ὁ Θεμιστοκλέος ὁ ἐπʼ Ἀρτεμισίῳ· ἢ γὰρ δὴ λαθόντα τὰ ῥήματα τοὺς βαρβάρους ἔμελλε τοὺς Ἴωνας πείσειν, ἢ ἔπειτα ἀνενειχθέντα ἐς τοὺς βαρβάρους ποιήσειν ἀπίστους τοῖσι Ἕλλησι.

99.1. After this counsel of Leutychides, the Greeks brought their ships to land and disembarked on the beach, where they formed a battle column. But the Persians, seeing the Greeks prepare for battle and exhort the Ionians, first of all took away the Samians' armor, suspecting that they would aid the Greeks;

99.1. Λευτυχίδεω δὲ ταῦτα ὑποθεμένου δεύτερα δὴ τάδε ἐποίευν οἱ Ἕλληνες· προσσχόντες τὰς νέας ἀπέβησαν ἐς τὸν αἰγιαλόν. καὶ οὗτοι μὲν ἐτάσσοντο, οἱ δὲ Πέρσαι ὡς εἶδον τοὺς Ἕλληνας παρασκευαζομένους ἐς μάχην καὶ τοῖσι Ἴωσι παραινέσαντας, τοῦτο μὲν ὑπονοήσαντες τοὺς Σαμίους τὰ Ἑλλήνων φρονέειν ἀπαιρέονται τὰ ὅπλα.

99.2. for indeed when the barbarian's ships brought certain Athenian captives, who had been left in Attica and taken by Xerxes' army, the Samians had set them all free and sent them away to Athens with provisions for the journey; for this reason in particular they were held suspect, as having set free five hundred souls of Xerxes' enemies.

99.2. οἱ γὰρ ὦν Σάμιοι ἀπικομένων Ἀθηναίων αἰχμαλώτων ἐν τῇσι νηυσὶ τῶν βαρβάρων, τοὺς ἔλαβον ἀνὰ τὴν Ἀττικὴν λελειμμένους οἱ Ξέρξεω, τούτους λυσάμενοι πάντας ἀποπέμπουσι ἐποδιάσαντες ἐς Ἀθήνας· τῶν εἵνεκεν οὐκ ἥκιστα ὑποψίην εἶχον, πεντακοσίας κεφαλὰς τῶν Ξέρξεω πολεμίων λυσάμενοι.

99.3. Furthermore, they appointed the Milesians to guard the passes leading to the heights of Mykale, alleging that they were best acquainted with the country. Their true reason, however, for so doing was that the Milesians should be separate from the rest of their army. In such a manner the Persians safeguarded themselves from those Ionians who (they supposed) might turn against them if opportunity were given for themselves: they set their shields close to make a barricade.

99.3. τοῦτο δὲ τὰς διόδους τὰς ἐς τὰς κορυφὰς τῆς Μυκάλης φερούσας προστάσσουσι τοῖσι Μιλησίοισι φυλάσσειν ὡς ἐπισταμένοισι δῆθεν μάλιστα τὴν χώρην. ἐποίευν δὲ τοῦτο τοῦδε εἵνεκεν, ἵνα ἐκτὸς τοῦ στρατοπέδου ἔωσι. τούτους μὲν Ἰώνων, τοῖσι καὶ κατεδόκεον νεοχμὸν ἄν τι ποιέειν δυνάμιος ἐπιλαβομένοισι, τρόποισι τοιούτοισι προεφυλάσσοντο οἱ Πέρσαι, αὐτοὶ δὲ συνεφόρησαν τὰ γέρρα ἕρκος εἶναι σφίσι.

100.1. The Greeks, having made all their preparations advanced their line against the barbarians. As they went, a rumor spread through the army, and a herald's wand was seen lying by the water-line. The rumor that ran was to the effect that the Greeks were victors over Mardonius' army at a battle in Boeotia.

100.1. ὡς δὲ ἄρα παρεσκευάδατο τοῖσι Ἕλλησι, προσήισαν πρὸς τοὺς βαρβάρους· ἰοῦσι δέ σφι φήμη τε ἐσέπτατο ἐς τὸ στρατόπεδον πᾶν καὶ κηρυκήιον ἐφάνη ἐπὶ τῆς κυματωγῆς κείμενον· ἡ δὲ φήμη διῆλθέ σφι ὧδε, ὡς οἱ Ἕλληνες τὴν Μαρδονίου στρατιὴν νικῷεν ἐν Βοιωτοῖσι μαχόμενοι.

100.2. Now there are many clear indications of the divine ordering of things, seeing that a message, which greatly heartened the army and made it ready to face danger, arrived amongst the Greeks the very day on which the Persians' disaster at Plataea and that other which was to befall them at Mykale took place.

100.2. δῆλα δὴ πολλοῖσι τεκμηρίοισι ἐστὶ τὰ θεῖα τῶν πρηγμάτων, εἰ καὶ τότε, τῆς αὐτῆς ἡμέρης συμπιπτούσης τοῦ τε ἐν Πλαταιῇσι καὶ τοῦ ἐν Μυκάλῃ μέλλοντος ἔσεσθαι τρώματος, φήμη τοῖσι Ἕλλησι τοῖσι ταύτῃ ἐσαπίκετο, ὥστε θαρσῆσαί τε τὴν στρατιὴν πολλῷ μᾶλλον καὶ ἐθέλειν προθυμότερον κινδυνεύειν.

101.1. Moreover, there was the additional coincidence, that there were precincts of Eleusinian Demeter on both battlefields; for at Plataea the fight was near the temple of Demeter, as I have already said, and so it was to be at Mykale also.

101.1. καὶ τόδε ἕτερον συνέπεσε γενόμενον, Δήμητρος τεμένεα Ἐλευσινίης παρὰ ἀμφοτέρας τὰς συμβολὰς εἶναι· καὶ γὰρ δὴ ἐν τῇ Πλαταιίδι παρʼ αὐτὸ τὸ Δημήτριον ἐγίνετο, ὡς καὶ πρότερόν μοι εἴρηται, ἡ μάχη, καὶ ἐν Μυκάλῃ ἔμελλε ὡσαύτως ἔσεσθαι.

101.2. It happened that the rumor of a victory won by the Greeks with Pausanias was true, for the defeat at Plataea happened while it was yet early in the day, and the defeat of Mykale in the afternoon. That the two fell on the same day of the same month was proven to the Greeks when they examined the matter not long afterwards.

101.2. γεγονέναι δὲ νίκην τῶν μετὰ Παυσανίεω Ἑλλήνων ὀρθῶς σφι ἡ φήμη συνέβαινε ἐλθοῦσα· τὸ μὲν γὰρ ἐν Πλαταιῇσι πρωὶ ἔτι τῆς ἡμέρης ἐγίνετο, τὸ δὲ ἐν Μυκάλῃ περὶ δείλην· ὅτι δὲ τῆς αὐτῆς ἡμέρης συνέβαινε γίνεσθαι μηνός τε τοῦ αὐτοῦ, χρόνῳ οὐ πολλῷ σφι ὕστερον δῆλα ἀναμανθάνουσι ἐγίνετο.

101.3. Now before this rumor came they had been faint-hearted, fearing less for themselves than for the Greeks with Pausanias, that Hellas should stumble over Mardonius. But when the report sped among them, they grew stronger and swifter in their onset. So Greeks and barbarians alike were eager for battle, seeing that the islands and the Hellespont were the prizes of victory.

