SCRIPTURA

Pausanias · Description of Greece · 3 of 60

Book I · chapters 14–21

Translated by W. H. S. Jones

ContentsMarkdown.md ↓

14.4. In front of this temple, where is also the statue of Triptolemus, is a bronze bull being led as it were to sacrifice, and there is a sitting figure of Epimenides of Cnossus, who they say entered a cave in the country and slept. And the sleep did not leave him before the fortieth year, and afterwards he wrote verses and purified Athens and other cities. But Thales who stayed the plague for the Lacedaemonians was not related to Epimenides in any way, and belonged to a different city. The latter was from Cnossus, but Thales was from Gortyn, according to Polymnastus of Colophon, who com posed a poem about him for the Lacedaemonians.

14.4. πρὸ τοῦ ναοῦ τοῦδε, ἔνθα καὶ τοῦ Τριπτολέμου τὸ ἄγαλμα, ἔστι βοῦς χαλκοῦς οἷα ἐς θυσίαν ἀγόμενος, πεποίηται δὲ καθήμενος Ἐπιμενίδης Κνώσσιος, ὃν ἐλθόντα ἐς ἀγρὸν κοιμᾶσθαι λέγουσιν ἐσελθόντα ἐς σπήλαιον· ὁ δὲ ὕπνος οὐ πρότερον ἀνῆκεν αὐτὸν πρὶν ἤ οἱ τεσσαρακοστὸν ἔτος γενέσθαι καθεύδοντι, καὶ ὕστερον ἔπη τε ἐποίει καὶ πόλεις ἐκάθηρεν ἄλλας τε καὶ τὴν Ἀθηναίων. Θάλης δὲ ὁ Λακεδαιμονίοις τὴν νόσον παύσας οὔτε ἄλλως προσήκων οὔτε πόλεως ἦν Ἐπιμενίδῃ τῆς αὐτῆς· ἀλλʼ ὁ μὲν Κνώσσιος, Θάλητα δὲ εἶναί φησι Γορτύνιον Πολύμναστος Κολοφώνιος ἔπη Λακεδαιμονίοις ἐς αὐτὸν ποιήσας.

14.5. Still farther of is a temple to Glory, this too being a thank-offering for the victory over the Persians, who had landed at Marathon. This is the victory of which I am of opinion the Athenians were proudest; while Aeschylus, who had won such renown for his poetry and for his share in the naval battles before Artemisium and at Salamis, recorded at the prospect of death nothing else, and merely wrote his name, his father's name, and the name of his city, and added that he had witnesses to his valor in the grove at Marathon and in the Persians who landed there.

14.5. —ἔτι δὲ ἀπωτέρω ναὸς Εὐκλείας, ἀνάθημα καὶ τοῦτο ἀπὸ Μήδων, οἳ τῆς χώρας Μαραθῶνι ἔσχον. φρονῆσαι δὲ Ἀθηναίους ἐπὶ τῇ νίκῃ ταύτῃ μάλιστα εἰκάζω· καὶ δὴ καὶ Αἰσχύλος, ὥς οἱ τοῦ βίου προσεδοκᾶτο ἡ τελευτή, τῶν μὲν ἄλλων ἐμνημόνευσεν οὐδενός, δόξης ἐς τ⟨ος⟩οῦτο ἥκων ἐπὶ ποιήσει καὶ πρὸ Ἀρτεμισίου καὶ ἐν Σαλαμῖνι ναυμαχήσας· ὁ δὲ τό τε ὄνομα πατρόθεν καὶ τὴν πόλιν ἔγραψε καὶ ὡς τῆς ἀνδρίας μάρτυρας ἔχοι τὸ Μαραθῶνι ἄλσος καὶ Μήδων τοὺς ἐς αὐτὸ ἀποβάντας.

14.6. Above the Cerameicus and the portico called the King's Portico is a temple of Hephaestus. I was not surprised that by it stands a statue of Athena, be cause I knew the story about Erichthonius. But when I saw that the statue of Athena had blue eyes I found out that the legend about them is Libyan. For the Libyans have a saying that the Goddess is the daughter of Poseidon and Lake Tritonis, and for this reason has blue eyes like Poseidon.

14.6. ὑπὲρ δὲ τὸν Κεραμεικὸν καὶ στοὰν τὴν καλουμένην Βασίλειον ναός ἐστιν Ἡφαίστου. καὶ ὅτι μὲν ἄγαλμά οἱ παρέστηκεν Ἀθηνᾶς, οὐδὲν θαῦμα ἐποιούμην τὸν ἐπὶ Ἐριχθονίῳ ἐπιστάμενος λόγον· τὸ δὲ ἄγαλμα ὁρῶν τῆς Ἀθηνᾶς γλαυκοὺς ἔχον τοὺς ὀφθαλμοὺς Λιβύων τὸν μῦθον ὄντα εὕρισκον· τούτοις γάρ ἐστιν εἰρημένον Ποσειδῶνος καὶ λίμνης Τριτωνίδος θυγατέρα εἶναι καὶ διὰ τοῦτο γλαυκοὺς εἶναι ὥσπερ καὶ τῷ Ποσειδῶνι ⟨τοὺς⟩ ὀφθαλμούς.

14.7. Hard by is a sanctuary of the Heavenly Aphrodite; the first men to establish her cult were the Assyrians, after the Assyrians the Paphians of Cyprus and the Phoenicians who live at Ascalon in Palestine; the Phoenicians taught her worship to the people of Cythera. Among the Athenians the cult was established by Aegeus, who thought that he was childless (he had, in fact, no children at the time) and that his sisters had suffered their misfortune because of the wrath of Heavenly Aphrodite. The statue still extant is of Parian marble and is the work of Pheidias. One of the Athenian parishes is that of the Athmoneis, who say that Porphyrion, an earlier king than Actaeus, founded their sanctuary of the Heavenly One. But the traditions current among the Parishes often differ altogether from those of the city.

14.7. πλησίον δὲ ἱερόν ἐστιν Ἀφροδίτης Οὐρανίας. πρώτοις δὲ ἀνθρώπων Ἀσσυρίοις κατέστη σέβεσθαι τὴν Οὐρανίαν, μετὰ δὲ Ἀσσυρίους Κυπρίων Παφίοις καὶ Φοινίκων τοῖς Ἀσκάλωνα ἔχουσιν ἐν τῇ Παλαιστίνῃ, παρὰ δὲ Φοινίκων Κυθήριοι μαθόντες σέβουσιν· Ἀθηναίοις δὲ κατεστήσατο Αἰγεύς, αὑτῷ τε οὐκ εἶναι παῖδας νομίζων—οὐ γάρ πω τότε ἦσαν— καὶ ταῖς ἀδελφαῖς γενέσθαι τὴν συμφορὰν ἐκ μηνίματος τῆς Οὐρανίας. τὸ δὲ ἐφʼ ἡμῶν ἔτι ἄγαλμα λίθου Παρίου καὶ ἔργον Φειδίου· δῆμος δέ ἐστιν Ἀθηναίοις Ἀθμονέων, οἳ Πορφυρίωνα ἔτι πρότερον Ἀκταίου βασιλεύσαντα τῆς Οὐρανίας φασὶ τὸ παρὰ σφίσιν ἱερὸν ἱδρύσασθαι. λέγουσι δὲ ἀνὰ τοὺς δήμους καὶ ἄλλα οὐδὲν ὁμοίως καὶ οἱ τὴν πόλιν ἔχοντες.

15.1. As you go to the portico which they call painted, because of its pictures, there is a bronze statue of Hermes of the Market-place, and near it a gate. On it is a trophy erected by the Athenians, who in a cavalry action overcame Pleistarchus, to whose command his brother Cassander had entrusted his cavalry and mercenaries. This portico contains, first, the Athenians arrayed against the Lacedaemonians at Oenoe in the Argive territory. What is depicted is not the crisis of the battle nor when the action had advanced as far as the display of deeds of valor, but the beginning of the fight when the combatants were about to close.

15.1. ἰοῦσι δὲ πρὸς τὴν στοάν, ἣν Ποικίλην ὀνομάζουσιν ἀπὸ τῶν γραφῶν, ἔστιν Ἑρμῆς χαλκοῦς καλούμενος Ἀγοραῖος καὶ πύλη πλησίον· ἔπεστι δέ οἱ τρόπαιον Ἀθηναίων ἱππομαχίᾳ κρατησάντων Πλείσταρχον, ὃς τῆς ἵππου Κασσάνδρου καὶ τοῦ ξενικοῦ τὴν ἀρχὴν ἀδελφὸς ὢν ἐπετέτραπτο. αὕτη δὲ ἡ στοὰ πρῶτα μὲν Ἀθηναίους ἔχει τεταγμένους ἐν Οἰνόῃ τῆς Ἀργεία; ἐναντία Λακεδαιμονίων· γέγραπται δὲ οὐκ ἐς ἀκμὴν ἀγῶνος οὐδὲ τολμημάτων ἐς ἐπίδειξιν τὸ ἔργον ἤδη προῆκον, ἀλλὰ ἀρχομένη τε ἡ μάχη καὶ ἐς χεῖρας ἔτι συνιόντες.

15.2. On the middle wall are the Athenians and Theseus fighting with the Amazons. So, it seems, only the women did not lose through their defeats their reckless courage in the face of danger; Themiscyra was taken by Heracles, and afterwards the army which they dispatched to Athens was destroyed, but nevertheless they came to Troy to fight all the Greeks as well as the Athenians them selves. After the Amazons come the Greeks when they have taken Troy, and the kings assembled on account of the outrage committed by Ajax against Cassandra. The picture includes Ajax himself, Cassandra and other captive women.

