SCRIPTURA

Pausanias · Description of Greece · 18 of 60

Book III · chapters 21–26

Translated by W. H. S. Jones

ContentsMarkdown.md ↓

21.8. The people of Cythium say that their city had no human founder, but that Heracles and Apollo, when they were reconciled after their strife for the possession of the tripod, united to found the city. In the market-place they have images of Apollo and of Heracles, and a Dionysus stands near them. In another part of the city are Carnean Apollo, a sanctuary of Ammon and a bronze image of Asclepius, whose temple is roofless, a spring belonging to the god, a holy sanctuary of Demeter and an image of Poseidon Earth-embracer.

21.8. Γυθεᾶται δὲ τῆς πόλεως ἀνθρώπων μὲν οὐδένα οἰκιστὴν γενέσθαι λέγουσιν, Ἡρακλέα δὲ καὶ Ἀπόλλωνα ὑπὲρ τοῦ τρίποδος ἐς ἀγῶνα ἐλθόντας, ὡς διηλλάγησαν, μετὰ τὴν ἔριν οἰκίσαι κοινῇ τὴν πόλιν· καὶ ἐν τῇ ἀγορᾷ σφισιν Ἀπόλλωνος καὶ Ἡρακλέους ἐστὶν ἀγάλματα, πλησίον δὲ αὐτῶν Διόνυσος. ἑτέρωθι δὲ Ἀπόλλων Κάρνειος καὶ ἱερὸν Ἄμμωνος καὶ Ἀσκληπιοῦ χαλκοῦν ἄγαλμά ἐστιν, οὐκ ἐπόντος ὀρόφου τῷ ναῷ, καὶ πηγὴ τοῦ θεοῦ καὶ Δήμητρος ἱερὸν ἅγιον καὶ Ποσειδῶνος ἄγαλμα Γαιαόχου.

21.9. Him whom the people of Cythium name Old Man, saying that he lives in the sea, I found to be Nereus. They got this name originally from Homer, who says in a part of the Iliad, where Thetis is speaking:—Into the broad expanse, and into the bosom of oceanPlunge, to behold the old man of the sea and the home of your father.Here is also a gate called the Gate of Castor, and on the citadel have been built a temple and image of Athena.

21.9. ὃν δὲ ὀνομάζουσι Γυθεᾶται Γέροντα, οἰκεῖν ἐν θαλάσσῃ φάμενοι, Νηρέα ὄντα εὕρισκον· καί σφισι τοῦ ὀνόματος τούτου παρέσχεν ἀρχὴν Ὅμηρος ἐν Ἰλιάδι ἐν Θέτιδος λόγοις·ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον,ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός.καλοῦνται δὲ ἐνταῦθα καὶ πύλαι Καστορίδες, καὶ ἐν τῇ ἀκροπόλει ναὸς καὶ ἄγαλμα Ἀθηνᾶς πεποίηται.

22.1. Just about three stades from Ciythium is an unwrought stone. Legend has it that when Orestes sat down upon it his madness left him. For this reason the stone was named in the Dorian tongue Zeus Cappotas. Before Gythium lies the island Cranae, and Homer says that when Alexander had carried off Helen he had intercourse with her there for the first time. On the mainland opposite the island is a sanctuary of Aphrodite Migonitis (Union), and the whole place is called Migonium.

22.1. Γυθίου δὲ τρεῖς μάλιστα ἀπέχει σταδίους ἀργὸς λίθος· Ὀρέστην λέγουσι καθεσθέντα ἐπʼ αὐτοῦ παύσασθαι τῆς μανίας· διὰ τοῦτο ὁ λίθος ὠνομάσθη Ζεὺς Καππώτας κατὰ γλῶσσαν τὴν Δωρίδα. ἡ δὲ νῆσος ἡ Κρανάη πρόκειται Γυθίου, καὶ Ὅμηρος Ἀλέξανδρον ἁρπάσαντα Ἑλένην ἐνταῦθα ἔφη συγγενέσθαι οἱ πρῶτον. κατὰ δὲ τὴν νῆσον ἱερόν ἐστιν Ἀφροδίτης ἐν τῇ ἠπείρῳ Μιγωνίτιδος, καὶ ὁ τόπος οὗτος ἅπας καλεῖται Μιγώνιον.

22.2. This sanctuary, they say, was made by Alexander. But when Menelaus had taken Ilium and had returned safe home eight years after the sack of Troy, he set up near the sanctuary of Migonitis an image of Thetis and the goddesses Praxidicae (Exacters of Justice). Above Migonium is a mountain called Larysiumi sacred to Dionysus, and at the beginning of spring they hold a festival in honor of Dionysus, and among the things they say about the ritual is that they find here a ripe bunch of grapes.

22.2. τοῦτο μὲν δὴ τὸ ἱερὸν ποιῆσαι λέγουσιν Ἀλέξανδρον· Μενέλαος δὲ Ἴλιον ἑλὼν καὶ ἔτεσιν ὕστερον ὀκτὼ μετὰ Τροίας πόρθησιν οἴκαδε ἀνασωθεὶς ἄγαλμα Θέτιδος καὶ θεὰς Πραξιδίκας ἱδρύσατο ἐγγὺς τῆς Μιγωνίτιδος. Διονύσου δὲ ὄρος ἱερὸν Λαρύσιον καλούμενόν ἐστιν ὑπὲρ τοῦ Μιγωνίου· καὶ ἦρος ἀρχομένου Διονύσῳ τὴν ἑορτὴν ἄγουσιν ἄλλα τε ἐς τὰ δρώμενα λέγοντες καὶ ὡς βότρυν ἐνταῦθα ἀνευρίσκουσιν ὡραῖον.

22.3. Some thirty stades beyond Gythium on the left there are on the mainland walls of a place called Trinasus (Three Islands), which was in my opinion a fort and not a city. Its name I think is derived from the islets which lie off the coast here, three in number. About eighty stades beyond Trinasus I came to the ruins o Af Helos, and some thirty stades farther is Acriae, a city on the coast.

22.3. ἐν ἀριστερᾷ δὲ Γυθίου στάδια προελθόντι ὡς τριάκοντα ἔστιν ἐν τῇ ἠπείρῳ Τρινασοῦ καλουμένης τείχη, φρουρίου ποτὲ ἐμοὶ δοκεῖν καὶ οὐ πόλεως. γενέσθαι δέ οἱ δοκῶ τὸ ὄνομα ἀπὸ τῶν νησίδων, αἳ ταύτῃ πρόκεινται τῆς ἠπείρου τρεῖς ἀριθμόν. προελθόντι δὲ ἀπὸ Τρινασοῦ στάδια ὡς ὀγδοήκοντα τοῦ Ἕλους τὰ ἐρείπια ὑπόλοιπα ἦν, καὶ μετὰ ταῦτα τριάκοντα προελθόντι που σταδίους ἐπὶ θαλάσσης πόλις ἐστὶν Ἀκρίαι·

22.4. Well worth seeing here are a temple and marble image of the Mother of the Gods. The people of Acriae say that this is the oldest sanctuary of this goddess in the Peloponnesus, although the Magnesians, who live to the north of Mount Sipylus, have on the rock Coddinus the most ancient of all the images of the Mother of the gods. The Magnesians say that it was made by Broteas the son of Tantalus.

22.4. θέας δὲ αὐτόθι ἄξια Μητρὸς θεῶν ναὸς καὶ ἄγαλμα λίθου. παλαιότατον δὲ τοῦτο εἶναί φασιν οἱ τὰς Ἀκρίας ἔχοντες, ὁπόσα τῆς θεοῦ ταύτης Πελοποννησίοις ἱερά ἐστιν, ἐπεὶ Μαγνησί γε, οἳ τὰ πρὸς Βορρᾶν νέμονται τοῦ Σιπύλου, τούτοις ἐπὶ Κοδδίνου πέτρᾳ Μητρός ἐστι θεῶν ἀρχαιότατον ἁπάντων ἄγαλμα· ποιῆσαι δὲ οἱ Μάγνητες αὐτὸ Βροτέαν λέγουσι τὸν Ταντάλου.

22.5. The people of Acriae once produced an Olympian victor, Nicocles, who at two Olympian festivals carried off five prizes for running. There has been raised to him a monument between the gymnasium and the wall by the harbor.

22.5. Ἀκριᾶται δὲ καὶ ἄνδρα ποτὲ Ὀλυμπιονίκην παρέσχοντο Νικοκλέα, Ὀλυμπιάσι δύο ἀνελόμενον δρόμου νίκας πέντε· πεποίηται δὲ καὶ μνῆμα τῷ Νικοκλεῖ τοῦ τε γυμνασίου μεταξὺ καὶ τοῦ τείχους τοῦ πρὸς τῷ λιμένι.

22.6. A hundred and twenty stades inland from Acriae is Geronthrae. It was inhabited before the Heracleidae came to Peloponnesus, but the Dorians of Lacedaemon expelled the Achaean inhabitants and afterwards sent to it settlers of their own; but in my time it belonged to the Free Laconians. On the road from Acriae to Geronthrae is a village called Palaea (Old), and in Geronthrae itself are a temple and grove of Ares.

