SCRIPTURA

Pausanias · Description of Greece · 24 of 60

Book IV · chapters 31–36

Translated by W. H. S. Jones

ContentsMarkdown.md ↓

31.6. The Messenians possess a statue of Zeus the Saviour in the market-place and a fountain Arsinoe. It received its name from the daughter of Leucippus and is fed from a source called Clepsydra. There are sanctuaries of the gods Poseidon and Aphrodite, and, what is most deserving of mention, a statue of the Mother of the Gods, of Parian marble, the work of Damophon, the artist who repaired the Zeus at Olympia with extreme accuracy when the ivory parted. Honors have been granted to him by the people of Elis.

31.6. Μεσσηνίοις δὲ ἐν τῇ ἀγορᾷ Διός ἐστιν ἄγαλμα Σωτῆρος καὶ Ἀρσινόη κρήνη· τὸ μὲν δὴ ὄνομα ἀπὸ τῆς Λευκίππου θυγατρὸς εἴληφεν, ὑπορρεῖ δὲ ἐς αὐτὴν ὕδωρ ἐκ πηγῆς καλουμένης Κλεψύδρας. θεῶν δὲ ἱερὰ Ποσειδῶνος, τὸ δὲ Ἀφροδίτης ἐστί· καὶ οὗ μάλιστα ἄξιον ποιήσασθαι μνήμην, ἄγαλμα Μητρὸς θεῶν λίθου Παρίου, Δαμοφῶντος δὲ ἔργον, ὃς καὶ τὸν Δία ἐν Ὀλυμπίᾳ διεστηκότος ἤδη τοῦ ἐλέφαντος συνήρμοσεν ἐς τὸ ἀκριβέστατον· καί οἱ δεδομέναι τιμαὶ παρὰ Ἠλείων εἰσί.

31.7. By Damophon too is the so-called Laphria at Messene. The cult came to be established among them in the following way: Among the people of Calydon, Artemis, who was worshipped by them above all the gods, had the title Laphria, and the Messenians who received Naupactus from the Athenians, being at that time close neighbors of the Aetolians, adopted her from the people of Calydon. I will describe her appearance in another place. The name Laphria spread only to the Messenians and to the Achaeans of Patrae.

31.7. Δαμοφῶντος δέ ἐστι τούτου καὶ ἡ Λαφρία καλουμένη παρὰ Μεσσηνίοις· σέβεσθαι δέ σφισιν ἀπὸ τοιοῦδε αὐτὴν καθέστηκε. Καλυδωνίοις ἡ Ἄρτεμις—ταύτην γὰρ θεῶν μάλιστα ἔσεβον— ἐπίκλησιν εἶχε Λαφρία· Μεσσηνίων δὲ οἱ λαβόντες Ναύπακτον παρὰ Ἀθηναίων—τηνικαῦτα γὰρ Αἰτωλίας ἐγγύτατα ᾤκουν—παρὰ Καλυδωνίων ἔλαβον. τὸ σχῆμα ἑτέρωθι δηλώσω. τὸ μὲν δὴ τῆς Λαφρίας ἀφίκετο ὄνομα ἔς τε Μεσσηνίους καὶ ἐς Πατρεῖς Ἀχαιῶν μόνους, Ἐφεσίαν δὲ Ἄρτεμιν πόλεις τε νομίζουσιν αἱ πᾶσαι καὶ ἄνδρες ἰδίᾳ θεῶν μάλιστα ἄγουσιν ἐν τιμῇ·

31.8. But all cities worship Artemis of Ephesus, and individuals hold her in honor above all the gods. The reason, in my view, is the renown of the Amazons, who traditionally dedicated the image, also the extreme antiquity of this sanctuary. Three other points as well have contributed to her renown, the size of the temple, surpassing all buildings among men, the eminence of the city of the Ephesians and the renown of the goddess who dwells there.

31.8. τὰ δὲ αἴτια ἐμοὶ δοκεῖν ἐστὶν Ἀμαζόνων τε κλέος, αἳ φήμην τὸ ἄγαλμα ἔχουσιν ἱδρύσασθαι, καὶ ὅτι ἐκ παλαιοτάτου τὸ ἱερὸν τοῦτο ἐποιήθη. τρία δὲ ἄλλα ἐπὶ τούτοις συνετέλεσεν ἐς δόξαν, μέγεθός τε τοῦ ναοῦ τὰ παρὰ πᾶσιν ἀνθρώποις κατασκευάσματα ὑπερηρκότος καὶ Ἐφεσίων τῆς πόλεως ἡ ἀκμὴ καὶ ἐν αὐτῇ τὸ ἐπιφανὲς τῆς θεοῦ.

31.9. The Messenians have a temple erected to Eileithyia with a stone statue, and near by a hall of the Curetes, where they make burnt offerings of every kind of living creature, thrusting into the flames not only cattle and goats, but finally birds as well. There is a holy shrine of Demeter at Messene and statues of the Dioscuri, carrying the daughters of Leucippus. I have already explained in an earlier passage that the Messenians argue that the sons of Tyndareus belong to them rather than to the Lacedaemonians.

31.9. πεποίηται δὲ καὶ Εἰλειθυίας Μεσσηνίοις ναὸς καὶ ἄγαλμα λίθου, πλησίον δὲ Κουρήτων μέγαρον, ἔνθα ζῷα τὰ πάντα ὁμοίως καθαγίζουσιν· ἀρξάμενοι γὰρ ἀπὸ βοῶν τε καὶ αἰγῶν καταβαίνουσιν ἐς τοὺς ὄρνιθας ἀφιέντες ἐς τὴν φλόγα. καὶ Δήμητρος ἱερὸν Μεσσηνίοις ἐστὶν ἅγιον καὶ Διοσκούρων ἀγάλματα φέροντες τὰς Λευκίππου· καί μοι καὶ ταῦτα ἐν τοῖς προτέροις ἐστὶν ἤδη δεδηλωμένα, ὡς οἱ Μεσσήνιοι τοὺς Τυνδάρεω παῖδας ἀμφισβητοῦσιν αὑτοῖς καὶ οὐ Λακεδαιμονίοις προσήκειν.

31.10. The most numerous statues and the most worth seeing are to be found in the sanctuary of Asclepius. For besides statues of the god and his sons, and besides statues of Apollo, the Muses and Heracles, the city of Thebes is represented and Epaminondas the son of Cleommis, Fortune, and Artemis Bringer of Light. The stone statues are the work of Damophon (I know of no other Messenian sculptor of merit apart from him); the statue of Epaminondas is of iron and the work of some other artist.

31.10. πλεῖστα δέ σφισι καὶ θέας μάλιστα ἀγάλματα ἄξια τοῦ Ἀσκληπιοῦ παρέχεται τὸ ἱερόν· χωρὶς μὲν γὰρ τοῦ θεοῦ καὶ τῶν παίδων ἐστὶν ἀγάλματα, χωρὶς δὲ Ἀπόλλωνος καὶ Μουσῶν καὶ Ἡρακλέους· πόλις τε ἡ Θηβαίων καὶ Ἐπαμινώνδας ὁ Κλεόμμιδος Τύχη τε καὶ Ἄρτεμις Φωσφόρος, τὰ μὲν δὴ τοῦ λίθου Δαμοφῶν αὐτοῖς εἰργάσατο—Μεσσήνιον δὲ ὅτι μὴ τοῦτον ἄλλον γε οὐδένα λόγου ποιήσαντα ἀξίως οἶδα ἀγάλματα—, ἡ δὲ εἰκὼν τοῦ Ἐπαμινώνδου ἐκ σιδήρου τέ ἐστι καὶ ἔργον ἄλλου, οὐ τούτου.

31.11. There is also a temple of Messene the daughter of Triopas with a statue of gold and Parian marble. At the back of the temple are paintings of the kings of Messene: before the coming of the Dorian host to Peloponnese, Aphareus and his sons, after the return of the Heracleidae, Cresphontes the Dorian leader, of the inhabitants of Pylos, Nestor, Thrasymedes and Antilochus, singled out from among the sons of Nestor on the score of age and because they took part in the expedition to Troy.

31.11. ἔστι δὲ καὶ Μεσσήνης τῆς Τριόπα ναὸς καὶ ἄγαλμα χρυσοῦ καὶ λίθου Παρίου· γραφαὶ δὲ κατὰ τοῦ ναοῦ τὸ ὄπισθεν αἱ βασιλεύσαντές εἰσι Μεσσήνης, πρὶν μὲν ἢ στόλον ἀφικέσθαι τὸν Δωριέων ἐς Πελοπόννησον Ἀφαρεὺς καὶ οἱ παῖδες, κατελθόντων δὲ Ἡρακλειδῶν Κρεσφόντης ἐστίν, ἡγεμὼν καὶ οὗτος τοῦ Δωρικοῦ, τῶν δὲ οἰκησάντων ἐν Πύλῳ Νέστωρ καὶ Θρασυμήδης καὶ Ἀντίλοχος, προτετιμημένοι παίδων τῶν Νέστορος ἡλικίᾳ καὶ ἐπὶ Τροίαν μετεσχηκότες τῆς στρατείας.

31.12. There is Leucippus brother of Aphareus, Hilaeira and Phoebe, and with them Arsinoe. Asclepius too is represented, being according to the Messenian account a son of Arsinoe, also Machaon and Podaleirius, as they also took part in the affair at Troy. These pictures were painted by Omphalion, pupil of Nicias the son of Nicomedes. Some say that he was also a slave in the house of Nicias and his favorite.

