21.6. Their breastplates they make in the following fashion. Each man keeps many mares, since the land is not divided into private allotments, nor does it bear any thing except wild trees, as the people are nomads. These mares they not only use for war, but also sacrifice them to the local gods and eat them for food. Their hoofs they collect, clean, split, and make from them as it were python scales. Whoever has never seen a python must at least have seen a pine-cone still green. He will not be mistaken if he liken the product from the hoof to the segments that are seen on the pine-cone. These pieces they bore and stitch together with the sinews of horses and oxen, and then use them as breastplates that are as handsome and strong as those of the Greeks. For they can withstand blows of missiles and those struck in close combat.
21.6. τοὺς δὲ θώρακας ποιοῦνται τὸν τρόπον τοῦτον. ἵππους πολλὰς ἕκαστος τρέφει, ὡς ἂν οὔτε ἐς ἰδιωτῶν κλήρους τῆς γῆς μεμερισμένης οὔτε τι φερούσης πλὴν ὕλης ἀγρίας ἅτε ὄντων νομάδων· ταύταις οὐκ ἐς πόλεμον χρῶνται μόνον, ἀλλὰ καὶ θεοῖς θύουσιν ἐπιχωρίοις καὶ ἄλλως σιτοῦνται. συλλεξάμενοι δὲ τὰς ὁπλὰς ἐκκαθήραντές τε καὶ διελόντες ποιοῦσιν ἀπʼ αὐτῶν ἐμφερῆ δρακόντων φολίσιν· ὅστις δὲ οὐκ εἶδέ πω δράκοντα, πίτυός γε εἶδε καρπὸν χλωρὸν ἔτι· ταῖς οὖν ἐπὶ τῷ καρπῷ τῆς πίτυος φαινομέναις ἐντομαῖς εἰκάζων τὸ ἔργον τὸ ἐκ τῆς ὁπλῆς οὐκ ἂν ἁμαρτάνοι. ταῦτα διατρήσαντες καὶ νεύροις ἵππων καὶ βοῶν συρράψαντες χρῶνται θώραξιν οὔτε εὐπρεπείᾳ τῶν Ἑλληνικῶν ἀποδέουσιν οὔτε ἀσθενεστέροις· καὶ γὰρ συστάδην τυπτόμενοι καὶ βληθέντες ἀνέχονται.
21.7. Linen breastplates are not so useful to fighters, for they let the iron pass through, if the blow be a violent one. They aid hunters, how ever, for the teeth of lions or leopards break off in them. You may see linen breastplates dedicated in other sanctuaries, notably in that at Gryneum, where there is a most beautiful grove of Apollo, with cultivated trees, and all those which, although they bear no fruit, are pleasing to smell or look upon.
21.7. οἱ δὲ θώρακες οἱ λινοῖ μαχομένοις μὲν οὐχ ὁμοίως εἰσὶ χρήσιμοι, διιᾶσι γὰρ καὶ βιαζόμενοι τὸν σίδηρον· θηρεύοντας δὲ ὠφελοῦσιν, ἐναποκλῶνται γάρ σφισι καὶ λεόντων ὀδόντες καὶ παρδάλεων. θώρακας δὲ λινοῦς ἰδεῖν ἔν τε ἄλλοις ἱεροῖς ἔστιν ἀνακειμένους καὶ ἐν Γρυνείῳ, ἔνθα Ἀπόλλωνος κάλλιστον ἄλσος δένδρων καὶ ἡμέρων καὶ ὅσα τῶν ἀκάρπων ὀσμῆς παρέχεταί τινα ἢ θέας ἡδονήν.
22.1. After the sanctuary of Asclepius, as you go by this way towards the Acropolis, there is a temple of Themis. Before it is raised a sepulchral mound to Hippolytus. The end of his life, they say, came from curses. Everybody, even a foreigner who has learnt Greek, knows about the love of Phaedra and the wickedness the nurse dared commit to serve her. The Troezenians too have a grave of Hippolytus, and their legend about it is this.
22.1. μετὰ δὲ τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ ταύτῃ πρὸς τὴν ἀκρόπολιν ἰοῦσι Θέμιδος ναός ἐστι. κέχωσται δὲ πρὸ αὐτοῦ μνῆμα Ἱππολύτῳ· τοῦ δέ οἱ βίου τὴν τελευτὴν συμβῆναι λέγουσιν ἐκ καταρῶν. δῆλα δέ, καὶ ὅστις βαρβάρων γλῶσσαν ἔμαθεν Ἑλλήνων, ὅ τε ἔρως τῆς Φαίδρας καὶ τῆς τροφοῦ τὸ ἐς τὴν διακονίαν τόλμημα. ἔστι δὲ καὶ Τροιζηνίοις Ἱππολύτου τάφος· ἔχει δέ σφισιν ὧδε ὁ λόγος.
22.2. When Theseus was about to marry Phaedra, not wishing, should he have children, Hippolytus either to be their subject or to be king in their stead, sent him to Pittheus to be brought up and to be the future king of Troezen. Afterwards Pallas and his sons rebelled against Theseus. After putting them to death he went to Troezen for purification, and Phaedra first saw Hippolytus there. Falling in love with him she contrived the plot for his death. The Troezenians have a myrtle with every one of its leaves pierced; they say that it did not grow originally in this fashion, the holes being due to Phaedra's disgust with love and to the pin which she wore in her hair.
22.2. Θησεὺς ὡς ἔμελλεν ἄξεσθαι Φαίδραν, οὐκ ἐθέλων εἴ οἱ γένοιντο παῖδες οὔτε ἄρχεσθαι τὸν Ἱππόλυτον οὔτε βασιλεύειν ἀντʼ αὐτῶν, πέμπει παρὰ Πιτθέα τραφησόμενον αὐτὸν καὶ βασιλεύσοντα Τροιζῆνος. χρόνῳ δὲ ὕστερον Πάλλας καὶ οἱ παῖδες ἐπανέστησαν Θησεῖ· τούτους κτείνας ἐς Τροιζῆνα ἔρχεται καθαρσίων ἕνεκα, καὶ Φαίδρα πρώτη ἐνταῦθα εἶδεν Ἱππόλυτον καὶ τὰ ἐς τὸν θάνατον ἐρασθεῖσα ἐβούλευσε. μυρσίνη δέ ἐστι Τροιζηνίοις τὰ φύλλα διὰ πάσης ἔχουσα τετρυπημένα· φῦναι δὲ οὐκ ἐξ ἀρχῆς αὐτὴν λέγουσιν, ἀλλὰ τὸ ἔργον γεγενῆσθαι τῆς ἐς τὸν ἔρωτα ἄσης καὶ τῆς περόνης ἣν ἐπὶ ταῖς θριξὶν εἶχεν ἡ Φαίδρα.
22.3. When Theseus had united into one state the many Athenian parishes, he established the cults of Aphrodite Pandemos (Common) and of Persuasion. The old statues no longer existed in my time, but those I saw were the work of no inferior artists. There is also a sanctuary of Earth, Nurse of Youth, and of Demeter Chloe (Green). You can learn all about their names by conversing with the priests.
22.3. Ἀφροδίτην δὲ τὴν Πάνδημον, ἐπεί τε Ἀθηναίους Θησεὺς ἐς μίαν ἤγαγεν ἀπὸ τῶν δήμων πόλιν, αὐτήν τε σέβεσθαι καὶ Πειθὼ κατέστησε· τὰ μὲν δὴ παλαιὰ ἀγάλματα οὐκ ἦν ἐπʼ ἐμοῦ, τὰ δὲ ἐπʼ ἐμοῦ τεχνιτῶν ἦν οὐ τῶν ἀφανεστάτων. ἔστι δὲ καὶ Γῆς Κουροτρόφου καὶ Δήμητρος ἱερὸν Χλόης· τὰ δὲ ἐς τὰς ἐπωνυμίας ἔστιν αὐτῶν διδαχθῆναι τοῖς ἱερεῦσιν ἐλθόντα ἐς λόγους.
22.4. There is but one entry to the Acropolis. It affords no other, being precipitous throughout and having a strong wall. The gateway has a roof of white marble, and down to the present day it is unrivalled for the beauty and size of its stones. Now as to the statues of the horsemen, I cannot tell for certain whether they are the sons of Xenophon or whether they were made merely to beautify the place. On the right of the gateway is a temple of Wingless Victory. From this point the sea is visible, and here it was that, according to legend, Aegeus threw him self down to his death.
22.4. ἐς δὲ τὴν ἀκρόπολίν ἐστιν ἔσοδος μία· ἑτέραν δὲ οὐ παρέχεται, πᾶσα ἀπότομος οὖσα καὶ τεῖχος ἔχουσα ἐχυρόν. τὰ δὲ προπύλαια λίθου λευκοῦ τὴν ὀροφὴν ἔχει καὶ κόσμῳ καὶ μεγέθει τῶν λίθων μέχρι γε καὶ ἐμοῦ προεῖχε. τὰς μὲν οὖν εἰκόνας τῶν ἱππέων οὐκ ἔχω σαφῶς εἰπεῖν, εἴτε οἱ παῖδές εἰσιν οἱ Ξενοφῶντος εἴτε ἄλλως ⟨ἐς⟩ εὐπρέπειαν πεποιημέναι· τῶν δὲ προπυλαίων ἐν δεξιᾷ Νίκης ἐστὶν Ἀπτέρου ναός. ἐντεῦθεν ἡ θάλασσά ἐστι σύνοπτος, καὶ ταύτῃ ῥίψας Αἰγεὺς ἑαυτὸν ὡς λέγουσιν ἐτελεύτησεν.