15.2. ἐν δὲ τῷ μέσῳ τῶν τοίχων Ἀθηναῖοι καὶ Θησεὺς Ἀμαζόσι μάχονται. μόναις δὲ ἄρα ταῖς γυναιξὶν οὐκ ἀφῄρει τὰ πταίσματα τὸ ἐς τοὺς κινδύνους ἀφειδές, εἴ γε Θεμισκύρας τε ἁλούσης ὑπὸ Ἡρακλέους καὶ ὕστερον φθαρείσης σφίσι τῆς στρατιᾶς, ἣν ἐπʼ Ἀθήνας ἔστειλαν, ὅμως ἐς Τροίαν ἦλθον Ἀθηναίοις τε αὐτοῖς μαχούμεναι καὶ τοῖς πᾶσιν Ἕλλησιν. ἐπὶ δὲ ταῖς Ἀμαζόσιν Ἕλληνές εἰσιν ᾑρηκότες Ἴλιον καὶ οἱ βασιλεῖς ἠθροισμένοι διὰ τὸ Αἴαντος ἐς Κασσάνδραν τόλμημα· καὶ αὐτὸν ἡ γραφὴ τὸν Αἴαντα ἔχει καὶ γυναῖκας τῶν αἰχμαλώτων ἄλλας τε καὶ Κασσάνδραν.

15.3. At the end of the painting are those who fought at Marathon; the Boeotians of Plataea and the Attic contingent are coming to blows with the foreigners. In this place neither side has the better, but the center of the fighting shows the foreigners in flight and pushing one another into the morass, while at the end of the painting are the Phoenician ships, and the Greeks killing the foreigners who are scrambling into them. Here is also a portrait of the hero Marathon, after whom the plain is named, of Theseus represented as coming up from the under-world, of Athena and of Heracles. The Marathonians, according to their own account, were the first to regard Heracles as a god. Of the fighters the most conspicuous figures in the painting are Callimachus, who had been elected commander-in-chief by the Athenians, Miltiades, one of the generals, and a hero called Echetlus, of whom I shall make mention later.

15.3. τελευταῖον δὲ τῆς γραφῆς εἰσιν οἱ μαχεσάμενοι Μαραθῶνι· Βοιωτῶν δὲ οἱ Πλάταιαν ἔχοντες καὶ ὅσον ἦν Ἀττικὸν ἴασιν ἐς χεῖρας τοῖς βαρβάροις. καὶ ταύτῃ μέν ἐστιν ἴσα ⟨τὰ⟩ παρʼ ἀμφοτέρων ἐς τὸ ἔργον· τὸ δὲ ἔσω τῆς μάχης φεύγοντές εἰσιν οἱ βάρβαροι καὶ ἐς τὸ ἕλος ὠθοῦντες ἀλλήλους, ἔσχαται δὲ τῆς γραφῆς νῆές τε αἱ Φοίνισσαι καὶ τῶν βαρβάρων τοὺς ἐσπίπτοντας ἐς ταύτας φονεύοντες οἱ Ἕλληνες. ἐνταῦθα καὶ Μαραθὼν γεγραμμένος ἐστὶν ἥρως, ἀφʼ οὗ τὸ πεδίον ὠνόμασται, καὶ Θησεὺς ἀνιόντι ἐκ γῆς εἰκασμένος Ἀθηνᾶ τε καὶ Ἡρακλῆς· Μαραθωνίοις γάρ, ὡς αὐτοὶ λέγουσιν, Ἡρακλῆς ἐνομίσθη θεὸς πρώτοις. τῶν μαχομένων δὲ δῆλοι μάλιστά εἰσιν ἐν τῇ γραφῇ Καλλίμαχός τε, ὃς Ἀθηναίοις πολεμαρχεῖν ᾕρητο, καὶ Μιλτιάδης τῶν στρατηγούντων, ἥρως τε Ἔχετλος καλούμενος, οὗ καὶ ὕστερον ποιήσομαι μνήμην.

15.4. Here are dedicated brazen shields, and some have an inscription that they are taken from the Scioneans and their allies, while others, smeared with pitch lest they should be worn by age and rust, are said to be those of the Lacedaemonians who were taken prisoners in the island of Sphacteria.

15.4. ἐνταῦθα ἀσπίδες κεῖνται χαλκαῖ, καὶ ταῖς μέν ἐστιν ἐπίγραμμα ἀπὸ ⟨Σ⟩κιωναίων καὶ τῶν ἐπικούρων εἶναι, τὰς δὲ ἐπαληλιμμένας πίσσῃ, μὴ σφᾶς ὅ τε χρόνος λυμήνηται καὶ ⟨ὁ⟩ ἰός, Λακεδαιμονίων εἶναι λέγεται τῶν ἁλόντων ἐν τῇ Σφακτηρίᾳ νήσῳ.

16.1. Here are placed bronze statues, one, in front of the portico, of Solon, who composed the laws for the Athenians, and, a little farther away, one of Seleucus, whose future prosperity was foreshadowed by unmistakable signs. When he was about to set forth from Macedonia with Alexander, and was sacrificing at Pella to Zeus, the wood that lay on the altar advanced of its own accord to the image and caught fire without the application of a light. On the death of Alexander, Seleucus, in fear of Antigonus, who had arrived at Babylon, fled to Ptolemy, son of Lagus, and then returned again to Babylon. On his return he overcame the army of Antigonus and killed Antigonus himself, afterwards capturing Demetrius, son of Antigonus, who had advanced with an army.

16.1. ἀνδριάντες δὲ χαλκοῖ κεῖνται πρὸ μὲν τῆς στοᾶς Σόλων ὁ τοὺς νόμους Ἀθηναίοις γράψας, ὀλίγον δὲ ἀπωτέρω Σέλευκος, ᾧ καὶ πρότερον ἐγένετο ἐς τὴν εὐδαιμονίαν τὴν μέλλουσαν σημεῖα οὐκ ἀφανῆ. Σελεύκῳ γάρ, ὡς ὡρμᾶτο ἐκ Μακεδονίας σὺν Ἀλεξάνδρῳ, θύοντι ἐν Πέλλῃ τῷ Διὶ τὰ ξύλα ⟨τὰ⟩ ἐπὶ τοῦ βωμοῦ κείμενα προύβη τε αὐτόματα πρὸς τὸ ἄγαλμα καὶ ἄνευ πυρὸς ἥφθη. τελευτήσαντος δὲ Ἀλεξάνδρου Σέλευκος Ἀντίγονον ἐς Βαβυλῶνα ἀφικόμενον δείσας καὶ παρὰ Πτολεμαῖον φυγὼν τὸν Λάγου κατῆλθεν αὖθις ἐς Βαβυλῶνα, κατελθὼν δὲ ἐκράτησε μὲν τῆς Ἀντιγόνου στρατιᾶς καὶ αὐτὸν ἀπέκτεινεν Ἀντίγονον, εἷλε δὲ ἐπιστρατεύσαντα ὕστερον Δημήτριον τὸν Ἀντιγόνου.

16.2. After these successes, which were shortly followed by the fall of Lysimachus, he entrusted to his son Antiochus all his empire in Asia, and himself proceeded rapidly towards Macedonia, having with him an army both of Greeks and of foreigners. But Ptolemy, brother of Lysandra, had taken refuge with him from Lysimachus; this man, an adventurous character named for this reason the Thunderbolt, when the army of Seleucus had advanced as far as Lysimachea, assassinated Seleucus, allowed the kings to seize his wealth, and ruled over Macedonia until, being the first of the kings to my knowledge to dare to meet the Gauls in battle, he was killed by the foreigners. The empire was recovered by Antigonus, son of Demetrius.

16.2. ὡς δέ οἱ ταῦτα προκεχωρήκει καὶ μετʼ ὀλίγον τὰ Λυσιμάχου κατείργαστο, τὴν μὲν ἐν τῇ Ἀσίᾳ πᾶσαν ἀρχὴν παρέδωκεν Ἀντιόχῳ τῷ παιδί, αὐτὸς δὲ ἐς Μακεδονίαν ἠπείγετο. στρατιὰ μὲν καὶ Ἑλλήνων καὶ βαρβάρων ἦν παρὰ Σελεύκῳ· Πτολεμαῖος δὲ ἀδελφὸς μὲν Λυσάνδρας καὶ παρὰ Λυσιμάχου παρʼ αὐτὸν πεφευγώς, ἄλλως δὲ τολμῆσαι πρόχειρος καὶ διʼ αὐτὸ Κεραυνὸς καλούμενος, οὗτος ὁ Πτολεμαῖος, ὡς προσιὼν ὁ Σελεύκου στρατὸς ἐγένετο κατὰ Λυσιμάχειαν, λαθὼν Σέλευκον κτείνει, διαρπάσαι δὲ ἐπιτρέψας τὰ χρήματα τοῖς βασιλεῦσιν ἐβασίλευσε Μακεδονίας, ἐς ὃ Γαλάταις πρῶτος ὧν ἴσμεν βασιλέων ἀντιτάξασθαι τολμήσας ἀναιρεῖται ὑπὸ τῶν βαρβάρων· τὴν δὲ ἀρχὴν Ἀντίγονος ἀνεσώσατο ὁ Δημητρίου.

16.3. I am persuaded that Seleucus was the most righteous, and in particular the most religious of the kings. Firstly, it was Seleucus who sent back to Branchidae for the Milesians the bronze Apollo that had been carried by Xerxes to Ecbatana in Persia. Secondly, when he founded Seleucea on the river Tigris and brought to it Babylonian colonists he spared the wall of Babylon as well as the sanctuary of Bel, near which he permitted the Chaldeans to live.