31.12. Λεύκιππός τε Ἀφαρέως ἀδελφὸς καὶ Ἱλάειρά ἐστι καὶ Φοίβη, σὺν δέ σφισιν Ἀρσινόη. γέγραπται δὲ καὶ Ἀσκληπιός, Ἀρσινόης ὢν λόγῳ τῷ Μεσσηνίων, καὶ Μαχάων καὶ Ποδαλείριος, ὅτι ἔργου τοῦ πρὸς Ἰλίῳ καὶ τούτοις μέτεστι. ταύτας τὰς γραφὰς ἔγραψεν Ὀμφαλίων, Νικίου τοῦ Νικομήδους μαθητής· οἱ δὲ αὐτὸν καὶ δουλεῦσαι παρὰ τῷ Νικίᾳ καὶ παιδικὰ γενέσθαι φασὶν αὐτοῦ.

32.1. The place called Hierothesion by the Messenians contains statues of all the gods whom the Greeks worship, and also a bronze image of Epaminondas. Ancient tripods are dedicated there, which “have felt not the fire,” as Homer says. The statues in the gymnasium are the work of Egyptian artists. They represent Hermes, Heracles and Theseus, who are honored in the gymnasium and wrestling-ground according to a practice universal among Greeks, and now common among barbarians...

32.1. τὸ δὲ ὀνομαζόμενον παρὰ Μεσσηνίων ἱεροθέσιον ἔχει μὲν θεῶν ἀγάλματα ὁπόσους νομίζουσιν Ἕλληνες, ἔχει δὲ χαλκῆν εἰκόνα Ἐπαμινώνδου. κεῖνται δὲ καὶ ἀρχαῖοι τρίποδες· ἀπύρους αὐτοὺς καλεῖ Ὅμηρος. τὰ δὲ ἀγάλματα ⟨τὰ⟩ ἐν τῷ γυμνασίῳ ποιήματά ἐστιν ἀνδρῶν Αἰγυπτίων, Ἑρμῆς καὶ Ἡρακλῆς τε καὶ Θησεύς. τούτους μὲν δὴ τοῖς πᾶσιν Ἕλλησι καὶ ἤδη τῶν βαρβάρων πολλοῖς περί τε γυμνάσια καὶ ἐν παλαίστραις καθέστηκεν ἔχειν ἐν τιμῇ·

32.2. I learnt by enquiry that Aethidas was a man older than myself, who gained influence through his wealth and is honored by the Messenians as a hero. There are certain Messenians, who, while admitting that Aethidas was a man of great wealth, maintain that it is not he who is represented on the relief but an ancestor and namesake. The elder Aethidas was their leader, when Demetrius the son of Philip and his force surprised them in the night and succeeded in penetrating into the town unnoticed.

32.2. Αἰθίδαν δὲ ἐμαυτοῦ πρεσβύτερον ὄντα εὕρισκον, γενομένῳ δέ οἱ χρήμασιν οὐκ ἀδυνάτῳ τιμαὶ παρὰ Μεσσηνίων ὑπάρχουσιν ἅτε ἥρωι. εἰσὶ δὲ τῶν Μεσσηνίων οἳ τῷ Αἰθίδᾳ χρήματα μὲν γενέσθαι πολλὰ ἔλεγον, οὐ μέντοι τοῦτόν γε εἶναι τὸν ἐπειργασμένον τῇ στήλῃ, πρόγονον δὲ καὶ ὁμώνυμον ἄνδρα τῷ Αἰθίδᾳ· Αἰθίδαν δὲ τὸν πρότερον ἡγήσασθαι τοῖς Μεσσηνίοις φασίν, ἡνίκα ἐν τῇ νυκτὶ Δημήτριός σφισιν ὁ Φιλίππου μηδαμῶς ἐλπίσασιν αὐτός τε καὶ ἡ στρατιὰ λανθάνουσιν ἐσελθόντες ἐς τὴν πόλιν.

32.3. There is also the tomb of Aristomenes here. They say that it is not a cenotaph, but when I asked whence and in what manner they recovered the bones of Aristomenes, they said that they sent to Rhodes for them, and that it was the god of Delphi who ordered it. They also instructed me in the nature of the rites carried out at the tomb. The bull which is to be offered to the dead man is brought to the tomb and bound to the pillar which stands upon the grave. Being fierce and unused to bonds he will not stand; and if the pillar is moved by his struggles and bounds, it is a good omen to the Messenians, but if the pillar is not moved the sign portends misfortune.

32.3. καὶ Ἀριστομένους δὲ μνῆμά ἐστιν ἐνταῦθα· ⟨οὐ⟩ κενὸν δὲ εἶναι τὸ μνῆμα λέγουσιν, ἀλλʼ ἐρομένου μου τρόπον τε ὅντινα καὶ ὁπόθεν Ἀριστομένους κομίσαιντο τὰ ὀστᾶ, μεταπέμψασθαι μὲν ἐκ Ῥόδου φασί, τὸν δὲ ἐν Δελφοῖς θεὸν τὸν κελεύσαντα εἶναι. πρός τε δὴ τούτοις ἐδίδασκόν με ὁποῖα ἐπὶ τῷ τάφῳ δρῶσι. ταῦρον ὅντινα ἐναγίζειν μέλλουσιν, ἀγαγόντες ἐπὶ τὸ μνῆμα ἔδησαν πρὸς τὸν ἑστηκότα ἐπὶ τῷ τάφῳ κίονα· ὁ δὲ ἅτε ἄγριος καὶ ἀήθης δεσμῶν οὐκ ἐθέλει μένειν· θορυβουμένῳ δέ οἱ καὶ σκιρτῶντι ἢν ὁ κίων κινηθῇ, Μεσσηνίοις ἐστὶν αἴσιον, οὐ κινηθέντος δὲ ἀσύμφορα ἐπαγγέλλει τὸ σημεῖον.

32.4. They have it that Aristomenes was present at the battle of Leuctra, though no longer among men, and say that he helped the Thebans and was the chief cause of the Lacedaemonian disaster. I know that the Chaldaeans and Indian sages were the first to say that the soul of man is immortal, and have been followed by some of the Greeks, particularly by Plato the son of Ariston. If all are willing to accept this, this too cannot be denied, that his hatred for the Lacedaemonians was imparted to Aristomenes for all time.

32.4. παραγενέσθαι δὲ Ἀριστομένην καὶ τῷ περὶ Λεῦκτρα ἀγῶνι ἐθέλουσιν οὐ μετὰ ἀνθρώπων ἔτι ὄντα, καὶ ἀμῦναί τε αὐτόν φασι Θηβαίοις καὶ μάλιστα γενέσθαι τοῦ ἀτυχήματος Λακεδαιμονίοις αἴτιον. ἐγὼ δὲ Χαλδαίους καὶ Ἰνδῶν τοὺς μάγους πρώτους οἶδα εἰπόντας ὡς ἀθάνατός ἐστιν ἀνθρώπου ψυχή, καί σφισι καὶ Ἑλλήνων ἄλλοι τε ἐπείσθησαν καὶ οὐχ ἥκιστα Πλάτων ὁ Ἀρίστωνος· εἰ δὲ ἀποδέχεσθαι καὶ οἱ πάντες ἐθελήσουσιν, ἐκεῖνό γε ἀντειπεῖν οὐκ ἔνεστι μὴ οὐ τὸν πάντα αἰῶνα Ἀριστομένει τὸ μῖσος τὸ ἐς Λακεδαιμονίους ἐνεστάχθαι.

32.5. What I myself heard in Thebes gives probability to the Messenian account, although it does not coincide in all respects. The Thebans say that when the battle of Leuctra was imminent, they sent to other oracles and to enquire of the god of Lebadeia. The replies of the Ismenian and Ptoan Apollo are recorded, also the responses given at Abae and at Delphi. Trophonius, they say, answered in hexameters:—Or ever ye join battle with the foe, set up a trophy and deck it with my shield, which impetuous Aristomenes the Messenian placed in my temple. And I will destroy the host of foemen bearing shield.

32.5. ἃ δὲ αὐτὸς ἤκουσα ἐν Θήβαις, εἰκὸς μέν τι παρείχετο ἐς τὸν Μεσσηνίων λόγον, οὐ μὴν παντάπασί γέ ἐστιν αὐτοῖς ὡμολογηκότα. φασὶ δὲ οἱ Θηβαῖοι μελλούσης τῆς μάχης ἔσεσθαί σφισιν ἐν Λεύκτροις ἐς ἄλλα τε ἀποστεῖλαι χρηστήρια καὶ ἐρησομένους τὸν ἐν Λεβαδείᾳ θεόν. λέγεται μὲν οὖν καὶ τὰ παρὰ τοῦ Ἰσμηνίου καὶ τοῦ Πτῴου, πρὸς δὲ τὰ ἐν Ἄβαις τε χρησθέντα καὶ τὰ ἐν Δελφοῖς· Τροφώνιον δέ φασιν εἰπεῖν ἑξαμέτρῳ·πρὶν δορὶ συμβαλέειν ἐχθροῖς, στήσασθε τρόπαιον,ἀσπίδα κοσμήσαντες ἐμήν, τὴν εἵσατο νηῷθοῦρος Ἀριστομένης Μεσσήνιος. αὐτὰρ ἐγώ τοιἀνδρῶν δυσμενέων φθίσω στρατὸν ἀσπιστάων.

32.6. When the oracle was brought, they say that Epaminondas urged Xenocrates, who sent for the shield of Aristomenes and used it to adorn a trophy in a spot where it could be seen by the Lacedaemonians. Those of them who had seen the shield at Lebadeia in peace-time knew it, and all knew it by repute. After their victory the Thebans restored the offering to Trophonius. There is also a bronze statue of Aristomenes in the Messenian running-ground. Not far from the theater is a sanctuary of Sarapis and Isis.