22.5. For the ship that carried the young people to Crete began her voyage with black sails; but Theseus, who was sailing on an adventure against the bull of Minos, as it is called, had told his father beforehand that he would use white sails if he should sail back victorious over the bull. But the loss of Ariadne made him forget the signal. Then Aegeus, when from this eminence he saw the vessel borne by black sails, thinking that his son was dead, threw himself down to destruction. There is at Athens a sanctuary dedicated to him, and called the hero-shrine of Aegeus.
22.5. ἀνήγετο μὲν γὰρ ἡ ναῦς μέλασιν ἱστίοις ἡ τοὺς παῖδας φέρουσα ἐς Κρήτην, Θησεὺς δὲ—ἔπλει γὰρ τόλμης τι ἔχων ἐς τὸν Μίνω καλούμενον ταῦρον—πρὸς τὸν πατέρα προεῖπε χρήσεσθαι τοῖς ἱστίοις λευκοῖς, ἢν ὀπίσω πλέῃ τοῦ ταύρου κρατήσας· τούτων λήθην ἔσχεν Ἀριάδνην ἀφῃρημένος· ἐνταῦθα Αἰγεὺς ὡς εἶδεν ἱστίοις μέλασι τὴν ναῦν κομιζομένην, οἷα τὸν παῖδα τεθνάναι δοκῶν, ἀφεὶς αὑτὸν διαφθείρεται· καί οἱ παρὰ Ἀθηναίοις ἐστὶ καλούμενον ἡρῷον Αἰγέως.
22.6. On the left of the gateway is a building with pictures. Among those not effaced by time I found Diomedes taking the Athena from Troy, and Odysseus in Lemnos taking away the bow of Philoctetes. There in the pictures is Orestes killing Aegisthus, and Pylades killing the sons of Nauplius who had come to bring Aegisthus succor. And there is Polyxena about to be sacrificed near the grave of Achilles. Homer did well in passing by this barbarous act. I think too that he showed poetic insight in making Achilles capture Scyros, differing entirely from those who say that Achilles lived in Scyros with the maidens, as Polygnotus has re presented in his picture. He also painted Odysseus coming upon the women washing clothes with Nausicaa at the river, just like the description in Homer. There are other pictures, including a portrait of Alcibiades, and in the picture are emblems of the victory his horses won at Nemea.
22.6. —ἔστι δὲ ἐν ἀριστερᾷ τῶν προπυλαίων οἴκημα ἔχον γραφάς· ὁπόσαις δὲ μὴ καθέστηκεν ὁ χρόνος αἴτιος ἀφανέσιν εἶναι, Διομήδης ἦν, ὁ μὲν ἐν Λήμνῳ τὸ Φιλοκτήτου τόξον, ὁ δὲ τὴν Ἀθηνᾶν ἀφαιρούμενος ἐξ Ἰλίου. ἐνταῦθα ἐν ταῖς γραφαῖς Ὀρέστης ἐστὶν Αἴγισθον φονεύων καὶ Πυλάδης τοὺς παῖδας τοὺς Ναυπλίου βοηθοὺς ἐλθόντας Αἰγίσθῳ· τοῦ δὲ Ἀχιλλέως τάφου πλησίον μέλλουσά ἐστι σφάζεσθαι Πολυξένη. Ὁμήρῳ δὲ εὖ μὲν παρείθη τόδε ⟨τὸ⟩ ὠμὸν οὕτως ἔργον· εὖ δέ μοι φαίνεται ποιῆσαι Σκῦρον ὑπὸ Ἀχιλλέως ἁλοῦσαν, οὐδὲν ὁμοίως καὶ ὅσοι λέγουσιν ὁμοῦ ταῖς παρθένοις Ἀχιλλέα ἔχειν ἐν Σκύρῳ δίαιταν, ἃ δὴ καὶ Πολύγνωτος ἔγραψεν. ἔγραψε δὲ καὶ πρὸς τῷ ποταμῷ ταῖς ὁμοῦ Ναυσικᾷ πλυνούσαις ἐφιστάμενον Ὀδυσσέα κατὰ τὰ αὐτὰ καθὰ δὴ καὶ Ὅμηρος ἐποίησε. γραφαὶ δέ εἰσι καὶ ἄλλαι καὶ Ἀλκιβιάδης, ἵππων δέ οἱ νίκης τῆς ἐν Νεμέᾳ ἐστὶ σημεῖα ἐν τῇ γραφῇ·
22.7. There is also Perseus journeying to Seriphos, and carrying to Polydectes the head of Medusa, the legend about whom I am unwilling to relate in my description of Attica. Included among the paintings—I omit the boy carrying the water-jars and the wrestler of Timaenetus —is Musaeus. I have read verse in which Musaeus receives from the North Wind the gift of flight, but, in my opinion, Onomacritus wrote them, and there are no certainly genuine works of Musaeus except a hymn to Demeter written for the Lycomidae.
22.7. καὶ Περσεύς ἐστιν ἐς Σέριφον κομιζόμενος, Πολυδέκτῃ φέρων τὴν κεφαλὴν τὴν Μεδούσης. καὶ τὰ μὲν ἐς Μέδουσαν οὐκ εἰμὶ πρόθυμος ἐν τοῖς Ἀττικοῖς σημῆναι· ἔτι δὲ τῶν γραφῶν παρέντι τὸν παῖδα τὸν τὰς ὑδρίας φέροντα καὶ τὸν παλαιστὴν ὃν Τιμαίνετος ἔγραψεν, ἐστὶ Μουσαῖος. ἐγὼ δὲ ἔπη μὲν ἐπελεξάμην, ἐν οἷς ἐστι πέτεσθαι Μουσαῖον ὑπὸ Βορέου δῶρον, δοκεῖν δέ μοι πεποίηκεν αὐτὰ Ὀνομάκριτος καὶ ἔστιν οὐδὲν Μουσαίου βεβαίως ὅτι μὴ μόνον ἐς Δήμητρα ὕμνος Λυκομίδαις.
22.8. Right at the very entrance to the Acropolis are a Hermes (called Hermes of the Gateway) and figures of Graces, which tradition says were sculptured by Socrates, the son of Sophroniscus, who the Pythia testified was the wisest of men, a title she refused to Anacharsis, although he desired it and came to Delphi to win it.
22.8. κατὰ δὲ τὴν ἔσοδον αὐτὴν ἤδη τὴν ἐς ἀκρόπολιν Ἑρμῆν ὃν Προπύλαιον ὀνομάζουσι καὶ Χάριτας Σωκράτην ποιῆσαι τὸν Σωφρονίσκου λέγουσιν, ᾧ σοφῷ γενέσθαι μάλιστα ἀνθρώπων ἐστὶν ἡ Πυθία μάρτυς, ὃ μηδὲ Ἀνάχαρσιν ἐθέλοντα ὅμως καὶ διʼ αὐτὸ ἐς Δελφοὺς ἀφικόμενον προσεῖπεν.
23.1. Among the sayings of the Greeks is one that there were seven wise men. Two of them were the despot of Lesbos and Periander the son of Cypselus. And yet Peisistratus and his son Hippias were more humane than Periander, wiser too in war fare and in statecraft, until, on account of the murder of Hipparchus, Hippias vented his passion against all and sundry, including a woman named Leaena (Lioness).
23.1. Ἕλληνες δὲ ἄλλα τε λέγουσι καὶ ἄνδρας ἑπτὰ γενέσθαι σοφούς. τούτων καὶ τὸν Λέσβιον τύραννον καὶ Περίανδρον εἶναί φασι τὸν Κυψέλου· καίτοι Περιάνδρου Πεισίστρατος καὶ ὁ παῖς Ἱππίας φιλάνθρωποι μᾶλλον καὶ σοφώτεροι τά τε πολεμικὰ ἦσαν καὶ ὅσα ἧκεν ἐς κόσμον τῶν πολιτῶν, ἐς ὃ διὰ τὸν Ἱππάρχου θάνατον Ἱππίας ἄλλα τε ἐχρήσατο θυμῷ καὶ ἐς γυναῖκα ὄνομα Λέαιναν.
23.2. What I am about to say has never before been committed to writing, but is generally credited among the Athenians. When Hipparchus died, Hippias tortured Leaena to death, because he knew she was the mistress of Aristogeiton, and therefore could not possibly, he held, be in ignorance of the plot. As a recompense, when the tyranny of the Peisistratidae was at an end, the Athenians put up a bronze lioness in memory of the woman, which they say Callias dedicated and Calamis made.
23.2. ταύτην γάρ, ἐπεί τε ἀπέθανεν Ἵππαρχος, —λέγω δὲ οὐκ ἐς συγγραφὴν πρότερον ἥκοντα, πιστὰ δὲ ἄλλως Ἀθηναίων τοῖς πολλοῖς—Ἱππίας εἶχεν ἐν αἰκίᾳ ἐς ὃ διέφθειρεν, οἷα ἑταίραν Ἀριστογείτονος ἐπιστάμενος οὖσαν καὶ τὸ βούλευμα οὐδαμῶς ἀγνοῆσαι δοξάζων· ἀντὶ δὲ τούτων, ἐπεὶ τυραννίδος ἐπαύθησαν οἱ Πεισιστρατίδαι, χαλκῆ λέαινα Ἀθηναίοις ἐστὶν ἐς μνήμην τῆς γυναικός, παρὰ δὲ αὐτὴν ἄγαλμα Ἀφροδίτης, ὃ Καλλίου τέ φασιν ἀνάθημα εἶναι καὶ ἔργον Καλάμιδος.