101.3. ἦν δὲ ἀρρωδίη σφι, πρὶν τὴν φήμην ἐσαπικέσθαι, οὔτι περὶ σφέων αὐτῶν οὕτω ὡς τῶν Ἑλλήνων, μὴ περὶ Μαρδονίῳ πταίσῃ ἡ Ἑλλάς. ὡς μέντοι ἡ κληδὼν αὕτη σφι ἐσέπτατο, μᾶλλόν, τι καὶ ταχύτερον τὴν πρόσοδον ἐποιεῦντο. οἱ μὲν δὴ Ἕλληνες καὶ οἱ βάρβαροι ἔσπευδον ἐς τὴν μάχην, ὥς σφι καί αἱ νῆσοι καὶ ὁ Ἑλλήσποντος ἄεθλα προέκειτο.

102.1. As for the Athenians and those whose place was nearest them, that is, for about half of the line, their way lay over the beach and level ground; for the Lacedaemonians and those that were next to them, their way lay through a ravine and among hills. While the Lacedaemonians were making a circuit, those others on the other wing were already fighting.

102.1. τοῖσι μέν νυν Ἀθηναίοισι καὶ τοῖσι προσεχέσι τούτοισι τεταγμένοισι, μέχρι κου τῶν ἡμισέων, ἡ ὁδὸς ἐγίνετο κατʼ αἰγιαλόν τε καὶ ἄπεδον χῶρον, τοῖσι δὲ Λακεδαιμονίοισι καὶ τοῖσι ἐπεξῆς τούτοισι τεταγμένοισι κατά τε χαράδραν καὶ ὄρεα. ἐν ᾧ δὲ οἱ Λακεδαιμόνιοι περιήισαν, οὗτοι οἱ ἐπὶ τῷ ἑτέρῳ κέρεϊ ἔτι καὶ δὴ ἐμάχοντο.

102.2. As long as the Persians' shields stood upright, they defended themselves and held their own in the battle, but when the Athenians and their neighbors in the line passed the word and went more zealously to work, that they and not the Lacedaemonians might win the victory, immediately the face of the fight changed.

102.2. ἕως μέν νυν τοῖσι Πέρσῃσι ὀρθὰ ἦν τὰ γέρρα, ἠμύνοντό τε καὶ οὐδὲν ἔλασσον εἶχον τῇ μάχῃ· ἐπεὶ δὲ τῶν Ἀθηναίων καὶ τῶν προσεχέων ὁ στρατός, ὅκως ἑωυτῶν γένηται τὸ ἔργον καὶ μὴ Λακεδαιμονίων, παρακελευσάμενοι ἔργου εἴχοντο προθυμότερον, ἐνθεῦτεν ἤδη ἑτεροιοῦτο τὸ πρῆγμα.

102.3. Breaking down the shields they charged all together into the midst of the Persians, who received the onset and stood their ground for a long time, but at last fled within their wall. The Athenians and Corinthians and Sicyonians and Troezenians, who were next to each other in the line, followed close after and rushed in together. But when the walled place had been razed, the barbarians made no further defense, but took to flight, all save the Persians, who gathered into bands of a few men and fought with whatever Greeks came rushing within the walls.

102.3. διωσάμενοι γὰρ τὰ γέρρα οὗτοι φερόμενοι ἐσέπεσον ἁλέες ἐς τοὺς Πέρσας, οἳ δὲ δεξάμενοι καὶ χρόνον συχνὸν ἀμυνόμενοι τέλος ἔφευγον ἐς τὸ τεῖχος. Ἀθηναῖοι δὲ καὶ Κορίνθιοι καὶ Σικυώνιοι καὶ Τροιζήνιοι (οὕτω γὰρ ἦσαν ἐπεξῆς τεταγμένοι) συνεπισπόμενοι συνεσέπιπτον ἐς τὸ τεῖχος. ὡς δὲ καὶ τὸ τεῖχος ἀραίρητο, οὔτʼ ἔτι πρὸς ἀλκὴν ἐτράποντο οἱ βάρβαροι πρὸς φυγήν τε ὁρμέατο οἱ ἄλλοι πλὴν Περσέων·

102.4. Of the Persian leaders two escaped by flight and two were killed; Artayntes and Ithanitres, who were admirals of the fleet, escaped; Mardontes and Tigranes, the general of the land army, were killed fighting.

102.4. οὗτοι δὲ κατʼ ὀλίγους γινόμενοι ἐμάχοντο τοῖσι αἰεὶ ἐς τὸ τεῖχος ἐσπίπτουσι Ἑλλήνων. καὶ τῶν στρατηγῶν τῶν Περσικῶν δύο μὲν ἀποφεύγουσι, δύο δὲ τελευτῶσι· Ἀρταΰντης μὲν καὶ Ἰθαμίτρης τοῦ ναυτικοῦ στρατηγέοντες ἀποφεύγουσι, Μαρδόντης δὲ καὶ ὁ τοῦ πεζοῦ στρατηγὸς Τιγράνης μαχόμενοι τελευτῶσι.

103.1. While the Persians still fought, the Lacedaemonians and their comrades came up and finished what was left of the business. The Greeks too lost many men there, notably the men of Sicyon and their general Perilaus.

103.1. ἔτι δὲ μαχομένων τῶν Περσέων ἀπίκοντο Λακεδαιμόνιοι καὶ οἱ μετʼ αὐτῶν, καὶ τὰ λοιπὰ συνδιεχείριζον. ἔπεσον δὲ καὶ αὐτῶν τῶν Ἑλλήνων συχνοὶ ἐνθαῦτα ἄλλοι τε καὶ Σικυώνιοι καὶ στρατηγὸς Περίλεως·

103.2. As for the Samians who served in the Median army and had been disarmed, they, seeing from the first that victory hung in the balance, did what they could in their desire to aid the Greeks. When the other Ionians saw the Samians set the example, they also abandoned the Persians and attacked the foreigners.

103.2. τῶν τε Σαμίων οἱ στρατευόμενοι ἐόντες τε ἐν τῷ στρατοπέδῳ τῷ Μηδικῷ καὶ ἀπαραιρημένοι τὰ ὅπλα, ὡς εἶδον αὐτίκα κατʼ ἀρχὰς γινομένην ἑτεραλκέα τὴν μάχην, ἔρδον ὅσον ἐδυνέατο προσωφελέειν ἐθέλοντες τοῖσι Ἕλλησι. Σαμίους δὲ ἰδόντες οἱ ἄλλοι Ἴωνες ἄρξαντας οὕτω δὴ καὶ αὐτοὶ ἀποστάντες ἀπὸ Περσέων ἐπέθεντο τοῖσι βαρβάροισι.

104.1. The Persians had for their own safety appointed the Milesians to watch the passes, so that if anything should happen to the Persian army such as did happen to it, they might have guides to bring them safely to the heights of Mykale. This was the task to which the Milesians were appointed for the reason mentioned above and so that they might not be present with the army and so turn against it. They acted wholly contrary to the charge laid upon them; they misguided the fleeing Persians by ways that led them among their enemies, and at last they themselves became their worst enemies and killed them. In this way Ionia revolted for the second time from the Persians.