22.6. ἀπὸ θαλάσσης δὲ ἄνω Γερόνθραι σταδίους ἀπέχουσιν εἴκοσι καὶ ἑκατὸν Ἀκριῶν. ταύτας οἰκουμένας πρὶν Ἡρακλείδας ἐλθεῖν ἐς Πελοπόννησον, ἐποίησαν ἀναστάτους Δωριεῖς οἱ Λακεδαίμονα ἔχοντες, ἀναστήσαντες δὲ Γερονθρῶν τοὺς Ἀχαιοὺς παρὰ σφῶν ἐποίκους ἀπέστειλαν· ἐπʼ ἐμοῦ δὲ Ἐλευθερολακώνων καὶ οὗτοι μοῖρα ἦσαν. κατὰ μὲν δὴ τὴν ἐξ Ἀκριῶν ἐς Γερόνθρας ὁδὸν ἔστι Παλαιὰ καλουμένη κώμη, ἐν δὲ αὐταῖς Γερόνθραις Ἄρεως ναὸς καὶ ἄλσος·

22.7. Every year they hold a festival in honor of the God, at which women are forbidden to enter the grove. Around the market-place are their springs of drinking-water. On the citadel is a temple of Apollo with the head of an ivory image. The rest of the image was destroyed by fire along with the former temple.

22.7. ἑορτὴν δὲ ἄγουσι τῷ θεῷ κατὰ ἔτος, ἐν ᾗ γυναιξίν ἐστιν ἀπηγορευμένον ἐσελθεῖν ἐς τὸ ἄλσος. περὶ δὲ τὴν ἀγοράν σφισιν αἱ πηγαὶ τῶν ποτίμων εἰσὶν ὑδάτων. ἐν δὲ τῇ ἀκροπόλει ναός ἐστιν Ἀπόλλωνος καὶ ἀγάλματος ἐλέφαντος πεποιημένου κεφαλή· τὰ δὲ λοιπὰ τοῦ ἀγάλματος πῦρ ἠφάνισεν ὁμοῦ τῷ προτέρῳ ναῷ.

22.8. Marius is another town of the Free Laconians, distant from Geronthrae one hundred stades. Here is an ancient sanctuary common to all the gods, and around it is a grove containing springs. In a sanctuary of Artemis also there are springs. In fact Marius has an unsurpassed supply of water. Above the town, and like it in the interior, is a village, Glyppia. From Geronthrae to another village, Selinus, is a journey of twenty stades.

22.8. Μαριὸς δὲ ἄλλο Ἐλευθερολακώνων πόλισμα, ὃ ἀπὸ Γερονθρῶν στάδια ἑκατὸν ἀφέστηκεν. ἱερόν ἐστιν αὐτόθι ἀρχαῖον κοινὸν θεῶν ἁπάντων καὶ περὶ αὐτὸ ἄλσος παρεχόμενον πηγάς, εἰσὶ δὲ καὶ ἐν Ἀρτέμιδος ἱερῷ πηγαί· ὕδωρ δὲ ἄφθονον εἴπερ ἄλλο τι χωρίον παρέχεται καὶ Μαριός. κώμη δὲ ὑπὲρ τὸ πόλισμά ἐστιν ἐν μεσογαίᾳ καὶ αὐτή, Γλυππία· καὶ ἐς κώμην ἑτέραν Σελινοῦντα ἐκ Γερονθρῶν ἐστιν ὁδὸς σταδίων εἴκοσι.

22.9. These places are inland from Acriae. By the sea is a city Asopus, sixty stades distant from Acriae. In it is a temple of the Roman emperors, and about twelve stades inland from the city is a sanctuary of Asclepius. They call the god Philolaus, and the bones in the gymnasium, which they worship, are human, although of superhuman size. On the citadel is also a sanctuary of Athena, surnamed Cyparissia (Cypress Goddess). At the foot of the citadel are the ruins of a city called the City of the Paracyparissian Achaeans.

22.9. τάδε μὲν ἀπὸ Ἀκριῶν ἄνω πρὸς ἤπειρον· τὰ δὲ πρὸς θαλάσσῃ, πόλις Ἀσωπὸς Ἀκριῶν ἀπέχει σταδίους ἑξήκοντα. ἐν αὐτῇ δὲ ναός τε Ῥωμαίων βασιλέων καὶ ἀνωτέρω τῆς πόλεως ὅσον τε σταδίους δώδεκα [καὶ] ἱερόν ἐστιν Ἀσκληπιοῦ· Φιλόλαον τὸν θεὸν ὀνομάζουσι. τὰ δὲ ὀστᾶ ἐν τῷ γυμνασίῳ τὰ τιμώμενα μεγέθει μὲν ὑπερβάλλοντα, ἀνθρώπου δὲ ὅμως ἐστί. καὶ Ἀθηνᾶς ἱερόν ἐστιν ἐν τῇ ἀκροπόλει Κυπαρισσίας ἐπίκλησιν. τῆς δὲ ἀκροπόλεως πρὸς τοῖς ποσὶ πόλεως ἐρείπια καλουμένης Ἀχαιῶν τῶν Παρακυπαρισσίων.

22.10. There is also in this district a sanctuary of Asclepius, about fifty stades from Asopus the place where the sanctuary is they name Hyperteleatum. Two hundred stades from Asopus there juts out into the sea a headland, which they call Onugnathus (Jaw of an Ass). Here is a sanctuary of Athena, having neither image nor roof. Agamemnon is said to have made it. There is also the tomb of Cinadus, one of the pilots of the ship of Menelaus.

22.10. ἔστι δὲ ἐν τῇ γῇ ταύτῃ καὶ ἱερὸν Ἀσκληπιοῦ στάδια ἀπέχον ὡς πεντήκοντα Ἀσωποῦ· τὸ δὲ χωρίον, ἔνθα τὸ Ἀσκληπιεῖον, Ὑπερτελέατον ὀνομάζουσιν. ἄκρα δὲ ἀνέχουσα ἐς θάλασσαν ἀφέστηκεν Ἀσωποῦ διακόσια στάδια· καλοῦσι δὲ Ὄνου γνάθον τὴν ἄκραν. ἐνταῦθά ἐστιν Ἀθηνᾶς ἱερὸν ἄγαλμα οὐκ ἔχον, οὐδὲ ὄροφος ἔπεστιν ἐπʼ αὐτῷ· λέγεται δὲ ὡς ὑπὸ Ἀγαμέμνονος ἐποιήθη. ἔστι δὲ καὶ μνῆμα Κινάδου· νεὼς τῆς Μενελάου καὶ οὗτος κυβερνήτης ἦν.

22.11. After the peak there runs into the land the Gulf of Boeae, and the city of Boeae is at the head of the gulf. This was founded by Boeus, one of the Heracleidae, and he is said to have collected inhabitants for it from three cities, Etis, Aphrodisias and Side. Of the ancient cities two are said to have been founded by Aeneas when he was fleeing to Italy and had been driven into this gulf by storms. Etias, they allege, was a daughter of Aeneas. The third city they say was named after Side, daughter of Danaus.

22.11. ἐσέχει δὲ μετὰ τὴν ἄκραν Βοιατικὸς καλούμενος κόλπος, καὶ Βοιαὶ πόλις πρὸς τῷ πέρατί ἐστι τοῦ κόλπου. ταύτην ᾤκισε μὲν Βοιὸς τῶν Ἡρακλειδῶν, συναγαγεῖν δὲ ἄνδρας ἀπὸ τριῶν ἐς αὐτὴν λέγεται πόλεων, Ἤτιδος καὶ Ἀφροδισιάδος καὶ Σίδης. τῶν δὲ πόλεων τῶν ἀρχαίων τὰς μὲν δύο ἐς Ἰταλίαν φεύγοντα Αἰνείαν καὶ ὑπὸ πνευμάτων ἀπενεχθέντα ἐς τοῦτον τὸν κόλπον οἰκίσαι φασί, τὴν Ἠτιάδα Αἰνείου θυγατέρα λέγοντες εἶναι· τὴν τρίτην δὲ κληθῆναι τῶν πόλεων λέγουσιν ἀπὸ τῆς Δαναοῦ Σίδης.

22.12. When the inhabitants of these cities were expelled, they were anxious to know where they ought to settle, and an oracle was given them that Artemis would show them where they were to dwell. When therefore they had gone on shore, and a hare appeared to them, they looked upon the hare as their guide on the way. When it dived into a myrtle tree, they built a city on the site of the myrtle, and down to this day they worship that myrtle tree, and name Artemis Saviour.

22.12. ἀπὸ δὴ τούτων τῶν πόλεων ἀναστάντες ἐζήτουν ἔνθα οἰκῆσαι σφᾶς χρεὼν εἴη· καί τι καὶ μάντευμα ἦν αὐτοῖς Ἄρτεμιν ἔνθα οἰκήσουσιν ἐπιδείξειν. ὡς οὖν ἐκβᾶσιν ἐς τὴν γῆν λαγὼς ἐπιφαίνεται, τὸν λαγὼν ἐποιήσαντο ἡγεμόνα τῆς ὁδοῦ· καταδύντος δὲ ἐς μυρσίνην πόλιν τε οἰκίζουσιν ἐνταῦθα, οὗπερ ἡ μυρσίνη ἦν, καὶ τὸ δένδρον ἔτι ἐκείνην σέβουσι τὴν μυρσίνην καὶ Ἄρτεμιν ὀνομάζουσι Σώτειραν.

22.13. In the market-place of Boeae is a temple of Apollo, and in another part of the town are temples of Asclepius, of Serapis, and of Isis. The ruins of Etis are not more than seven stades distant from Boeae. On the way to them there stands on the left a stone image of Hermes. Among the ruins is a not insignificant sanctuary of Asclepius and Health.