23.3. Hard by is a bronze statue of Diitrephes shot through by arrows. Among the acts reported of this Diitrephes by the Athenians is his leading back home the Thracian mercenaries who arrived too late to take part in the expedition of Demosthenes against Syracuse. He also put into the Chalcidic Euripus, where the Boeotians had an inland town Mycalessus, marched up to this town from the coast and took it. Of the inhabitants the Thracians put to the sword not only the combatants but also the women and children. I have evidence to bring. All the Boeotian towns which the Thebans sacked were inhabited in my time, as the people escaped just before the capture; so if the foreigners had not exterminated the Mycalessians the survivors would have afterwards reoccupied the town.
23.3. πλησίον δέ ἐστι Διιτρέφους χαλκοῦς ἀνδριὰς ὀιστοῖς βεβλημένος. οὗτος ὁ Διιτρέφης ἄλλα τε ἔπραξεν ὁπόσα λέγουσιν Ἀθηναῖοι καὶ Θρᾷκας μισθωτοὺς ἀφικομένους ὕστερον ἢ Δημοσθένης ἐς Συρακούσας ἐξέπλευσε, τούτους ὡς ὑστέρησαν ὁ Διιτρέφης ἀπῆγεν ὀπίσω. καὶ δὴ κατὰ τὸν Χαλκιδικὸν ἔσχεν Εὔριπον, ἔνθα Βοιωτῶν ἐν μεσογαίᾳ πόλις Μυκαλησσὸς ἦν· ταύτην ἐπαναβὰς ἐκ θαλάσσης ὁ Λιιτρέφης εἷλε. Μυκαλησσίων δὲ οὐ μόνον τὸ μάχιμον οἱ Θρᾷκες ἀλλὰ καὶ γυναῖκας ἐφόνευσαν καὶ παῖδας. μαρτυρεῖ δέ μοι· Βοιωτῶν γὰρ ὅσους ἀνέστησαν Θηβαῖοι, ᾠκοῦντο αἱ πόλεις ἐπʼ ἐμοῦ, διαφυγόντων ὑπὸ τὴν ἅλωσιν τῶν ἀνθρώπων· εἰ δὲ καὶ Μυκαλησσίοις οἱ βάρβαροι μὴ πᾶσιν ἀποκτείναντες ἐπεξῆλθον, ὕστερον ἂν τὴν πόλιν ἀπέλαβον οἱ λειφθέντες.
23.4. I was greatly surprised to see the statue of Diitrephes pierced with arrows, because the only Greeks whose custom it is to use that weapon are the Cretans. For the Opuntian Locrians, whom Homer represents as coming to Troy with bows and slings, we know were armed as heavy infantry by the time of the Persian wars. Neither indeed did the Malians continue the practice of the bow; in fact, I believe that they did not know it before the time of Philoctetes, and gave it up soon after. Near the statue of Diitrephes—I do not wish to write of the less distinguished portraits—are figures of gods; of Health, whom legend calls daughter of Asclepius, and of Athena, also surnamed Health.
23.4. τοσοῦτον μὲν παρέστη μοι θαῦμα ἐς τὴν εἰκόνα τοῦ Διιτρέφους, ὅτι ὀιστοῖς ἐβέβλητο, Ἕλλησιν ὅτι μὴ Κρησὶν οὐκ ἐπιχώριον ὂν τοξεύειν· Λοκροὺς γὰρ τοὺς Ὀπουντίους ὁπλιτεύοντας ἤδη κατὰ τὰ Μηδικὰ ἴσμεν, οὓς Ὅμηρος ἐποίησεν ὡς φερόμενοι τόξα καὶ σφενδόνας ἐς Ἴλιον ἔλθοιεν· οὐ μὴν οὐδὲ Μαλιεῦσι παρέμεινε μελέτη τῶν τόξων, δοκῶ δὲ οὔτε πρότερον ἐπίστασθαι σφᾶς πρὶν ἢ Φιλοκτήτην, παύσασθαί τε οὐ διὰ μακροῦ· τοῦ δὲ Διιτρέφους πλησίον—τὰς γὰρ εἰκόνας τὰς ἀφανεστέρας γράφειν οὐκ ἐθέλω—θεῶν ἀγάλματά ἐστιν Ὑγείας τε, ἣν Ἀσκληπιοῦ παῖδα εἶναι λέγουσι, καὶ Ἀθηνᾶς ἐπίκλησιν καὶ ταύτης Ὑγείας.
23.5. There is also a smallish stone, just large enough to serve as a seat to a little man. On it legend says Silenus rested when Dionysus came to the land. The oldest of the Satyrs they call Sileni. Wishing to know better than most people who the Satyrs are I have inquired from many about this very point. Euphemus the Carian said that on a voyage to Italy he was driven out of his course by winds and was carried into the outer sea, beyond the course of seamen. He affirmed that there were many uninhabited islands, while in others lived wild men. The sailors did not wish to put in at the latter, because, having put in before, they had some experience of the inhabitants, but on this occasion they had no choice in the matter.
23.5. ἔστι δὲ λίθος οὐ μέγας, ἀλλʼ ὅσον καθίζεσθαι μικρὸν ἄνδρα· ἐπὶ τούτῳ λέγουσιν, ἡνίκα Διόνυσος ἦλθεν ἐς τὴν γῆν, ἀναπαύσασθαι τὸν Σιληνόν. τοὺς γὰρ ἡλικίᾳ τῶν Σατύρων προήκοντας ὀνομάζουσι Σιληνούς· περὶ δὲ Σατύρων, οἵτινές εἰσιν, ἑτέρου πλέον ἐθέλων ἐπίστασθαι πολλοῖς αὐτῶν τούτων ἕνεκα ἐς λόγους ἦλθον. ἔφη δὲ Εὔφημος Κὰρ ἀνὴρ πλέων ἐς Ἰταλίαν ἁμαρτεῖν ὑπὸ ἀνέμων τοῦ πλοῦ καὶ ἐς τὴν ἔξω θάλασσαν, ἐς ἣν οὐκέτι πλέουσιν, ἐξενεχθῆναι. νήσους δὲ εἶναι μὲν ἔλεγεν ἐρήμους πολλάς, ἐν δὲ ἄλλαις οἰκεῖν ἄνδρας ἀγρίους·
23.6. The islands were called Satyrides by the sailors, and the inhabitants were red haired, and had upon their flanks tails not much smaller than those of horses. As soon as they caught sight of their visitors, they ran down to the ship with out uttering a cry and assaulted the women in the ship. At last the sailors in fear cast a foreign woman on to the island. Her the Satyrs outraged not only in the usual way, but also in a most shocking manner.
23.6. ταύταις δὲ οὐκ ἐθέλειν νήσοις προσίσχειν τοὺς ναύτας οἷα πρότερόν τε προσσχόντας καὶ τῶν ἐνοικούντων οὐκ ἀπείρως ἔχοντας, βιασθῆναι δʼ οὖν καὶ τότε. ταύτας καλεῖσθαι μὲν ὑπὸ τῶν ναυτῶν Σατυρίδας, εἶναι δὲ τοὺς ἐνοικοῦντας [καὶ] καπυροὺς καὶ ἵππων οὐ πολὺ μείους ἔχειν ἐπὶ τοῖς ἰσχίοις οὐράς. τούτους, ὡς ᾔσθοντο, καταδραμόντας ἐπὶ τὴν ναῦν φωνὴν μὲν οὐδεμίαν ἱέναι, ταῖς δὲ γυναιξὶν ἐπιχειρεῖν ταῖς ἐν τῇ νηί· τέλος δὲ δείσαντας τοὺς ναύτας βάρβαρον γυναῖκα ἐκβαλεῖν ἐς τὴν νῆσον· ἐς ταύτην οὖν ὑβρίζειν τοὺς Σατύρους οὐ μόνον ᾗ καθέστηκεν, ἀλλὰ καὶ τὸ πᾶν ὁμοίως σῶμα.
23.7. I remember looking at other things also on the Athenian Acropolis, a bronze boy holding the sprinkler, by Lycius son of Myron, and Myron's Perseus after beheading Medusa. There is also a sanctuary of Brauronian Artemis; the image is the work of Praxiteles, but the goddess derives her name from the parish of Brauron. The old wooden image is in Brauron, the Tauric Artemis as she is called.
23.7. καὶ ἄλλα ἐν τῇ Ἀθηναίων ἀκροπόλει θεασάμενος οἶδα, Λυκίου τοῦ Μύρωνος χαλκοῦν παῖδα, ὃς τὸ περιρραντήριον ἔχει, καὶ Μύρωνος Περσέα τὸ ἐς Μέδουσαν ἔργον εἰργασμένον. καὶ Ἀρτέμιδος ἱερόν ἐστι Βραυρωνίας, Πραξιτέλους μὲν τέχνη τὸ ἄγαλμα, τῇ θεῷ δέ ἐστιν ἀπὸ Βραυρῶνος δήμου τὸ ὄνομα καὶ τὸ ἀρχαῖον ξόανόν ἐστιν ἐν Βραυρῶνι, Ἄρτεμις ὡς λέγουσιν ἡ Ταυρική.
23.8. There is the horse called Wooden set up in bronze. That the work of Epeius was a contrivance to make a breach in the Trojan wall is known to everybody who does not attribute utter silliness to the Phrygians. But legend says of that horse that it contained the most valiant of the Greeks, and the design of the bronze figure fits in well with this story. Menestheus and Teucer are peeping out of it, and so are the sons of Theseus.