104.1. Μιλησίοισι δὲ προσετέτακτο μὲν ἐκ τῶν Περσέων τὰς διόδους τηρέειν σωτηρίης εἵνεκά σφι, ὡς ἢν ἄρα σφέας καταλαμβάνῃ οἷά περ κατέλαβε, ἔχοντες ἡγεμόνας σώζωνται ἐς τὰς κορυφὰς τῆς Μυκάλης. ἐτάχθησαν μέν νυν ἐπὶ τοῦτο τὸ πρῆγμα οἱ Μιλήσιοι τούτου τε εἵνεκεν καὶ ἵνα μὴ παρεόντες ἐν τῷ στρατοπέδῳ τι νεοχμὸν ποιέοιεν· οἳ δὲ πᾶν τοὐναντίον τοῦ προστεταγμένου ἐποίεον, ἄλλας τε κατηγεόμενοί σφι ὁδοὺς φεύγουσι, αἳ δὴ ἔφερον ἐς τοὺς πολεμίους, καὶ τέλος αὐτοί σφι ἐγίνοντο κτείνοντες πολεμιώτατοι. οὕτω δὴ τὸ δεύτερον Ἰωνίη ἀπὸ Περσέων ἀπέστη.

105.1. In that battle those of the Greeks who fought best were the Athenians, and the Athenian who fought best was one who practised the pancratium, Hermolycus son of Euthoenus. This Hermolycus on a later day met his death in a battle at Cyrnus in Carystus during a war between the Athenians and Carystians, and lay dead on Geraestus. Those who fought best after the Athenians were the men of Corinth and Troezen and Sicyon.

105.1. ἐν δὲ ταύτῃ τῇ μάχῃ Ἑλλήνων ἠρίστευσαν Ἀθηναῖοι καὶ Ἀθηναίων Ἑρμόλυκος ὁ Εὐθοίνου, ἀνὴρ παγκράτιον ἐπασκήσας. τοῦτον δὲ τὸν Ἑρμόλυκον κατέλαβε ὕστερον τούτων, πολέμου ἐόντος Ἀθηναίοισί τε καὶ Καρυστίοισι, ἐν Κύρνῳ τῆς Καρυστίης χώρης ἀποθανόντα ἐν μάχῃ κεῖσθαι ἐπὶ Γεραιστῷ. μετὰ δὲ Ἀθηναίους Κορίνθιοι καὶ Τροιζήνιοι καὶ Σικυώνιοι ἠρίστευσαν.

106.1. When the Greeks had made an end of most of the barbarians, either in battle or in flight, they brought out their booty onto the beach, and found certain stores of wealth. Then after burning the ships and the whole of the wall, they sailed away.

106.1. ἐπείτε δὲ κατεργάσαντο οἱ Ἕλληνες τοὺς πολλοὺς τοὺς μὲν μαχομένους τοὺς δὲ καὶ φεύγοντας τῶν βαρβάρων, τὰς νέας ἐνέπρησαν καὶ τὸ τεῖχος ἅπαν, τὴν ληίην προεξαγαγόντες ἐς τὸν αἰγιαλόν, καὶ θησαυρούς τινας χρημάτων εὗρον· ἐμπρήσαντες δὲ τὸ τεῖχος καὶ τὰς νέας ἀπέπλεον.

106.2. When they had arrived at Samos, they debated in council over the removal of all Greeks from Ionia, and in what Greek lands under their dominion it would be best to plant the Ionians, leaving the country itself to the barbarians; for it seemed impossible to stand on guard between the Ionians and their enemies forever. If, however, they should not so stand, they had no hope that the Persians would permit the Ionians to go unpunished.

106.2. ἀπικόμενοι δὲ ἐς Σάμον οἱ Ἕλληνες ἐβουλεύοντο περὶ ἀναστάσιος τῆς Ἰωνίης, καὶ ὅκῃ χρεὸν εἴη τῆς Ἑλλάδος κατοικίσαι τῆς αὐτοὶ ἐγκρατέες ἦσαν, τὴν δὲ Ἰωνίην ἀπεῖναι τοῖσι βαρβάροισι· ἀδύνατον γὰρ ἐφαίνετό σφι εἶναι ἑωυτούς τε Ἰώνων προκατῆσθαι φρουρέοντας τὸν πάντα χρόνον, καὶ ἑωυτῶν μὴ προκατημένων Ἴωνας οὐδεμίαν ἐλπίδα εἶχον χαίροντας πρὸς τῶν Περσέων ἀπαλλάξειν.

106.3. In this matter the Peloponnesians who were in charge were for removing the people from the lands of those Greek nations which had sided with the Persians and giving their land to the Ionians to dwell in. The Athenians disliked the whole plan of removing the Greeks from Ionia, or allowing the Peloponnesians to determine the lot of Athenian colonies, and as they resisted vehemently, the Peloponnesians yielded.

106.3. πρὸς ταῦτα Πελοποννησίων μὲν τοῖσι ἐν τέλεϊ ἐοῦσι ἐδόκεε τῶν μηδισάντων ἐθνέων τῶν Ἑλληνικῶν τὰ ἐμπολαῖα ἐξαναστήσαντας δοῦναι τὴν χώρην Ἴωσι ἐνοικῆσαι, Ἀθηναίοισι δὲ οὐκ ἐδόκεε ἀρχὴν Ἰωνίην γενέσθαι ἀνάστατον οὐδὲ Πελοποννησίοισι περὶ τῶν σφετερέων ἀποικιέων βουλεύειν· ἀντιτεινόντων δὲ τούτων προθύμως, εἶξαν οἱ Πελοποννήσιοι.

106.4. It accordingly came about that they admitted to their alliance the Samians, Chians, Lesbians, and all other islanders who had served with their forces, and bound them by pledge and oaths to remain faithful and not desert their allies. When the oaths had been sworn, the Greeks set sail to break the bridges, supposing that these still held fast. So they laid their course for the Hellespont.

106.4. καὶ οὕτω δὴ Σαμίους τε καὶ Χίους καὶ Λεσβίους καὶ τοὺς ἄλλους νησιώτας, οἳ ἔτυχον συστρατευόμενοι τοῖσι Ἕλλησι, ἐς τὸ συμμαχικὸν ἐποιήσαντο, πίστι τε καταλαβόντες καὶ ὁρκίοισι ἐμμενέειν τε καὶ μὴ ἀποστήσεσθαι. τούτους δὲ καταλαβόντες ὁρκίοισι ἔπλεον τὰς γεφύρας λύσοντες· ἔτι γὰρ ἐδόκεον ἐντεταμένας εὑρήσειν. οὗτοι μὲν δὴ ἐπʼ Ἑλλησπόντου ἔπλεον.

107.1. The few barbarians who escaped were driven to the heights of Mykale, and made their way from there to Sardis. While they were making their way along the road, Masistes son of Darius, who happened to have been present at the Persian disaster, reviled the admiral Artayntes very bitterly, telling him (with much beside) that such generalship as his proved him worse than a woman, and that no punishment was too severe for the harm he had done the king's estate. Now it is the greatest of all taunts in Persia to be called worse than a woman.

107.1. τῶν δὲ ἀποφυγόντων βαρβάρων ἐς τὰ ἄκρα τῆς Μυκάλης κατειληθέντων, ἐόντων οὐ πολλῶν, ἐγίνετο κομιδὴ ἐς Σάρδις. πορευομένων δὲ κατʼ ὁδὸν Μασίστης ὁ Δαρείου παρατυχὼν τῷ πάθεϊ τῷ γεγονότι τὸν στρατηγὸν Ἀρταΰντην ἔλεγε πολλά τε καὶ κακά, ἄλλα τε καὶ γυναικὸς κακίω φὰς αὐτὸν εἶναι τοιαῦτα στρατηγήσαντα, καὶ ἄξιον εἶναι παντὸς κακοῦ τὸν βασιλέος οἶκον κακώσαντα. παρὰ δὲ τοῖσι Πέρσῃσι γυναικὸς κακίω ἀκοῦσαι δέννος μέγιστος ἐστι.