22.13. καὶ Ἀπόλλωνος ναὸς ἐν τῇ Βοιατῶν ἀγορᾷ ἐστι καὶ ἑτέρωθι Ἀσκληπιοῦ καὶ Σαράπιδός τε καὶ Ἴσιδος. ⟨Ἤτιδος δʼ⟩ ἐρείπια ἀπέχει μὲν Βοιῶν οὐ πλέον ἢ σταδίους ἑπτά· ἰόντι δὲ ἐς αὐτὰ ἄγαλμα Ἑρμοῦ λίθινον ἕστηκεν ἐν ἀριστερᾷ, καὶ ἐν τοῖς ἐρειπίοις ἱερὸν Ἀσκληπιοῦ καὶ Ὑγείας ἐστὶν οὐκ ἀφανές.

23.1. Cythera lies opposite Boeae; to the promontory of Platanistus, the point where the island lies nearest to the mainland, it is a voyage of forty stades from a promontory on the mainland called Onugnathus. In Cythera is a port Scandeia on the coast, but the town Cythera is about ten stades inland from Scandeia. The sanctuary of Aphrodite Urania (the Heavenly) is most holy, and it is the most ancient of all the sanctuaries of Aphrodite among the Greeks. The goddess herself is represented by an armed image of wood.

23.1. Κύθηρα δὲ κεῖται μὲν ἀπαντικρὺ Βοιῶν, ἐς δὲ Πλατανιστοῦντα—ἐλάχιστον γὰρ τῆς ἠπείρου ταύτῃ διέστηκεν ἡ νῆσος—ἐς ταύτην τὴν ἄκραν τὸν Πλατανιστοῦντα ἀπὸ ἄκρας τῆς ἠπείρου, καλουμένης δὲ Ὄνου γνάθου, σταδίων πλοῦς τεσσαράκοντά ἐστιν. ἐν Κυθήροις δὲ ἐπὶ θαλάσσης Σκάνδειά ἐστιν ἐπίνειον, Κύθηρα δὲ ἡ πόλις ἀναβάντι ἀπὸ Σκανδείας στάδια ὡς δέκα. τὸ δὲ ἱερὸν τῆς Οὐρανίας ἁγιώτατον καὶ ἱερῶν ὁπόσα Ἀφροδίτης παρʼ Ἕλλησίν ἐστιν ἀρχαιότατον· αὐτὴ δὲ ἡ θεὸς ξόανον ὡπλισμένον.

23.2. On the voyage from Boeae towards the point of Malea is a harbor called Nymphaeum, with a statue of Poseidon standing, and a cave close to the sea; in it is a spring of sweet water. There is a large population in the district. After doubling the point of Malea and proceeding a hundred stades, you reach a place on the coast within the frontier of the Boeatae, which is sacred to Apollo and called Epidelium.

23.2. πλέοντι δὲ ἐκ Βοιῶν τὴν ὑπὸ τὴν ἄκραν τῆς Μαλέας λιμήν ἐστιν ὀνομαζόμενον Νύμφαιον καὶ Ποσειδῶνος ἄγαλμα ὀρθὸν καὶ σπήλαιον θαλάσσης ἐγγύτατα, ἐν δὲ αὐτῷ γλυκέος ὕδατος πηγή· καὶ ἄνθρωποι περιοικοῦσι πολλοί. περιπλεύσαντι δὲ τὴν ἄκραν τῆς Μαλέας καὶ ἑκατὸν στάδια ἀποσχόντι, ἐπὶ θαλάσσῃ χωρίον ἐν ὅροις Βοιατῶν Ἀπόλλωνος μὲν ἱερόν ἐστιν, Ἐπιδήλιον δὲ ὀνομαζόμενον·

23.3. For the wooden image which is now here, once stood in Delos. Delos was then a Greek market, and seemed to offer security to traders on account of the god; but as the place was unfortified and the inhabitants unarmed, Menophanes, an officer of Mithridates, attacked it with a fleet, to show his contempt for the god, or acting on the orders of Mithridates; for to a man whose object is gain what is sacred is of less account than what is profitable.

23.3. τὸ γὰρ τοῦ Ἀπόλλωνος ξόανον, ὃ νῦν ἐστιν ἐνταῦθα, ἐν Δήλῳ ποτὲ ἵδρυτο. τῆς γὰρ Δήλου τότε ἐμπορίου τοῖς Ἕλλησιν οὔσης καὶ ἄδειαν τοῖς ἐργαζομένοις διὰ τὸν θεὸν δοκούσης παρέχειν, Μηνοφάνης Μιθριδάτου στρατηγὸς εἴτε αὐτὸς ὑπερφρονήσας εἴτε καὶ ὑπὸ Μιθριδάτου προστεταγμένον —ἀνθρώπῳ γὰρ ἀφορῶντι ἐς κέρδος τὰ θεῖα ὕστερα λημμάτων—, οὗτος οὖν ὁ Μηνοφάνης, ἅτε οὔσης ἀτειχίστου τῆς Δήλου καὶ ὅπλα οὐ κεκτημένων ⟨τῶν⟩ ἀνδρῶν, τριήρεσιν ἐσπλεύσας ἐφόνευσε μὲν τοὺς ἐπιδημοῦντας τῶν ξένων, ἐφόνευσε δὲ αὐτοὺς τοὺς Δηλίους·

23.4. This Menophanes put to death the foreigners residing there and the Delians themselves, and after plundering much property belonging to the traders and all the offerings, and also carrying women and children away as slaves, he razed Delos itself to the ground. As it was being sacked and pillaged, one of the barbarians wantonly flung this image into the sea; but the wave took it and brought it to land here in the country of the Boeatae. For this reason they call the place Epidelium.

23.4. κατασύρας δὲ πολλὰ μὲν ἐμπόρων χρήματα, πάντα δὲ ⟨τὰ⟩ ἀναθήματα, προσεξανδραποδισάμενος δὲ καὶ γυναῖκας καὶ τέκνα, καὶ αὐτὴν ἐς ἔδαφος κατέβαλε τὴν Δῆλον. ἅτε δὲ πορθουμένης τε καὶ ἁρπαζομένης, τῶν τις βαρβάρων ὑπὸ ὕβρεως τὸ ξόανον τοῦτο ἀπέρριψεν ἐς τὴν θάλασσαν· ὑπολαβὼν δὲ ὁ κλύδων ἐνταῦθα τῆς Βοιατῶν ἀπήνεγκε, καὶ τὸ χωρίον διὰ τοῦτο Ἐπιδήλιον ὀνομάζουσι.

23.5. But neither Menophanes nor Mithridates himself escaped the wrath of the god. Menophanes, as he was putting to sea after the sack of Delos was sunk at once by those of the merchants who had escaped; for they lay in wait for him in ships. The god caused Mithridates at a later date to lay hands upon himself, when his empire had been destroyed and he himself was being hunted on all sides by the Romans. There are some who say that he obtained a violent death as a favour at the hands of one of his mercenaries. This was the reward of their impiety.

23.5. τὸ μέντοι μήνιμα ⟨τὸ⟩ ἐκ τοῦ θεοῦ διέφυγεν οὔτε Μηνοφάνης οὔτε αὐτὸς Μιθριδάτης· ἀλλὰ Μηνοφάνην μὲν παραυτίκα, ὡς ἀνήγετο ἐρημώσας τὴν Δῆλον, λοχήσαντες ναυσὶν οἱ διαπεφευγότες τῶν ἐμπόρων καταδύουσι, Μιθριδάτην δὲ ὕστερον τούτων ἠνάγκασεν ὁ θεὸς αὐτόχειρα αὑτοῦ καταστῆναι, τῆς τε ἀρχῆς οἱ καθῃρημένης καὶ ἐλαυνόμενον πανταχόθεν ὑπὸ Ῥωμαίων· εἰσὶ δὲ οἵ φασιν αὐτὸν παρά του τῶν μισθοφόρων θάνατον βίαιον ἐν μέρει χάριτος εὕρασθαι.

23.6. The country of the Boeatae is adjoined by Epidaurus Limera, distant some two hundred stades from Epidelium. The people say that they are not descended from the Lacedaemonians but from the Epidaurians of the Argolid, and that they touched at this point in Laconia when sailing on public business to Asclepius in Cos. Warned by dreams that appeared to them, they remained and settled here.

23.6. τούτοις μὲν τοιαῦτα ἀπήντησεν ἀσεβήσασι· τῇ δὲ Βοιαῶν ὅμορος Ἐπίδαυρός ἐστιν ἡ Λιμηρά, σταδίους ὡς διακοσίους ἀπέχουσα Ἐπιδηλίου. φασὶ δὲ οὐ Λακεδαιμονίων, τῶν δὲ ἐν τῇ Ἀργολίδι Ἐπιδαυρίων εἶναι, πλέοντες δὲ ἐς Κῶν παρὰ τὸν Ἀσκληπιὸν ἀπὸ τοῦ κοινοῦ προσσχεῖν τῆς Λακωνικῆς ἐνταῦθα καὶ ἐξ ἐνυπνίων γενομένων σφίσι καταμείναντες οἰκῆσαι.

23.7. They also say that a snake, which they were bringing from their home in Epidaurus, escaped from the ship, and disappeared into the ground not far from the sea. As a result of the portent of the snake together with the vision in their dreams they resolved to remain and settle here. There are altars to Asclepius where the snake disappeared, with olive trees growing round them.