32.6. ἀφικομένου δὲ τοῦ χρησμοῦ δεηθῆναι Ξενοκράτους λέγουσιν Ἐπαμινώνδαν· ὁ δὲ τήν τε ἀσπίδα μεταπέμπεται τοῦ Ἀριστομένους καὶ ἐκόσμησεν ἀπʼ αὐτῆς τρόπαιον, ὅθεν τοῖς Λακεδαιμονίοις ἔσεσθαι σύνοπτον ἔμελλεν. ᾔδεσαν δὲ ἄρα τὴν ἀσπίδα οἱ μὲν αὐτῶν ἐν Λεβαδείᾳ καθʼ ἡσυχίαν ἑωρακότες, ἀκοῇ δὲ καὶ πάντες· ὡς δὲ ἐγένετο ἡ νίκη Θηβαίοις, ἀποδιδόασιν αὖθις τῷ Τροφωνίῳ τὸ ἀνάθημα. Ἀριστομένους δὲ καὶ χαλκοῦς ἀνδριάς ἐστιν ἐν τῷ Μεσσηνίων σταδίῳ· τοῦ θεάτρου δὲ οὐ πόρω Σαράπιδός ἐστι καὶ Ἴσιδος ἱερόν.

33.1. On the ascent to the summit of Ithome, which is the Messenian acropolis, is a spring Clepsydra. It is a hopeless task, however zealously undertaken, to enumerate all the peoples who claim that Zeus was born and brought up among them. The Messenians have their share in the story for they too say that the god was brought up among them and that his nurses were Ithome and Neda, the river having received its name from the latter, while the former, Ithome, gave her name to the mountain. These nymphs are said to have bathed Zeus here, after he was stolen by the Curetes owing to the danger that threatened from his father, and it is said that it has its name from the Curetes' theft. Water is carried every day from the spring to the sanctuary of Zeus of Ithome.

33.1. ἐς δὲ τὴν κορυφὴν ἐρχομένῳ τῆς Ἰθώμης, ἣ δὴ Μεσσηνίοις ἐστὶν ἀκρόπολις, πηγὴ Κλεψύδρα γίνεται. πάντας μὲν οὖν καταριθμήσασθαι καὶ προθυμηθέντι ἄπορον, ὁπόσοι θέλουσι γενέσθαι καὶ τραφῆναι παρὰ σφίσι Δία· μέτεστι δʼ οὖν καὶ Μεσσηνίοις τοῦ λόγου· φασὶ γὰρ καὶ οὗτοι τραφῆναι παρὰ σφίσι τὸν θεόν, Ἰθώμην δὲ εἶναι καὶ Νέδαν τὰς θρεψαμένας, κεκλῆσθαι δὲ ἀπὸ μὲν τῆς Νέδας τὸν ποταμόν, τὴν δὲ ἑτέραν τῷ ὄρει τὴν Ἰθώμην δεδωκέναι τὸ ὄνομα. ταύτας δὲ τὰς νύμφας τὸν Δία, κλαπέντα ὑπὸ Κουρήτων διὰ τὸ ἐκ τοῦ πατρὸς δεῖμα, ἐνταῦθα λοῦσαι λέγουσι καὶ τὸ ὄνομα εἶναι τῷ ὕδατι ἀπὸ τῶν Κουρήτων τῆς κλοπῆς· φέρουσί τε ἀνὰ πᾶσαν ἡμέραν ὕδωρ ἀπὸ τῆς πηγῆς ἐς τοῦ Διὸς τοῦ Ἰθωμάτα τὸ ἱερόν.

33.2. The statue of Zeus is the work of Ageladas and was made originally for the Messenian settlers in Naupactus. The priest is chosen annually and keeps the image in his house. They keep an annual festival, the Ithomaea, and originally a musical contest was held. This can be gathered from the epic lines of Eumelus and other sources. Eumelus, in his processional hymn to Delos, says:For dear to the God of Ithome was the Muse, whose [lute] is pure and free her sandals.I think that he wrote the lines because he knew that they held a musical contest.

33.2. τὸ δὲ ἄγαλμα τοῦ Διὸς Ἀγελάδα μέν ἐστιν ἔργον, ἐποιήθη δὲ ἐξ ἀρχῆς τοῖς οἰκήσασιν ἐν Ναυπάκτῳ Μεσσηνίων· ἱερεὺς δὲ αἱρετὸς κατὰ ἔτος ἕκαστον ἔχει [δὲ] τὸ ἄγαλμα ἐπὶ τῆς οἰκίας. ἄγουσι δὲ καὶ ἑορτὴν ἐπέτειον Ἰθωμαῖα, τὸ δὲ ἀρχαῖον καὶ ἀγῶνα ἐτίθεσαν μουσικῆς· τεκμαίρεσθαι δʼ ἔστιν ἄλλοις τε καὶ Εὐμήλου τοῖς ἔπεσιν, ἐποίησε γοῦν καὶ τάδε ἐν τῷ προσοδίῳ τῷ ἐς Δῆλον·τῷ γὰρ Ἰθωμάτα καταθύμιος ἔπλετο μοῖσαἁ καθαρὰ⟨ν κιθάραν⟩ καὶ ἐλεύθερα σάμβαλʼ ἔχοισα.οὐκοῦν ποιῆσαί μοι δοκεῖ τὰ ἔπη καὶ μουσικῆς ἀγῶνα ἐπιστάμενος τιθέντας.

33.3. At the Arcadian gate leading to Megalopolis is a Herm of Attic style; for the square form of Herm is Athenian, and the rest adopted it thence. After a descent of thirty stades from the gate is the watercourse of Balyra. The river is said to have got its name from Thamyris throwing (ballein) his lyre away here after his blinding. He was the son of Philammon and the nymph Argiope, who once dwelt on Parnassus, but settled among the Odrysae when pregnant, for Philammon refused to take her into his house. Thamyris is called an Odrysian and Thracian on these grounds. The watercourses Leucasia and Amphitos unite to form one stream.

33.3. ἰόντι δὲ τὴν ἐπʼ Ἀρκαδίας ἐς Μεγάλην πόλιν ἐστὶν ἐν ταῖς πύλαις Ἑρμῆς τέχνης τῆς Ἀττικῆς· Ἀθηναίων γὰρ τὸ σχῆμα τὸ τετράγωνόν ἐστιν ἐπὶ τοῖς Ἑρμαῖς, καὶ παρὰ τούτων μεμαθήκασιν οἱ ἄλλοι. σταδίους δὲ καταβάντι ἀπὸ τῶν πυλῶν τριάκοντα τὸ ῥεῦμά ἐστι τῆς Βαλύρας. γενέσθαι δὲ τὸ ὄνομα τῷ ποταμῷ λέγουσι Θαμύριδος τὴν λύραν ἐνταῦθα ἀποβαλόντος ἐπὶ τῇ πηρώσει· παῖδα δὲ αὐτὸν Φιλάμμωνος καὶ Ἀργιόπης τῆς νύμφης εἶναι. τὴν δὲ Ἀργιόπην τέως μὲν περὶ τὸν Παρνασσὸν οἰκεῖν, ἐπεὶ δὲ εἶχεν ἐν γαστρί, ἐς Ὀδρύσας λέγουσι μετοικῆσαι· Φιλάμμωνα γὰρ οὐκ ἐθέλειν ἐς τὸν οἶκον αὐτὴν ἄγεσθαι. καὶ Θάμυριν μὲν Ὀδρύσην τε καὶ Θρᾷκα ἐπὶ τούτῳ καλοῦσιν· ἡ δὲ Λευκασία καὶ Ἄμφιτος συμβάλλουσιν ἐς τὸ αὐτὸ τὰ ῥεύματα.

33.4. When these are crossed, there is a plain called the plain of Stenyclerus. Stenyclerus was a hero, it is said. Facing the plain is a site anciently called Oechalia, in our time the Carnasian grove, thickly grown with cypresses. There are statues of the gods Apollo Carneius [and Hagne], also Hermes carrying a ram. Hagne (the holy one) is a title of Kore the daughter of Demeter. Water rises from a spring close to the statue.

33.4. διαβάντι δὲ τούτους πεδίον ἐστὶν ὀνομαζόμενον Στενυκληρικόν· εἶναι δὲ ἥρωα Στενύκληρον λέγουσι. τοῦ πεδίου δέ ἐστιν ἀπαντικρὺ καλουμένη τὸ ἀρχαῖον Οἰχαλία, τὸ δὲ ἐφʼ ἡμῶν Καρνάσιον ἄλσος, κυπαρίσσων μάλιστα πλῆρες. θεῶν δὲ ἀγάλματα Ἀπόλλωνός ἐστι Καρνείου ⟨καὶ Ἁγνῆς⟩ καὶ Ἑρμῆς φέρων κριόν. ἡ δὲ Ἁγνὴ Κόρης τῆς Δήμητρός ἐστιν ἐπίκλησις· ὕδωρ δὲ ἄνεισιν ἐκ πηγῆς παρʼ αὐτὸ τὸ ἄγαλμα.

33.5. I may not reveal the rites of the Great Goddesses, for it is their mysteries which they celebrate in the Carnasian grove, and I regard them as second only to the Eleusinian in sanctity. But my dream did not prevent me from making known to all that the brazen urn, discovered by the Argive general, and the bones of Eurytus the son of Melaneus were kept here. A river Charadrus flows past the grove;

33.5. τὰ δὲ ἐς τὰς θεὰς τὰς Μεγάλας—δρῶσι γὰρ καὶ ταύταις ἐν Καρνασίῳ τὴν τελετήν—ἀπόρρητα ἔστω μοι· δεύτερα γάρ σφισι νέμω σεμνότητος μετά γε Ἐλευσίνια. ὅτι δʼ ὑδρία τε ἡ χαλκῆ, τὸ εὕρημα τοῦ Ἀργείου στρατηγοῦ, καὶ Εὐρύτου τοῦ Μελανέως τὰ ὀστᾶ ἐφυλάσσετο ἐνταῦθα, δηλῶσαί με καὶ ἐς ἅπαντας οὐκ ἀπεῖργε τὸ ὄνειρον. ῥεῖ δὲ ποταμὸς παρὰ τὸ Καρνάσιον Χάραδρος, καὶ προελθόντι ἐν ἀριστερᾷ σταδίους ὀκτὼ μάλιστα ἐρείπιά ἐστιν Ἀνδανίας.