107.2. These many insults angered Artayntes so much that he drew his sword upon Masistes to kill him, but Xenagoras son of Praxilaus of Halicarnassus, who stood behind Artayntes himself saw him run at Masistes, and caught him round the middle and lifted and hurled him to the ground. In the meantime Masistes' guards had also come between them.

107.2. ὁ δὲ ἐπεὶ πολλὰ ἤκουσε, δεινὰ ποιεύμενος σπᾶται ἐπὶ τὸν Μασίστην τὸν ἀκινάκην, ἀποκτεῖναι θέλων. καί μιν ἐπιθέοντα φρασθεὶς Ξειναγόρης ὁ Πρηξίλεω ἀνὴρ Ἁλικαρνησσεὺς ὄπισθε ἑστεὼς αὐτοῦ Ἀρταΰντεω ἁρπάζει μέσον καὶ ἐξαείρας παίει ἐς τὴν γῆν· καὶ ἐν τούτῳ οἱ δορυφόροι οἱ Μασίστεω προέστησαν.

107.3. By doing so Xenagoras won the gratitude of Masistes himself and Xerxes, for saving the king's brother. For this deed he was made ruler of all Cilicia by the king's gift. Then they went on their way without anything further happening and came to Sardis.

107.3. ὁ δὲ Ξειναγόρης ταῦτα ἐργάσατο χάριτα αὐτῷ τε Μασίστῃ τιθέμενος καὶ Ξέρξῃ, ἐκσώζων τὸν ἀδελφεὸν τὸν ἐκείνου· καὶ διὰ τοῦτο τὸ ἔργον Ξειναγόρης Κιλικίης πάσης ἦρξε δόντος βασιλέος. τῶν δὲ κατʼ ὁδὸν πορευομένων οὐδὲν ἐπὶ πλέον τούτων ἐγένετο, ἀλλʼ ἀπικνέονται ἐς Σάρδις.

108.1. Now it happened that the king had been at Sardis ever since he came there in flight from Athens after his overthrow in the sea-fight. Being then at Sardis he became enamored of Masistes' wife, who was also there. But as all his messages could not bring her to yield to him, and he would not force her to his will, out of regard for his brother Masistes (which indeed counted with the woman also, for she knew well that no force would be used against her), Xerxes found no other way to accomplish his purpose than that he should make a marriage between his own son Darius and the daughter of this woman and Masistes, for he thought that by doing so he would be most likely to win her.

108.1. ἐν δὲ τῇσι Σάρδισι ἐτύγχανε ἐὼν βασιλεὺς ἐξ ἐκείνου τοῦ χρόνου, ἐπείτε ἐξ Ἀθηνέων προσπταίσας τῇ ναυμαχίῃ φυγὼν ἀπίκετο. τότε δὴ ἐν τῇσι Σάρδισι ἐὼν ἄρα ἤρα τῆς Μασίστεω γυναικός, ἐούσης καὶ ταύτης ἐνθαῦτα. ὡς δέ οἱ προσπέμποντι οὐκ ἐδύνατο κατεργασθῆναι, οὐδὲ βίην προσεφέρετο προμηθεόμενος τὸν ἀδελφεὸν Μασίστην· τὠυτὸ δὲ τοῦτο εἶχε καὶ τὴν γυναῖκα· εὖ γὰρ ἐπίστατο βίης οὐ τευξομένη· ἐνθαῦτα δὴ Ξέρξης ἐργόμενος τῶν ἄλλων πρήσσει τὸν γάμον τοῦτον τῷ παιδὶ τῷ ἑωυτοῦ Δαρείῳ, θυγατέρα τῆς γυναικὸς ταύτης καὶ Μασίστεω, δοκέων αὐτὴν μᾶλλον λάμψεσθαι ἢν ταῦτα ποιήσῃ.

108.2. So he betrothed them with all due ceremony and rode away to Susa. But when he had come and had taken Darius' bride into his house, he thought no more of Masistes' wife, but changed his mind and wooed and won this girl Artaynte, Darius' wife and Masistes' daughter.

108.2. ἁρμόσας δὲ καὶ τὰ νομιζόμενα ποιήσας ἀπήλαυνε ἐς Σοῦσα· ἐπεὶ δὲ ἐκεῖ τε ἀπίκετο καὶ ἠγάγετο ἐς ἑωυτοῦ Δαρείῳ τὴν γυναῖκα, οὕτω δὴ τῆς Μασίστεω μὲν γυναικὸς ἐπέπαυτο, ὁ δὲ διαμειψάμενος ἤρα τε καὶ ἐτύγχανε τῆς Δαρείου μὲν γυναικὸς Μασίστεω δὲ θυγατρός· οὔνομα δὲ τῇ γυναικὶ ταύτῃ ἦν Ἀρταΰντη.

109.1. As time went on, however, the truth came to light, and in such manner as I will show. Xerxes' wife, Amestris, wove and gave to him a great gaily-colored mantle, marvellous to see. Xerxes was pleased with it, and went to Artaynte wearing it.

109.1. χρόνου δὲ προϊόντος ἀνάπυστα γίνεται τρόπῳ τοιῷδε. ἐξυφήνασα Ἄμηστρις ἡ Ξέρξεω γυνὴ φᾶρος μέγα τε καὶ ποικίλον καὶ θέης ἄξιον διδοῖ Ξέρξῃ. ὁ δὲ ἡσθεὶς περιβάλλεταί τε καὶ ἔρχεται παρὰ τὴν Ἀρταΰντην·

109.2. Being pleased with her too, he asked her what she wanted in return for her favors, for he would deny nothing at her asking. Thereupon—for she and all her house were doomed to evil—she said to Xerxes, “Will you give me whatever I ask of you?” He promised this, supposing that she would ask anything but that; when he had sworn, she asked boldly for his mantle.

109.2. ἡσθεὶς δὲ καὶ ταύτῃ ἐκέλευσε αὐτὴν αἰτῆσαι ὃ τι βούλεταί οἱ γενέσθαι ἀντὶ τῶν αὐτῷ ὑπουργημένων· πάντα γὰρ τεύξεσθαι αἰτήσασαν. τῇ δὲ κακῶς γὰρ ἔδεε πανοικίῃ γενέσθαι, πρὸς ταῦτα εἶπε Ξέρξῃ δώσεις μοι τὸ ἄν σε αἰτήσω; ὁ δὲ πᾶν μᾶλλον δοκέων κείνην αἰτῆσαι ὑπισχνέετο καὶ ὤμοσε. ἣ δὲ ὡς ὤμοσε ἀδεῶς αἰτέει τὸ φᾶρος.

109.3. Xerxes tried to refuse her, for no reason except that he feared that Amestris might have clear proof of his doing what she already guessed. He accordingly offered her cities instead and gold in abundance and an army for none but herself to command. Armies are the most suitable of gifts in Persia. But as he could not move her, he gave her the mantle; and she, rejoicing greatly in the gift, went flaunting her finery.