23.7. λέγουσι δὲ καὶ ὡς οἴκοθεν ἐκ τῆς Ἐπιδαύρου δράκοντα ἐπαγομένοις αὐτοῖς ἐξέφυγεν ἐκ τῆς νεὼς ὁ δράκων, ἐκφυγὼν δὲ οὐ πόρρω κατέδυ θαλάσσης, καί σφισιν ὁμοῦ τῶν ὀνειράτων τῇ ὄψει καὶ ἀπὸ τοῦ σημείου τοῦ κατὰ τὸν δράκοντα ἔδοξεν αὐτόθι καταμείναντας οἰκῆσαι. καὶ ἔνθα ὁ δράκων κατέδυ, βωμοί τέ εἰσιν Ἀσκληπιοῦ καὶ ἐλαῖαι περὶ αὐτοὺς πεφύκασιν.

23.8. About two stades to the right is the water of Ino, as it is called, in extent like a small lake, but going deeper into the earth. Into this water they throw cakes of barley meal at the festival of Ino. If good luck is portended to the thrower, the water keeps them under. But if it brings them to the surface, it is judged a bad sign.

23.8. προελθόντι δὲ ἐν δεξιᾷ δύο που σταδίους, ἔστιν Ἰνοῦς καλούμενον ὕδωρ, μέγεθος μὲν κατὰ λίμνην μικράν, τῆς γῆς δὲ ἐν βάθει μᾶλλον· ἐς τοῦτο τὸ ὕδωρ ἐν τῇ ἑορτῇ τῆς Ἰνοῦς ἐμβάλλουσιν ἀλφίτων μάζας. ταύτας ἐπὶ μὲν αἰσίῳ τοῦ ἐμβαλόντος καταδεξάμενον ἔχει τὸ ὕδωρ· εἰ δὲ ἀναπέμψαιτο σφᾶς, πονηρὸν κέκριται σημεῖον.

23.9. The craters in Aetna have the same feature; for they lower into them objects of gold and silver and also all kinds of victims. If the fire receives and consumes them, they rejoice at the appearance of a good sign, but if it casts up what has been thrown in, they think misfortune will befall the man to whom this happens.

23.9. τὸ δὲ αὐτὸ καὶ ἐν Αἴτνῃ δηλοῦσιν οἱ κρατῆρες· καὶ γὰρ χρυσοῦ ἐς αὐτοὺς καὶ ἀργύρου ποιήματα, ἔτι δὲ καὶ ἱερεῖα τὰ πάντα ἀφιᾶσι· ταῦτα δὲ ἢν μὲν ὑπολαβὸν ἀπενέγκῃ τὸ πῦρ, οἱ δὲ χαίρουσιν ὡς ἐπὶ πεφηνότι ἀγαθῷ, ἀπωσαμένου δὲ τὰ ἐμβληθέντα συμφορὰν ἔσεσθαι τούτῳ τῷ ἀνδρὶ νομίζουσι.

23.10. By the road leading from Boeae to Epidaurus Limera is a sanctuary of Artemis Limnatis (Of the Lake) in the country of the Epidaurians. The city lies on high ground, not far from the sea. Here the sanctuary of Artemis is worth seeing, also that of Asclepius with a standing statue of stone, a temple of Athena on the acropolis, and of Zeus with the title Saviour in front of the harbor.

23.10. κατὰ δὲ τὴν ὁδὸν τὴν ἐκ Βοιῶν ἐς Ἐπίδαυρον τὴν Λιμηρὰν ἄγουσαν Ἀρτέμιδος ἱερόν ἐστιν ἐν τῇ Ἐπιδαυρίων Λιμνάτιδος. ἡ πόλις δὲ ἀπέχουσα οὐ πολὺ ἀπὸ θαλάσσης ἐπὶ μετεώρῳ μὲν ᾤκισται, θέας δὲ αὐτόθι ἄξια τὸ μὲν Ἀφροδίτης ἐστὶν ἱερόν, τὸ δὲ Ἀσκληπιοῦ καὶ ἄγαλμα ὀρθὸν λίθου, καὶ Ἀθηνᾶς ἐν τῇ ἀκροπόλει ναός, πρὸ δὲ τοῦ λιμένος Διὸς ἐπίκλησιν Σωτῆρος.

23.11. A promontory called Minoa projects into the sea near the town. The bay has nothing to distinguish it from all the other inlets of the sea in Laconia, but the beach here contains pebbles of prettier form and of all colors.

23.11. ἄκρα δὲ ἐς τὸ πέλαγος κατὰ τὴν πόλιν ἀνέχει καλουμένη Μινῴα· καὶ ὁ μὲν κόλπος οὐδέν τι ἔχει διάφορον ἢ ὅσαι κατὰ τὴν Λακωνικὴν ἄλλαι θαλάσσης εἰσὶν ἐσβολαί, αἰγιαλὸς δὲ ὁ ταύτῃ παρέχεται ψηφῖδας σχῆμα εὐπρεπεστέρας καὶ χρόας παντοδαπῆς.

24.1. A hundred stades from Epidaurus is Zarax; though possessing a good harbor, it is the most ruinous of the towns of the Free Laconians, since it was the only town of theirs to be depopulated by Cleonymus the son of Cleomenes, son of Agesipolis. I have told the story of Cleomenes elsewhere. There is nothing in Zarax except a temple of Apollo, with a statue holding a lyre, at the head of the harbor.

24.1. Ἐπιδαύρου δὲ σταδίους ἑκατὸν ἀπέχει Ζάραξ, ἄλλως μὲν εὐλίμενον χωρίον, τῶν δὲ Ἐλευθερολακώνων μάλιστα τοῦτο ἐκτετρύχωται, ἐπεὶ καὶ Κλεώνυμος ὁ Κλεομένους τοῦ Ἀγησιπόλιδος μόνον τοῦτο τῶν Λακωνικῶν πολισμάτων ἐποίησεν ἀνάστατον· καί μοι τὰ ἐς τὸν Κλεώνυμον ἑτέρωθί ἐστιν εἰρημένα. ἐν Ζάρακι δὲ ἄλλο μὲν οὐδέν, πρὸς δὲ τοῦ λιμένος τῷ πέρατι Ἀπόλλωνος ναός ἐστι καὶ ἄγαλμα κιθάραν ἔχον.

24.2. The road from Zarax follows the coast for about a hundred stades, and there strikes inland. After an ascent of ten stades inland are the ruins of the so-called Cyphanta, among which is a cave sacred to Asclepius; the image is of stone. There is a fountain of cold water springing from the rock, where they say that Atalanta, distressed by thirst when hunting, struck the rock with her spear, so that the water gushed forth.

24.2. προελθόντι δὲ ἀπὸ Ζάρακος παρὰ τὴν θάλασσαν ἑκατόν που στάδια καὶ ἐπιστρέψαντι αὐτόθεν ἐς μεσόγαιαν καὶ ἐπαναβάντι σταδίους ὡς δέκα, Κυφάντων καλουμένων ἐρείπιά ἐστιν, ἐν δὲ αὐτοῖς σπήλαιον ἱερὸν Ἀσκληπιοῦ, λίθου δὲ τὸ ἄγαλμα. ἔστι δὲ καὶ ὕδατος ψυχροῦ κρουνὸς ἐκβάλλων ἐκ πέτρας· Ἀταλάντην θηρεύουσαν ἐνταῦθά φασιν, ὡς ἠνιᾶτο ὑπὸ δίψης, παῖσαι τῇ λόγχῃ τὴν πέτραν καὶ οὕτω ῥυῆναι τὸ ὕδωρ.

24.3. Brasiae is the last town on the coast belonging to the Free Laconians in this direction. It is distant two hundred stades by sea from Cyphanta. The inhabitants have a story, found nowhere else in Greece, that Semele, after giving birth to her son by Zeus, was discovered by Cadmus and put with Dionysus into a chest, which was washed up by the waves in their country. Semele, who was no longer alive when found, received a splendid funeral, but they brought up Dionysus.

24.3. Βρασιαὶ δὲ ἐσχάτη μὲν ταύτῃ τῶν Ἐλευθερολακώνων πρὸς θαλάσσῃ ἐστί, Κυφάντων δὲ ἀπέχουσι πλοῦν σταδίων διακοσίων. οἱ δὲ ἄνθρωποι λέγουσιν ⟨οἱ⟩ ἐνταῦθα, οὐδέσιν ὁμολογοῦντες Ἑλλήνων, ὡς Σεμέλη τέκοι τὸν παῖδα ἐκ Διὸς καὶ ὑπὸ τοῦ Κάδμου φωραθεῖσα ἐς λάρνακα αὐτὴ καὶ Διόνυσος ἐμβληθείη· καὶ τὴν λάρνακα ὑπὸ τοῦ κλύδωνος ἐκπεσεῖν φασιν ἐς τὴν σφετέραν, καὶ Σεμέλην μὲν—οὐ γὰρ αὐτὴν περιοῦσαν ἔτι εὑρεῖν—ἐπιφανῶς θάψαι, Διόνυσον δὲ ἀναθρέψαι λέγουσιν.

24.4. For this reason the name of their city, hitherto called Oreiatae, was changed to Brasiae after the washing up of the chest to land; so too in our time the common word used of the waves casting things ashore is ekbrazein. The people of Brasiae add that Ino in the course of her wanderings came to the country, and agreed to become the nurse of Dionysus. They show the cave where Ino nursed him, and call the plain the garden of Dionysus.