33.6. about eight stades along the road to the left are the ruins of Andania. The guides agree that the city got its name from a woman Andania, but I can say nothing as to her parents or her husband. On the road from Andania towards Cyparissiae is Polichne, as it is called, and the streams of Electra and Coeus. The names perhaps are to be connected with Electra the daughter of Atlas and Coeus the father of Leto, or Electra and Coeus may be two local heroes.

33.6. καὶ ὅτι μὲν τῇ πόλει τὸ ὄνομα ἀπὸ γυναικὸς γέγονεν Ἀνδανίας, ὁμολογεῖται ὑπὸ τῶν ἐξηγητῶν· οὐ μὴν τά γε ἐς τοὺς γονέας αὐτῆς οὐδὲ τῷ συνῴκησεν ἔχω λέγειν. ἰόντων δὲ ὡς ἐπὶ Κυπαρισσιὰς ἀπὸ Ἀνδανίας Πολίχνη τέ ἐστι καλουμένη καὶ ποταμὸς Ἠλέκτρα καὶ Κοῖος ῥέουσι· τάχα δʼ ἄν τινα καὶ λόγον ἐς Ἠλέκτραν τὴν Ἄτλαντος λέγοιεν καὶ ἐς Κοῖον τὸν Λητοῦς πατέρα, ἢ καὶ τῶν ἐπιχωρίων ἡρώων εἶεν Ἠλέκτρα τε καὶ Κοῖος.

33.7. When the Electra is crossed, there is a spring called Achaia, and the ruins of a city Dorium. Homer states that the misfortune of Thamyris took place here in Dorium, because he said that he would overcome the Muses themselves in song. But Prodicus of Phocaea, if the epic called the Minyad is indeed his, says that Thamyris paid the penalty in Hades for his boast against the Muses. My view is that Thamyris lost his eyesight through disease, as happened later to Homer. Homer, however, continued making poetry all his life without giving way to his misfortune, while Thamyris forsook his art through stress of the trouble that afflicted him.

33.7. διαβάντων δὲ Ἠλέκτραν Ἀχαΐα τε ὀνομαζομένη πηγὴ καὶ πόλεώς ἐστιν ἐρείπια Δωρίου. πεποίηκε δὲ Ὅμηρος μὲν Θαμύριδι ἐνταῦθα ἐν τῷ Δωρίῳ γενέσθαι τὴν συμφοράν, ὅτι καὶ αὐτὰς Μούσας νικήσειν ἔφασκεν ᾀδούσας· Πρόδικος δὲ Φωκαεὺς—εἰ δὴ τούτου τὰ ἐς τὴν Μινυάδα ἔπη—προσκεῖσθαί φησι Θαμύριδι ἐν Ἅιδου δίκην τοῦ ἐς τὰς Μούσας αὐχήματος. διεφθάρη δὲ ὁ Θάμυρις ἐμοὶ δοκεῖν ὑπὸ νόσου τοὺς ὀφθαλμούς, τὸ δὲ αὐτὸ καὶ Ὁμήρῳ συνέπεσεν ὕστερον· ἀλλʼ ὁ μὲν καὶ ἐς ἅπαν διετέλει ποιῶν, οὐ γάρ τι εἶκε τῇ συμφορᾷ, Θάμυρις δὲ καὶ τὴν ᾠδὴν ὑπὸ κακοῦ τοῦ παρόντος ἐξέλιπεν.

34.1. From Messene to the mouth of the Pamisus is a journey of eighty stades. The Pamisus is a pure stream flowing through cultivated lands, and is navigable some ten stades from the sea. Sea-fish run up it, especially in spring, as they do up the Rhine and Maeander. The chief run of fish is up the stream of the Achelous, which discharges opposite the Echinades islands.

34.1. ἐκ δὲ Μεσσήνης ὑπὸ τοῦ Παμίσου τὸ στόμα ὁδὸς μὲν σταδίων ἐστὶν ὀγδοήκοντα, ῥεῖ δὲ ὁ Πάμισος διά τε ἀρουμένης καὶ καθαρὸς καὶ ἀναπλεῖται ναυσὶν ἐκ θαλάσσης ἐπὶ δέκα που σταδίους· ἀναθέουσι δὲ ἐς αὐτὸν καὶ οἱ θαλάσσιοι τῶν ἰχθύων περὶ ὥραν μάλιστα τοῦ ἦρος. τὸ δὲ αὐτὸ ἐς Ῥῆνόν τε καὶ ἐς τὸν Μαίανδρον ποιοῦσιν οἱ ἰχθῦς· μάλιστα δὲ ἀνὰ τὸ ῥεῦμα τὸ Ἀχελῴου νήχονται τοῦ ἐκδιδόντος κατὰ νήσους τὰς Ἐχινάδας.

34.2. But the fish that enter the Pamisus are of quite a different kind, as the water is pure and not muddy like the rivers which I have mentioned. The grey mullet, a fish that loves mud, frequents the more turbid streams. The rivers of Greece contain no creatures dangerous to men as do the Indus and the Egyptian Nile, or again the Rhine and Danube, the Euphrates and Phasis. These indeed produce man-eating creatures of the worst, in shape resembling the cat-fish of the Hermus and Maeander, but of darker color and stronger. In these respects the cat-fish is inferior.

34.2. διάφοροι δὲ τὸ εἶδος μάλιστα ἰχθῦς ἀναθέουσιν ἐς τὸν Πάμισον ἅτε ἐς ὕδωρ καθαρὸν καὶ οὐ κατὰ ⟨τὰ⟩ αὐτὰ τοῖς κατειλεγμένοις ποταμοῖς ἰλυῶδες· οἱ κέφαλοι δέ, ἅτε ἰχθύων ὄντες τῶν πηλαίων, ποταμῶν φίλοι τῶν θολερωτέρων εἰσί. θηρία δὲ ἐς ὄλεθρον ἀνθρώπων οὐ πεφύκασιν οἱ Ἑλλήνων ποταμοὶ φέρειν, καθάπερ γε Ἰνδὸς καὶ Νεῖλος ὁ Αἰγύπτιος, ἔτι δὲ Ῥῆνος καὶ Ἴστρος Εὐφράτης τε καὶ Φᾶσις· οὗτοι γὰρ δὴ θηρία ὅμοια τοῖς μάλιστα ἀνδροφάγα αὔξουσι, ταῖς ἐν Ἕρμῳ καὶ Μαιάνδρῳ γλάνισιν ἐοικότα ἰδέας πλὴν χρόας τε μελαντέρας καὶ ἀλκῆς· ταῦτα δὲ αἱ γλάνεις ἀποδέουσιν.

34.3. The Indus and Nile both contain crocodiles, and the Nile river-horses as well, as dangerous to man as the crocodile. But the rivers of Greece contain no terrors from wild beasts, for the sharks of the Aous, which flows through Thesprotia, are not river beasts but migrants from the sea.

34.3. ὁ δὲ Ἰνδὸς καὶ ὁ Νεῖλος κροκοδείλους μὲν ἀμφότεροι, Νεῖλος δὲ παρέχεται καὶ ἵππους, οὐκ ἔλασσον ἢ ὁ κροκόδειλος κακὸν ἀνθρώποις. οἱ δὲ Ἑλλήνων ποταμοὶ δείματα ὡς ἀπὸ θηρίων εἰσὶν οὐδέν, ἐπεὶ καὶ Ἀώῳ τῷ διὰ τῆς Θεσπρωτίδος ῥέοντι ἠπείρου θηρία οὐ ποτάμια οἱ κύνες, ἀλλὰ ἐπήλυδές εἰσιν ἐκ θαλάσσης.

34.4. Corone is a city to the right of the Pamisus, on the sea-coast under Mount Mathia. On this road is a place on the coast regarded as sacred to Ino. For they say that she came up from the sea at this point, after her divinity had been accepted and her name changed from Ino to Leucothea. A short distance further the river Bias reaches the sea. The name is said to be derived from Bias the son of Amythaon. Twenty stades off the road is the fountain of Plataniston, the water of which flows out of a broad plane tree, which is hollow inside. The breadth of the tree gives the impression of a small cave; from it the drinking water flows to Corone.

34.4. Κορώνη δέ ἐστι πόλις ἐν δεξιᾷ τοῦ Παμίσου πρὸς θαλάσσῃ τε καὶ ὑπὸ τῷ ὄρει τῇ Μαθίᾳ. κατὰ δὲ τὴν ὁδὸν ταύτην ἐστὶν ἐπὶ θαλάσσῃ χωρίον, ὃ Ἰνοῦς ἱερὸν εἶναι νομίζουσιν· ἐπαναβῆναι γὰρ ἐνταῦθα ἐκ θαλάσσης φασὶν αὐτὴν θεόν τε ἤδη νομιζομένην καὶ Λευκοθέαν καλουμένην ἀντὶ Ἰνοῦς. προελθόντων δὲ οὐ πολὺ Βίας ἐκδίδωσιν ἐς θάλασσαν ποταμός· γενέσθαι δὲ αὐτῷ λέγουσι τὸ ὄνομα ἀπὸ Βίαντος τοῦ Ἀμυθάονος. καὶ Πλατανιστῶνος δὲ ἡ πηγὴ στάδια μὲν εἴκοσίν ἐστιν ἀπωτέρω τῆς ὁδοῦ, ῥεῖ δὲ ἐκ πλατάνου τὸ ὕδωρ πλατείας καὶ τὰ ἐντὸς κοίλης· κατὰ σπήλαιον μάλιστά που μικρὸν τὸ εὖρός ἐστι τοῦ δένδρου, καὶ τὸ ὕδωρ αὐτόθεν ἐς Κορώνην τὸ πότιμον κάτεισι.