109.3. Ξέρξης δὲ παντοῖος ἐγίνετο οὐ βουλόμενος δοῦναι, κατʼ ἄλλο μὲν οὐδέν, φοβεόμενος δὲ Ἄμηστριν, μὴ καὶ πρὶν κατεικαζούσῃ τὰ γινόμενα οὕτω ἐπευρεθῇ πρήσσων· ἀλλὰ πόλις τε ἐδίδου καὶ χρυσὸν ἄπλετον καὶ στρατόν, τοῦ ἔμελλε οὐδεὶς ἄρξειν ἀλλʼ ἢ ἐκείνη. Περσικὸν δὲ κάρτα ὁ στρατὸς δῶρον. ἀλλʼ οὐ γὰρ ἔπειθε, διδοῖ τὸ φᾶρος. ἣ δὲ περιχαρὴς ἐοῦσα τῷ δώρῳ ἐφόρεέ τε καὶ ἀγάλλετο.

110.1. Amestris heard that she had the mantle, but when she learned the truth, it was not the girl with whom she was angry. She supposed rather that the girl's mother was guilty and that this was her doing, and so it was Masistes' wife whom she plotted to destroy.

110.1. καὶ ἡ Ἄμηστρις πυνθάνεταί μιν ἔχουσαν· μαθοῦσα δὲ τὸ ποιεύμενον τῇ μὲν γυναικὶ ταύτῃ οὐκ εἶχε ἔγκοτον, ἣ δὲ ἐλπίζουσα τὴν μητέρα αὐτῆς εἶναι αἰτίην καὶ ταῦτα ἐκείνην πρήσσειν, τῇ Μασίστεω γυναικὶ ἐβούλευε ὄλεθρον.

110.2. She waited therefore till Xerxes her husband should be giving his royal feast. This banquet is served once a year, on the king's birthday; the Persian name for it is “tukta,” which is in the Greek language “perfect.” On that day (and none other) the king anoints his head and makes gifts to the Persians. Waiting for that day, Amestris then asked of Xerxes that Masistes' wife should be given to her.

110.2. φυλάξασα δὲ τὸν ἄνδρα τὸν ἑωυτῆς Ξέρξην βασιλήιον δεῖπνον προτιθέμενον· τοῦτο δὲ τὸ δεῖπνον παρασκευάζεται ἅπαξ τοῦ ἐνιαυτοῦ ἡμέρῃ τῇ ἐγένετο βασιλεύς. οὔνομα δὲ τῷ δείπνῳ τούτῳ Περσιστὶ μὲν τυκτά, κατὰ δὲ τὴν Ἑλλήνων γλῶσσαν τέλειον· τότε καὶ τὴν κεφαλὴν σμᾶται μοῦνον βασιλεὺς καὶ Πέρσας δωρέεται· ταύτην δὴ τὴν ἡμέρην φυλάξασα ἡ Ἄμηστρις χρηίζει τοῦ Ξέρξεω δοθῆναί οἱ τὴν Μασίστεω γυναῖκα.

110.3. Xerxes considered it a terrible and wicked act to give up his brother's wife, and that too when she was innocent of the deed; for he knew the purpose of the request.

110.3. ὁ δὲ δεινόν τε καὶ ἀνάρσιον ἐποιέετο τοῦτο μὲν ἀδελφεοῦ γυναῖκα παραδοῦναι, τοῦτο δὲ ἀναιτίην ἐοῦσαν τοῦ πρήγματος τούτου· συνῆκε γὰρ τοῦ εἵνεκεν ἐδέετο.

111.1. Nevertheless, since Amestris was insistent and the law compelled him (for at this royal banquet in Persia every request must of necessity be granted), he unwillingly consented, and delivered the woman to Amestris. Then, bidding her do what she wanted, he sent for his brother and spoke as follows:

111.1. τέλος μέντοι ἐκείνης τε λιπαρεούσης καὶ ὑπὸ τοῦ νόμου ἐξεργόμενος, ὅτι ἀτυχῆσαι τὸν χρηίζοντα οὔ σφι δυνατόν ἐστι βασιληίου δείπνου προκειμένου, κάρτα δὴ ἀέκων κατανεύει, καὶ παραδοὺς ποιέει ὧδε· τὴν μὲν κελεύει ποιέειν τὰ βούλεται, ὁ δὲ μεταπεμψάμενος τὸν ἀδελφεὸν λέγει τάδε.

111.2. “Masistes, you are Darius' son and my brother, and a good man; hear me then. You must no longer live with her who is now your wife. I give you my daughter in her place. Take her for your own, but do away with the wife that you have, for it is not my will that you should have her.”

111.2. Μασίστα, σὺ εἶς Δαρείου τε παῖς καὶ ἐμὸς ἀδελφεός, πρὸς δʼ ἔτι τούτοισι καὶ εἶς ἀνὴρ ἀγαθός· γυναικὶ δὴ ταύτῃ τῇ νῦν συνοικέεις μὴ συνοίκεε, ἀλλά τοι ἀντʼ αὐτῆς ἐγὼ δίδωμι θυγατέρα τὴν ἐμήν. ταύτῃ συνοίκεε· τὴν δὲ νῦν ἔχεις, οὐ γὰρ δοκέει ἐμοί, μὴ ἔχε γυναῖκα.

111.3. At that Masistes was amazed; “Sire,” he said, “what is this evil command that you lay upon me, telling me to deal with my wife in this way? I have by her young sons and daughters, of whom you have taken a wife for your own son, and I am very content with her herself. Yet you are asking me to get rid of my wife and wed your daughter?

111.3. ὁ δὲ Μασίστης ἀποθωμάσας τὰ λεγόμενα λέγει τάδε. ὦ δέσποτα, τίνα μοι λόγον λέγεις ἄχρηστον, κελεύων με γυναῖκα, ἐκ τῆς μοι παῖδές τε νεηνίαι εἰσὶ καὶ θυγατέρες, τῶν καὶ σὺ μίαν τῷ παιδὶ τῷ σεωυτοῦ ἠγάγεο γυναῖκα, αὐτή τέ μοι κατὰ νόον τυγχάνει κάρτα ἐοῦσα· ταύτην με κελεύεις μετέντα θυγατέρα τὴν σὴν γῆμαι;

111.4. Truly, O king, I consider it a great honor to be accounted worthy of your daughter, but I will do neither the one nor the other. No, rather, do not force me to consent to such a desire. You will find another husband for your daughter as good as I, but permit me to keep my own wife.”

111.4. ἐγὼ δὲ βασιλεῦ μεγάλα μὲν ποιεῦμαι ἀξιεύμενος θυγατρὸς τῆς σῆς, ποιήσω μέντοι τούτων οὐδέτερα. σὺ δὲ μηδαμῶς βιῶ πρήγματος τοιοῦδε δεόμενος· ἀλλὰ τῇ τε σῇ θυγατρὶ ἀνὴρ ἄλλος φανήσεται ἐμεῦ οὐδὲν ἥσσων, ἐμέ τε ἔα γυναικὶ τῇ ἐμῇ συνοικέειν.

111.5. This was Masistes' response, but Xerxes was very angry and said: “You have come to this pass, Masistes. I will give you no daughter of mine as a wife, nor will you any longer live with her whom you now have. In this way you will learn to accept that which is offered you.” Hearing that, Masistes said “No, sire, you have not destroyed me yet!” and so departed.

111.5. ὃ μὲν δὴ τοιούτοισι ἀμείβεται, Ξέρξης δὲ θυμωθεὶς λέγει τάδε. οὕτω τοι, Μασίστα, πέπρηκται· οὔτε γὰρ ἄν τοι δοίην θυγατέρα τὴν ἐμὴν γῆμαι, οὔτε ἐκείνῃ πλεῦνα χρόνον συνοικήσεις, ὡς μάθῃς τὰ διδόμενα δέκεσθαι. ὁ δὲ ὡς ταῦτα ἤκουσε, εἴπας τοσόνδε ἐχώρεε ἔξω δέσποτα, οὐ δὴ κώ με ἀπώλεσας.