16.3. Σέλευκον δὲ βασιλέων ἐν τοῖς μάλιστα πείθομαι καὶ ἄλλως γενέσθαι δίκαιον καὶ πρὸς τὸ θεῖον εὐσεβῆ. τοῦτο μὲν γὰρ Σέλευκός ἐστιν ὁ Μιλησίοις τὸν χαλκοῦν καταπέμψας Ἀπόλλωνα ἐς Βραγχίδας, ἀνακομισθέντα ἐς Ἐκβάτανα τὰ Μηδικὰ ὑπὸ Ξέρξου· τοῦτο δὲ Σελεύκειαν οἰκίσας ἐπὶ Τίγρητι ποταμῷ καὶ Βαβυλωνίους οὗτος ἐπαγόμενος ἐς αὐτὴν συνοίκους ὑπελ[ε]ίπετο μὲν τὸ τεῖχος Βαβυλῶνος, ὑπελ[ε]ίπετο δὲ. τοῦ Βὴλ τὸ ἱερὸν καὶ περὶ αὐτὸ τοὺς Χαλδαίους οἰκεῖν.

17.1. In the Athenian market-place among the objects not generally known is an altar to Mercy, of all divinities the most useful in the life of mortals and in the vicissitudes of fortune, but honored by the Athenians alone among the Greeks. And they are conspicuous not only for their humanity but also for their devotion to religion. They have an altar to Shamefastness, one to Rumour and one to Effort. It is quite obvious that those who excel in piety are correspondingly rewarded by good fortune.

17.1. Ἀθηναίοις δὲ ἐν τῇ ἀγορᾷ καὶ ἄλλα ἐστὶν οὐκ ἐς ἅπαντας ἐπίσημα καὶ Ἐλέου βωμός, ᾧ μάλιστα θεῶν ἐς ἀνθρώπινον βίον καὶ μεταβολὰς πραγμάτων ὄντι ὠφελίμῳ μόνοι τιμὰς Ἑλλήνων νέμουσιν Ἀθηναῖοι. τούτοις δὲ οὐ τὰ ἐς φιλανθρωπίαν μόνον καθέστηκεν, ἀλλὰ καὶ θεοὺς εὐσεβοῦσιν ἄλλων πλέον, καὶ γὰρ Αἰδοῦς σφισι βωμός ἐστι καὶ Φήμης καὶ Ὁρμῆς· δῆλά τε ἐναργῶς, ὅσοις πλέον τι ἑτέρων εὐσεβείας μέτεστιν, ἴσον σφίσι παρὸν τύχης χρηστῆς.

17.2. In the gymnasium not far from the market-place, called Ptolemy's from the founder, are stone Hermae well worth seeing and a likeness in bronze of Ptolemy. Here also is Juba the Libyan and Chrysippus of Soli. Hard by the gymnasium is a sanctuary of Theseus, where are pictures of Athenians fighting Amazons. This war they have also represented on the shield of their Athena and upon the pedestal of the Olympian Zeus. In the sanctuary of Theseus is also a painting of the battle between the Centaurs and the Lapithae. Theseus has already killed a Centaur, but elsewhere the fighting is still undecided.

17.2. ἐν δὲ τῷ γυμνασίῳ τῆς ἀγορᾶς ἀπέχοντι οὐ πολύ, Πτολεμαίου δὲ ἀπὸ τοῦ κατασκευασαμένου καλουμένῳ, λίθοι τέ εἰσιν Ἑρμαῖ θέας ἄξιοι καὶ εἰκὼν Πτολεμαίου χαλκῆ· καὶ ὅ τε Λίβυς Ἰόβας ἐνταῦθα κεῖται καὶ [ὁ] Χρύσιππος ὁ Σολεύς. πρὸς δὲ τῷ γυμνασίῳ Θησέως ἐστὶν ἱερόν· γραφαὶ δέ εἰσι πρὸς Ἀμαζόνας Ἀθηναῖοι μαχόμενοι. πεποίηται δέ σφισιν ὁ πόλεμος οὗτος καὶ τῇ Ἀθηνᾷ ἐπὶ τῇ ἀσπίδι καὶ τοῦ Ὀλυμπίου Διὸς ἐπὶ τῷ βάθρῳ. γέγραπται δὲ ἐν τῷ τοῦ Θησέως ἱερῷ καὶ ἡ Κενταύρων καὶ [ἡ] Λαπιθῶν μάχη· Θησεὺς μὲν οὖν ἀπεκτονώς ἐστιν ἤδη Κένταυρον, τοῖς δὲ ἄλλοις ἐξ ἴσου καθέστηκεν ἔτι ἡ μάχη.

17.3. The painting on the third wall is not intelligible to those unfamiliar with the traditions, partly through age and partly because Micon has not represented in the picture the whole of the legend. When Minos was taking Theseus and the rest of the company of young folk to Crete he fell in love with Periboea, and on meeting with determined opposition from Theseus, hurled insults at him and denied that he was a son of Poseidon, since he could not recover for him the signet-ring, which he happened to be wearing, if he threw it into the sea. With these words Minos is said to have thrown the ring, but they say that Theseus came up from the sea with that ring and also with a gold crown that Amphitrite gave him.

17.3. τοῦ δὲ τρίτου τῶν τοίχων ἡ γραφὴ μὴ πυθομένοις ἃ λέγουσιν οὐ σαφής ἐστι, τὰ μέν που διὰ τὸν χρόνον, τὰ δὲ Μίκων οὐ τὸν πάντα ἔγραψε λόγον. Μίνως ἡνίκα Θησέα καὶ τὸν ἄλλον στόλον τῶν παίδων ἦγεν ἐς Κρήτην, ἐρασθεὶς Περιβοίας, ὥς οἱ Θησεὺς μάλιστα ἠναντιοῦτο, καὶ ἄλλα ὑπὸ ὀργῆς ἀπέρριψεν ἐς αὐτὸν καὶ παῖδα οὐκ ἔφη Ποσειδῶνος εἶναι, ἐπεὶ ⟨οὐ⟩ δύνασθαι τὴν σφραγῖδα, ἣν αὐτὸς φέρων ἔτυχεν, ἀφέντι ἐς θάλασσαν ἀνασῶσαί οἱ. Μίνως μὲν λέγεται ταῦτα εἰπὼν ἀφεῖναι τὴν σφραγῖδα· Θησέα δὲ σφραγῖδά τε ἐκείνην ἔχοντα καὶ στέφανον χρυσοῦν, Ἀμφιτρίτης δῶρον, ἀνελθεῖν λέγουσιν ἐκ τῆς θαλάσσης.

17.4. The accounts of the end of Theseus are many and inconsistent. They say he was kept a prisoner until Heracles restored him to the light of day, but the most plausible account I have heard is this. Theseus invaded Thesprotia to carry off the wife of the Thesprotian king, and in this way lost the greater part of his army, and both he and Peirithous (he too was taking part in the expedition, being eager for the marriage) were taken captive. The Thesprotian king kept them prisoners at Cichyrus.

17.4. ἐς δὲ τὴν τελευτὴν τὴν Θησέως πολλὰ ἤδη καὶ οὐχ ὁμολογοῦντα εἴρηται· δεδέσθαι τε γὰρ αὐτὸν λέγουσιν ἐς τόδε ἕως ὑφʼ Ἡρακλέους ἀναχθείη, πιθανώτατα δὲ ὧν ἤκουσα· Θησεὺς ἐς Θεσπρωτοὺς ἐμβαλών, τοῦ βασιλέως τῶν Θεσπρωτῶν γυναῖκα ἁρπάσων, τὸ πολὺ τῆς στρατιᾶς οὕτως ἀπόλλυσι, καὶ αὐτός τε καὶ Πειρίθους— Πειρίθους γὰρ καὶ τὸν γάμον σπεύδων ἐστράτευεν— ἥλωσαν, καὶ σφᾶς ὁ Θεσπρωτὸς δήσας εἶχεν ἐν Κιχύρῳ.

17.5. Among the sights of Thesprotia are a sanctuary of Zeus at Dodona and an oak sacred to the god. Near Cichyrus is a lake called Acherusia, and a river called Acheron. There is also Cocytus, a most unlovely stream. I believe it was because Homer had seen these places that he made bold to describe in his poems the regions of Hades, and gave to the rivers there the names of those in Thesprotia. While Theseus was thus kept in bonds, the sons of Tyndareus marched against Aphidna, captured it and restored Menestheus to the kingdom.

17.5. γῆς δὲ τῆς Θεσπρωτίδος ἔστι μέν που καὶ ἄλλα θέας ἄξια, ἱερόν τε Διὸς ἐν Δωδώνῃ καὶ ἱερὰ τοῦ θεοῦ φηγός· πρὸς δὲ τῇ Κιχύρῳ λίμνη τέ ἐστιν Ἀχερουσία καλουμένη καὶ ποταμὸς Ἀχέρων, ῥεῖ δὲ καὶ Κωκυτὸς ὕδωρ ἀτερπέστατον. Ὅμηρός τέ μοι δοκεῖ ταῦτα ἑωρακὼς ἔς τε τὴν ἄλλην ποίησιν ἀποτολμῆσαι τῶν ἐν Ἅιδου καὶ δὴ καὶ τὰ ὀνόματα τοῖς ποταμοῖς ἀπὸ τῶν ἐν Θεσπρωτίδι θέσθαι. τότε δὲ ἐχομένου Θησέως στρατεύουσιν ἐς Ἄφιδναν οἱ Τυνδάρεω παῖδες καὶ τήν τε Ἄφιδναν αἱροῦσι καὶ Μενεσθέα ἐπὶ βασιλείᾳ κατήγαγον·

17.6. Now Menestheus took no account of the children of Theseus, who had secretly withdrawn to Elephenor in Euboea, but he was aware that Theseus, if ever he returned from Thesprotia, would be a doughty antagonist, and so curried favour with his subjects that Theseus on re covering afterwards his liberty was expelled. So Theseus set out to Deucalion in Crete. Being carried out of his course by winds to the island of Scyros he was treated with marked honor by the inhabitants, both for the fame of his family and for the reputation of his own achievements. Accordingly Lycomedes contrived his death. His close was built at Athens after the Persians landed at Marathon, when Cimon, son of Miltiades, ravaged Scyros, thus avenging Theseus' death, and carried his bones to Athens.