34.5. The old name of Corone was Aepeia, but when the Messenians were restored to Peloponnese by the Thebans, it is said that Epimelides, who was sent as founder, named it Coroneia after his native town in Boeotia. The Messenians got the name wrong from the start, and the mistake which they made gradually prevailed in course of time. Another story is told to the effect that, when digging the foundations of the city wall, they came upon a bronze crow, in Greek corone.

34.5. τὸ μὲν δὴ ὄνομα τὸ ἀρχαῖον εἶχεν Αἴπεια· ἐπεὶ δὲ ὑπὸ Θηβαίων κατήχθησαν ἐς Πελοπόννησον, Ἐπιμηλίδην φασὶν ἀποσταλέντα οἰκιστὴν καλέσαι Κορώνειαν, εἶναι γὰρ αὐτὸν ἐκ Κορωνείας τῆς Βοιωτῶν, τοὺς δὲ Μεσσηνίους ἐξ ἀρχῆς τε οὐ κατορθοῦν περὶ τὸ ὄνομα καὶ μᾶλλον ἔτι ἀνὰ χρόνον ἐκνικῆσαι τὸ ἐκείνων ἁμάρτημα. λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς τοῦ τείχους τὰ θεμέλια ὀρύσσοντες ἐπιτύχοιεν κορώνῃ χαλκῇ.

34.6. The gods who have temples here are Artemis, called the “Nurse of Children,” Dionysus and Asclepius. The statues of Asclepius and Dionysus are of stone, but there is a statue of Zeus the Saviour in the market-place made of bronze. The statue of Athena also on the acropolis is of bronze, and stands in the open air, holding a crow in her hand. I also saw the tomb of Epimelides. I do not know why they call the harbor “the harbor of the Achaeans.”

34.6. θεῶν δέ ἐστιν ἐνταῦθα Ἀρτέμιδός τε καλουμένης Παιδοτρόφου καὶ Διονύσου καὶ Ἀσκληπιοῦ ναός· τῷ μὲν δὴ Ἀσκληπιῷ καὶ Διονύσῳ λίθου, Διὸς δὲ Σωτῆρος χαλκοῦν ἄγαλμα ἐπὶ τῆς ἀγορᾶς πεποίηται. χαλκοῦν δὲ καὶ ἐν ἀκροπόλει τῆς Ἀθηνᾶς τὸ ἄγαλμά ἐστιν ἐν ὑπαίθρῳ, κορώνην ἐν τῇ χειρὶ ἔχουσα. εἶδον δὲ καὶ τοῦ Ἐπιμηλίδου μνῆμα· ἐφʼ ὅτῳ δὲ τὸν λιμένα Ἀχαιῶν καλοῦσιν, οὐκ οἶδα.

34.7. Some eighty stades beyond Corone is a sanctuary of Apollo on the coast, venerated because it is very ancient according to Messenian tradition, and the god cures illnesses. They call him Apollo Corynthus. His image is of wood, but the statue of Apollo Argeotas, said to have been dedicated by the Argonauts, is of bronze.

34.7. ἐκ Κορώνης δὲ ὡς ὀγδοήκοντα σταδίους προελθόντι Ἀπόλλωνός ἐστιν ἱερὸν πρὸς θαλάσσῃ τιμὰς ἔχον· ἀρχαιότατόν τε γὰρ λόγῳ τῷ Μεσσηνίων ἐστὶ καὶ νοσήματα ὁ θεὸς ἰᾶται, Κόρυνθον δὲ Ἀπόλλωνα ὀνομάζουσι. τοῦτο μὲν δὴ ξόανον, τοῦ Ἀργεώτα δὲ χαλκοῦν ἐστι τὸ ἄγαλμα· ἀναθεῖναι δέ φασι τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας.

34.8. The city of Corone is adjoined by Colonides. The inhabitants say that they are not Messenians but settlers from Attica brought by Colaenus, who followed a bird known as the crested lark to found the settlement in accordance with an oracle. They were, however, in the course of time to adopt the dialect and customs of the Dorians. The town of Colonides lies on high ground, a short distance from the sea.

34.8. τῇ Κορωναίων δὲ πόλει ἐστὶν ὅμορος Κολωνίδες· οἱ δὲ ἐνταῦθα οὐ Μεσσήνιοί φασιν εἶναι, ἀλλὰ ἐκ τῆς Ἀττικῆς ἀγαγεῖν σφᾶς Κόλαινον λέγουσι, Κολαίνῳ δὲ κόρυδον τὴν ὄρνιθα ἐκ μαντεύματος ἐς τὴν ἀποικίαν ἡγήσασθαι. ἔμελλον δὲ ἄρα διάλεκτόν τε ἀνὰ χρόνον καὶ ἔθη μεταμαθήσεσθαι τὰ Δωριέων. κεῖται δὲ τὸ πόλισμα αἱ Κολωνίδες ἐπὶ ὑψηλοῦ, μικρὸν ἀπὸ θαλάσσης.

34.9. The people of Asine originally adjoined the Lycoritae on Parnassus. Their name, which they maintained after their arrival in Peloponnese, was Dryopes, from their founder. Two generations after Dryops, in the reign of Phylas, the Dryopes were conquered in battle by Heracles and brought as an offering to Apollo at Delphi. When brought to Peloponnese according to the god's instructions to Heracles, they first occupied Asine by Hermion. They were driven thence by the Argives and lived in Messenia. This was the gift of the Lacedaemonians, and when in the course of time the Messenians were restored, they were not driven from their city by the Messenians.

34.9. Ἀσιναῖοι δὲ τὸ μὲν ἐξ ἀρχῆς Λυκωρίταις ὅμοροι περὶ τὸν Παρνασσὸν ᾤκουν· ὄνομα δὲ ἦν αὐτοῖς, ὃ δὴ καὶ ἐς Πελοπόννησον διεσώσαντο, ἀπὸ τοῦ οἰκιστοῦ Δρύοπες. γενεᾷ δὲ ὕστερον τρίτῃ βασιλεύοντος Φύλαντος μάχῃ τε οἱ Δρύοπες ὑπὸ Ἡρακλέους ἐκρατήθησαν καὶ τῷ Ἀπόλλωνι ἀνάθημα ἤχθησαν ἐς Δελφούς· ἀναχθέντες δὲ ἐς Πελοπόννησον χρήσαντος Ἡρακλεῖ τοῦ θεοῦ πρῶτα μὲν τὴν πρὸς Ἑρμιόνι Ἀσίνην ἔσχον, ἐκεῖθεν δὲ ἐκπεσόντες ὑπὸ Ἀργείων οἰκοῦσιν ἐν τῇ Μεσσηνίᾳ, Λακεδαιμονίων δόντων καὶ ὡς ἀνὰ χρόνον οἱ Μεσσήνιοι κατήχθησαν οὐ γενομένης σφίσιν ὑπʼ αὐτῶν ἀναστάτου τῆς πόλεως.

34.10. But the people of Asine give this account of themselves. They admit that they were conquered by Heracles and their city in Parnassus captured, but they deny that they were made prisoners and brought to Apollo. But when the walls were carried by Heracles, they deserted the town and fled to the heights of Parnassus, and afterwards crossed the sea to Peloponnese and appealed to Eurystheus. Being at feud with Heracles, he gave them Asine in the Argolid.

34.10. Ἀσιναῖοι δὲ αὐτοὶ περὶ σφῶν οὕτω λέγουσι· κρατηθῆναι μὲν ὑπὸ Ἡρακλέους μάχῃ συγχωροῦσιν ἁλῶναί τε τὴν ἐν τῷ Παρνασσῷ πόλιν, αἰχμάλωτοι δὲ γενέσθαι καὶ ἀχθῆναι παρὰ τὸν Ἀπόλλωνα οὔ φασιν· ἀλλʼ ὡς ἡλίσκετο ὑπὸ τοῦ Ἡρακλέους τὸ τεῖχος, ἐκλιπεῖν τὴν πόλιν καὶ ἀναφυγεῖν ἐς τὰ ἄκρα τοῦ Παρνασσοῦ, διαβάντες δὲ ὕστερον ναυσὶν ἐς Πελοπόννησον γενέσθαι φασὶν Εὐρυσθέως ἱκέται, καὶ σφίσιν Εὐρυσθέα ἅτε ἀπεχθανόμενον τῷ Ἡρακλεῖ δοῦναι τὴν ἐν τῇ Ἀργολίδι Ἀσίνην.

34.11. The men of Asine are the only members of the race of the Dryopes to pride themselves on the name to this day. The case is very different with the Euboeans of Styra. They too are Dryopes in origin, who took no part in the battle with Heracles, as they dwelt at some distance from the city. Yet the people of Styra disdain the name of Dryopes, just as the Delphians have refused to be called Phocians. But the men of Asine take the greatest pleasure in being called Dryopes, and clearly have made the most holy of their sanctuaries in memory of those which they once had, established on Parnassus. For they have both a temple of Apollo and again a temple and ancient statue of Dryops, whose mysteries they celebrate every year, saying that he is the son of Apollo.