112.1. In the meantime, while Xerxes talked with his brother, Amestris sent for Xerxes' guards and treated Masistes' wife very cruelly; she cut off the woman's breasts and threw them to dogs, and her nose and ears and lips also, and cut out her tongue. Then she sent her home after she had undergone this dreadful ordeal.

112.1. ἐν δὲ τούτῳ διὰ μέσου χρόνῳ, ἐν τῷ Ξέρξης τῷ ἀδελφεῷ διελέγετο, ἡ Ἄμηστρις μεταπεμψαμένη τοὺς δορυφόρους τοῦ Ξέρξεω διαλυμαίνεται τὴν γυναῖκα τοῦ Μασίστεω· τούς τε μαζοὺς ἀποταμοῦσα κυσὶ προέβαλε καὶ ῥῖνα καὶ ὦτα καὶ χείλεα καὶ γλῶσσαν ἐκταμοῦσα ἐς οἶκόν μιν ἀποπέμπει διαλελυμασμένην.

113.1. Knowing nothing of this as yet, but fearing evil, Masistes ran home. Seeing what had been done to his wife, he immediately took counsel with his children and set out for Bactra with his own sons (and others too), intending to raise the province of Bactra in revolt and do the king the greatest of harm.

113.1. ὁ δὲ Μασίστης οὐδέν κω ἀκηκοὼς τούτων, ἐλπόμενος δέ τί οἱ κακὸν εἶναι, ἐσπίπτει δρόμῳ ἐς τὰ οἰκία. ἰδὼν δὲ διεφθαρμένην τὴν γυναῖκα, αὐτίκα μετὰ ταῦτα συμβουλευσάμενος τοῖσι παισὶ ἐπορεύετο ἐς Βάκτρα σύν τε τοῖσι ἑωυτοῦ υἱοῖσι καὶ δή κου τισὶ καὶ ἄλλοισι ὡς ἀποστήσων νομὸν τὸν Βάκτριον καὶ ποιήσων τὰ μέγιστα κακῶν βασιλέα·

113.2. This he would have done, to my thinking, had he escaped to the country of the Bactrians and Sacae. They were fond of him, and he was viceroy over the Bactrians. But it was of no use, for Xerxes learned what he intended and sent against him an army which killed him on his way, and his sons and his army. Such is the story of Xerxes' love and Masistes' death.

113.2. τά περ ἂν καὶ ἐγένετο, ὡς ἐμοὶ δοκέειν, εἴ περ ἔφθη ἀναβὰς ἐς τοὺς Βακτρίους καὶ τοὺς Σάκας· καὶ γὰρ ἔστεργόν μιν καὶ ἦν ὕπαρχος τῶν Βακτρίων. ἀλλὰ γὰρ Ξέρξης πυθόμενος ταῦτα ἐκεῖνον πρήσσοντα, πέμψας ἐπʼ αὐτὸν στρατιὴν ἐν τῇ ὁδῷ κατέκτεινε αὐτόν τε ἐκεῖνον καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν στρατιὴν τὴν ἐκείνου. κατὰ μὲν τὸν ἔρωτα τὸν Ξέρξεω καὶ τὸν Μασίστεω θάνατον τοσαῦτα ἐγένετο.

114.1. The Greeks who had set out from Mykale for the Hellespont first anchored off Lectum having been stopped by contrary winds, and came from there to Abydos, where they found the bridges broken which they thought would still be in place; these were in fact the chief cause of their coming to the Hellespont.

114.1. οἱ δὲ ἐκ Μυκάλης ὁρμηθέντες Ἕλληνες ἐπʼ Ἑλλησπόντου πρῶτον μὲν περὶ Λεκτὸν ὅρμεον, ὑπὸ ἀνέμων ἀπολαμφθέντες, ἐνθεῦτεν δὲ ἀπίκοντο ἐς Ἄβυδον καὶ τὰς γεφύρας εὗρον διαλελυμένας, τὰς ἐδόκεον εὑρήσειν ἔτι ἐντεταμένας, καὶ τούτων οὐκ ἥκιστα εἵνεκεν ἐς τὸν Ἑλλήσποντον ἀπίκοντο.

114.2. The Peloponnesians then who were with Leutychides decided to sail away to Hellas, but the Athenians, with Xanthippus their general, that they would remain there and attack the Chersonesus. So the rest sailed away, but the Athenians crossed over to the Chersonesus and laid siege to Sestus.

114.2. τοῖσι μέν νυν ἀμφὶ Λευτυχίδην Πελοποννησίοις ἔδοξε ἀποπλέειν ἐς τὴν Ἑλλάδα, Ἀθηναίοισι δὲ καὶ Ξανθίππῳ τῷ στρατηγῷ αὐτοῦ ὑπομείναντας πειρᾶσθαι τῆς Χερσονήσου. οἳ μὲν δὴ ἀπέπλεον, Ἀθηναῖοι δὲ ἐκ τῆς Ἀβύδου διαβάντες ἐς τὴν Χερσόνησον Σηστὸν ἐπολιόρκεον.

115.1. Now when the Persians heard that the Greeks were at the Hellespont, they had come in from the neighboring towns and assembled at this same Sestus, seeing that it was the strongest walled place in that region. Among them there was a Persian named Oeobazus from Cardia, and he had carried the equipment of the bridges there. Sestus was held by the Aeolians of the country, but with him were Persians and a great multitude of their allies.

115.1. ἐς δὲ τὴν Σηστὸν ταύτην, ὡς ἐόντος ἰσχυροτάτου τείχεος τῶν ταύτῃ, συνῆλθον, ὡς ἤκουσαν παρεῖναι τοὺς Ἕλληνας ἐς τὸν Ἑλλήσποντον, ἔκ τε τῶν ἀλλέων τῶν περιοικίδων, καὶ δὴ καὶ ἐκ Καρδίης πόλιος Οἰόβαζος ἀνὴρ Πέρσης, ὃς τὰ ἐκ τῶν γεφυρέων ὅπλα ἐνθαῦτα ἦν κεκομικώς. εἶχον δὲ ταύτην ἐπιχώριοι Αἰολέες, συνῆσαν δὲ Πέρσαι τε καὶ τῶν ἄλλων συμμάχων συχνὸς ὅμιλος.

116.1. This province was ruled by Xerxes' viceroy Artayctes, a cunning man and a wicked one; witness the deceit that he practised on the king in his march to Athens, how he stole away from Elaeus the treasure of Protesilaus son of Iphiclus.

116.1. ἐτυράννευε δὲ τούτου τοῦ νομοῦ Ξέρξεω ὕπαρχος Ἀρταΰκτης, ἀνὴρ μὲν Πέρσης, δεινὸς δὲ καὶ ἀτάσθαλος, ὃς καὶ βασιλέα ἐλαύνοντα ἐπʼ Ἀθήνας ἐξηπάτησε, τὰ Πρωτεσίλεω τοῦ Ἰφίκλου χρήματα ἐξ Ἐλαιοῦντος ὑπελόμενος.

116.2. This was the way of it; there is at Elaeus in the Chersonesus the tomb of Protesilaus, and a precinct around it, which contained much treasure: vessels of gold and silver, bronze, clothing, and other dedications; all of which Artayctes carried off by the king's gift.