17.6. Μενεσθεὺς δὲ τῶν μὲν παίδων τῶν Θησέως παρʼ Ἐλεφήνορα ὑπεξελθόντων ἐς Εὔβοιαν εἶχεν οὐδένα λόγον, Θησέα δέ, εἴ ποτε παρὰ Θεσπρωτῶν ἀνακομισθήσεται, δυσανταγώνιστον ἡγούμενος διὰ θεραπείας τὰ τοῦ δήμου καθίστατο, ὡς Θησέα ἀνασωθέντα ὕστερον ἀπωσθῆναι. στέλλεται δὴ Θησεὺς παρὰ Δευκαλίωνα ἐς Κρήτην, ἐξενεχθέντα δὲ αὐτὸν ὑπὸ πνευμάτων ἐς Σκῦρον τὴν νῆσον λαμπρῶς περιεῖπον οἱ Σκύριοι κατὰ γένους δόξαν καὶ ἀξίωμα ὧν ἦν αὐτὸς εἰργασμένος· καί οἱ θάνατον Λυκομήδης διὰ ταῦτα ἐβούλευσεν. ὁ μὲν δὴ Θησέως σηκὸς Ἀθηναίοις ἐγένετο ὕστερον ἢ Μῆδοι Μαραθῶνι ἔσχον, Κίμωνος τοῦ Μιλτιάδου Σκυρίους ποιήσαντος ἀναστάτους—δίκην δὴ τοῦ Θησέως θανάτου—καὶ τὰ ὀστᾶ κομίσαντος ἐς Ἀθήνας·

18.1. The sanctuary of the Dioscuri is ancient. They them selves are represented as standing, while their sons are seated on horses. Here Polygnotus has painted the marriage of the daughters of Leucippus, was a part of the gods' history, but Micon those who sailed with Jason to the Colchians, and he has concentrated his attention upon Acastus and his horses.

18.1. τὸ δὲ ἱερὸν τῶν Διοσκούρων ἐστὶν ἀρχαῖον, αὐτοί τε ἑστῶτες καὶ οἱ παῖδες καθήμενοί σφισιν ἐφʼ ἵππων. ἐνταῦθα Πολύγνωτος μὲν ἔχοντα ἐς αὐτοὺς ἔγραψε γάμον τῶν θυγατέρων τῶν Λευκίππου, Μίκων δὲ τοὺς μετὰ Ἰάσονος ἐς Κόλχους πλεύσαντας· καί οἱ τῆς γραφῆς ἡ σπουδὴ μάλιστα ἐς Ἄκαστον καὶ τοὺς ἵππους ἔχει τοὺς Ἀκάστου.

18.2. Above the sanctuary of the Dioscuri is a sacred enclosure of Aglaurus. It was to Aglaurus and her sisters, Herse and Pandrosus, that they say Athena gave Erichthonius, whom she had hidden in a chest, forbidding them to pry curiously into what was entrusted to their charge. Pandrosus, they say, obeyed, but the other two (for they opened the chest) went mad when they saw Erichthonius, and threw themselves down the steepest part of the Acropolis. Here it was that the Persians climbed and killed the Athenians who thought that they understood the oracle better than did Themistocles, and fortified the Acropolis with logs and stakes.

18.2. ὑπὲρ δὲ τῶν Διοσκούρων τὸ ἱερὸν Ἀγλαύρου τέμενός ἐστιν. Ἀγλαύρῳ δὲ καὶ ταῖς ἀδελφαῖς Ἕρσῃ καὶ Πανδρόσῳ δοῦναί φασιν Ἀθηνᾶν Ἐριχθόνιον καταθεῖσαν ἐς κιβωτόν, ἀπειποῦσαν ἐς τὴν παρακαταθήκην μὴ πολυπραγμονεῖν· Πάνδροσον μὲν δὴ λέγουσι πείθεσθαι, τὰς δὲ δύο—ἀνοῖξαι γὰρ σφᾶς τὴν κιβωτόν—μαίνεσθαί τε, ὡς εἶδον τὸν Ἐριχθόνιον, καὶ κατὰ τῆς ἀκροπόλεως, ἔνθα ἦν μάλιστα ἀπότομον, αὑτὰς ῥῖψαι. κατὰ τοῦτο ἐπαναβάντες Μῆδοι κατεφόνευσαν Ἀθηναίων τοὺς πλέον τι ἐς τὸν χρησμὸν ἢ Θεμιστοκλῆς εἰδέναι νομίζοντας καὶ τὴν ἀκρόπολιν ξύλοις καὶ σταυροῖς ἀποτειχίσαντας.

18.3. Hard by is the Prytaneum (Town-hall), in which the laws of Solon are inscribed, and figures are placed of the goddesses Peace and Hestia (Hearth), while among the statues is Autolycus the pancratiast. For the likenesses of Miltiades and Themistocles have had their titles changed to a Roman and a Thracian.

18.3. πλησίον δὲ πρυτανεῖόν ἐστιν, ἐν ᾧ νόμοι τε οἱ Σόλωνός εἰσι γεγραμμένοι καὶ θεῶν Εἰρήνης ἀγάλματα κεῖται καὶ Ἑστίας, ἀνδριάντες δὲ ἄλλοι τε καὶ Αὐτόλυκος ὁ παγκρατιαστής· τὰς γὰρ Μιλτιάδου καὶ Θεμιστοκλέους εἰκόνας ἐς Ῥωμαῖόν τε ἄνδρα καὶ Θρᾷκα μετέγραψαν.

18.4. As you descend from here to the lower part of the city, is a sanctuary of Serapis, whose worship the Athenians introduced from Ptolemy. Of the Egyptian sanctuaries of Serapis the most famous is at Alexandria, the oldest at Memphis. Into this neither stranger nor priest may enter, until they bury Apis. Not far from the sanctuary of Serapis is the place where they say that Peirithous and Theseus made their pact before setting forth to Lacedaemon and afterwards to Thesprotia.

18.4. ἐντεῦθεν ἰοῦσιν ἐς τὰ κάτω τῆς πόλεως Σαράπιδός ἐστιν ἱερόν, ὃν Ἀθηναῖοι παρὰ Πτολεμαίου θεὸν ἐσηγάγοντο. Αἰγυπτίοις δὲ ἱερὰ Σαράπιδος ἐπιφανέστατον μέν ἐστιν Ἀλεξανδρεῦσιν, ἀρχαιότατον δὲ ἐν Μέμφει· ἐς τοῦτο ἐσελθεῖν οὔτε ξένοις ἔστιν οὔτε τοῖς ἱερεῦσι, πρὶν ἂν τὸν Ἆπιν θάπτωσι. τοῦ δὲ ἱεροῦ τοῦ Σαράπιδος οὐ πόρρω χωρίον ἐστίν, ἔνθα Πειρίθουν καὶ Θησέα συνθεμένους ἐς Λακεδαίμονα καὶ ὕστερον ἐς Θεσπρωτοὺς σταλῆναι λέγουσι.

18.5. Hard by is built a temple of Eileithyia, who they say came from the Hyperboreans to Delos and helped Leto in her labour; and from Delos the name spread to other peoples. The Delians sacrifice to Eileithyia and sing a hymn of Olen. But the Cretans suppose that Eileithyia was born at Auunisus in the Cnossian territory, and that Hera was her mother. Only among the Athenians are the wooden figures of Eileithyia draped to the feet. The women told me that two are Cretan, being offerings of Phaedra, and that the third, which is the oldest, Erysichthon brought from Delos.

18.5. πλησίον δὲ ᾠκοδόμητο ναὸς Εἰλειθυίας, ἣν ἐλθοῦσαν ἐξ Ὑπερβορέων ἐς Δῆλον γενέσθαι βοηθὸν ταῖς Λητοῦς ὠδῖσι, τοὺς δὲ ἄλλους παρʼ αὐτῶν φασι τῆς Εἰλειθυίας μαθεῖν τὸ ὄνομα· καὶ θύουσί τε Εἰλειθυίᾳ Δήλιοι καὶ ὕμνον ᾄδουσιν Ὠλῆνος. Κρῆτες δὲ χώρας τῆς Κνωσσίας ἐν Ἀμνισῷ γενέσθαι νομίζουσιν Εἰλείθυιαν καὶ παῖδα Ἥρας εἶναι· μόνοις δὲ Ἀθηναίοις τῆς Εἰλειθυίας κεκάλυπται τὰ ξόανα ἐς ἄκρους τοὺς πόδας. τὰ μὲν δὴ δύο εἶναι Κρητικὰ καὶ Φαίδρας ἀναθήματα ἔλεγον αἱ γυναῖκες, τὸ δὲ ἀρχαιότατον Ἐρυσίχθονα ἐκ Δήλου κομίσαι.

18.6. Before the entrance to the sanctuary of Olympian Zeus—Hadrian the Roman emperor dedicated the temple and the statue, one worth seeing, which in size exceeds all other statues save the colossi at Rhodes and Rome, and is made of ivory and gold with an artistic skill which is remarkable when the size is taken into account—before the entrance, I say, stand statues of Hadrian, two of Thasian stone, two of Egyptian. Before the pillars stand bronze statues which the Athenians call “colonies.” The whole circumference of the precincts is about four stades, and they are full of statues; for every city has dedicated a likeness of the emperor Hadrian, and the Athenians have surpassed them in dedicating, behind the temple, the remarkable colossus.