23.8. ἵππος δὲ ὁ καλούμενος Δούριος ἀνάκειται χαλκοῦς. καὶ ὅτι μὲν τὸ ποίημα τὸ Ἐπειοῦ μηχάνημα ἦν ἐς διάλυσιν τοῦ τείχους, οἶδεν ὅστις μὴ πᾶσαν ἐπιφέρει τοῖς Φρυξὶν εὐήθειαν· λέγεται δὲ ἔς τε ἐκεῖνον τὸν ἵππον ὡς τῶν Ἑλλήνων ἔνδον ἔχοι τοὺς ἀρίστους, καὶ δὴ καὶ τοῦ χαλκοῦ τὸ σχῆμά ἐστι κατὰ ταῦτα· καὶ Μενεσθεὺς καὶ Τεῦκρος ὑπερκύπτουσιν ἐξ αὐτοῦ, προσέτι δὲ καὶ οἱ παῖδες οἱ Θησέως.
23.9. Of the statues that stand after the horse, the likeness of Epicharinus who practised the race in armour was made by Critius, while Oenobius performed a kind service for Thucydides the son of Olorus. He succeeded in getting a decree passed for the return of Thucydides to Athens, who was treacherously murdered as he was returning, and there is a monument to him not far from the Melitid gate.
23.9. ἀνδριάντων δὲ ὅσοι μετὰ τὸν ἵππον ἑστήκασιν Ἐπιχαρίνου μὲν ὁπλιτοδρομεῖν ἀσκήσαντος τὴν εἰκόνα ἐποίησε Κριτίας, Οἰνοβίῳ δὲ ἔργον ἐστὶν ἐς Θουκυδίδην τὸν Ὀλόρου χρηστόν· ψήφισμα γὰρ ἐνίκησεν Οἰνόβιος κατελθεῖν ἐς Ἀθήνας Θουκυδίδην, καί οἱ δολοφονηθέντι ὡς κατῄει μνῆμά ἐστιν οὐ πόρρω πυλῶν Μελιτίδων.
23.10. The stories of Hermolycus the pancratiast and Phormio the son of Asopichus I omit, as others have told them. About Phormio, however, I have a detail to add. Quite one of the best men at Athens and distinguished for the fame of his ancestors he chanced to be heavily in debt. So he withdrew to the parish Paeania and lived there until the Athenians elected him to command a naval expedition. But he refused the office on the ground that before his debts were discharged he lacked the spirit to face his troops. So the Athenians, who were absolutely determined to have Phormio as their commander, paid all his creditors.
23.10. τὰ δὲ ἐς Ἑρμόλυκον τὸν παγκρατιαστὴν καὶ Φορμίωνα τὸν Ἀσωπίχου γραψάντων ἑτέρων παρίημι· ἐς δὲ Φορμίωνα τοσόνδε ἔχω πλέον γράψαι. Φορμίωνι γὰρ τοῖς ἐπιεικέσιν Ἀθηναίων ὄντι ὁμοίῳ καὶ ἐς προγόνων δόξαν οὐκ ἀφανεῖ συνέβαινεν ὀφείλειν χρέα· ἀναχωρήσας οὖν ἐς τὸν Παιανιέα δῆμον ἐνταῦθα εἶχε δίαιταν, ἐς ὃ ναύαρχον αὐτὸν Ἀθηναίων αἱρουμένων ἐκπλεύσεσθαι οὐκ ἔφασκεν· ὀφείλειν τε γὰρ καί οἱ, πρὶν ἂν ἐκτίσῃ, πρὸς τοὺς στρατιώτας οὐκ εἶναι παρέχεσθαι φρόνημα. οὕτως Ἀθηναῖοι—πάντως γὰρ ἐβούλοντο ἄρχειν Φορμίωνα—τὰ χρέα ὁπόσοις ὤφειλε διαλύουσιν.
24.1. In this place is a statue of Athena striking Marsyas the Silenus for taking up the flutes that the goddess wished to be cast away for good. Opposite these I have mentioned is represented the fight which legend says Theseus fought with the so-called Bull of Minos, whether this was a man or a beast of the nature he is said to have been in the accepted story. For even in our time women have given birth to far more extraordinary monsters than this.
24.1. ἐνταῦθα Ἀθηνᾶ πεποίηται τὸν Σιληνὸν Μαρσύαν παίουσα, ὅτι δὴ τοὺς αὐλοὺς ἀνέλοιτο, ἐρρῖφθαι σφᾶς τῆς θεοῦ βουλομένης. —τούτων πέραν, ὧν εἴρηκα, ἐστὶν ἡ λεγομένη Θησέως μάχη πρὸς τὸν ταῦρον τὸν Μίνω καλούμενον, εἴτε ἀνὴρ εἴτε θηρίον ἦν ὁποῖον κεκράτηκεν ὁ λόγος· τέρατα γὰρ πολλῷ καὶ τοῦδε θαυμασιώτερα καὶ καθʼ ἡμᾶς ἔτικτον γυναῖκες.
24.2. There is also a statue of Phrixus the son of Athamas carried ashore to the Colchians by the ram. Having sacrificed the animal to some god or other, presumably to the one called by the Orchomenians Laphystius, he has cut out the thighs in accordance with Greek custom and is watching them as they burn. Next come other statues, including one of Heracles strangling the serpents as the legend describes. There is Athena too coming up out of the head of Zeus, and also a bull dedicated by the Council of the Areopagus on some occasion or other, about which, if one cared, one could make many conjectures.
24.2. κεῖται δὲ καὶ Φρίξος ὁ Ἀθάμαντος ἐξενηνεγμένος ἐς Κόλχους ὑπὸ τοῦ κριοῦ· θύσας δὲ αὐτὸν ὅτῳ δὴ θεῷ, ὡς δὲ εἰκάσαι τῷ Λαφυστίῳ καλουμένῳ παρὰ Ὀρχομενίοις, τοὺς μηροὺς κατὰ νόμον ἐκτεμὼν τὸν Ἑλλήνων ἐς αὐτοὺς καιομένους ὁρᾷ. κεῖνται δὲ ἑξῆς ἄλλαι τε εἰκόνες καὶ Ἡρακλέους· ἄγχει δέ, ὡς λόγος ἔχει, τοὺς δράκοντας. Ἀθηνᾶ τέ ἐστιν ἀνιοῦσα ἐκ τῆς κεφαλῆς τοῦ Διός. ἔστι δὲ καὶ ταῦρος ἀνάθημα τῆς βουλῆς τῆς ἐν Ἀρείῳ πάγῳ, ἐφʼ ὅτῳ δὴ ἀνέθηκεν ἡ βουλή·
24.3. I have already stated that the Athenians are far more devoted to religion than other men. They were the first to surname Athena Ergane (Worker); they were the first to set up limbless Hermae, and the temple of their goddess is shared by the Spirit of Good men. Those who prefer artistic workmanship to mere antiquity may look at the following: a man wearing a helmet, by Cleoetas, whose nails the artist has made of silver, and an image of Earth beseeching Zeus to rain upon her; perhaps the Athenians them selves needed showers, or may be all the Greeks had been plagued with a drought. There also are set up Timotheus the son of Conon and Conon himself; Procne too, who has already made up her mind about the boy, and Itys as well—a group dedicated by Alcamenes. Athena is represented displaying the olive plant, and Poseidon the wave, and there are statues of Zeus, one made by Leochares and one called Polieus (Urban), the customary mode of sacrificing to whom I will give without adding the traditional reason thereof.
24.3. πολλὰ δʼ ἄν τις ἐθέλων εἰκάζοι. λέλεκται δέ μοι καὶ πρότερον ὡς Ἀθηναίοις περισσότερόν τι ἢ τοῖς ἄλλοις ἐς τὰ θεῖά ἐστι σπουδῆς· πρῶτοι μὲν γὰρ Ἀθηνᾶν ἐπωνόμασαν Ἐργάνην, πρῶτοι δʼ ἀκώλους Ἑρμᾶς ⟨ἀνέθεσαν⟩, ὁμοῦ δέ σφισιν ἐν τῷ ναῷ †σπουδαίων δαίμων ἐστίν. ὅστις δὲ τὰ σὺν τέχνῃ πεποιημένα ἐπίπροσθε τίθεται τῶν ἐς ἀρχαιότητα ἡκόντων, καὶ τάδε ἔστιν οἱ θεάσασθαι. κράνος ἐστὶν ἐπικείμενος ἀνὴρ Κλεοίτου, καί οἱ τοὺς ὄνυχας ἀργυροῦς ἐνεποίησεν ὁ Κλεοίτας· ἔστι δὲ καὶ Γῆς ἄγαλμα ἱκετευούσης ὗσαί οἱ τὸν Δία, εἴτε αὐτοῖς ὄμβρου δεῆσαν Ἀθηναίοις εἴτε καὶ τοῖς πᾶσιν Ἕλλησι συμβὰς αὐχμός. ἐνταῦθα καὶ Τιμόθεος ὁ Κόνωνος καὶ αὐτὸς κεῖται Κόνων· Πρόκνην δὲ τὰ ἐς τὸν παῖδα βεβουλευμένην αὐτήν τε καὶ τὸν Ἴτυν ἀνέθηκεν Ἀλκαμένης. πεποίηται δὲ καὶ τὸ φυτὸν τῆς ἐλαίας Ἀθηνᾶ καὶ κῦμα ἀναφαίνων Ποσειδῶν·
24.4. Upon the altar of Zeus Polieus they place barley mixed with wheat and leave it unguarded. The ox, which they keep already prepared for sacrifice, goes to the altar and partakes of the grain. One of the priests they call the ox-slayer, who kills the ox and then, casting aside the axe here according to the ritual runs away. The others bring the axe to trial, as though they know not the man who did the deed.