24.4. ἐπὶ τούτῳ δὲ αὐτοῖς καὶ τὴν πόλιν, Ὀρειάτας ἐς ἐκεῖνο ὀνομαζομένην, μετονομασθῆναι Βρασιὰς ἐπὶ τῇ ἐκβολῇ τῇ ἐς τὴν γῆν τῆς λάρνακος· ὡσαύτως δὲ καὶ ἐφʼ ἡμῶν τὰ ὑπὸ τοῦ κλύδωνος ἀπωθούμενα ἐς τὴν γῆν ἐκβεβράσθαι καλοῦσιν οἱ πολλοί. Βρασιᾶται δὲ καὶ τάδε ἐπιλέγουσιν, Ἰνώ σφισιν ἐς τὴν χώραν ἀφικέσθαι πλανωμένην, ἐλθοῦσαν δὲ ἐθελῆσαι τοῦ Διονύσου γενέσθαι τροφόν· καὶ ἀποφαίνουσι μὲν τὸ ἄντρον ἔνθα τὸν Διόνυσον ἔθρεψεν Ἰνώ, καλοῦσι δὲ καὶ τὸ πεδίον Διονύσου κῆπον.

24.5. The temples here are those of Asclepius and of Achilles, in whose honor they hold an annual festival. There is a small promontory at Brasiae, which projects gently into the sea; on it stand bronze figures, not more than a foot high, with caps on their heads. I am not sure whether they consider them to be Dioscuri or Corybants. They are three in number; a statue of Athena makes a fourth.

24.5. ἱερὰ δὲ αὐτόθι τὸ μέν ἐστιν Ἀσκληπιοῦ, τὸ δὲ Ἀχιλλέως, καὶ ἑορτὴν κατὰ ἔτος ἄγουσιν Ἀχιλλεῖ. ἄκρα δέ ἐστιν ἐν ταῖς Βρασιαῖς μικρά, προέχουσα ἠρέμα ἐς τὴν θάλασσαν, καὶ ἐπʼ αὐτῇ χαλκοῖ ποδιαίων ἑστήκασιν οὐ μείζονες, πίλους ἐπὶ ταῖς κεφαλαῖς ἔχοντες, οὐκ οἶδα εἰ Διοσκούρους σφᾶς ἢ Κορύβαντας νομίζουσι· τρεῖς δʼ οὖν εἰσί, τέταρτον δὲ Ἀθηνᾶς ἄγαλμα.

24.6. To the right of Gythium is Las, ten stades from the sea and forty from Gythium. The site of the present town extends over the ground between the mountains called Ilius, Asia and Cnacadium; formerly it lay on the summit of Mount Asia. Even now there are ruins of the old town, with a statue of Heracles outside the walls, and a trophy for a victory over the Macedonians. These formed a detachment of Philip's army, when he invaded Laconia, but were separated from the main body and were plundering the coastal districts.

24.6. τὰ δὲ ἐν δεξιᾷ Γυθίου Λᾶς ἐστι, θαλάσσης μὲν δέκα στάδια, Γυθίου δὲ τεσσαράκοντα ἀπέχουσα. ᾤκισται δὲ νῦν μὲν Ἰλίου καλουμένου καὶ Ἀσίας καὶ Κνακαδίου, τῶν ὀρῶν τούτων τὸ μεταξὺ ἐπέχουσα, πρότερον δὲ τῆς Ἀσίας τοῦ ὄρους ἔκειτο ἐπὶ τῇ κορυφῇ· καὶ νῦν ἔτι τῆς πόλεώς ἐστι τῆς ἀρχαίας ἐρείπια καὶ πρὸ τῶν τειχῶν ἄγαλμα Ἡρακλέους καὶ ἀπὸ τῶν Μακεδόνων τρόπαιον, οἳ μοῖρα τῆς Φιλίππου στρατιᾶς ἦσαν, ἡνίκα ἐς τὴν Λακωνικὴν ἐσέβαλεν, ἀποτραπόμενοι δὲ ἀπὸ τῶν ἄλλων τὰ παραθαλάσσια ἐλεηλάτουν τῆς χώρας.

24.7. Among the ruins is a temple of Athena named Asia, made, it is said, by Polydeuces and Castor on their return home from Colchis; for the Colchians had a shrine of Athena Asia. I know that the sons of Tyndareus took part in Jason's expedition. As to the Colchians honoring Athena Asia, I give what I heard from the Lacedaemonians. Near the present town is a spring called Galaco (Milky) from the color of the water, and beside the spring a gymnasium, which contains an ancient statue of Hermes.

24.7. ἔστι δὲ ἐν τοῖς ἐρειπίοις ναὸς Ἀθηνᾶς ἐπίκλησιν Ἀσίας, ποιῆσαι δὲ Πολυδεύκην καὶ Κάστορά φασιν ἀνασωθέντας ἐκ Κόλχων· εἶναι γὰρ καὶ Κόλχοις Ἀθηνᾶς Ἀσίας ἱερόν. μετασχόντας μὲν οὖν οἶδα Ἰάσονι τοῦ στόλου τοὺς Τυνδάρεω παῖδας· ὅτι δὲ Ἀθηνᾶν Ἀσίαν τιμῶσιν οἱ Κόλχοι, παρὰ Λακεδαιμονίων ἀκούσας γράφω. τῆς δὲ ἐφʼ ἡμῶν οἰκουμένης πόλεως κρήνη τέ ἐστι πλησίον διὰ τὴν χρόαν τοῦ ὕδατος καλουμένη Γαλακὼ καὶ πρὸς τῇ κρήνῃ γυμνάσιον· Ἑρμοῦ δὲ ἕστηκεν ἄγαλμα ἀρχαῖον.

24.8. On Mount Ilius is a temple of Dionysus, and of Asclepius at the very summit. On Cnacadium is an Apollo called Carneius. Some thirty stades from the Apollo is a place Hypsoi, within the Spartan frontier. Here is a sanctuary of Asclepius and of Artemis called Daphnaea (of the laurel).

24.8. τῶν δὲ ὀρῶν ἐπὶ μὲν τοῦ Ἰλίου Διονύσου τέ ἐστι καὶ ἐπʼ ἄκρας τῆς κορυφῆς Ἀσκληπιοῦ ναός, πρὸς δὲ τῷ Κνακαδίῳ Κάρνειος καλούμενος Ἀπόλλων. ἀπὸ δὲ τοῦ Καρνείου σταδίους προελθόντι ὡς τριάκοντα, ἔστιν ἐν χωρίῳ Ὕψοις ἐν ὅροις ἤδη Σπαρτιατῶν ἱερὸν Ἀσκληπιοῦ καὶ Ἀρτέμιδος ἐπίκλησιν Δαφναίας.

24.9. By the sea is a temple of Artemis Dictynna on a promontory, in whose honor they hold an annual festival. A river Smenus reaches the sea to the left of the promontory; its water is extremely sweet to drink; its sources are in Mount Taygetus, and it passes within five stades of the town.

24.9. πρὸς θαλάσσῃ δὲ ἐπὶ ἄκρας ναός ἐστι Δικτύννης Ἀρτέμιδος, καί οἱ κατὰ ἔτος ἕκαστον ἑορτὴν ἄγουσι. ταύτης δὲ ἐν ἀριστερᾷ τῆς ἄκρας ποταμὸς ἐκδίδωσιν ἐς θάλασσαν Σμῆνος, ὕδωρ πιεῖν ἡδὺ εἴπερ ἄλλος τις παρασχόμενος ποταμός· ἔχει δὲ ἐν τῷ ὄρει τῷ Ταϋγέτῳ τὰς πηγάς, ἀπέχει δὲ τῆς πόλεως σταδίους οὐ πλέον πέντε.

24.10. At a spot called Arainus is the tomb of Las with a statue upon it. The natives say that Las was their founder and was killed by Achilles, and that Achilles put in to their country to ask the hand of Helen of Tyndareus. In point of fact it was Patroclus who killed Las, for it was he who was Helen's suitor. We need not regard it as a proof that Achilles did not ask for Helen because he is not mentioned in the Catalogue of Women as one of her suitors.

24.10. ἐν δὲ Ἀραΐνῳ καλουμένῳ χωρίῳ τάφος Λᾶ καὶ ἀνδριὰς ἐπὶ τῷ μνήματι ἔπεστι. τοῦτον τὸν Λᾶν οἰκιστὴν εἶναι λέγουσιν οἱ ταύτῃ, καὶ ἀποθανεῖν φασιν ὑπὸ Ἀχιλλέως, Ἀχιλλέα δὲ κατᾶραί σφισιν ἐς τὴν χώραν Ἑλένην παρὰ Τυνδάρεω γυναῖκα αἰτοῦντα. λέγοντι δὲ ἐπʼ ἀληθείᾳ Πάτροκλός ἐστιν ὁ τὸν Λᾶν ἀποκτείνας· οὗτος γὰρ καὶ ὁ μνηστευσάμενός ἐστιν Ἑλένην. καὶ ὅτι μὲν τῶν Ἑλένης μνηστήρων Ἀχιλλεὺς οὐκ ἔστιν ἐν Καταλόγῳ γυναικῶν, μηδὲν τοῦτο ἔστω τεκμήριον οὐκ αἰτῆσαι Ἑλένην αὐτόν·

24.11. But at the beginning of his poem Homer says that Achilles came to Troy as a favour to the sons of Atreus, and not because he was bound by the oaths which Tyndareus exacted; and in the Games he makes Antilochus say that Odysseus was a generation older than he, whereas Odysseus, telling Alcinous of his descent to Hades and other adventures, said that he wished to see Theseus and Peirithous, men of an earlier age. We know that Theseus carried off Helen, so that it is quite impossible that Achilles could have been her suitor.