18.6. πρὶν δὲ ἐς τὸ ἱερὸν ἰέναι τοῦ Διὸς τοῦ Ὀλυμπίου —Ἀδριανὸς ὁ Ῥωμαίων βασιλεὺς τόν τε ναὸν ἀνέθηκε καὶ τὸ ἄγαλμα θέας ἄξιον, οὗ μεγέθει μέν, ὅτι μὴ Ῥοδίοις καὶ Ῥωμαίοις εἰσὶν οἱ κολοσσοί, τὰ λοιπὰ ἀγάλματα ὁμοίως ἀπολείπεται, πεποίηται δὲ ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ καὶ ἔχει τέχνης εὖ πρὸς τὸ μέγεθος ὁρῶσιν—, ἐνταῦθα εἰκόνες Ἀδριανοῦ δύο μέν εἰσι Θασίου λίθου, δύο δὲ Αἰγυπτίου· χαλκαῖ δὲ ἑστᾶσι πρὸ τῶν κιόνων ἃς Ἀθηναῖοι καλοῦσιν ἀποίκους πόλεις. ὁ μὲν δὴ πᾶς περίβολος σταδίων μάλιστα τεσσάρων ἐστίν, ἀνδριάντων δὲ πλήρης· ἀπὸ γὰρ πόλεως ἑκάστης εἰκὼν Ἀδριανοῦ βασιλέως ἀνάκειται, καὶ σφᾶς ὑπερεβάλοντο Ἀθηναῖοι τὸν κολοσσὸν ἀναθέντες ὄπισθε τοῦ ναοῦ θέας ἄξιον.

18.7. Within the precincts are antiquities: a bronze Zeus, a temple of Cronus and Rhea and an enclosure of Earth surnamed Olympian. Here the floor opens to the width of a cubit, and they say that along this bed flowed off the water after the deluge that occurred in the time of Deucalion, and into it they cast every year wheat meal mixed with honey.

18.7. ἔστι δὲ ἀρχαῖα ἐν τῷ περιβόλῳ Ζεὺς χαλκοῦς καὶ ναὸς Κρόνου καὶ Ῥέας καὶ τέμενος ⟨Γῆς⟩ [τὴν] ἐπίκλησιν Ὀλυμπίας. ἐνταῦθα ὅσον ἐς πῆχυν τὸ ἔδαφος διέστηκε, καὶ λέγουσι μετὰ τὴν ἐπομβρίαν τὴν ἐπὶ Δευκαλίωνος συμβᾶσαν ὑπορρυῆναι ταύτῃ τὸ ὕδωρ, ἐσβάλλουσί τε ἐς αὐτὸ ἀνὰ πᾶν ἔτος ἄλφιτα πυρῶν μέλιτι μίξαντες.

18.8. On a pillar is a statue of Isocrates, whose memory is remarkable for three things: his diligence in continuing to teach to the end of his ninety-eight years, his self-restraint in keeping aloof from politics and from interfering with public affairs, and his love of liberty in dying a voluntary death, distressed at the news of the battle at Chaeronea. There are also statues in Phrygian marble of Persians supporting a bronze tripod; both the figures and the tripod are worth seeing. The ancient sanctuary of Olympian Zeus the Athenians say was built by Deucalion, and they cite as evidence that Deucalion lived at Athens a grave which is not far from the present temple.

18.8. κεῖται δὲ ἐπὶ κίονος Ἰσοκράτους ἀνδριάς, ὃς ἐς μνήμην τρία ὑπελίπετο, ἐπιπονώτατον μὲν ὅτι οἱ βιώσαντι ἔτη δυοῖν δέοντα ἑκατὸν οὔποτε κατελύθη μαθητὰς ἔχειν, σωφρονέστατον δὲ ὅτι πολιτείας ἀπεχόμενος διέμεινε καὶ τὰ κοινὰ οὐ πολυπραγμονῶν, ἐλευθερώτατον δὲ ὅτι πρὸς τὴν ἀγγελίαν τῆς ἐν Χαιρωνείᾳ μάχης ἀλγήσας ἐτελεύτησεν ἐθελοντής. κεῖνται δὲ καὶ λίθου Φρυγίου Πέρσαι χαλκοῦν τρίποδα ἀνέχοντες, θέας ἄξιοι καὶ αὐτοὶ καὶ ὁ τρίπους. τοῦ δὲ Ὀλυμπίου Διὸς Δευκαλίωνα οἰκοδομῆσαι λέγουσι τὸ ἀρχαῖον ἱερόν, σημεῖον ἀποφαίνοντες ὡς Δευκαλίων Ἀθήνῃσιν ᾤκησε τάφον τοῦ ναοῦ τοῦ νῦν οὐ πολὺ ἀφεστηκότα.

18.9. Hadrian constructed other buildings also for the Athenians: a temple of Hera and Zeus Panellenios (Common to all Greeks), a sanctuary common to all the gods, and, most famous of all, a hundred pillars of Phrygian marble. The walls too are constructed of the same material as the cloisters. And there are rooms there adorned with a gilded roof and with alabaster stone, as well as with statues and paintings. In them are kept books. There is also a gymnasium named after Hadrian; of this too the pillars are a hundred in number from the Libyan quarries.

18.9. Ἀδριανὸς δὲ κατεσκευάσατο μὲν καὶ ἄλλα Ἀθηναίοις, ναὸν Ἥρας καὶ Διὸς Πανελληνίου καὶ θεοῖς τοῖς πᾶσιν ἱερὸν κοινόν, τὰ δὲ ἐπιφανέστατα ἑκατόν εἰσι κίονες Φρυγίου λίθου· πεποίηνται δὲ καὶ ταῖς στοαῖς κατὰ τὰ αὐτὰ οἱ τοῖχοι. καὶ οἰκήματα ἐνταῦθά ἐστιν ὀρόφῳ τε ἐπιχρύσῳ καὶ ἀλαβάστρῳ λίθῳ, πρὸς δὲ ἀγάλμασι κεκοσμημένα καὶ γραφαῖς· κατάκειται δὲ ἐς αὐτὰ βιβλία. καὶ γυμνάσιόν ἐστιν ἐπώνυμον Ἀδριανοῦ· κίονες δὲ καὶ ἐνταῦθα ἑκατὸν λιθοτομίας τῆς Λιβύων.

19.1. Close to the temple of Olympian Zeus is a statue of the Pythian Apollo. There is further a sanctuary of Apollo surnamed Delphinius. The story has it that when the temple was finished with the exception of the roof Theseus arrived in the city, a stranger as yet to everybody. When he came to the temple of the Delphinian, wearing a tunic that reached to his feet and with his hair neatly plaited, those who were building the roof mockingly inquired what a marriageable virgin was doing wandering about by herself. The only answer that Theseus made was to loose, it is said, the oxen from the cart hard by, and to throw them higher than the roof of the temple they were building.

19.1. μετὰ δὲ τὸν ναὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου πλησίον ἄγαλμά ἐστιν Ἀπόλλωνος Πυθίου· ἔστι δὲ καὶ ἄλλο ἱερὸν Ἀπόλλωνος ἐπίκλησιν Δελφινίου. λέγουσι δὲ ὡς ἐξειργασμένου τοῦ ναοῦ πλὴν τῆς ὀροφῆς ἀγνὼς ἔτι τοῖς πᾶσιν ἀφίκοιτο Θησεὺς ἐς τὴν πόλιν· οἷα δὲ χιτῶνα ἔχοντος αὐτοῦ ποδήρη καὶ πεπλεγμένης ἐς εὐπρεπές οἱ τῆς κόμης, ὡς ἐγίνετο κατὰ τὸν τοῦ Δελφινίου ναόν, οἱ τὴν στέγην οἰκοδομοῦντες ἤροντο σὺν χλευασίᾳ, ὅ τι δὴ παρθένος ἐν ὥρᾳ γάμου πλανᾶται μόνη· Θησεὺς δὲ ἄλλο μὲν αὐτοῖς ἐδήλωσεν οὐδέν, ἀπολύσας δὲ ὡς λέγεται τῆς ἁμάξης τοὺς βοῦς, ἥ σφισι παρῆν, [τὸν ὄροφον] ἀνέρριψεν ἐς ὑψηλότερον ἢ τῷ ναῷ τὴν στέγην ἐποιοῦντο.

19.2. Concerning the district called The Gardens, and the temple of Aphrodite, there is no story that is told by them, nor yet about the Aphrodite which stands near the temple. Now the shape of it is square, like that of the Hermae, and the inscription declares that the Heavenly Aphrodite is the oldest of those called Fates. But the statue of Aphrodite in the Gardens is the work of Alcamenes, and one of the most note worthy things in Athens.

19.2. —ἐς δὲ τὸ χωρίον, ὃ Κήπους ὀνομάζουσι, καὶ τῆς Ἀφροδίτης τὸν ναὸν οὐδεὶς λεγόμενός σφισίν ἐστι λόγος· οὐ μὴν οὐδὲ ἐς τὴν Ἀφροδίτην, ἣ τοῦ ναοῦ πλησίον ἕστηκε. ταύτης γὰρ σχῆμα μὲν τετράγωνον κατὰ ταὐτὰ καὶ τοῖς Ἑρμαῖς, τὸ δὲ ἐπίγραμμα σημαίνει τὴν Οὐρανίαν Ἀφροδίτην τῶν καλουμένων Μοιρῶν εἶναι πρεσβυτάτην. τὸ δὲ ἄγαλμα τῆς Ἀφροδίτης ⟨τῆς⟩ ἐν [τοῖς] Κήποις ἔργον ἐστὶν Ἀλκαμένους καὶ τῶν Ἀθήνῃσιν ἐν ὀλίγοις θέας ἄξιον.

19.3. There is also the place called Cynosarges, sacred to Heracles; the story of the white dog may be known by reading the oracle. There are altars of Heracles and Hebe, who they think is the daughter of Zeus and wife to Heracles. An altar has been built to Alcmena and to Iolaus, who shared with Heracles most of his labours. The Lyceum has its name from Lycus, the son of Pandion, but it was considered sacred to Apollo from the be ginning down to my time, and here was the god first named Lyceus. There is a legend that the Termilae also, to whom Lycus came when he fled from Aegeus, were called Lycii after him.