24.4. καὶ Διός ἐστιν ἄγαλμα τό τε Λεωχάρους καὶ ὁ ὀνομαζόμενος Πολιεύς, ᾧ τὰ καθεστηκότα ἐς τὴν θυσίαν γράφων τὴν ἐπʼ αὐτοῖς λεγομένην αἰτίαν οὐ γράφω. τοῦ Διὸς τοῦ Πολιέως κριθὰς καταθέντες ἐπὶ τὸν βωμὸν μεμιγμένας πυροῖς οὐδεμίαν ἔχουσι φυλακήν· ὁ βοῦς δέ, ὃν ἐς τὴν θυσίαν ἑτοιμάσαντες φυλάσσουσιν, ἅπτεται τῶν σπερμάτων φοιτῶν ἐπὶ τὸν βωμόν. καλοῦσι δέ τινα τῶν ἱερέων βουφόνον, ⟨ὃς κτείνας τὸν βοῦν⟩ καὶ ταύτῃ τὸν πέλεκυν ῥίψας—οὕτω γάρ ἐστίν οἱ νόμος— οἴχεται φεύγων· οἱ δὲ ἅτε τὸν ἄνδρα ὃς ἔδρασε τὸ ἔργον οὐκ εἰδότες, ἐς δίκην ὑπάγουσι τὸν πέλεκυν. ταῦτα μὲν τρόπον τὸν εἰρημένον δρῶσιν· ἐς δὲ τὸν ναὸν ὃν Παρθενῶνα ὀνομάζουσιν, ἐς τοῦτον ἐσιοῦσιν ὁπόσα ἐν τοῖς καλουμένοις ἀετοῖς κεῖται, πάντα ἐς τὴν Ἀθηνᾶς ἔχει γένεσιν, τὰ δὲ ὄπισθεν ἡ Ποσειδῶνος πρὸς Ἀθηνᾶν ἐστιν ἔρις ὑπὲρ τῆς γῆς·
24.5. Their ritual, then, is such as I have described. As you enter the temple that they name the Parthenon, all the sculptures you see on what is called the pediment refer to the birth of Athena, those on the rear pediment represent the contest for the land between Athena and Poseidon. The statue itself is made of ivory and gold. On the middle of her helmet is placed a likeness of the Sphinx—the tale of the Sphinx I will give when I come to my description of Boeotia—and on either side of the helmet are griffins in relief.
24.5. αὐτὸ δὲ ἔκ τε ἐλέφαντος τὸ ἄγαλμα καὶ χρυσοῦ πεποίηται. μέσῳ μὲν οὖν ἐπίκειταί οἱ τῷ κράνει Σφιγγὸς εἰκών—ἃ δὲ ἐς τὴν Σφίγγα λέγεται, γράψω προελθόντος ἐς τὰ Βοιώτιά μοι τοῦ λόγου—, καθʼ ἑκάτερον δὲ τοῦ κράνους γρῦπές εἰσιν ἐπειργασμένοι.
24.6. These griffins, Aristeas of Proconnesus says in his poem, fight for the gold with the Arimaspi beyond the Issedones. The gold which the griffins guard, he says, comes out of the earth; the Arimaspi are men all born with one eye; griffins are beasts like lions, but with the beak and wings of an eagle. I will say no more about the griffins.
24.6. τούτους τοὺς γρῦπας ἐν τοῖς ἔπεσιν Ἀριστέας ὁ Προκοννήσιος μάχεσθαι περὶ τοῦ χρυσοῦ φησιν Ἀριμασποῖς ⟨τοῖς⟩ ὑπὲρ Ἰσσηδόνων· τὸν δὲ χρυσόν, ὃν φυλάσσουσιν οἱ γρῦπες, ἀνιέναι τὴν γῆν· εἶναι δὲ Ἀριμασποὺς μὲν ἄνδρας μονοφθάλμους πάντας ἐκ γενετῆς, γρῦπας δὲ θηρία λέουσιν εἰκασμένα, πτερὰ δὲ ἔχειν καὶ στόμα ἀετοῦ. καὶ γρυπῶν μὲν πέρι τοσαῦτα εἰρήσθω·
24.7. The statue of Athena is upright, with a tunic reaching to the feet, and on her breast the head of Medusa is worked in ivory. She holds a statue of Victory about four cubits high, and in the other hand a spear; at her feet lies a shield and near the spear is a serpent. This serpent would be Erichthonius. On the pedestal is the birth of Pandora in relief. Hesiod and others have sung how this Pandora was the first woman; before Pandora was born there was as yet no womankind. The only portrait statue I remember seeing here is one of the emperor Hadrian, and at the entrance one of Iphicrates, who accomplished many remarkable achievements.
24.7. τὸ δὲ ἄγαλμα τῆς Ἀθηνᾶς ὀρθόν ἐστιν ἐν χιτῶνι ποδήρει καί οἱ κατὰ τὸ στέρνον ἡ κεφαλὴ Μεδούσης ἐλέφαντός ἐστιν ἐμπεποιημένη· καὶ Νίκην τε ὅσον τεσσάρων πηχῶν, ἐν δὲ τῇ χειρί δόρυ ἔχει, καί οἱ πρὸς τοῖς ποσὶν ἀσπίς τε κεῖται καὶ πλησίον τοῦ δόρατος δράκων ἐστίν· εἴη δʼ ἂν Ἐριχθόνιος οὗτος ὁ δράκων. ἔστι δὲ τῷ βάθρῳ τοῦ ἀγάλματος ἐπειργασμένη Πανδώρας γένεσις. πεποίηται δὲ Ἡσιόδῳ τε καὶ ἄλλοις ὡς ἡ Πανδώρα γένοιτο αὕτη γυνὴ πρώτη· πρὶν δὲ ἢ γενέσθαι Πανδώραν οὐκ ἦν πω γυναικῶν γένος. ἐνταῦθα εἰκόνα ἰδὼν οἶδα Ἀδριανοῦ βασιλέως μόνου, καὶ κατὰ τὴν ἔσοδον Ἰφικράτους ἀποδειξαμένου πολλά τε καὶ θαυμαστὰ ἔργα.
24.8. Opposite the temple is a bronze Apollo, said to be the work of Pheidias. They call it the Locust God, because once when locusts were devastating the land the god said that he would drive them from Attica. That he did drive them away they know, but they do not say how. I myself know that locusts have been destroyed three times in the past on Mount Sipylus, and not in the same way. Once a gale arose and swept them away; on another occasion violent heat came on after rain and destroyed them; the third time sudden cold caught them and they died.
24.8. τοῦ ναοῦ δέ ἐστι πέραν Ἀπόλλων χαλκοῦς, καὶ τὸ ἄγαλμα λέγουσι Φειδίαν ποιῆσαι· Παρνόπιον δὲ καλοῦσιν, ὅτι σφίσι παρνόπων βλαπτόντων τὴν γῆν ἀποτρέψειν ὁ θεὸς εἶπεν ἐκ τῆς χώρας. καὶ ὅτι μὲν ἀπέτρεψεν ἴσασι, τρόπῳ δὲ οὐ λέγουσι ποίῳ. τρὶς δὲ αὐτὸς ἤδη πάρνοπας ἐκ Σιπύλου τοῦ ὄρους οὐ κατὰ ταὐτὰ οἶδα φθαρέντας, ἀλλὰ τοὺς μὲν ἐξέωσε βίαιος ἐμπεσὼν ἄνεμος, τοὺς δὲ ὕσαντος τοῦ θεοῦ καῦμα ἰσχυρὸν καθεῖλεν ἐπιλαβόν, οἱ δὲ αἰφνιδίῳ ῥίγει καταληφθέντες ἀπώλοντο.
25.1. Such were the fates I saw befall the locusts. On the Athenian Acropolis is a statue of Pericles, the son of Xanthippus, and one of Xanthippus him self, who fought against the Persians at the naval battle of Mycale. But that of Pericles stands apart, while near Xanthippus stands Anacreon of Teos, the first poet after Sappho of Lesbos to devote himself to love songs, and his posture is as it were that of a man singing when he is drunk. Deinomenes made the two female figures which stand near, Io, the daughter of Inachus, and Callisto, the daughter of Lycaon, of both of whom exactly the same story is told, to wit, love of Zeus, wrath of Hera, and metamorphosis, Io becoming a cow and Callisto a bear.
25.1. τοιαῦτα μὲν αὐτοῖς συμβαίνοντα εἶδον· ἔστι δὲ ἐν τῇ Ἀθηναίων ἀκροπόλει καὶ Περικλῆς ὁ Ξανθίππου καὶ αὐτὸς Ξάνθιππος, ὃς ἐναυμάχησεν ἐπὶ Μυκάλῃ Μήδοις. ἀλλʼ ὁ μὲν Περικλέους ἀνδριὰς ἑτέρωθι ἀνάκειται, τοῦ δὲ Ξανθίππου πλησίον ἕστηκεν Ἀνακρέων ὁ Τήιος, πρῶτος μετὰ Σαπφὼ τὴν Λεσβίαν τὰ πολλὰ ὧν ἔγραψεν ἐρωτικὰ ποιήσας· καί οἱ τὸ σχῆμά ἐστιν οἷον ᾄδοντος ἂν ἐν μέθῃ γένοιτο ἀνθρώπου. γυναῖκας δὲ πλησίον Δεινομένης Ἰὼ τὴν Ἰνάχου καὶ Καλλιστὼ τὴν Λυκάονος πεποίηκεν, αἷς ἀμφοτέραις ἐστὶν ἐς ἅπαν ὅμοια διηγήματα ἔρως Διὸς καὶ Ἥρας ὀργὴ καὶ ἀλλαγὴ τῇ μὲν ἐς βοῦν, Καλλιστοῖ δὲ ἐς ἄρκτον.
25.2. By the south wall are represented the legendary war with the giants, who once dwelt about Thrace and on the isthmus of Pallene, the battle between the Athenians and the Amazons, the engagement with the Persians at Marathon and the destruction of the Gauls in Mysia. Each is about two cubits, and all were dedicated by Attalus. There stands too Olympiodorus, who won fame for the greatness of his achievements, especially in the crisis when he displayed a brave confidence among men who had met with continuous reverses, and were therefore in despair of winning a single success in the days to come.