116.2. ἐν γὰρ Ἐλαιοῦντι τῆς Χερσονήσου ἐστὶ Πρωτεσίλεω τάφος τε καὶ τέμενος περὶ αὐτόν, ἔνθα ἦν χρήματα πολλὰ καὶ φιάλαι χρύσεαι καὶ ἀργύρεαι καὶ χαλκὸς καὶ ἐσθὴς καὶ ἄλλα ἀναθήματα, τὰ Ἀρταΰκτης ἐσύλησε βασιλέος δόντος. λέγων δὲ τοιάδε Ξέρξην διεβάλετο.

116.3. “Sire,” he said deceitfully to Xerxes, “there is here the house of a certain Greek, who met a just death for invading your territory with an army; give me this man's house, so that all may be taught not to invade your territory.” One would think that this plea would easily persuade Xerxes to give him a man's house, since the latter had no suspicion of Artayctes' meaning. His reason for saying that Protesilaus had invaded the king's territory was that the Persians believe all Asia to belong to themselves and whoever is their king. So when the treasure was given to him, he carried it away from Elaeus to Sestus, and planted and farmed the precinct. He would also come from Elaeus and have intercourse with women in the shrine. Now, when the Athenians laid siege to him, he had made no preparation for it; he did not think that the Greeks would come, and he had no way of escaping from their attack.

116.3. δέσποτα, ἔστι οἶκος ἀνδρὸς Ἕλληνος ἐνθαῦτα, ὃς ἐπὶ γῆν σὴν στρατευσάμενος δίκης κυρήσας ἀπέθανε· τούτου μοι δὸς τὸν οἶκον, ἵνα καί τις μάθῃ ἐπὶ γῆν τὴν σὴν μὴ στρατεύεσθαι. ταῦτα λέγων εὐπετέως ἔμελλε ἀναπείσειν Ξέρξην δοῦναι ἀνδρὸς οἶκον, οὐδὲν ὑποτοπηθέντα τῶν ἐκεῖνος ἐφρόνεε. ἐπὶ γῆν δὲ τὴν βασιλέος στρατεύεσθαι Πρωτεσίλεων ἔλεγε νοέων τοιάδε· τὴν Ἀσίην πᾶσαν νομίζουσι ἑωυτῶν εἶναι Πέρσαι καὶ τοῦ αἰεὶ βασιλεύοντος. ἐπεὶ δὲ ἐδόθη, τὰ χρήματα ἐξ Ἐλαιοῦντος ἐς Σηστὸν ἐξεφόρησε, καὶ τὸ τέμενος ἔσπειρε καὶ ἐνέμετο, αὐτός τε ὅκως ἀπίκοιτο ἐς Ἐλαιοῦντα ἐν τῷ ἀδύτῳ γυναιξὶ ἐμίσγετο. τότε δὲ ἐπολιορκέετο ὑπὸ Ἀθηναίων οὔτε παρεσκευασμένος ἐς πολιορκίην οὔτε προσδεκόμενος τοὺς Ἕλληνας, ἀφύκτως δέ κως αὐτῷ ἐπέπεσον.

117.1. Since the siege continued into the late autumn, the Athenians grew weary of their absence from home and their lack of success at taking the fortress. They accordingly entreated their generals to lead them away again, but the generals refused to do that till they should take the place or be recalled by the Athenian state. At that the men endured their plight patiently.

117.1. ἐπεὶ δὲ πολιορκεομένοισί σφι φθινόπωρον ἐπεγίνετο, καὶ ἤσχαλλον οἱ Ἀθηναῖοι ἀπό τε τῆς ἑωυτῶν ἀποδημέοντες καὶ οὐ δυνάμενοι ἐξελεῖν τὸ τεῖχος, ἐδέοντό τε τῶν στρατηγῶν ὅκως ἀπάγοιεν σφέας ὀπίσω, οἳ δὲ οὐκ ἔφασαν πρὶν ἢ ἐξέλωσι ἢ τὸ Ἀθηναίων κοινόν σφεας μεταπέμψηται· οὕτω δὴ ἔστεργον τὰ παρεόντα.

118.1. But those who were within the walls were by now reduced to the last extremity, so much so that they boiled the thongs of their beds for food. At last, however, even these failed them, and Artayctes and Oeobazus and all the Persians made their way down from the back part of the fortress, where the fewest of their enemies were, and fled at nightfall.

118.1. οἱ δὲ ἐν τῷ τείχεϊ ἐς πᾶν ἤδη κακοῦ ἀπιγμένοι ἦσαν, οὕτω ὥστε τοὺς τόνους ἕψοντες τῶν κλινέων ἐσιτέοντο. ἐπείτε δὲ οὐδὲ ταῦτα ἔτι εἶχον, οὕτω δὴ ὑπὸ νύκτα οἴχοντο ἀποδράντες οἵ τε Πέρσαι καὶ ὁ Ἀρταΰκτης καὶ ὁ Οἰόβαζος, ὄπισθε τοῦ τείχεος καταβάντες, τῇ ἦν ἐρημότατον τῶν πολεμίων.

118.2. When morning came, the people of the Chersonese signified from their towers to the Athenians what had happened, and opened their gates. The greater part of the Athenians then went in pursuit, while the rest stayed to hold the town.

118.2. ὡς δὲ ἡμέρη ἐγένετο, οἱ Χερσονησῖται ἀπὸ τῶν πύργων ἐσήμηναν τοῖσι Ἀθηναίοισι τὸ γεγονὸς καὶ τὰς πύλας ἄνοιξαν. τῶν δὲ οἱ μὲν πλεῦνες ἐδίωκον, οἳ δὲ τὴν πόλιν εἶχον.

119.1. As Oeobazus was making his escape into Thrace, the Apsinthians of that country caught and sacrificed him in their customary manner to Plistorus the god of their land; as for his companions, they did away with them by other means.

119.1. Ὀιόβαζον μέν νυν ἐκφεύγοντα ἐς τὴν Θρηίκην Θρήικες Ἀψίνθιοι λαβόντες ἔθυσαν Πλειστώρῳ ἐπιχωρίῳ θεῷ τρόπῳ τῷ σφετέρῳ, τοὺς δὲ μετʼ ἐκείνου ἄλλῳ τρόπῳ ἐφόνευσαν.

119.2. Artayctes and his company had begun their flight later, and were overtaken a little way beyond the Goat's Rivers, where after they had defended themselves a long time, some of them were killed and the rest taken alive. The Greeks bound them and carried them to Sestus, and together with them Artayctes and his son also in bonds.

119.2. οἱ δὲ ἀμφὶ τὸν Ἀρταΰκτην ὕστεροι ὁρμηθέντες φεύγειν, καὶ ὡς κατελαμβάνοντο ὀλίγον ἐόντες ὑπὲρ Αἰγὸς ποταμῶν, ἀλεξόμενοι χρόνον ἐπὶ συχνὸν οἳ μὲν ἀπέθανον οἳ δὲ ζῶντες ἐλάμφθησαν. καὶ συνδήσαντες σφέας οἱ Ἕλληνες ἦγον ἐς Σηστόν, μετʼ αὐτῶν δὲ καὶ Ἀρταΰκτην δεδεμένον αὐτόν τε καὶ τὸν παῖδα αὐτοῦ.

120.1. It is related by the people of the Chersonese that a marvellous thing happened one of those who guarded Artayctes. He was frying dried fish, and these as they lay over the fire began to leap and writhe as though they had just been caught.