19.3. ἔστι δὲ Ἡρακλέους ἱερὸν καλούμενον Κυνόσαργες· καὶ τὰ μὲν ἐς τὴν κύνα εἰδέναι τὴν λευκὴν ἐπιλεξαμένοις ἔστι τὸν χρησμόν, βωμοὶ δέ εἰσιν Ἡρακλέους τε καὶ Ἥβης, ἣν Διὸς παῖδα οὖσαν συνοικεῖν Ἡρακλεῖ νομίζουσιν· Ἀλκμήνης τε βωμὸς καὶ Ἰολάου πεποίηται, ὃς τὰ πολλὰ Ἡρακλεῖ συνεπόνησε τῶν ἔργων. Λύκειον δὲ ἀπὸ μὲν Λύκου τοῦ Πανδίονος ἔχει τὸ ὄνομα, Ἀπόλλωνος δὲ ἱερὸν ἐξ ἀρχῆς τε εὐθὺς καὶ καθʼ ἡμᾶς ἐνομίζετο, Λύκ⟨ε⟩ιός τε ὁ θεὸς ἐνταῦθα ὠνομάσθη πρῶτον· λέγεται δὲ ὅτι καὶ Τερμίλαις, ἐς οὓς ἦλθεν ὁ Λύκος φεύγων Αἰγέα, καὶ τούτοις αἴτιός ἐστι Λυκίους ἀπʼ αὐτοῦ καλεῖσθαι.

19.4. Behind the Lyceum is a monument of Nisus, who was killed while king of Megara by Minos, and the Athenians carried him here and buried him. About this Nisus there is a legend. His hair, they say, was red, and it was fated that he should die on its being cut off. When the Cretans attacked the country, they captured the other cities of the Megarid by assault, but Nisaea, in which Nisus had taken refuge, they beleaguered. The story says how the daughter of Nisus, falling in love here with Minos, cut off her father's hair.

19.4. ἔστι δὲ ὄπισθεν τοῦ Λυκ⟨ε⟩ίου Νίσου μνῆμα, ὃν ἀποθανόντα ὑπὸ Μίνω βασιλεύοντα Μεγάρων κομίσαντες Ἀθηναῖοι ταύτῃ θάπτουσιν. ἐς τοῦτον τὸν Νῖσον ἔχει λόγος τρίχας ἐν τῇ κεφαλῇ οἱ πορφυρᾶς εἶναι, χρῆναι δὲ αὐτὸν τελευτᾶν ἐπὶ ταύταις ἀποκαρείσαις· ὡς δὲ οἱ Κρῆτες ἦλθον ἐς τὴν γῆν, τὰς μὲν ἄλλας ἐξ ἐπιδρομῆς ᾕρουν τὰς ἐν τῇ Μεγαρίδι πόλεις, ἐς δὲ τὴν Νίσαιαν καταφεύγοντα τὸν Νῖσον ἐπολιόρκουν· ἐνταῦθα τοῦ Νίσου λέγεται θυγατέρα ἐρασθῆναι Μίνω καὶ ὡς ἀπέκειρε τὰς τρίχας τοῦ πατρός.

19.5. Such is the legend. The rivers that flow through Athenian territory are the Ilisus and its tributary the Eridanus, whose name is the same as that of the Celtic river. This Ilisus is the river by which Oreithyia was playing when, according to the story, she was carried off by the North Wind. With Oreithyia he lived in wedlock, and be cause of the tie between him and the Athenians he helped them by destroying most of the foreigners' warships. The Athenians hold that the Ilisus is sacred to other deities as well, and on its bank is an altar of the Ilisian Muses. The place too is pointed out where the Peloponnesians killed Codrus, son of Melanthus and king of Athens.

19.5. ταῦτα μὲν οὕτω γενέσθαι λέγουσι· ποταμοὶ δὲ Ἀθηναίοις ῥέουσιν Ἰλισός τε καὶ Ἠριδανῷ τῷ Κελτικῷ κατὰ τὰ αὐτὰ ὄνομα ἔχων, ἐκδιδοὺς ἐς τὸν Ἰλισόν. ὁ δὲ Ἰλισός ἐστιν οὗτος, ἔνθα παίζουσαν Ὠρείθυιαν ὑπὸ ἀνέμου Βορέου φασὶν ἁρπασθῆναι· καὶ συνοικεῖν Ὠρειθυίᾳ Βορέαν καί σφισι διὰ τὸ κῆδος ἀμύναντα τῶν τριήρων τῶν βαρβαρικῶν ἀπολέσαι τὰς πολλάς. ἐθέλουσι δὲ Ἀθηναῖοι καὶ ἄλλων θεῶν ἱερὸν εἶναι τὸν Ἰλισόν, καὶ Μουσῶν βωμὸς ἐπʼ αὐτῷ ἐστιν Ἰλισιάδων· δείκνυται δὲ καὶ ἔνθα Πελοποννήσιοι Κόδρον τὸν Μελάνθου βασιλεύοντα Ἀθηναίων κτείνουσι.

19.6. Across the Ilisus is a district called Agrae and a temple of Artemis Agrotera (the Huntress). They say that Artemis first hunted here when she came from Delos, and for this reason the statue carries a bow. A marvel to the eyes, though not so impressive to hear of, is a race-course of white marble, the size of which can best be estimated from the fact that beginning in a crescent on the heights above the Ilisus it descends in two straight lines to the river bank. This was built by Herodes, an Athenian, and the greater part of the Pentelic quarry was exhausted in its construction.

19.6. διαβᾶσι δὲ τὸν Ἰλισὸν χωρίον Ἄγραι καλούμενον καὶ ναὸς Ἀγροτέρας ἐστὶν Ἀρτέμιδος· ἐνταῦθα Ἄρτεμιν πρῶτον θηρεῦσαι λέγουσιν ἐλθοῦσαν ἐκ Δήλου, καὶ τὸ ἄγαλμα διὰ τοῦτο ἔχει τόξον. τὸ δὲ ἀκούσασι μὲν οὐχ ὁμοίως ἐπαγωγόν, θαῦμα δʼ ἰδοῦσι, στάδιόν ἐστι λευκοῦ λίθου. μέγεθος δὲ αὐτοῦ τῇδε ἄν τις μάλιστα τεκμαίροιτο· ἄνωθεν ὄρος ὑπὲρ τὸν Ἰλισὸν ἀρχόμενον ἐκ μηνοειδοῦς καθήκει τοῦ ποταμοῦ πρὸς τὴν ὄχθην εὐθύ τε καὶ διπλοῦν. τοῦτο ἀνὴρ Ἀθηναῖος Ἡρώδης ᾠκοδόμησε, καί οἱ τὸ πολὺ τῆς λιθοτομίας τῆς Πεντελῆσιν ἐς τὴν οἰκοδομὴν ἀνηλώθη.

20.1. Leading from the prytaneum is a road called Tripods. The place takes its name from the shrines, large enough to hold the tripods which stand upon them, of bronze, but containing very remarkable works of art, including a Satyr, of which Praxiteles is said to have been very proud. Phryne once asked of him the most beautiful of his works, and the story goes that lover-like he agreed to give it, but refused to say which he thought the most beautiful. So a slave of Phryne rushed in saying that a fire had broken out in the studio of Praxiteles, and the greater number of his works were lost, though not all were destroyed.

20.1. ἔστι δὲ ὁδὸς ἀπὸ τοῦ πρυταν⟨ε⟩ίου καλουμένη Τρίποδες· ἀφʼ οὗ καλοῦσι τὸ χωρίον, ναοὶ ὅσον ἐς τοῦτο μεγάλοι, καί σφισιν ἐφεστήκασι τρίποδες χαλκοῖ μέν, μνήμης δὲ ἄξια μάλιστα περιέχοντες εἰργασμένα. σάτυρος γάρ ἐστιν, ἐφʼ ᾧ Πραξιτέλην λέγεται φρονῆσαι μέγα· καί ποτε Φρύνης αἰτούσης, ὅ τι οἱ κάλλιστον εἴη τῶν ἔργων, ὁμολογεῖν μέν φασιν οἷα ἐραστὴν διδόναι [μὲν], κατειπεῖν δʼ οὐκ ἐθέλειν ὅ τι κάλλιστον αὐτῷ οἱ φαίνοιτο. ἐσδραμὼν οὖν οἰκέτης Φρύνης ἔφασκεν οἴχεσθαι Πραξιτέλει τὸ πολὺ τῶν ἔργων πυρὸς ἐσπεσόντος ἐς τὸ οἴκημα, οὐ μὲν οὖν πάντα γε ἀφανισθῆναι·

20.2. Praxiteles at once started to rush through the door crying that his labour was all wasted if indeed the flames had caught his Satyr and his Love. But Phryne bade him stay and be of good courage, for he had suffered no grievous loss, but had been trapped into confessing which were the most beautiful of his works. So Phryne chose the statue of Love; while a Satyr is in the temple of Dionysus hard by, a boy holding out a cup. The Love standing with him and the Dionysus were made by Thymilus.

20.2. Πραξιτέλης δὲ αὐτίκα ἔθει διὰ θυρῶν ἔξω καί οἱ καμόντι οὐδὲν ἔφασκεν εἶναι πλέον, εἰ δὴ καὶ τὸν Σάτυρον ἡ φλὸξ καὶ τὸν Ἔρωτα ἐπέλαβε· Φρύνη δὲ μένειν θαρροῦντα ἐκέλευε· παθεῖν γὰρ ἀνιαρὸν οὐδέν, τέχνῃ δὲ ἁλόντα ὁμολογεῖν τὰ κάλλιστα ὧν ἐποίησε. Φρύνη μὲν οὕτω τὸν Ἔρωτα αἱρεῖται· Διονύσῳ δὲ ἐν τῷ ναῷ τῷ πλησίον Σάτυρός ἐστι παῖς καὶ δίδωσιν ἔκπωμα· Ἔρωτα δʼ ἑστηκότα ὁμοῦ καὶ Διόνυσον Θυμίλος ἐποίησεν.