25.2. πρὸς δὲ τῷ τείχει τῷ Νοτίῳ γιγάντων, οἳ περὶ Θρᾴκην ποτὲ καὶ τὸν ἰσθμὸν τῆς Παλλήνης ᾤκησαν, τούτων τὸν λεγόμενον πόλεμον καὶ μάχην πρὸς Ἀμαζόνας Ἀθηναίων καὶ τὸ Μαραθῶνι πρὸς Μήδους ἔργον καὶ Γαλατῶν τὴν ἐν Μυσίᾳ φθορὰν ἀνέθηκεν Ἄτταλος, ὅσον τε δύο πηχῶν ἕκαστον. ἕστηκε δὲ καὶ Ὀλυμπιόδωρος, μεγέθει τε ὧν ἔπραξε λαβὼν δόξαν καὶ οὐχ ἥκιστα τῷ καιρῷ, φρόνημα ἐν ἀνθρώποις παρασχόμενος συνεχῶς ἐπταικόσι καὶ διʼ αὐτὸ οὐδὲ ἓν χρηστὸν οὐδὲ ἐς τὰ μέλλοντα ἐλπίζουσι.
25.3. For the disaster at Chaeronea was the beginning of misfortune for all the Greeks, and especially did it enslave those who had been blind to thedanger and such as had sided with Macedon. Most of their cities Philip captured; with Athens he nominally came to terms, but really imposed the severest penalties upon her, taking away the islands and putting an end to her maritime empire. For a time the Athenians remained passive, during the reign of Philip and subsequently of Alexander. But when on the death of Alexander the Macedonians chose Aridaeus to be their king, though the whole empire had been entrusted to Antipater, the Athenians now thought it intolerable if Greece should be for ever under the Macedonians, and themselves embarked on war besides inciting others to join them.
25.3. τὸ γὰρ ἀτύχημα τὸ ἐν Χαιρωνείᾳ ἅπασι τοῖς Ἕλλησιν ἦρξε κακοῦ καὶ οὐχ ἥκιστα δούλους ἐποίησε τοὺς ὑπεριδόντας καὶ ὅσοι μετὰ Μακεδόνων ἐτάχθησαν. τὰς μὲν δὴ πολλὰς Φίλιππος τῶν πόλεων εἷλεν, Ἀθηναίοις δὲ λόγῳ συνθέμενος ἔργῳ σφᾶς μάλιστα ἐκάκωσε, νήσους τε ἀφελόμενος καὶ τῆς ἐς τὰ ναυτικὰ παύσας ἀρχῆς. καὶ χρόνον μέν τινα ἡσύχασαν Ἀθηναῖοι Φιλίππου βασιλεύοντος καὶ ὕστερον Ἀλεξάνδρου· τελευτήσαντος δὲ Ἀλεξάνδρου Μακεδόνες μὲν βασιλεύειν εἵλοντο Ἀριδαῖον, Ἀντιπάτρῳ δὲ ἐπετέτραπτο ἡ πᾶσα ἀρχή, καὶ Ἀθηναίοις οὐκέτι ἀνεκτὰ ἐφαίνετο εἰ τὸν πάντα χρόνον ἔσται ἐπὶ Μακεδόσι τὸ Ἑλληνικόν, ἀλλʼ αὐτοί τε πολεμεῖν ὥρμηντο καὶ ἄλλους ἐς τὸ ἔργον ἤγειρον.
25.4. The cities that took part were, of the Peloponnesians, Argos, Epidaurus, Sicyon, Troezen, the Eleans, the Phliasians, Messene; on the other side of the Corinthian isthmus the Locrians, the Phocians, the Thessalians, Carystus, the Acarnanians belonging to the Aetolian League. The Boeotians, who occupied the Thebaid territory now that there were no Thebans left to dwell there, in fear lest the Athenians should injure them by founding a settlement on the site of Thebes, refused to join the alliance and lent all their forces to furthering the Macedonian cause.
25.4. ἐγένοντο δὲ αἱ μετασχοῦσαι πόλεις Πελοποννησίων μὲν Ἄργος Ἐπίδαυρος Σικυὼν Τροιζὴν Ἠλεῖοι Φλιάσιοι Μεσσήνη, οἱ δὲ ἔξω τοῦ Κορινθίων ἰσθμοῦ Λοκροὶ Φωκεῖς Θεσσαλοὶ Κάρυστος Ἀκαρνᾶνες ἐς τὸ Αἰτωλικὸν συντελοῦντες· Βοιωτοὶ δὲ Θηβαίων ἠρημωμένην τὴν γῆν τὴν Θηβαΐδα νεμόμενοι δέει μὴ Θήβας αὖθις Ἀθηναῖοί σφισιν ἐποικίζωσιν οὔτε ἐς τὴν συμμαχίαν ἐτάσσοντο καὶ ἐς ὅσον ἧκον δυνάμεως τὰ Μακεδόνων ηὖξον.
25.5. Each city ranged under the alliance had its own general, but as commander-in-chief was chosen the Athenian Leosthenes, both because of the fame of his city and also because he had the reputation of being an experienced soldier. He had already proved himself a general benefactor of Greece. All the Greeks that were serving as mercenaries in the armies of Darius and his satraps Alexander had wished to deport to Persia, but Leosthenes was too quick for him, and brought them by sea to Europe. On this occasion too his brilliant actions surpassed expectation, and his death produced a general despair which was chiefly responsible for the defeat. A Macedonian garrison was set over the Athenians, and occupied first Munychia and afterwards Peiraeus also and the Long Walls.
25.5. τοὺς δὲ ἐς τὸ συμμαχικὸν ταχθέντας κατὰ πόλεις τε ἑκάστους ἦγον στρατηγοὶ καὶ τοῦ παντὸς ἄρχειν ᾕρητο Ἀθηναῖος Λεωσθένης πόλεώς τε ἀξιώματι καὶ αὐτὸς εἶναι δοκῶν πολέμων ἔμπειρος. ὑπῆρχε δέ οἱ καὶ πρὸς πάντας εὐεργεσία τοὺς Ἕλληνας· ὁπόσοι γὰρ μισθοῦ παρὰ Δαρείῳ καὶ σατράπαις ἐστρατεύοντο Ἕλληνες, ἀνοικίσαι σφᾶς ἐς τὴν Περσίδα θελήσαντος Ἀλεξάνδρου Λεωσθένης ἔφθη κομίσας ναυσὶν ἐς τὴν Εὐρώπην. καὶ δὴ καὶ τότε ὧν ἐς αὐτὸν ἤλπισαν [τὰ] ἔργα λαμπρότερα ἐπιδειξάμενος παρέσχεν ἀποθανὼν ἀθυμῆσαι πᾶσι καὶ διʼ αὐτὸ οὐχ ἥκιστα σφαλῆναι· φρουρά τε Μακεδόνων ἐσῆλθεν Ἀθηναίοις, οἳ Μουνυχίαν, ὕστερον δὲ καὶ Πειραιᾶ καὶ τείχη μακρὰ ἔσχον.
25.6. On the death of Antipater Olympias came over from Epeirus, killed Aridaeus, and for a time occupied the throne; but shortly afterwards she was besieged by Cassander, taken and delivered up to the people. Of the acts of Cassander when he came to the throne my narrative will deal only with such as concern the Athenians. He seized the fort of Panactum in Attica and also Salamis, and established as tyrant in Athens Demetrius the son of Phanostratus, a man who had won a reputation for wisdom. This tyrant was put down by Demetrius the son of Antigonus, a young man of strong Greek sympathies.
25.6. Ἀντιπάτρου δὲ ἀποθανόντος Ὀλυμπιὰς διαβᾶσα ἐξ Ἠπείρου χρόνον μέν τινα ἦρξεν ἀποκτείνασα Ἀριδαῖον, οὐ πολλῷ δὲ ὕστερον ἐκπολιορκηθεῖσα ὑπὸ Κασσάνδρου παρεδόθη τῷ πλήθει. Κάσσανδρος δὲ βασιλεύσας—τὰ δὲ ἐς Ἀθηναίους ἐπέξεισί μοι μόνα ὁ λόγος—Πάνακτον τεῖχος ἐν τῇ Ἀττικῇ καὶ Σαλαμῖνα εἷλε τύραννόν τε Ἀθηναίοις ἔπραξε γενέσθαι Δημήτριον τὸν Φανοστράτου, [τὰ πρὸς] δόξαν εἰληφότα ἐπὶ σοφίᾳ. τοῦτον μὲν δὴ τυραννίδος ἔπαυσε Δημήτριος ὁ Ἀντιγόνου, νέος τε ὢν καὶ φιλοτίμως πρὸς τὸ Ἑλληνικὸν διακείμενος·
25.7. But Cassander, inspired by a deep hatred of the Athenians, made a friend of Lachares, who up to now had been the popular champion, and induced him also to arrange a tyranny. We know no tyrant who proved so cruel to man and so impious to the gods. Although Demetrius the son of Antigonus was now at variance with the Athenian people, he notwithstanding deposed Lachares too from his tyranny, who, on the capture of the fortifications, escaped to Boeotia. Lachares took golden shields from the Acropolis, and stripped even the statue of Athena of its removable ornament; he was accordingly suspected of being a very wealthy man, and was murdered by some men of Coronea for the sake of this wealth.