120.1. καί τεῳ τῶν φυλασσόντων λέγεται ὑπὸ Χερσονησιτέων ταρίχους ὀπτῶντι τέρας γενέσθαι τοιόνδε· οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντό τε καὶ ἤσπαιρον ὅκως περ ἰχθύες νεοάλωτοι.

120.2. The rest gathered around, amazed at the sight, but when Artayctes saw this strange thing, he called the one who was frying the fish and said to him: “Athenian, do not be afraid of this portent, for it is not to you that it has been sent; it is to me that Protesilaus of Elaeus is trying to signify that although he is dead and dry, he has power given him by the god to take vengeance on me, the one who wronged him.

120.2. καὶ οἳ μὲν περιχυθέντες ἐθώμαζον, ὁ δὲ Ἀρταΰκτης ὡς εἶδε τὸ τέρας, καλέσας τὸν ὀπτῶντα τοὺς ταρίχους ἔφη ξεῖνε Ἀθηναῖε, μηδὲν φοβέο τὸ τέρας τοῦτο· οὐ γὰρ σοὶ πέφηνε, ἀλλʼ ἐμοὶ σημαίνει ὁ ἐν Ἐλαιοῦντι Πρωτεσίλεως ὅτι καὶ τεθνεὼς καὶ τάριχος ἐὼν δύναμιν πρὸς θεῶν ἔχει τὸν ἀδικέοντα τίνεσθαι.

120.3. Now therefore I offer a ransom, the sum of one hundred talents to the god for the treasure that I took from his temple. I will also pay to the Athenians two hundred talents for myself and my son, if they spare us.”

120.3. νῦν ὦν ἄποινά μοι τάδε ἐθέλω ἐπιθεῖναι, ἀντὶ μὲν χρημάτων τῶν ἔλαβον ἐκ τοῦ ἱροῦ ἑκατὸν τάλαντα καταθεῖναι τῷ θεῷ, ἀντὶ δʼ ἐμεωυτοῦ καὶ τοῦ παιδὸς ἀποδώσω τάλαντα διηκόσια Ἀθηναίοισι περιγενόμενος.

120.4. But Xanthippus the general was unmoved by this promise, for the people of Elaeus desired that Artayctes should be put to death in revenge for Protesilaus, and the general himself was so inclined. So they carried Artayctes away to the headland where Xerxes had bridged the strait (or, by another story, to the hill above the town of Madytus), and there nailed him to boards and hanged him. As for his son, they stoned him to death before his father's eyes.

120.4. ταῦτα ὑπισχόμενος τὸν στρατηγὸν Ξάνθιππον οὐκ ἔπειθε· οἱ γὰρ Ἐλαιούσιοι τῷ Πρωτεσίλεῳ τιμωρέοντες ἐδέοντό μιν καταχρησθῆναι, καὶ αὐτοῦ τοῦ στρατηγοῦ ταύτῃ νόος ἔφερε. ἀπαγαγόντες δὲ αὐτὸν ἐς τὴν Ξέρξης ἔζευξε τὸν πόρον, οἳ δὲ λέγουσι ἐπὶ τὸν κολωνὸν τὸν ὑπὲρ Μαδύτου πόλιος, πρὸς σανίδας προσπασσαλεύσαντες ἀνεκρέμασαν· τὸν δὲ παῖδα ἐν ὀφθαλμοῖσι τοῦ Ἀρταΰκτεω κατέλευσαν.

121.1. This done, they sailed away to Hellas, carrying with them the cables of the bridges to be dedicated in their temples, and all sorts of things in addition. This, then, is all that was done in this year.

121.1. ταῦτα δὲ ποιήσαντες ἀπέπλεον ἐς τὴν Ἑλλάδα, τά τε ἄλλα χρήματα ἄγοντες καὶ δὴ καὶ τὰ ὅπλα τῶν γεφυρέων ὡς ἀναθήσοντες ἐς τὰ ἱρά. καὶ κατὰ τὸ ἔτος τοῦτο οὐδὲν ἐπὶ πλέον τούτων ἐγένετο.

122.1. This Artayctes who was crucified was the grandson of that Artembares who instructed the Persians in a design which they took from him and laid before Cyrus; this was its purport:

122.1. τούτου δὲ Ἀρταΰκτεω τοῦ ἀνακρεμασθέντος προπάτωρ Ἀρτεμβάρης ἐστὶ ὁ Πέρσῃσι ἐξηγησάμενος λόγον τὸν ἐκεῖνοι ὑπολαβόντες Κύρῳ προσήνεικαν λέγοντα τάδε.

122.2. “Seeing that Zeus grants lordship to the Persian people, and to you, Cyrus, among them, let us, after reducing Astyages, depart from the little and rugged land which we possess and occupy one that is better. There are many such lands on our borders, and many further distant. If we take one of these, we will all have more reasons for renown. It is only reasonable that a ruling people should act in this way, for when will we have a better opportunity than now, when we are lords of so many men and of all Asia?”

122.2. ἐπεὶ Ζεὺς Πέρσῃσι ἡγεμονίην διδοῖ, ἀνδρῶν δὲ σοὶ Κῦρε, κατελὼν Ἀστυάγην, φέρε, γῆν γὰρ ἐκτήμεθα ὀλίγην καὶ ταύτην τρηχέαν, μεταναστάντες ἐκ ταύτης ἄλλην σχῶμεν ἀμείνω. εἰσὶ δὲ πολλαὶ μὲν ἀστυγείτονες πολλαὶ δὲ καὶ ἑκαστέρω, τῶν μίαν σχόντες πλέοσι ἐσόμεθα θωμαστότεροι. οἰκὸς δὲ ἄνδρας ἄρχοντας τοιαῦτα ποιέειν· κότε γὰρ δὴ καὶ παρέξει κάλλιον ἢ ὅτε γε ἀνθρώπων τε πολλῶν ἄρχομεν πάσης τε τῆς Ἀσίης;

122.3. Cyrus heard them, and found nothing to marvel at in their design; “Go ahead and do this,” he said; “but if you do so, be prepared no longer to be rulers but rather subjects. Soft lands breed soft men; wondrous fruits of the earth and valiant warriors grow not from the same soil.”

122.3. Κῦρος δὲ ταῦτα ἀκούσας καὶ οὐ θωμάσας τὸν λόγον ἐκέλευε ποιέειν ταῦτα, οὕτω δὲ αὐτοῖσι παραίνεε κελεύων παρασκευάζεσθαι ὡς οὐκέτι ἄρξοντας ἀλλʼ ἀρξομένους· φιλέειν γὰρ ἐκ τῶν μαλακῶν χώρων μαλακοὺς γίνεσθαι· οὐ γὰρ τι τῆς αὐτῆς γῆς εἶναι καρπόν τε θωμαστὸν φύειν καὶ ἄνδρας ἀγαθοὺς τὰ πολέμια.

122.4. The Persians now realized that Cyrus reasoned better than they, and they departed, choosing rather to be rulers on a barren mountain side than dwelling in tilled valleys to be slaves to others.

122.4. ὥστε συγγνόντες Πέρσαι οἴχοντο ἀποστάντες, ἑσσωθέντες τῇ γνώμῃ πρὸς Κύρου, ἄρχειν τε εἵλοντο λυπρὴν οἰκέοντες μᾶλλον ἢ πεδιάδα σπείροντες ἄλλοισι δουλεύειν.