20.3. The oldest sanctuary of Dionysus is near the theater. Within the precincts are two temples and two statues of Dionysus, the Eleuthereus (Deliverer) and the one Alcamenes made of ivory and gold. There are paintings here—Dionysus bringing Hephaestus up to heaven. One of the Greek legends is that Hephaestus, when he was born, was thrown down by Hera. In revenge he sent as a gift a golden chair with invisible fetters. When Hera sat down she was held fast, and Hephaestus refused to listen to any other of the gods save Dionysus—in him he reposed the fullest trust—and after making him drunk Dionysus brought him to heaven. Besides this picture there are also represented Pentheus and Lycurgus paying the penalty of their insolence to Dionysus, Ariadne asleep, Theseus putting out to sea, and Dionysus on his arrival to carry off Ariadne.

20.3. τοῦ Διονύσου δέ ἐστι πρὸς τῷ θεάτρῳ τὸ ἀρχαιότατον ἱερόν· δύο δέ εἰσιν ἐντὸς τοῦ περιβόλου ναοὶ καὶ Διόνυσοι, ὅ τε Ἐλευθερεὺς καὶ ὃν Ἀλκαμένης ἐποίησεν ἐλέφαντος καὶ χρυσοῦ. γραφαὶ δὲ αὐτόθι Διόνυσός ἐστιν ἀνάγων Ἥφαιστον ἐς οὐρανόν· λέγεται δὲ καὶ τάδε ὑπὸ Ἑλλήνων, ὡς Ἥρα ῥίψαι γενόμενον Ἥφαιστον, ὁ δέ οἱ μνησικακῶν πέμψαι δῶρον χρυσοῦν θρόνον ἀφανεῖς δεσμοὺς ἔχοντα, καὶ τὴν μὲν ἐπεί τε ἐκαθέζετο δεδέσθαι, θεῶν δὲ τῶν μὲν ἄλλων οὐδενὶ τὸν Ἥφαιστον ἐθέλειν πείθεσθαι, Διόνυσος δὲ— μάλιστα γὰρ ἐς τοῦτον πιστὰ ἦν Ἡφαίστῳ—μεθύσας αὐτὸν ἐς οὐρανὸν ἤγαγε· ταῦτά τε δὴ γεγραμμένα εἰσὶ καὶ Πενθεὺς καὶ Λυκοῦργος ὧν ἐς Διόνυσον ὕβρισαν διδόντες δίκας, Ἀριάδνη δὲ καθεύδουσα καὶ Θησεὺς ἀναγόμενος καὶ Διόνυσος ἥκων ἐς τῆς Ἀριάδνης τὴν ἁρπαγήν.

20.4. Near the sanctuary of Dionysus and the theater is a structure, which is said to be a copy of Xerxes' tent. It has been rebuilt, for the old building was burnt by the Roman general Sulla when he took Athens. The cause of the war was this. Mithridates was king over the foreigners around the Euxine. Now the grounds on which he made war against the Romans, how he crossed into Asia, and the cities he took by force of arms or made his friends, I must leave for those to find out who wish to know the history of Mithridates, and I shall confine my narrative to the capture of Athens.

20.4. ἔστι δὲ πλησίον τοῦ τε ἱεροῦ τοῦ Διονύσου καὶ τοῦ θεάτρου κατασκεύασμα, ποιηθῆναι δὲ τῆς σκηνῆς αὐτὸ ἐς μίμησιν τῆς Ξέρξου λέγεται· ἐποιήθη δὲ καὶ δεύτερον, τὸ γὰρ ἀρχαῖον στρατηγὸς Ῥωμαίων ἐνέπρησε Σύλλας Ἀθήνας ἑλών. αἰτία δὲ ἥδε τοῦ πολέμου. Μιθριδάτης ἐβασίλευε βαρβάρων τῶν περὶ τὸν Πόντον τὸν Εὔξεινον. πρόφασις μὲν δὴ διʼ ἥντινα Ῥωμαίοις ἐπολέμησε καὶ ὃν τρόπον ἐς τὴν Ἀσίαν διέβη καὶ ὅσας ἢ πολέμῳ βιασάμενος πόλεις ἔσχεν ἢ φίλας ἐποιήσατο, τάδε μὲν τοῖς ἐπίστασθαι τὰ Μιθριδάτου θέλουσι μελέτω· ἐγὼ δὲ ὅσον ἐς τὴν ἅλωσιν τὴν Ἀθηναίων ἔχει δηλώσω.

20.5. There was an Athenian, Aristion, whom Mithridates employed as his envoy to the Greek cities. He induced the Athenians to join Mithridates rather than the Romans, although he did not induce all, but only the lower orders, and only the turbulent among them. The respectable Athenians fled to the Romans of their own accord. In the engagement that ensued the Romans won a decisive victory; Aristion and the Athenians they drove in flight into the city, Archelaus and the foreigners into the Peiraeus. This Archelaus was another general of Mithridates, whom earlier than this the Magnetes, who inhabit Sipylus, wounded when he raided their territory, killing most of the foreigners as well. So Athens was invested.

20.5. ἦν Ἀριστίων Ἀθηναῖος, ᾧ Μιθριδάτης πρεσβεύειν ἐς τὰς πόλεις τὰς Ἑλληνίδας ἐχρῆτο· οὗτος ἀνέπεισεν Ἀθηναίους Μιθριδάτην θέσθαι Ῥωμαίων ἐπίπροσθεν. ἀνέπεισε δὲ οὐ πάντας, ἀλλʼ ὅσον δῆμος ἦν καὶ δήμου τὸ ταραχῶδες· Ἀθηναῖοι δὲ ὧν τις λόγος, παρὰ τοὺς Ῥωμαίους ἐκπίπτουσιν ἐθελονταί. γενομένης δὲ μάχης πολλῷ περιῆσαν οἱ Ῥωμαῖοι, καὶ φεύγοντας Ἀριστίωνα μὲν καὶ Ἀθηναίους ἐς τὸ ἄστυ καταδιώκουσιν, Ἀρχέλαον δὲ καὶ τοὺς βαρβάρους ἐς τὸν Πειραιᾶ· Μιθριδάτου δὲ στρατηγὸς καὶ οὗτος ἦν, ὃν πρότερον τούτων Μάγνητες οἱ τὸν Σίπυλον οἰκοῦντες σφᾶς ἐπεκδραμόντα αὐτόν τε τιτρώσκουσι καὶ τῶν βαρβάρων φονεύουσι τοὺς πολλούς.

20.6. Taxilus, a general of Mithridates, was at the time besieging Elatea in Phocis, but on receiving the news he withdrew his troops towards Attica. Learning this, the Roman general entrusted the siege of Athens to a portion of his army, and with the greater part of his forces advanced in person to meet Taxilus in Boeotia. On the third day from this, news came to both the Roman armies; Sulla heard that the Athenian fortifications had been stormed, and the besieging force learnt that Taxilus had been defeated in battle near Chaeronea. When Sulla returned to Attica he imprisoned in the Cerameicus the Athenians who had opposed him, and one chosen by lot out of every ten he ordered to be led to execution.

20.6. Ἀθηναίοις μὲν δὴ πολιορκία καθειστήκει, Ταξίλος δὲ Μιθριδάτου στρατηγὸς ἐτύγχανε μὲν περικαθήμενος Ἐλάτειαν τὴν ἐν τῇ Φωκίδι, ἀφικομένων δὲ ἀγγέλων ἀναστήσας τὸν στρατὸν ἐς τὴν Ἀττικὴν ἦγεν. ἃ πυνθανόμενος ὁ στρατηγὸς τῶν Ῥωμαίων Ἀθήνας μὲν τοῦ στρατοῦ μέρει πολιορκεῖν ἀφῆκεν, αὐτὸς δὲ Ταξίλῳ τὸ πολὺ τῆς δυνάμεως ἔχων ἐς Βοιωτοὺς ἀπαντᾷ. τρίτῃ δὲ ὕστερον ἡμέρᾳ τοῖς Ῥωμαίοις ἦλθον ἐπʼ ἀμφότερα τὰ στρατόπεδα ἄγγελοι, Σύλλᾳ μὲν ὡς Ἀθηναίοις εἴη ⟨τὸ⟩ τεῖχος ἑαλωκός, τοῖς δὲ Ἀθήνας πολιορκήσασι Ταξίλον κεκρατῆσθαι μάχῃ περὶ Χαιρώνειαν. Σύλλας δὲ ὡς ἐς τὴν Ἀττικὴν ἐπανῆλθε, τοὺς ἐναντιωθέντας Ἀθηναίων καθείρξας ἐς τὸν Κεραμεικὸν τὸν λαχόντα σφῶν ἐκ δεκάδος ἑκάστης ἐκέλευσεν ἄγεσθαι τὴν ἐπὶ θανάτῳ.

20.7. Sulla abated nothing of his wrath against the Athenians, and so a few effected an escape to Delphi, and asked if the time were now come when it was fated for Athens also to be made desolate, receiving from the Pythia the response about the wine skin. Afterwards Sulla was smitten with the disease which I learn attacked Pherecydes the Syrian. Although Sulla's treatment of the Athenian people was so savage as to be unworthy of a Roman, I do not think that this was the cause of his calamity, but rather the vengeance of the suppliants' Protector, for he had dragged Aristion from the sanctuary of Athena, where he had taken refuge, and killed him. Such wise was Athens sorely afflicted by the war with Rome, but she flourished again when Hadrian was emperor.