24.11. Ὅμηρος δὲ ἔγραψε μὲν τῆς ποιήσεως ἀρχόμενος ὡς Ἀχιλλεὺς χαριζόμενος τοῖς Ἀτρέως παισὶ καὶ οὐκ ἐνεχόμενος τοῖς ὅρκοις τοῖς Τυνδάρεω παραγένοιτο ἐς Τροίαν, ἐποίησε δὲ ἐν ἄθλοις λέγοντα Ἀντίλοχον ὡς Ὀδυσσεὺς πρεσβύτερός ἐστιν αὐτοῦ γενεᾷ, τὸν δὲ Ὀδυσσέα πρὸς Ἀλκίνουν περὶ τῶν ἐν Ἅιδου καὶ ἄλλα διηγούμενον καὶ ὅτι Θησέα ἰδεῖν ἐθελήσαι καὶ Πειρίθουν προτέρους ἄνδρας ἢ καθʼ ἡλικίαν τὴν αὑτοῦ· Θησέα δὲ ἴσμεν ἁρπάσαντα Ἑλένην. οὕτως οὐδὲ ἐγχωροῦν ἐστιν ἀρχὴν Ἑλένης μνηστῆρα Ἀχιλλέα γενέσθαι.

25.1. Beyond the tomb a river named Scyras enters the sea. Formerly it was without a name, but was so called, because Pyrrhus the son of Achilles put in here when he sailed from Scyros to wed Hermione. Across the river is an ancient shrine... further from an altar of Zeus. Inland, forty stades from the river, lies Pyrrhichus, the name of which is said to be derived from Pyrrhus the son of Achilles;

25.1. προελθόντι δὲ ἀπὸ τοῦ μνήματος ἐκδίδωσιν ἐς θάλασσαν ποταμός, ὄνομα δέ οἱ Σκύρας, ὅτι κατὰ τοῦτον ἀνώνυμον τέως ὄντα Πύρρος ὁ Ἀχιλλέως ἔσχε ταῖς ναυσίν, ἡνίκα ἐπὶ τὸν Ἑρμιόνης γάμον ἔπλευσεν ἐκ Σκύρου. διαβάντων δὲ τὸν ποταμὸν ἔστιν ἱερὸν ἀρχαῖον ἀπωτέρω Διὸς βωμοῦ. τοῦ ποταμοῦ δὲ σταδίους τεσσαράκοντα ἀπέχει Πύρριχος ἐν μεσογαίᾳ. τὸ δὲ ὄνομα τῇ πόλει γενέσθαι φασὶν ἀπὸ Πύρρου τοῦ Ἀχιλλέως, οἱ δὲ εἶναι θεὸν Πύρριχον τῶν καλουμένων Κουρήτων·

25.2. but according to another account Pyrrhichus was one of the gods called Curetes. Others say that Silenus came from Malea and settled here. That Silenus was brought up in Malea is clear from these words in an ode of Pindar:The mighty one, the dancer, whom the mount of Malea nurtured, husband of Nais, Silenus.Not that Pindar said his name was Pyrrhichus; that is a statement of the men of Malea.

25.2. εἰσὶ δὲ οἳ Σιληνὸν ἐκ Μαλέας ἐλθόντα ἐνταῦθα λέγουσιν οἰκῆσαι. τραφῆναι μὲν δὴ τὸν Σιληνὸν ἐν τῇ Μαλέᾳ δηλοῖ καὶ τάδε ἐξ ᾄσματος Πινδάρουὁ ζαμενὴς δὲ ὁ χοροιτύπος, ὃν Μαλέας ὄροςἔθρεψε, Ναΐδος ἀκοίτας, Σιληνός·ὡς δὲ καὶ Πύρριχος ὄνομα ἦν αὐτῷ, Πινδάρῳ μὲν οὐκ ἔστιν εἰρημένον, λέγουσι δὲ οἱ περὶ τὴν Μαλέαν οἰκοῦντες.

25.3. At Pyrrhichus there is a well in the market-place, considered to be the gift of Silenus. If this were to fail, they would be short of water. The sanctuaries of the gods, that they have in the country, are of Artemis, called Astrateia, because the Amazons stayed their advance (strateia) here, and an Apollo Amazonius. Both gods are represented by wooden images, said to have been dedicated by the women from Thermodon.

25.3. ἔστι δὲ ἐν τῇ Πυρρίχῳ φρέαρ ἐν τῇ ἀγορᾷ, δοῦναι δέ σφισι τὸν Σιληνὸν νομίζουσι· σπανίζοιέν τʼ ἂν ὕδατος, εἰ τὸ φρέαρ τοῦτο ἐπιλείποι. θεῶν δὲ ἐν τῇ γῇ σφισιν ἱερά ἐστιν Ἀρτέμιδός τε ἐπίκλησιν Ἀστρατείας, ὅτι τῆς ἐς τὸ πρόσω στρατείας ἐνταῦθα ἐπαύσαντο Ἀμαζόνες, καὶ Ἀπόλλων Ἀμαζόνιος· ξόανα μὲν ἀμφότερα, ἀναθεῖναι δὲ λέγουσιν αὐτὰ τὰς ἀπὸ Θερμώδοντος γυναῖκας.

25.4. From Pyrrhichus the road comes down to the sea at Teuthrone. The inhabitants declare that their founder was Teuthras, an Athenian. They honor Artemis Issoria most of the Gods, and have a spring Naia. The promontory of Taenarum projects into the sea 150 stades from Teuthrone, with the harbors Achilleius and Psamathus. On the promontory is a temple like a cave, with a statue of Poseidon in front of it.

25.4. ἀπὸ δὲ Πυρρίχου καταβάντι ἐς θάλασσαν ἔστι Τευθρώνη· τὸν δὲ οἰκιστὴν οἱ ταύτῃ Τεύθραντα Ἀθηναῖον ὄντα ἀποφαίνουσι, τιμῶσι δὲ θεῶν μάλιστα Ἰσσωρίαν Ἄρτεμιν, καὶ πηγή σφισίν ἐστι Ναΐα. Τευθρώνης δὲ ἀπέχει πεντήκοντα καὶ ἑκατὸν σταδίους ἐς θάλασσαν ἀνέχουσα ἄκρα Ταίναρον, καὶ λιμένες ὅ τε Ἀχίλλειός ἐστι καὶ Ψαμαθοῦς, ἐπὶ δὲ τῇ ἄκρᾳ ναὸς εἰκασμένος σπηλαίῳ καὶ πρὸ αὐτοῦ Ποσειδῶνος ἄγαλμα.

25.5. Some of the Greek poets state that Heracles brought up the hound of Hades here, though there is no road that leads underground through the cave, and it is not easy to believe that the gods possess any underground dwelling where the souls collect. But Hecataeus of Miletus gave a plausible explanation, stating that a terrible serpent lived on Taenarum, and was called the hound of Hades, because any one bitten was bound to die of the poison at once, and it was this snake, he said, that was brought by Heracles to Eurystheus.

25.5. ἐποίησαν δὲ Ἑλλήνων τινὲς ὡς Ἡρακλῆς ἀναγάγοι ταύτῃ τοῦ Ἅιδου τὸν κύνα, οὔτε ὑπὸ γῆν ὁδοῦ διὰ τοῦ σπηλαίου φερούσης οὔτε ἕτοιμον ὂν πεισθῆναι θεῶν ὑπόγαιον εἶναί τινα οἴκησιν ἐς ἣν ἀθροίζεσθαι τὰς ψυχάς. ἀλλὰ Ἑκαταῖος μὲν ὁ Μιλήσιος λόγον εὗρεν εἰκότα, ὄφιν φήσας ἐπὶ Ταινάρῳ τραφῆναι δεινόν, κληθῆναι δὲ Ἅιδου κύνα, ὅτι ἔδει τὸν δηχθέντα τεθνάναι παραυτίκα ὑπὸ τοῦ ἰοῦ, καὶ τοῦτον ἔφη τὸν ὄφιν ὑπὸ Ἡρακλέους ἀχθῆναι παρʼ Εὐρυσθέα·

25.6. But Homer, who was the first to call the creature brought by Heracles the hound of Hades, did not give it a name or describe it as of manifold form, as he did in the case of the Chimaera. Later poets gave the name Cerberus, and though in other respects they made him resemble a dog, they say that he had three heads. Homer, however, does not imply that he was a dog, the friend of man, any more than if he had called a real serpent the hound of Hades.

25.6. Ὅμηρος δὲ— πρῶτος γὰρ ἐκάλεσεν Ἅιδου κύνα ὅντινα Ἡρακλῆς ἦγεν —οὔτε ὄνομα ἔθετο οὐδὲν οὔτε συνέπλασεν ἐς τὸ εἶδος ὥσπερ ἐπὶ τῇ Χιμαίρᾳ· οἱ δὲ ὕστερον Κέρβερον ὄνομα ἐποίησαν καὶ κυνὶ τἄλλα εἰκάζοντες κεφαλὰς τρεῖς φασιν ἔχειν αὐτὸν, οὐδέν τι μᾶλλον Ὁμήρου κύνα τὸν ἀνθρώπῳ σύντροφον εἰρηκότος ἢ εἰ δράκοντα ὄντα ἐκάλεσεν Ἅιδου κύνα.

25.7. Among other offerings on Taenarum is a bronze statue of Arion the harper on a dolphin. Herodotus has told the story of Arion and the dolphin, as he heard it, in his history of Lydia. I have seen the dolphin at Poroselene that rewards the boy for saving his life. It had been damaged by fishermen and he cured it.I saw this dolphin obeying his call and carrying him whenever he wanted to ride on it.