25.7. Κάσσανδρος δὲ—δεινὸν γάρ τι ὑπῆν οἱ μῖσος ἐς τοὺς Ἀθηναίους—, ὁ δὲ αὖθις Λαχάρην προεστηκότα ἐς ἐκεῖνο τοῦ δήμου, τοῦτον τὸν ἄνδρα οἰκειωσάμενος τυραννίδα ἔπεισε βουλεῦσαι, τυράννων ὧν ἴσμεν τά τε ἐς ἀνθρώπους μάλιστα ἀνήμερον καὶ ἐς τὸ θεῖον ἀφειδέστατον. Δημητρίῳ δὲ τῷ Ἀντιγόνου διαφορὰ μὲν ἦν ἐς τὸν δῆμον ἤδη τῶν Ἀθηναίων, καθεῖλε δὲ ὅμως καὶ τὴν Λαχάρους τυραννίδα· ἁλισκομένου δὲ τοῦ τείχους ἐκδιδράσκει Λαχάρης ἐς Βοιωτούς, ἅτε δὲ ἀσπίδας ἐξ ἀκροπόλεως καθελὼν χρυσᾶς καὶ αὐτὸ τῆς Ἀθηνᾶς τὸ ἄγαλμα τὸν περιαιρετὸν ἀποδύσας κόσμον ὑπωπτεύετο εὐπορεῖν μεγάλως χρημάτων.
25.8. After freeing the Athenians from tyrants Demetrius the son of Antigonus did not restore the Peiraeus to them immediately after the flight of Lachares, but subsequently overcame them and brought a garrison even into the upper city, fortifying the place called the Museum. This is a hill right opposite the Acropolis within the old city boundaries, where legend says Musaeus used to sing, and, dying of old age, was buried. Afterwards a monument also was erected here to a Syrian. At the time to which I refer Demetrius fortified and held it.
25.8. Λαχάρην μὲν οὖν τούτων ἕνεκα κτείνουσιν ἄνδρες Κορωναῖοι· Δημήτριος δὲ ὁ Ἀντιγόνου τυράννων ἐλευθερώσας Ἀθηναίους τό τε παραυτίκα μετὰ τὴν Λαχάρους φυγὴν οὐκ ἀπέδωκέ σφισι τὸν Πειραιᾶ καὶ ὕστερον πολέμῳ κρατήσας ἐσήγαγεν ἐς αὐτὸ φρουρὰν τὸ ἄστυ, τὸ Μουσεῖον καλούμενον τειχίσας. ἔστι δὲ ἐντὸς τοῦ περιβόλου τοῦ ἀρχαίου τὸ Μουσεῖον ἀπαντικρὺ τῆς ἀκροπόλεως λόφος, ἔνθα Μουσαῖον ᾄδειν καὶ ἀποθανόντα γήρᾳ ταφῆναι λέγουσιν· ὕστερον δὲ καὶ μνῆμα αὐτόθι ἀνδρὶ ᾠκοδομήθη Σύρῳ. τότε δὲ Δημήτριος τειχίσας εἶχε·
26.1. But afterwards a few men called to mind their forefathers, and the contrast between their present position and the ancient glory of Athens, and without more ado forth with elected Olympiodorus to be their general. He led them against the Macedonians, both the old men and the youths, and trusted for military success more to enthusiasm than to strength. The Macedonians came out to meet him, but he over came them, pursued them to the Museum, and captured the position.
26.1. χρόνῳ δὲ ὕστερον ἄνδρας ἐσῆλθεν οὐ πολλοὺς [καὶ] μνήμη τε προγόνων καὶ ἐς οἵαν μεταβολὴν τὸ ἀξίωμα ἥκοι τῶν Ἀθηναίων, αὐτίκα τε ὡς εἶχον αἱροῦνται στρατηγὸν Ὀλυμπιόδωρον. ὁ δὲ σφᾶς ἐπὶ τοὺς Μακεδόνας ἦγε καὶ γέροντας καὶ μειράκια ὁμοίως, προθυμίᾳ πλέον ἢ ῥώμῃ κατορθοῦσθαι τὰ ἐς πόλεμον ἐλπίζων· ἐπεξελθόντας δὲ τοὺς Μακεδόνας μάχῃ τε ἐκράτησε καὶ φυγόντων ἐς τὸ Μουσεῖον τὸ χωρίον εἷλεν.
26.2. So Athens was delivered from the Macedonians, and though all the Athenians fought memorably, Leocritus the son of Protarchus is said to have displayed most daring in the engagement. For he was the first to scale the fortification, and the first to rush into the Museum; and when he fell fighting, the Athenians did him great honor, dedicating his shield to Zeus of Freedom and in scribing on it the name of Leocritus and his exploit.
26.2. Ἀθῆναι μὲν οὕτως ἀπὸ Μακεδόνων ἠλευθερώθησαν, Ἀθηναίων δὲ πάντων ἀγωνισαμένων ἀξίως λόγου Λεώκριτος μάλιστα ὁ Πρωτάρχου λέγεται τόλμῃ χρήσασθαι πρὸς τὸ ἔργον· πρῶτος μὲν γὰρ ἐπὶ τὸ τεῖχος ἀνέβη, πρῶτος δὲ ἐς τὸ Μουσεῖον ἐσήλατο, καί οἱ πεσόντι ἐν τῇ μάχῃ τιμαὶ παρʼ Ἀθηναίων καὶ ἄλλαι γεγόνασι καὶ τὴν ἀσπίδα ἀνέθεσαν τῷ Διὶ τῷ Ἐλευθερίῳ, τὸ ὄνομα τοῦ Λεωκρίτου καὶ τὸ κατόρθωμα ἐπιγράψαντες.
26.3. This is the greatest achievement of Olympiodorus, not to mention his success in recovering Peiraeus and Munychia; and again, when the Macedonians were raiding Eleusis he collected a force of Eleusinians and defeated the invaders. Still earlier than this, when Cassander had invaded Attica, Olympiodorus sailed to Aetolia and induced the Aetolians to help. This allied force was the main reason why the Athenians escaped war with Cassander. Olympiodorus has not only honors at Athens, both on the Acropolis and in the town hall but also a portrait at Eleusis. The Phocians too of Elatea dedicated at Delphi a bronze statue of Olympiodorus for help in their revolt from Cassander.
26.3. Ὀλυμπιοδώρῳ δὲ τόδε μέν ἐστιν ἔργον μέγιστον χωρὶς τούτων ὧν ἔπραξε Πειραιᾶ καὶ Μουνυχίαν ἀνασωσάμενος· ποιουμένων δὲ Μακεδόνων καταδρομὴν ἐς Ἐλευσῖνα Ἐλευσινίους συντάξας ἐνίκα τοὺς Μακεδόνας. πρότερον δὲ ἔτι τούτων ἐσβαλόντος ἐς τὴν Ἀττικὴν Κασσάνδρου πλεύσας Ὀλυμπιόδωρος ἐς Αἰτωλίαν βοηθεῖν Αἰτωλοὺς ἔπεισε, καὶ τὸ συμμαχικὸν τοῦτο ἐγένετο Ἀθηναίοις αἴτιον μάλιστα διαφυγεῖν τὸν Κασσάνδρου πόλεμον. Ὀλυμπιοδώρῳ δὲ τοῦτο μὲν ἐν Ἀθήναις εἰσὶν ἔν τε ἀκροπόλει καὶ ἐν πρυτανείῳ τιμαί, τοῦτο δὲ ἐν Ἐλευσῖνι γραφή· καὶ Φωκέων οἱ Ἐλάτειαν ἔχοντες χαλκοῦν Ὀλυμπιόδωρον ἐν Δελφοῖς ἀνέθεσαν, ὅτι καὶ τούτοις ἤμυνεν ἀποστᾶσι Κασσάνδρου.
26.4. Near the statue of Olympiodorus stands a bronze image of Artemis surnamed Leucophryne, dedicated by the sons of Themistocles; for the Magnesians, whose city the King had given him to rule, hold Artemis Leucophryne in honor. But my narrative must not loiter, as my task is a general description of all Greece. Endoeus was an Athenian by birth and a pupil of Daedalus, who also, when Daedalus was in exile because of the death of Calos, followed him to Crete. Made by him is a statue of Athena seated, with an inscription that Callias dedicated the image, but Endoeus made it.
26.4. τῆς δὲ εἰκόνος πλησίον τῆς Ὀλυμπιοδώρου χαλκοῦν Ἀρτέμιδος ἄγαλμα ἔστηκεν ἐπίκλησιν Λευκοφρύνης, ἀνέθεσαν δὲ οἱ παῖδες οἱ Θεμιστοκλέους· Μάγνητες γάρ, ὧν ἦρχε Θεμιστοκλῆς λαβὼν παρὰ βασιλέως, Λευκοφρύνην Ἄρτεμιν ἄγουσιν ἐν τιμῇ. δεῖ δέ με ἀφικέσθαι τοῦ λόγου πρόσω, πάντα ὁμοίως ἐπεξιόντα τὰ Ἑλληνικά. Ἔνδοιος ἦν γένος μὲν Ἀθηναῖος, Δαιδάλου δὲ μαθητής, ὃς καὶ φεύγοντι Δαιδάλῳ διὰ τὸν Κάλω θάνατον ἐπηκολούθησεν ἐς Κρήτην· τούτου καθήμενόν ἐστιν Ἀθηνᾶς ἄγαλμα, ἐπίγραμμα ἔχον ὡς Καλλίας μὲν ἀναθείη, ποιήσειε δὲ Ἔνδοιος.
26.5. There is also a building called the Erechtheum. Before the entrance is an altar of Zeus the Most High, on which they never sacrifice a living creature but offer cakes, not being wont to use any wine either. Inside the entrance are altars, one to Poseidon, on which in obedience to an oracle they sacrifice also to Erechtheus, the second to the hero Butes, and the third to Hephaestus. On the walls are paintings representing members of the clan Butadae; there is also inside—the building is double—sea-water in a cistern. This is no great marvel, for other inland regions have similar wells, in particular Aphrodisias in Caria. But this cistern is remarkable for the noise of waves it sends forth when a south wind blows. On the rock is the outline of a trident. Legend says that these appeared as evidence in support of Poseidon's claim to the land.