20.7. Σύλλου δὲ οὐκ ἀνιέντος ἐς Ἀθηναίους τοῦ θυμοῦ λαθόντες ἐκδιδράσκουσιν ἄνδρες ἐς Δελφοὺς· ἐρομένοις δέ σφισιν, εἰ καταλαμβάνοι τὸ χρεὼν ἤδη καὶ τὰς Ἀθήνας ἐρημωθῆναι, τούτοις ἔχρησεν ἡ Πυθία τὰ ἐς τὸν ἀσκὸν ἔχοντα. Σύλλᾳ δὲ ὕστερον τούτων ἐνέπεσεν ἡ νόσος, ᾗ καὶ τὸν Σύριον Φερεκύδην ἁλῶναι πυνθάνομαι. Σύλλᾳ δὲ ἔστι μὲν καὶ τὰ ἐς τοὺς πολλοὺς Ἀθηναίων ἀγριώτερα ἢ ὡς ἄνδρα εἰκὸς ἦν ἐργάσασθαι Ῥωμαῖον· ἀλλὰ γὰρ οὐ ταῦτα δὴ αἰτίαν γενέσθαι οἱ δοκῶ τῆς συμφορᾶς, Ἱκεσίου δὲ μήνιμα, ὅτι καταφυγόντα ἐς τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἀπέκτεινεν ἀποσπάσας Ἀριστίωνα. Ἀθῆναι μὲν οὕτως ὑπὸ τοῦ πολέμου κακωθεῖσαι τοῦ Ῥωμαίων αὖθις Ἀδριανοῦ βασιλεύοντος ἤνθησαν·

21.1. In the theater the Athenians have portrait statues of poets, both tragic and comic, but they are mostly of undistinguished persons. With the exception of Menander no poet of comedy represented here won a reputation, but tragedy has two illustrious representatives, Euripides and Sophocles. There is a legend that after the death of Sophocles the Lacedaemonians invaded Attica, and their commander saw in a vision Dionysus, who bade him honor, with all the customary honors of the dead, the new Siren. He interpreted the dream as referring to Sophocles and his poetry, and down to the present day men are wont to liken to a Siren whatever is charming in both poetry and prose.

21.1. εἰσὶ δὲ Ἀθηναίοις εἰκόνες ἐν τῷ θεάτρῳ καὶ τραγῳδίας καὶ κωμῳδίας ποιητῶν, αἱ πολλαὶ τῶν ἀφανεστέρων· ὅτι μὴ γὰρ Μένανδρος, οὐδεὶς ἦν ποιητὴς κωμῳδίας τῶν ἐς δόξαν ἡκόντων. τραγῳδίας δὲ κεῖνται τῶν φανερῶν Εὐριπίδης καὶ Σοφοκλῆς. λέγεται δὲ Σοφοκλέους τελευτήσαντος ἐσβαλεῖν ἐς τὴν Ἀττικὴν Λακεδαιμονίους, καὶ σφῶν τὸν ἡγούμενον ἰδεῖν ἐπιστάντα οἱ Διόνυσον κελεύειν τιμαῖς, ὅσαι καθεστήκασιν ἐπὶ τοῖς τεθνεῶσι, τὴν Σειρῆνα τὴν νέαν τιμᾶν· καί οἱ τὸ ὄναρ ⟨ἐς⟩ Σοφοκλέα καὶ τὴν Σοφοκλέους ποίησιν ἐφαίνετο ἔχειν, εἰώθασι δὲ καὶ νῦν ἔτι ποιημάτων καὶ λόγων τὸ ἐπαγωγὸν Σειρῆνι εἰκάζειν.

21.2. The likeness of Aeschylus is, I think, much later than his death and than the painting which depicts the action at Marathon Aeschylus himself said that when a youth he slept while watching grapes in a field, and that Dionysus appeared and bade him write tragedy. When day came, in obedience to the vision, he made an attempt and hereafter found composing quite easy.

21.2. τὴν δὲ εἰκόνα τὴν Αἰσχύλου πολλῷ τε ὕστερον τῆς τελευτῆς δοκῶ ποιηθῆναι ⟨καὶ⟩ τῆς γραφῆς ἣ τὸ ἔργον ἔχει τὸ Μαραθῶνι. ἔφη δὲ Αἰσχύλος μειράκιον ὢν καθεύδειν ἐν ἀγρῷ φυλάσσων σταφυλάς, καί οἱ Διόνυσον ἐπιστάντα κελεῦσαι τραγῳδίαν ποιεῖν· ὡς δὲ ἦν ἡμέρα— πείθεσθαι γὰρ ἐθέλειν—ῥᾷστα ἤδη πειρώμενος ποιεῖν.

21.3. Such were his words. On the South wall, as it is called, of the Acropolis, which faces the theater, there is dedicated a gilded head of Medusa the Gorgon, and round it is wrought an aegis. At the top of the theater is a cave in the rocks under the Acropolis. This also has a tripod over it, wherein are Apollo and Artemis slaying the children of Niobe. This Niobe I myself saw when I had gone up to Mount Sipylus. When you are near it is a beetling crag, with not the slightest resemblance to a woman, mourning or otherwise; but if you go further away you will think you see a woman in tears, with head bowed down.

21.3. οὗτος μὲν ταῦτα ἔλεγεν· ἐπὶ δὲ τοῦ Νοτίου καλουμένου τείχους, ὃ τῆς ἀκροπόλεως ἐς τὸ θέατρόν ἐστι τετραμμένον, ἐπὶ τούτου Μεδούσης τῆς Γοργόνος ἐπίχρυσος ἀνάκειται κεφαλή, καὶ περὶ αὐτὴν αἰγὶς πεποίηται. ἐν δὲ τῇ κορυφῇ τοῦ θεάτρου σπήλαιόν ἐστιν ἐν ταῖς πέτραις ὑπὸ τὴν ἀκρόπολιν· τρίπους δὲ ἔπεστι καὶ τούτῳ· Ἀπόλλων δὲ ἐν αὐτῷ καὶ Ἄρτεμις τοὺς παῖδάς εἰσιν ἀναιροῦντες τοὺς Νιόβης. ταύτην τὴν Νιόβην καὶ αὐτὸς εἶδον ἀνελθὼν ἐς τὸν Σίπυλον τὸ ὄρος· ἡ δὲ πλησίον μὲν πέτρα καὶ κρημνός ἐστιν οὐδὲν παρόντι σχῆμα παρεχόμενος γυναικὸς οὔτε ἄλλως οὔτε πενθούσης· εἰ δέ γε πορρωτέρω γένοιο, δεδακρυμένην δόξεις ὁρᾶν καὶ κατηφῆ γυναῖκα.

21.4. On the way to the Athenian Acropolis from the theater is the tomb of Calos. Daedalus murdered this Calos, who was his sister's son and a student of his craft, and therefore he fled to Crete; afterwards he escaped to Cocalus in Sicily. The sanctuary of Asclepius is worth seeing both for its paintings and for the statues of the god and his children. In it there is a spring, by which they say that Poseidon's son Halirrhothius deflowered Alcippe the daughter of Ares, who killed the ravisher and was the first to be put on his trial for the shedding of blood.

21.4. ἰόντων δὲ Ἀθήνῃσιν ἐς τὴν ἀκρόπολιν ἀπὸ τοῦ θεάτρου τέθαπται Κάλως· τοῦτον τὸν Κάλων ἀδελφῆς παῖδα ὄντα καὶ τῆς τέχνης μαθητὴν φονεύσας Δαίδαλος ἐς Κρήτην ἔφυγε, χρόνῳ δὲ ὕστερον ἐς Σικελίαν ἐκδιδράσκει παρὰ Κώκαλον. τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἱερὸν ἔς τε τὰ ἀγάλματά ἐστιν, ὁπόσα τοῦ θεοῦ πεποίηται καὶ τῶν παίδων, καὶ ἐς τὰς γραφὰς θέας ἄξιον· ἔστι δὲ ἐν αὐτῷ κρήνη, παρʼ ᾗ λέγουσι Ποσειδῶνος παῖδα Ἁλιρρόθιον θυγατέρα Ἄρεως Ἀλκίππην αἰσχύναντα ἀποθανεῖν ὑπὸ Ἄρεως, καὶ δίκην ἐπὶ τούτῳ τῷ φόνῳ γενέσθαι πρῶτον.

21.5. Among the votive offerings there is a Sauromatic breast plate. On seeing this a man will say that no less than Greeks are foreigners skilled in the arts. For the Sauromatae have no iron, neither mined by them selves nor yet imported. They have, in fact, no dealings at all with the foreigners around them. To meet this deficiency they have contrived inventions. In place of iron they use bone for their spear-blades, and cornel-wood for their bows and arrows, with bone points for the arrows. They throw a lasso round any enemy they meet, and then turning round their horses upset the enemy caught in the lasso.

21.5. ἐνταῦθα ἄλλα τε καὶ Σαυροματικὸς ἀνάκειται θώραξ· ἐς τοῦτόν τις ἰδὼν οὐδὲν ἧσσον Ἑλλήνων τοὺς βαρβάρους φήσει σοφοὺς ἐς τὰς τέχνας εἶναι. Σαυρομάταις γὰρ οὔτε αὐτοῖς σίδηρός ἐστιν ὀρυσσόμενος οὔτε σφίσιν ἐσάγουσιν· ἄμικτοι γὰρ μάλιστα τῶν ταύτῃ βαρβάρων εἰσί. πρὸς οὖν τὴν ἀπορίαν ταύτην ἐξεύρηταί σφισιν· ἐπὶ μὲν τοῖς δόρασιν αἰχμὰς ὀστεΐνας ἀντὶ σιδήρου φοροῦσι, τόξα τε κράνινα καὶ ὀιστοὺς καὶ ὀστεΐνας ἀκίδας ἐπὶ τοῖς ὀιστοῖς· καὶ σειραῖς περιβαλόντες τῶν πολεμίων ὁπόσους καὶ τύχοιεν, τοὺς ἵππους ἀποστρέψαντες ἀνατρέπουσι τοὺς ἐνσχεθέντας ταῖς σειραῖς.