25.7. ἀναθήματα δὲ ἄλλα τέ ἐστιν ἐπὶ Ταινάρῳ καὶ Ἀρίων ὁ κιθαρῳδὸς χαλκοῦς ἐπὶ δελφῖνος. τὰ μὲν οὖν ἐς αὐτὸν Ἀρίονα καὶ τὰ ἐπὶ τῷ δελφῖνι Ἡρόδοτος εἶπεν ἀκοὴν ἐν τῇ Λυδίᾳ συγγραφῇ· τὸν δὲ ἐν Ποροσελήνῃ δελφῖνα τῷ παιδὶ σῶστρα ἀποδιδόντα, ὅτι συγκοπέντα ὑπὸ ἁλιέων αὐτὸν ἰάσατο, τοῦτον τὸν δελφῖνα εἶδον καὶ καλοῦντι τῷ παιδὶ ὑπακούοντα καὶ φέροντα, ὁπότε ἐποχεῖσθαί οἱ βούλοιτο.

25.8. There is a spring also on Taenarum but now it possesses nothing marvellous. Formerly, as they say, it showed harbors and ships to those who looked into the water. These sights in the water were brought to an end for good and all by a woman washing dirty clothes in it.

25.8. ἔστι δὲ ἐπὶ Ταινάρῳ καὶ πηγή, νῦν μὲν οὐδὲν ὥστε καὶ θαῦμα εἶναι παρεχομένη, πρότερον δὲ τοῖς ἐνιδοῦσιν ἐς τὸ ὕδωρ τοὺς λιμένας—φασὶ— καὶ τὰς ναῦς θεάσασθαι παρεῖχε. τοῦτο ἔπαυσε γυνὴ τὸ ὕδωρ μὴ καὶ τοῦ λοιποῦ τοιαῦτα ἐπιδείκνυσθαι, μεμιασμένην ἐναποπλύνασα ἐσθῆτα.

25.9. From the point of Taenarum Caenepolis is distant forty stades by sea. Its name also was formerly Taenarum. In it is a hall of Demeter, and a temple of Aphrodite on the shore, with a standing statue of stone. Thirty stades distant is Thyrides, a headland of Taenarum, with the ruins of a city Hippola; among them is a sanctuary of Athena Hippolaitis. A little further are the town and harbor of Messa.

25.9. Ταινάρου δὲ τῆς ἄκρας πλοῦν ὅσον τεσσαράκοντα σταδίων ἀφέστηκε Καινήπολις· ὄνομα δὲ ἦν πάλαι καὶ ταύτῃ Ταίναρον. ἐν αὐτῇ δὲ μέγαρον Δήμητρος καὶ ἐπὶ θαλάσσῃ ναός ἐστιν Ἀφροδίτης καὶ ἄγαλμα ὀρθὸν λίθου. ἐντεῦθεν ἀποσχόντι τριάκοντα σταδίους Θυρίδες ἄκρα Ταινάρου καὶ πόλεως ἐρείπια Ἱππόλας ἐστίν, ἐν δὲ αὐτοῖς Ἀθηνᾶς ἱερὸν Ἱππολαΐτιδος· ὀλίγον δὲ ἀπωτέρω Μέσσα πόλις καὶ λιμήν.

25.10. From this harbor it is 150 stades to Oetylus. The hero, from whom the city received its name, was an Argive by descent, son of Amphianax, the son of Antimachus. In Oetylus the sanctuary of Sarapis, and in the market-place a wooden image of Apollo Carneius are worth seeing.

25.10. ἀπὸ τούτου στάδια τοῦ λιμένος πεντήκοντά ἐστι καὶ ἑκατὸν ἐπὶ Οἴτυλον· ὁ δὲ ἥρως ἀφʼ οὗ τῇ πόλει τὸ ὄνομα ἐγένετο, Ἀργεῖος τὸ ἀνέκαθεν, Ἀμφιάνακτος υἱὸς ὢν τοῦ Ἀντιμάχου. θέας δὲ ἄξια ἐν Οἰτύλῳ Σαράπιδός ἐστιν ἱερὸν καὶ ἐν τῇ ἀγορᾷ Καρνείου ξόανον Ἀπόλλωνος.

26.1. From Oetylus to Thalamae the road is about eighty stades long. On it is a sanctuary of Ino and an oracle. They consult the oracle in sleep, and the goddess reveals whatever they wish to learn, in dreams. Bronze statues of Pasiphae and of Helios stand in the unroofed part of the sanctuary. It was not possible to see the one within the temple clearly, owing to the garlands, but they say this too is of bronze. Water, sweet to drink, flows from a sacred spring. Pasiphae is a title of the Moon, and is not a local goddess of the people of Thalamae.

26.1. ἐς Θαλάμας δὲ ἐξ Οἰτύλου μῆκος τῆς ὁδοῦ στάδιοι περὶ τοὺς ὀγδοήκοντά εἰσι, κατὰ δὲ τὴν ὁδὸν ἱερόν ἐστιν Ἰνοῦς καὶ μαντεῖον. μαντεύονται μὲν οὖν καθεύδοντες, ὁπόσα δʼ ἂν πυθέσθαι δεηθῶσιν, ὀνείρατα δείκνυσί σφισιν ἡ θεός. χαλκᾶ δὲ ἕστηκεν ἀγάλματα ἐν ὑπαίθρῳ τοῦ ἱεροῦ, τῆς τε Πασιφάης καὶ Ἡλίου τὸ ἕτερον· αὐτὸ δὲ τὸ ἐν τῷ ναῷ σαφῶς μὲν οὐκ ἦν ἰδεῖν ὑπὸ στεφανωμάτων, χαλκοῦν δὲ καὶ τοῦτο εἶναι λέγουσι. ῥεῖ δὲ καὶ ὕδωρ ἐκ πηγῆς ἱερᾶς πιεῖν ἡδύ· Σελήνης δὲ ἐπίκλησις καὶ οὐ Θαλαμάταις ἐπιχώριος δαίμων ἐστὶν ἡ Πασιφάη.

26.2. Twenty stades from Thalamae is a place called Pephnus on the coast. In front of it lies a small island no larger than a big rock, also called Pephnus. The people of Thalamae say that the Dioscuri were born here. I know that Alcman too says this in a song: but they do not say that they remained to be brought up in Pephnus, but that it was Hermes who took them to Pellana.

26.2. Θαλαμῶν δὲ ἀπέχει σταδίους εἴκοσιν ὀνομαζομένη Πέφνος ἐπὶ θαλάσσῃ. πρόκειται δὲ νησὶς πέτρας τῶν μεγάλων οὐ μείζων, Πέφνος καὶ ταύτῃ τὸ ὄνομα· τεχθῆναι δὲ ἐνταῦθα τοὺς Διοσκούρους φασὶν οἱ Θαλαμᾶται. τοῦτο μὲν δὴ καὶ Ἀλκμᾶνα ἐν ᾄσματι οἶδα εἰπόντα· τραφῆναι δὲ οὐκέτι ἐν τῇ Πέφνῳ φασὶν αὐτούς, ἀλλὰ Ἑρμῆν τὸν ἐς Πελλάναν κομίσαντα εἶναι.

26.3. In this little island there are bronze statues of the Dioscuri, a foot high, in the open air. The sea will not move them, though in winter-time it washes over the rock, which is wonderful. Also the ants here have a whiter color than is usual. The Messenians say that this district was originally theirs, and so they think that the Dioscuri belong to them rather than to the Lacedaemonians.

26.3. ἐν ταύτῃ τῇ νησῖδι ἀγάλματα Διοσκούρων χαλκᾶ μέγεθος ποδιαῖα ἐν ὑπαίθρῳ τῆς νησῖδός ἐστιν· ταῦτα ἡ θάλασσα ἀποκινεῖν οὐκ ἐθέλει κατακλύζουσα ὥρᾳ χειμῶνος τὴν πέτραν. τοῦτό τε δὴ θαῦμά ἐστι καὶ οἱ μύρμηκες αὐτόθι λευκότερον ἢ ὡς μυρμήκων τὸ χρῶμα φαίνουσι. τὴν δὲ χώραν οἱ Μεσσήνιοι ταύτην αὑτῶν φασιν εἶναι τὸ ἀρχαῖον, ὥστε καὶ τοὺς Διοσκούρους μᾶλλόν τι αὑτοῖς καὶ οὐ Λακεδαιμονίοις προσήκειν νομίζουσιν.

26.4. Twenty stades from Pephnus is Leuctra. I do not know why the city has this name. If indeed it is derived from Leucippus the son of Perieres, as the Messenians say, it is for this reason, I think, that the inhabitants honor Asclepius most of the gods, supposing him to be the son of Arsinoe the daughter of Leucippus. There is a stone statue of Asclepius, and of Ino in another place.

26.4. Πέφνου δὲ στάδια εἴκοσιν ἀπέχει Λεῦκτρα. ἐφʼ ὅτῳ μὲν δή ἐστιν ὄνομα τῇ πόλει Λεῦκτρα, οὐκ οἶδα· εἰ δʼ ἄρα ἀπὸ Λευκίππου τοῦ Περιήρους, ὡς οἱ Μεσσήνιοί φασι, τούτου μοι δοκοῦσιν ἕνεκα οἱ ταύτῃ θεῶν μάλιστα Ἀσκληπιὸν τιμᾶν, ἅτε Ἀρσινόης παῖδα εἶναι τῆς Λευκίππου νομίζοντες. λίθου δέ ἐστιν Ἀσκληπιοῦ τε ἄγαλμα καὶ Ἰνοῦς ἑτέρωθι.