34.11. μόνοι δὲ τοῦ γένους τοῦ Δρυόπων οἱ Ἀσιναῖοι σεμνύνονται καὶ ἐς ἡμᾶς ἔτι τῷ ὀνόματι, οὐδὲν ὁμοίως καὶ Εὐβοέων οἱ Στύρα ἔχοντες. εἰσὶ γὰρ καὶ οἱ Στυρεῖς Δρύοπες τὸ ἐξ ἀρχῆς, ὅσοι τῆς πρὸς τὸν Ἡρακλέα οὐ μετέσχον μάχης, ἀπωτέρω τῆς πόλεως ἔχοντες τὰς οἰκήσεις· ἀλλὰ οἱ μὲν Στυρεῖς καλεῖσθαι Δρύοπες ὑπερφρονοῦσι, καθάπερ γε καὶ οἱ Δελφοὶ πεφεύγασιν ὀνομάζεσθαι Φωκεῖς, Ἀσιναῖοι δὲ Δρύοπές τε τὰ μάλιστα χαίρουσι καλούμενοι καὶ τῶν ἱερῶν τὰ ἁγιώτατά εἰσι δῆλοι κατὰ μνήμην πεποιημένοι τῶν ποτὲ ἐν Παρνασσῷ σφισιν ἱδρυμένων. τοῦτο μὲν γὰρ Ἀπόλλωνός ἐστιν αὐτοῖς ναός, τοῦτο δὲ Δρύοπος ἱερὸν καὶ ἄγαλμα ἀρχαῖον· ἄγουσι καὶ παρὰ ἔτος αὐτῷ τελετήν, παῖδα τὸν Δρύοπα Ἀπόλλωνος εἶναι λέγοντες.

34.12. The town itself lies on the coast just as the old Asine in Argive territory. It is a journey of forty stades from Colonides to Asine, and of an equal number from Asine to the promontory called Acritas. Acritas projects into the sea and has a deserted island, Theganussa, lying off it. After Acritas is the harbor Phoenicus and the Oenussae islands lying opposite.

34.12. κεῖται δὲ ἐπὶ θαλάσσῃ καὶ αὐτὴ κατὰ τὰ αὐτὰ τῇ ποτὲ ἐν μοίρᾳ τῇ Ἀργολίδι Ἀσίνῃ· σταδίων δὲ τεσσαράκοντά ἐστιν ἐκ Κολωνίδων ἐς αὐτὴν ὁδός, τοσαύτη δὲ καὶ ἐκ τῆς Ἀσίνης πρὸς τὸν Ἀκρίταν καλούμενον. ἀνέχει δὲ ἐς θάλασσαν ὁ Ἀκρίτας, καὶ νῆσος Θηγανοῦσσά ἐστιν ἔρημος πρὸ αὐτοῦ· μετὰ δὲ τὸν Ἀκρίταν λιμήν τε Φοινικοῦς καὶ νῆσοι κατʼ αὐτὸν Οἰνοῦσσαι.

35.1. Before the mustering of the army for the Trojan war, and during the war, Mothone was called Pedasus. Later, as the people themselves say, it received a new name from the daughter of Oeneus. They say that Mothone was born of a concubine to Oeneus the son of Porthaon, when he had taken refuge with Diomede in Peloponnese after the fall of Troy. But in my view it was the rock Mothon that gave the place its name. It is this which forms their harbor. For projecting under water, it makes the entrance for ships more narrow and also serves as a breakwater against a heavy swell.

35.1. Μοθώνη δέ, πρὶν ἢ τὴν στρατιὰν ἐς Τροίαν ἀθροισθῆναι καὶ ἐπὶ τοῦ πρὸς Ἰλίῳ πολέμου καλουμένη Πήδασος, μεταβέβληκεν ὕστερον τὸ ὄνομα, ὡς μὲν αὐτοὶ Μοθωναῖοι λέγουσιν, ἀπὸ τῆς Οἰνέως θυγατρός· Οἰνεῖ γὰρ τῷ Πορθάονος μετὰ ἅλωσιν Ἰλίου παρὰ Διομήδην ἀναχωρήσαντι ἐς Πελοπόννησον θυγατέρα φασὶν ἐκ παλλακῆς Μοθώνην γενέσθαι· δόξῃ δὲ ἐμῇ δέδωκε τῷ χωρίῳ τὸ ὄνομα ὁ Μόθων λίθος. οὗτος δέ σφισι καὶ ὁ ποιῶν τὸν λιμένα ἐστί· τόν τε γὰρ ἔσπλουν στενώτερον ταῖς ναυσὶν ἐργάζεται παρήκων ὕφαλος καὶ ἅμα μὴ ἐκ βυθοῦ ταράσσεσθαι τὸν κλύδωνα ἔρυμα ἕστηκεν.

35.2. I have shown in earlier passages that, when the Nauplians in the reign of Damocratidas in Argos were expelled for their Laconian sympathies, the Lacedaemonians gave them Mothone, and that no change was made regarding them on the part of the Messenians when they returned. The Nauplians in my view were Egyptians originally, who came by sea with Danaus to the Argolid, and two generations later were settled in Nauplia by Nauplius the son of Amymone.

35.2. ἐδήλωσα δὲ καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις ὅτι Ναυπλιεῦσιν ἐπὶ λακωνισμῷ διωχθεῖσι Δαμοκρατίδα βασιλεύοντος ἐν Ἄργει Μοθώνην Λακεδαιμόνιοι διδόασι καὶ ὡς οὐδὲ ἐκ τῶν Μεσσηνίων κατελθόντων ἐγένετο οὐδὲν ἐς αὐτοὺς νεώτερον· ἦσαν δὲ οἱ Ναυπλιεῖς ἐμοὶ δοκεῖν Αἰγύπτιοι τὰ παλαιότερα, παραγενόμενοι δὲ ὁμοῦ Δαναῷ ναυσὶν ἐς τὴν Ἀργολίδα ὕστερον γενεαῖς τρισὶν ὑπὸ Ναυπλίου τοῦ Ἀμυμώνης κατῳκίσθησαν ἐν Ναυπλίᾳ.

35.3. The Emperor Trajan granted civic freedom and autonomy to the people of Mothone. In earlier days they were the only people of Messenia on the coast to suffer a disaster like the following: Thesprotian Epirus was ruined by anarchy. For Deidameia the daughter of Pyrrhus, being without children, handed over the government to the people when she was on the point of death. She was the daughter of Pyrrhus, son of Ptolemy, son of Alexander, son of Pyrrhus.

35.3. Μοθωναίοις δὲ βασιλεὺς μὲν Τραϊανὸς ἔδωκεν ἐλευθέρους ὄντας ἐν αὐτονομίᾳ πολιτεύεσθαι· τὰ δὲ ἔτι παλαιότερα μόνοις σφίσι Μεσσηνίων τῶν ἐπὶ θαλάσσῃ τοιόνδε ἀτύχημα ἰδίᾳ συνέβη γενέσθαι. τὰ ἐν Ἠπείρῳ τῇ Θεσπρωτίδι ὑπὸ ἀναρχίας ἐφθάρη· Δηιδαμείᾳ γὰρ τῇ Πύρρου παῖδες οὐκ ἐγένοντο, ἀλλὰ ὡς τελευτᾶν ἔμελλεν, ἐπιτρέπει τῷ δήμῳ τὰ πράγματα. θυγάτηρ δὲ ἦν Πύρρου τοῦ Πτολεμαίου τοῦ Ἀλεξάνδρου τοῦ Πύρρου·

35.4. I have told the facts relating to Pyrrhus the son of Aeacides in my account of the Athenians. Procles the Carthaginian indeed rated Alexander the son of Philip higher on account of his good fortune and for the brilliance of his achievements, but said that Pyrrhus was the better man in infantry and cavalry tactics and in the invention of stratagems of war.

35.4. τὰ δὲ ἐς Πύρρον τὸν Αἰακίδου πρότερον ἔτι ἐν τῷ λόγῳ τῷ ἐς Ἀθηναίους ἐδήλωσα, Προκλῆς δὲ ὁ Καρχηδόνιος τύχης μὲν χρηστῆς ἕνεκα καὶ διὰ λαμπρότητα ἔργων ἔνεμεν Ἀλεξάνδρῳ τᾷ Φιλίππου πλέον, τάξαι δὲ ὁπλίτας τε καὶ ἱππικὸν καὶ στρατηγήματα ἐπὶ ἄνδρας πολεμίους εὑρεῖν Πύρρον ἔφασκεν ἀμείνονα γενέσθαι.

35.5. When the Epirots were rid of their kings, the people threw off all control and disdained to listen to their magistrates, and the Illyrians who live on the Ionian sea above Epirus reduced them by a raid. We have yet to hear of a democracy bringing prosperity to a nation other than the Athenians; the Athenians attained to greatness by its means, for they surpassed the Greek world in native wit, and least disregarded the established laws.

35.5. Ἠπειρῶται δὲ ὡς ἐπαύσαντο βασιλεύεσθαι, τά τε ἄλλα ὁ δῆμος ὕβριζε καὶ ἀκροᾶσθαι τῶν ἐν ταῖς ἀρχαῖς ὑπερεώρων· καὶ σφᾶς οἱ Ἰλλυριοὶ τὰ πρὸς τοῦ Ἰονίου τὴν Ἤπειρον ὑπεροικοῦντες παρεστήσαντο ἐξ ἐπιδρομῆς. οὐ γάρ πω δημοκρατίαν ἴσμεν ἄλλους γε ἢ Ἀθηναίους αὐξήσαντας, Ἀθηναῖοι δὲ προήχθησαν ἐπὶ μέγα ἀπʼ αὐτῆς· συνέσει γὰρ οἰκείᾳ τὸ Ἑλληνικὸν ὑπερεβάλλοντο καὶ νόμοις τοῖς καθεστηκόσιν ἐλάχιστα ἠπείθουν.