26.5. Also a temple and statue have been erected to Cassandra the daughter of Priam, called Alexandra by the natives. There are wooden images of Apollo Carneius according to the same custom that prevails among the Lacedaemonians of Sparta. On the acropolis is a sanctuary and image of Athena, and there is a temple and grove of Eros in Leuctra. Water flows through the grove in winter-time, but the leaves which are shaken from the trees by the wind would not be carried away by the water even in flood.

26.5. πεποίηται δὲ καὶ Κασσάνδρας τῆς Πριάμου ναὸς καὶ ἄγαλμα, Ἀλεξάνδρας ὑπὸ τῶν ἐγχωρίων καλουμένης· καὶ Ἀπόλλωνος Καρνείου ξόανά ἐστι κατὰ ταὐτὰ καθὰ δὴ καὶ Λακεδαιμονίων νομίζουσιν οἱ Σπάρτην ἔχοντες. ἐπὶ δὲ τῆς ἀκροπόλεώς ἐστιν ἱερὸν καὶ ἄγαλμα Ἀθηνᾶς, καὶ Ἔρωτός ἐστιν ἐν Λεύκτροις ναὸς καὶ ἄλσος· ὕδωρ δὲ ὥρᾳ χειμῶνος διαρρεῖ τὸ ἄλσος, τὰ δὲ φύλλα τῷ ἦρι ἀπὸ τῶν δένδρων πίπτοντα οὐκ ἂν ὑπὸ τοῦ ὕδατος οὐδὲ πλεονάσαντος παρενεχθείη.

26.6. I record an event which I know to have taken place in my time on the coast of Leuctra. A fire carried by the wind into a wood destroyed most of the trees, and when the place showed bare, a statue of Zeus of Ithome was found to have been dedicated there. The Messenians say that this is evidence that Leuctra was formerly a part of Messenia. But it is possible, if the Lacedaemonians originally lived in Leuctra, that Zeus of Ithome might be worshipped among them.

26.6. ὃ δὲ οἶδα ἐν τῇ πρὸς θαλάσσῃ χώρᾳ τῆς Λευκτρικῆς ἐπʼ ἐμοῦ συμβάν, γράφω. ἄνεμος πῦρ ἐς ὕλην ἐνεγκὼν τὰ πολλὰ ἠφάνισε τῶν δένδρων· ὡς δὲ ἀνεφάνη τὸ χωρίον ψιλόν, ἄγαλμα ἐνταῦθα ἱδρυμένον εὑρέθη Διὸς Ἰθωμάτα. τοῦτο οἱ Μεσσήνιοί φασι μαρτύριον εἶναί σφισι τὰ Λεῦκτρα τὸ ἀρχαῖον τῆς Μεσσηνίας εἶναι· δύναιτο δʼ ἂν καὶ Λακεδαιμονίων τὰ Λεῦκτρα ἐξ ἀρχῆς οἰκούντων ὁ Ἰθωμάτας Ζεὺς παρʼ αὐτοῖς ἔχειν τιμάς.

26.7. Cardamyle, which is mentioned by Homer in the Gifts promised by Agamemnon, is subject to the Lacedaemonians of Sparta, having been separated from Messenia by the emperor Augustus. It is eight stades from the sea and sixty from Leuctra. Here not far from the beach is a precinct sacred to the daughters of Nereus. They say that they came up from the sea to this spot to see Pyrrhus the son of Achilles, when he was going to Sparta to wed Hermione. In the town is a sanctuary of Athena, and an Apollo Carneius according to the local Dorian custom.

26.7. Καρδαμύλη δέ, ἧς καὶ Ὅμηρος μνήμην ἐποιήσατο ἐν Ἀγαμέμνονος ὑποσχέσεσι δώρων, Λακεδαιμονίων ἐστὶν ὑπήκοος τῶν ἐν Σπάρτῃ, βασιλέως Αὐγούστου τῆς Μεσσηνίας ἀποτεμομένου. ἀπέχει δὲ Καρδαμύλη θαλάσσης μὲν ὀκτὼ σταδίους, Λεύκτρων δὲ καὶ ἑξήκοντα. ἐνταῦθα οὐ πόρρω τοῦ αἰγιαλοῦ τέμενος ἱερὸν τῶν Νηρέως θυγατέρων ἐστίν· ἐς γὰρ τοῦτο ἀναβῆναι τὸ χωρίον φασὶν ἐκ τῆς θαλάσσης αὐτὰς Πύρρον ὀψομένας τὸν Ἀχιλλέως, ὅτε ἐς Σπάρτην ἐπὶ τὸν Ἑρμιόνης ἀπῄει γάμον. ἐν δὲ τῷ πολίσματι Ἀθηνᾶς τε ἱερὸν καὶ Ἀπόλλων ἐστὶ Κάρνειος, καθὰ Δωριεῦσιν ἐπιχώριον.

26.8. A city, called in Homer's poems Enope, with Messenian inhabitants but belonging to the league of the Free Laconians, is called in our time Gerenia. One account states that Nestor was brought up in this city, another that he took refuge here, when Pylos was captured by Heracles.

26.8. πόλιν δὲ ὀνομαζομένην ἐν τοῖς ἔπεσιν Ἐνόπην τοῖς Ὁμήρου, Μεσσηνίους ὄντας, ἐς δὲ τὸ συνέδριον συντελοῦντας τὸ Ἐλευθερολακώνων, καλοῦσιν ἐφʼ ἡμῶν Γερηνίαν. ἐν ταύτῃ τῇ πόλει Νέστορα οἱ μὲν τραφῆναι λέγουσιν, οἱ δὲ ἐς τοῦτο ἐλθεῖν φεύγοντα τὸ χωρίον, ἡνίκα Πύλος ἡλίσκετο ὑπὸ Ἡρακλέους.

26.9. Here in Gerenia is a tomb of Machaon, son of Asclepius, and a holy sanctuary. In his temple men may find cures for diseases. They call the holy spot Rhodos; there is a standing bronze statue of Machaon, with a crown on his head which the Messenians in the local speech call kiphos. The author of the epic The Little Iliad says that Machaon was killed by Eurypylus, son of Telephus.

26.9. ἐνταῦθα ἐν τῇ Γερηνίᾳ Μαχάονος τοῦ Ἀσκληπιοῦ μνῆμα καὶ ἱερόν ἐστιν ἅγιον, καὶ ἀνθρώποις νόσων ἰάματα παρὰ τῷ Μαχάονι ἔστιν εὑρέσθαι. καὶ Ῥόδον μὲν τὸ χωρίον τὸ ἱερὸν ὀνομάζουσιν, ἄγαλμα δὲ τοῦ Μαχάονος χαλκοῦν ἐστιν ὀρθόν· ἐπίκειται δέ οἱ τῇ κεφαλῇ στέφανος, ὃν οἱ Μεσσήνιοι κίφος καλοῦσι τῇ ἐπιχωρίῳ φωνῇ. Μαχάονα δὲ ὑπὸ Εὐρυπύλου τοῦ Τηλέφου τελευτῆσαί φησιν ὁ τὰ ἔπη ποιήσας τὴν μικρὰν Ἰλιάδα.

26.10. I myself know that to be the reason of the practice at the temple of Asclepius at Pergamum, where they begin their hymns with Telephus but make no reference to Eurypylus, or care to mention his name in the temple at all, as they know that he was the slayer of Machaon. It is said that the bones of Machaon were brought home by Nestor, but that Podaleirius, as they were returning after the sack of Troy, was carried out of his course and reached Syrnus on the Carian mainland in safety and settled there.

26.10. διὸ καὶ τάδε αὐτὸς οἶδα περὶ τὸ Ἀσκληπιεῖον τὸ ἐν Περγάμῳ γινόμενα· ἄρχονται μὲν ἀπὸ Τηλέφου τῶν ὕμνων, προσᾴδουσι δὲ οὐδὲν ἐς τὸν Εὐρύπυλον, οὐδὲ ἀρχὴν ἐν τῷ ναῷ θέλουσιν ὀνομάζειν αὐτόν, οἷα ἐπιστάμενοι φονέα ὄντα Μαχάονος. ἀνασώσασθαι δὲ Νέστορα λέγεται τοῦ Μαχάονος τὰ ὀστᾶ· Ποδαλείριον δέ, ὡς ὀπίσω πορθήσαντες Ἴλιον ἐκομίζοντο, ἁμαρτεῖν τοῦ πλοῦ καὶ ἐς Σύρνον τῆς Καρικῆς ἠπείρου φασὶν ἀποσωθέντα οἰκῆσαι.

26.11. In the territory of Gerenia is a mountain, Calathium; on it is a sanctuary of Claea with a cave close beside it; it has a narrow entrance, but contains objects which are worth seeing. Thirty stades inland from Gerenia is Alagonia, a town which I have already mentioned in the list of the Free Laconians. Worth seeing here are temples of Dionysus and of Artemis.

26.11. τῆς δὲ χώρας τῆς Γερηνίας ὄρος Καλάθιόν ἐστιν· ἐν αὐτῷ Κλαίας ἱερὸν καὶ σπήλαιον παρʼ αὐτὸ τὸ ἱερόν, ἔσοδον μὲν στενήν, τὰ δὲ ἔνδον παρεχόμενον θέας ἄξια. Γερηνίας δὲ ὡς ἐς μεσόγαιαν ἄνω τριάκοντα ἀπέχει σταδίους Ἀλαγονία, καὶ τὸ πόλισμα κατηρίθμησα ἤδη καὶ τοῦτο ἐν Ἐλευθερολάκωσι· θέας δὲ αὐτόθι ἄξια Διονύσου καὶ Ἀρτέμιδός ἐστιν ἱερά.