35.6. Now the Illyrians, having tasted empire and being always desirous of more, built ships, and plundering others whom they fell in with, put in to the coast of Mothone and anchored as in a friendly port. Sending a messenger to the city they asked for wine to be brought to their ships. A few men came with it and they bought the wine at the price which the inhabitants asked, and themselves sold a part of their cargo.

35.6. οἱ δὲ Ἰλλυριοί, ἀρχῆς τε γεγευμένοι καὶ ἐπιθυμοῦντες ἀεὶ τοῦ πλείονος, ναῦς τε ἐπήξαντο καὶ ἐληίζοντο ἄλλους τε ὡς ἑκάστους τύχοιεν καὶ ἐς τὴν Μοθωναίαν σχόντες ὡρμίσαντο οἷα ἐς φιλίαν· στείλαντες δὲ ἄγγελον ἐς τὴν πόλιν ἄγειν σφίσιν οἶνον ἐπὶ τὰ πλοῖα ἐδεήθησαν. ὡς δὲ ἄγοντες ἀφίκοντο ἄνδρες οὐ πολλοί, τόν τε οἶνον ὠνοῦντο ἐπιτιμώντων τῶν Μοθωναίων καὶ αὐτοί σφισιν ἐπίπρασκον ὧν ἐπήγοντο.

35.7. When on the following day a larger number arrived from the town, they allowed them also to make their profit. Finally women and men came down to the ships to sell wine and trade with the barbarians. Thereupon by a bold stroke the Illyrians carried off a number of men and still more of the women. Carrying them on board ship, they set sail for the Ionian sea, having desolated the city of the Mothonaeans.

35.7. ἐς δὲ τὴν ἐπιοῦσαν ἀφικομένων ἐκ τῆς πόλεως πλειόνων παρέχουσι καὶ τοῖσδε κερδᾶναι· τέλος δὲ γυναῖκες καὶ ἄνδρες κατίασιν ἐπὶ τὰ πλοῖα οἶνόν τε ἀποδόσθαι καὶ ἐκ τῶν βαρβάρων ἀντιληψόμενοι. ἔνθα νῦν ἀποτολμήσαντες οἱ Ἰλλυριοὶ καὶ ἄνδρας πολλοὺς καὶ ἔτι πλείονας τῶν γυναικῶν ἁρπάζουσιν· ἐσθέμενοι δὲ ἐς τὰς ναῦς ἔπλεον τὴν ἐπὶ Ἰονίου, Μοθωναίων ἐρημώσαντες τὸ ἄστυ.

35.8. In Mothone is a temple of Athena Of the Winds, with a statue dedicated, it is said, by Diomede, who gave the goddess her name. The country being damaged by violent and unseasonable blasts, Diomede prayed to the goddess, and henceforward no disaster caused by the winds has visited their country. There is also a shrine of Artemis here and water in a well mixed with pitch, in appearance very like the iris-oil of Cyzicos. Water can assume every color and scent.

35.8. ἐν Μοθώνῃ δὲ ναός ἐστιν Ἀθηνᾶς Ἀνεμώτιδος· Διομήδην δὲ τὸ ἄγαλμα ἀναθεῖναι καὶ τὸ ὄνομα τῇ θεῷ φασι θέσθαι. βιαιότεροι γὰρ καὶ οὐ κατὰ καιρὸν πνέοντες ἐλυμαίνοντο οἱ ἄνεμοι τὴν χώραν· Διομήδους δὲ εὐξαμένου τῇ Ἀθηνᾷ, τὸ ἀπὸ τούτου συμφορά σφισιν οὐδεμία ἀνέμων γε ἕνεκα ἦλθεν ἐς τὴν γῆν. καὶ Ἀρτέμιδος δʼ ἱερόν ἐστιν ἐνταῦθα καὶ ὕδωρ ἐν φρέατι κεκραμένον πίσσῃ, Κυζικηνῷ μύρῳ μάλιστα ἰδεῖν ἐμφερές· παράσχοιτο δʼ ἂν πᾶσαν καὶ χρόαν ὕδωρ καὶ ὀσμήν.

35.9. The bluest that I know from personal experience is that at Thermopylae, not all of it, but that which flows into the swimming-baths, called locally the Women's Pots. Red water, in color like blood, is found in the land of the Hebrews near the city of Joppa. The water is close to the sea, and the account which the natives give of the spring is that Perseus, after destroying the sea-monster, to which the daughter of Cepheus was exposed, washed off the blood in the spring.

35.9. γλαυκότατον μὲν οἶδα ὕδωρ θεασάμενος τὸ ἐν Θερμοπύλαις, οὔτι που πᾶν, ἀλλʼ ὅσον κάτεισιν ἐς τὴν κολυμβήθραν ἥντινα ὀνομάζουσιν οἱ ἐπιχώριοι Χύτρους γυναικείους· ξανθὸν δὲ ὕδωρ, οὐδέν τι ἀποδέον τὴν χρόαν αἵματος, Ἑβραίων ἡ γῆ παρέχεται πρὸς Ἰόππῃ πόλει· θαλάσσης μὲν ἐγγυτάτω τὸ ὕδωρ ἐστί, λόγον δὲ ἐς τὴν πηγὴν λέγουσιν οἱ ταύτῃ, Περσέα ἀνελόντα τὸ κῆτος, ᾧ τὴν παῖδα προκεῖσθαι τοῦ Κηφέως, ἐνταῦθα τὸ αἷμα ἀπονίψασθαι.

35.10. I have myself seen water coming up black from springs at Astyra. Astyra opposite Lesbos is the name of the hot baths in the district called Atarneus. It was this Atarneus, which the Chians received as a reward from the Persians as a reward for surrendering the suppliant, Pactyas the Lydian. This water then has a black color; but the Romans have a white water, above the city across the river called Anio. When a man enters it, he is at first attacked with cold and shivering, but after a little time it warms him like the hottest drug.

35.10. ὕδωρ δὲ ἀπὸ πηγῶν ἀνερχόμενον μέλαν ἰδὼν οἶδα ἐν Ἀστύροις· τὰ δὲ Ἄστυρα ἀπαντικρὺ Λέσβου λουτρά ἐστι θερμὰ ἐν τῷ Ἀταρνεῖ καλουμένῳ. τὸ δὲ χωρίον ἐστὶν ὁ Ἀταρνεὺς ὁ Χίων μισθός, ὃν παρὰ τοῦ Μήδου λαμβάνουσιν ἄνδρα ἐκδόντες ἱκέτην, Πακτύην τὸν Λυδόν. τοῦτο μὲν δὴ μελαίνεται, Ῥωμαίοις δὲ ὑπὲρ τὴν πόλιν, διαβάντων τὸν Ἄνιον ὀνομαζόμενον ποταμόν, ὕδωρ λευκόν ἐστιν· ἀνδρὶ δὲ ἐσβάντι ἐς αὐτὸ τὸ μὲν παραυτίκα ψυχρόν τε πρόσεισι καὶ ἐμποιεῖ φρίκην, ἐπισχόντι δὲ ὀλίγον ἅτε φάρμακον θερμαίνει τὸ πυρωδέστατον.

35.11. All these springs that had something wonderful to show I have seen myself. For I pass over the less wonderful that I know, and it is no great marvel to find water that is salt and harsh. But there are two other kinds. The water in the White Plain, as it is called, in Caria, by the village with the name Dascylou Come, is warm and sweeter than milk to drink. I know that Herodotus says that a spring of bitter water flows into the river Hypanis. We can assuredly admit the truth of his statement, when in our days at Dicaearchia (Puteoli), in the land of the Tyrrhenians, a hot spring has been found, so acid that in a few years it dissolved the lead through which its water passed.

35.11. καὶ ὅσαις μὲν πηγαῖς θαῦμά τι ἦν καὶ ἰδόντι, τοσαύτας θεασάμενος οἶδα, τὰς γὰρ δὴ ἐλάσσονος θαύματος ἐπιστάμενος παρίημι· ἁλμυρὸν δὲ ὕδωρ καὶ στρυφνὸν οὐ μέγα θαῦμα ἐξευρεῖν. δύο δὲ ἀλλοῖα· τὸ μὲν τῆς Καρίας ἐν πεδίῳ καλουμένῳ Λευκῷ θερμόν ἐστιν ὕδωρ παρὰ κώμην ὀνομαζομένην Δασκύλου, πιεῖν καὶ γάλακτος ἥδιον· τὸν δὲ Ἡρόδοτον οἶδα εἰπόντα ὡς ἐς τὸν ποταμὸν τὸν Ὕπανιν ἐκδίδωσιν ὕδατος πικροῦ πηγή. πῶς δʼ ἂν οὐκ ἀποδεξαίμεθα ἀληθεύειν αὐτῷ τὸν λόγον, ὅπου γε καὶ ἐφʼ ἡμῶν ἐν Δικαιαρχίᾳ τῇ Τυρρηνῶν ἐξεύρηται ὕδωρ σφίσι θερμὸν οὕτω δή τι ὀξὺ ὥστε τὸν μόλυβδον—διεξῄει γὰρ διὰ μολύβδου ῥέον —ἔτεσι κατέτηξεν οὐ πολλοῖς;

36.1. It is a journey of about a hundred stades from Mothone to the promontory of Coryphasium, on which Pylos lies. This was founded by Pylos the son of Cleson, bringing from the Megarid the Leleges who then occupied the country. But he did not enjoy it, as he was driven out by Neleus and the Pelasgians of Iolcos, on which he departed to the adjoining country and there occupied the Pylos in Elis. When Neleus became king, he raised Pylos to such renown that Homer in his epics calls it the city of Neleus.

36.1. ἔστι δὲ ἐκ Μοθώνης ὁδὸς σταδίων μάλιστα ἑκατὸν ἐπὶ τὴν ἄκραν τὸ Κορυφάσιον· ἐπʼ αὐτῇ δὲ ἡ Πύλος κεῖται. ταύτην ᾤκισε Πύλος ὁ Κλήσωνος ἀγαγὼν ἐκ τῆς Μεγαρίδος τοὺς ἔχοντας τότε αὐτὴν Λέλεγας· καὶ τῆς μὲν οὐκ ὤνατο ὑπὸ Νηλέως καὶ τῶν ἐξ Ἰωλκοῦ Πελασγῶν ἐκβληθείς, ἀποχωρήσας δὲ ἐς τὴν ὅμορον ἔσχεν ἐνταῦθα Πύλον τὴν ἐν τῇ Ἠλείᾳ. Νηλεὺς δὲ βασιλεύσας ἐς τοσοῦτο προήγαγεν ἀξιώματος τὴν Πύλον ὡς καὶ Ὅμηρον ἐν τοῖς ἔπεσιν ἄστυ ἐπονομάσαι Νηλήιον.

36.2. It contains a sanctuary of Athena with the title Coryphasia, and a house called the house of Nestor, in which there is a painting of him. His tomb is inside the city; the tomb at a little distance from Pylos is said to be the tomb of Thrasymedes. There is a cave inside the town, in which it is said that the cattle belonging to Nestor and to Neleus before him were kept.

36.2. ἐνταῦθα ἱερόν ἐστιν Ἀθηνᾶς ἐπίκλησιν Κορυφασίας καὶ οἶκος καλούμενος Νέστορος· ἐν δὲ αὐτῷ καὶ ὁ Νέστωρ γέγραπται· καὶ μνῆμα ἐντὸς τῆς πόλεώς ἐστιν αὐτῷ, τὸ δὲ ὀλίγον ἀπωτέρω τῆς Πύλου Θρασυμήδους φασὶν εἶναι. καὶ σπήλαιόν ἐστιν ἐντὸς τῆς πόλεως· βοῦς δὲ ἐνταῦθα τὰς Νέστορος καὶ ἔτι πρότερον Νηλέως φασὶν αὐλίζεσθαι.

36.3. These cattle must have been of Thessalian stock, having once belonged to Iphiclus the father of Protesilaus. Neleus demanded these cattle as bride gifts for his daughter from her suitors, and it was on their account that Melampus went to Thessaly to gratify his brother Bias. He was put in bonds by the herdsmen of Iphiclus, but received them as his reward for the prophecies which he gave to Iphiclus at his request. So it seems the men of those days made it their business to amass wealth of this kind, herds of horses and cattle, if it is the case that Nestor desired to get possession of the cattle of Iphiclus and that Eurystheus, in view of the reputation of the Iberian cattle, ordered Heracles to drive off the herd of Geryones.

36.3. εἴη δʼ ἂν Θεσσαλικὸν τὸ γένος τῶν βοῶν τούτων, Ἰφίκλου ποτὲ τοῦ Πρωτεσιλάου πατρός· ταύτας γὰρ δὴ τὰς βοῦς Νηλεὺς ἕδνα ἐπὶ τῇ θυγατρὶ ᾔτει τοὺς μνωμένους, καὶ τούτων ἕνεκα ὁ Μελάμπους χαριζόμενος τῷ ἀδελφῷ Βίαντι ἀφίκετο ἐς τὴν Θεσσαλίαν, καὶ ἐδέθη μὲν ὑπὸ τῶν βουκόλων τοῦ Ἰφίκλου, λαμβάνει δὲ μισθὸν ἐφʼ οἷς αὐτῷ δεηθέντι ἐμαντεύσατο. ἐσπουδάκεσαν δὲ ἄρα οἱ τότε πλοῦτόν τινα συλλέγεσθαι τοιοῦτον, ἵππων καὶ βοῶν ἀγέλας, εἰ δὴ Νηλεύς τε γενέσθαι οἱ βοῦς ἐπεθύμησε τὰς Ἰφίκλου καὶ Ἡρακλεῖ κατὰ δόξαν τῶν ἐν Ἰβηρίᾳ βοῶν προσέταξεν Εὐρυσθεὺς ἐλάσαι τῶν Γηρυόνου βοῶν τὴν ἀγέλην.

36.4. Eryx too, who was reigning then in Sicily, plainly had so violent a desire for the cattle from Erytheia that he wrestled with Heracles, staking his kingdom on the match against these cattle. As Homer says in the Iliad, a hundred kine were the first of the bride gifts paid by Iphidamas the son of Antenor to his bride's father. This confirms my argument that the men of those days took the greatest pleasure in cattle.

36.4. φαίνεται δὲ καὶ Ἔρυξ τότε ἐν Σικελίᾳ δυναστεύων δριμὺν οὕτως ἔχων ἐς τὰς βοῦς τὰς ἐξ Ἐρυθείας ἔρωτα, ὥστε καὶ ἐπάλαισε πρὸς τὸν Ἡρακλέα ἆθλα ἐπὶ τῇ πάλῃ καταθέμενος τάς τε βοῦς ταύτας καὶ ἀρχὴν τὴν ἑαυτοῦ. πεποίηκε δὲ καὶ Ὅμηρος ἐν Ἰλιάδι, ὡς Ἰφιδάμας ὁ Ἀντήνορος τὰ πρῶτα τῶν ἕδνων ἑκατὸν βοῦς τῷ πενθερῷ δοίη. ταῦτα μὲν τὸν λόγον μοι βεβαιοῖ, βουσὶ τοὺς τότε χαίρειν μάλιστα ἀνθρώπους·

36.5. But the cattle of Neleus were pastured for the most part across the border, I think. For the country of the Pylians in general is sandy and unable to provide so much grazing. Homer testifies to this, when he mentions Nestor, always adding that he was king of sandy Pylos.

36.5. ἐνέμοντο δὲ ἐμοὶ δοκεῖν αἱ τοῦ Νηλέως βοῦς ἐν τῇ ὑπερορίᾳ τὰ πολλά· ὑπόψαμμός τε γάρ ἐστιν ὡς ἐπίπαν ἡ τῶν Πυλίων χώρα καὶ πόαν βουσὶν οὐχ ἱκανὴ τοσαύτην παρασχέσθαι. μαρτυρεῖ δέ μοι καὶ Ὅμηρος ἐν μνήμῃ Νέστορος ἐπιλέγων ἀεὶ βασιλέα αὐτὸν ἠμαθόεντος εἶναι Πύλου.

36.6. The island of Sphacteria lies in front of the harbor just as Rheneia off the anchorage at Delos. It seems that places hitherto unknown have been raised to fame by the fortunes of men. For Caphereus in Euboea is famous since the storm that here befell the Greeks with Agamemnon on their voyage from Troy. Psyttaleia by Salamis we know from the destruction of the Persians there. In like manner the Lacedaemonian reverse made Sphacteria known to all mankind. The Athenians dedicated a bronze statue of Victory also on the acropolis as a memorial of the events at Sphacteria.

36.6. τοῦ λιμένος δὲ ἡ Σφακτηρία νῆσος προβέβληται, καθάπερ τοῦ ὅρμου τοῦ Δηλίων ἡ Ῥήνεια· ἐοίκασι δὲ αἱ ἀνθρώπειαι τύχαι καὶ χωρία τέως ἄγνωστα ἐς δόξαν προῆχθαι. Καφηρέως τε γάρ ἐστιν ὄνομα τοῦ ἐν Εὐβοίᾳ τοῖς σὺν Ἀγαμέμνονι Ἕλλησιν ἐπιγενομένου χειμῶνος ἐνταῦθα, ὡς ἐκομίζοντο ἐξ Ἰλίου· Ψυττάλειάν τε τὴν ἐπὶ Σαλαμῖνι ἴσμεν ἀπολομένων ἐν αὐτῇ τῶν Μήδων. ὡσαύτως δὲ καὶ τὴν Σφακτηρίαν τὸ ἀτύχημα τὸ Λακεδαιμονίων γνώριμον τοῖς πᾶσιν ἐποίησεν· Ἀθηναῖοι δὲ καὶ Νίκης ἀνέθηκαν ἄγαλμα ἐν ἀκροπόλει χαλκοῦν ἐς μνήμην τῶν ἐν τῇ Σφακτηρίᾳ.

36.7. When Cyparissiae is reached from Pylos, there is a spring below the city near the sea, the water of which they say gushed forth for Dionysus when he struck he ground with a thyrsus. For this reason they call the spring Dionysias. There is a shrine of Apollo in Cyparissiae and of Athena with the title Cyparissia. In the depression called Aulon there is a temple and statue of Asclepius Aulonius. Here flows the river Neda, forming the boundary between Messenia and Elis.

36.7. ἀφικομένων δὲ ἐς Κυπαρισσιὰς ἐκ Πύλου σφίσι πηγὴ ὑπὸ τῇ πόλει πλησίον θαλάσσης ἐστί· ῥυῆναι δὲ Διονύσῳ τὸ ὕδωρ λέγουσι θύρσῳ πλήξαντι ἐς τὴν γῆν, καὶ ἐπὶ τούτῳ Διονυσιάδα ὀνομάζουσι τὴν πηγήν. ἔστι δὲ καὶ Ἀπόλλωνος ἐν Κυπαρισσιαῖς ἱερὸν καὶ Ἀθηνᾶς ἐπίκλησιν Κυπαρισσίας. ἐν δὲ Αὐλῶνι καλουμένῳ ναὸς Ἀσκληπιοῦ καὶ ἄγαλμά ἐστιν Αὐλωνίου· κατὰ τοῦτο ὁ ποταμὸς ἡ Νέδα μεταξὺ τῆς τε Μεσσηνίας ἤδη καὶ τῆς Ἠλείας διέξεισιν.