26.5. —ἔστι δὲ καὶ οἴκημα Ἐρέχθειον καλούμενον· πρὸ δὲ τῆς ἐσόδου Διός ἐστι βωμὸς Ὑπάτου, ἔνθα ἔμψυχον θύουσιν οὐδέν, πέμματα δὲ θέντες οὐδὲν ἔτι οἴνῳ χρήσασθαι νομίζουσιν. ἐσελθοῦσι δέ εἰσι βωμοί, Ποσειδῶνος, ἐφʼ οὗ καὶ Ἐρεχθεῖ θύουσιν ἔκ του μαντεύματος, καὶ ἥρωος Βούτου, τρίτος δὲ Ἡφαίστου· γραφαὶ δὲ ἐπὶ τῶν τοίχων τοῦ γένους εἰσὶ τοῦ Βαυταδῶν καὶ—διπλοῦν γάρ ἐστι τὸ οἴκημα—[καὶ] ὕδωρ ἐστὶν ἔνδον θαλάσσιον ἐν φρέατι. τοῦτο μὲν θαῦμα οὐ μέγα· καὶ γὰρ ὅσοι μεσόγαιαν οἰκοῦσιν, ἄλλοις τε ἔστι καὶ Καρσὶν Ἀφροδισιεῦσιν· ἀλλὰ τόδε ⟨τὸ⟩ φρέαρ ἐς συγγραφὴν παρέχεται κυμάτων ἦχον ἐπὶ νότῳ πνεύσαντι. καὶ τριαίνης ἐστὶν ἐν τῇ πέτρᾳ σχῆμα· ταῦτα δὲ λέγεται Ποσειδῶνι μαρτύρια ἐς τὴν ἀμφισβήτησιν τῆς χώρας φανῆναι.
26.6. Both the city and the whole of the land are alike sacred to Athena; for even those who in their parishes have an established worship of other gods nevertheless hold Athena in honor. But the most holy symbol, that was so considered by all many years before the unification of the parishes, is the image of Athena which is on what is now called the Acropolis, but in early days the Polis (City). A legend concerning it says that it fell from heaven; whether this is true or not I shall not discuss. A golden lamp for the goddess was made by Callimachus Having filled the lamp with oil, they wait until the same day next year, and the oil is sufficient for the lamp during the interval, although it is alight both day and night.
26.6. ἱερὰ μὲν τῆς Ἀθηνᾶς ἐστιν ἥ τε ἄλλη πόλις καὶ ἡ πᾶσα ὁμοίως γῆ—καὶ γὰρ ὅσοις θεοὺς καθέστηκεν ἄλλους ἐν τοῖς δήμοις σέβειν, οὐδέν τι ἧσσον τὴν Ἀθηνᾶν ἄγουσιν ἐν τιμῇ—, τὸ δὲ ἁγιώτατον ἐν κοινῷ πολλοῖς πρότερον νομισθὲν ἔτεσιν ⟨ἢ⟩ συνῆλθον ἀπὸ τῶν δήμων ἐστὶν Ἀθηνᾶς ἄγαλμα ἐν τῇ νῦν ἀκροπόλει, τότε δὲ ὀνομαζομένῃ πόλει· φήμη δὲ ἐς αὐτὸ ἔχει πεσεῖν ἐκ τοῦ οὐρανοῦ. καὶ τοῦτο μὲν οὐκ ἐπέξειμι εἴτε οὕτως εἴτε ἄλλως ἔχει, λύχνον δὲ τῇ θεῷ χρυσοῦν Καλλίμαχος ἐποίησεν·
26.7. The wick in it is of Carpasian flax, the only kind of flax which is fire-proof, and a bronze palm above the lamp reaches to the roof and draws off the smoke. The Callimachus who made the lamp, although not of the first rank of artists, was yet of unparalleled cleverness, so that he was the first to drill holes through stones, and gave himself the title of Refiner of Art, or perhaps others gave the title and he adopted it as his.
26.7. ἐμπλήσαντες δὲ ἐλαίου τὸν λύχνον τὴν αὐτὴν τοῦ μέλλοντος ἔτους ἀναμένουσιν ἡμέραν, ἔλαιον δὲ ἐκεῖνο τὸν μεταξὺ ἐπαρκεῖ χρόνον τῷ λύχνῳ κατὰ τὰ αὐτὰ ἐν ἡμέρᾳ καὶ νυκτὶ φαίνοντι. καί οἱ λίνου Καρπασίου θρυαλλὶς ἔνεστιν, ὃ δὴ πυρὶ λίνων μόνον οὐκ ἔστιν ἁλώσιμον· φοῖνιξ δὲ ὑπὲρ τοῦ λύχνου χαλκοῦς ἀνήκων ἐς τὸν ὄροφον ἀνασπᾷ τὴν ἀτμίδα. ὁ δὲ Καλλίμαχος ⟨ὁ⟩ τὸν λύχνον ποιήσας, ἀποδέων τῶν πρώτων ἐς αὐτὴν τὴν τέχνην, οὕτω σοφίᾳ πάντων ἐστὶν ἄριστος ὥστε καὶ λίθους πρῶτος ἐτρύπησε καὶ ὄνομα ἔθετο κατατηξίτεχνον, ἢ θεμένων ἄλλων κατέστησεν ἐφʼ αὑτῷ.
27.1. In the temple of Athena Polias (Of the City) is a wooden Hermes, said to have been dedicated by Cecrops, but not visible because of myrtle boughs. The votive offerings worth noting are, of the old ones, a folding chair made by Daedalus, Persian spoils, namely the breastplate of Masistius, who commanded the cavalry at Plataea, and a scimitar said to have belonged to Mardonius. Now Masistius I know was killed by the Athenian cavalry. But Mardonius was opposed by the Lacedaemonians and was killed by a Spartan; so the Athenians could not have taken the scimitar to begin with, and furthermore the Lacedaemonians would scarcely have suffered them to carry it off.
27.1. κεῖται δὲ ἐν τῷ ναῷ τῆς Πολιάδος Ἑρμῆς ξύλου, Κέκροπος εἶναι λεγόμενον ἀνάθημα, ὑπὸ κλάδων μυρσίνης οὐ σύνοπτον. ἀναθήματα δὲ ὁπόσα ἄξια λόγου, τῶν μὲν ἀρχαίων δίφρος ὀκλαδίας ἐστὶ Δαιδάλου ποίημα, λάφυρα δὲ ἀπὸ Μήδων Μασιστίου θώραξ, ὃς εἶχεν ἐν Πλαταιαῖς τὴν ἡγεμονίαν τῆς ἵππου, καὶ ἀκινάκης Μαρδονίου λεγόμενος εἶναι. Μασίστιον μὲν δὴ τελευτήσαντα ὑπὸ τῶν Ἀθηναίων οἶδα ἱππέων· Μαρδονίου δὲ μαχεσαμένου Λακεδαιμονίοις ἐναντία καὶ ὑπὸ ἀνδρὸς Σπαρτιάτου πεσόντος οὐδʼ ἂν ὑπεδέξαντο ἀρχὴν οὐδὲ ἴσως Ἀθηναίοις παρῆκαν φέρεσθαι Λακεδαιμόνιοι τὸν ἀκινάκην.
27.2. About the olive they have nothing to say except that it was testimony the goddess produced when she contended for their land. Legend also says that when the Persians fired Athens the olive was burnt down, but on the very day it was burnt it grew again to the height of two cubits. Adjoining the temple of Athena is the temple of Pandrosus, the only one of the sisters to be faithful to the trust.
27.2. περὶ δὲ τῆς ἐλαίας οὐδὲν ἔχουσιν ἄλλο εἰπεῖν ἢ τῇ θεῷ μαρτύριον γενέσθαι τοῦτο ἐς τὸν ἀγῶνα τὸν ἐπὶ τῇ χώρᾳ· λέγουσι δὲ καὶ τάδε, κατακαυθῆναι μὲν τὴν ἐλαίαν, ἡνίκα ὁ Μῆδος τὴν πόλιν ἐνέπρησεν Ἀθηναίοις, κατακαυθεῖσαν δὲ αὐθημερὸν ὅσον τε ἐπὶ δύο βλαστῆσαι πήχεις. τῷ ναῷ δὲ τῆς Ἀθηνᾶς Πανδρόσου ναὸς συνεχής ἐστι· καὶ ἔστι Πάνδροσος ἐς τὴν παρακαταθήκην ἀναίτιος τῶν ἀδελφῶν μόνη.
27.3. I was much amazed at something which is not generally known, and so I will describe the circumstances. Two maidens dwell not far from the temple of Athena Polias, called by the Athenians Bearers of the Sacred Offerings. For a time they live with the goddess, but when the festival comes round they perform at night the following rites. Having placed on their heads what the priestess of Athena gives them to carry—neither she who gives nor they who carry have any knowledge what it is—the maidens descend by the natural underground passage that goes across the adjacent precincts, within the city, of Aphrodite in the Gardens. They leave down below what they carry and receive something else which they bring back covered up. These maidens they henceforth let go free, and take up to the Acropolis others in their place.
27.3. ἃ δέ μοι θαυμάσαι μάλιστα παρέσχεν, ἔστι μὲν οὐκ ἐς ἅπαντα⟨ς⟩ γνώριμα, γράψω δὲ οἷα συμβαίνει. παρθένοι δύο τοῦ ναοῦ τῆς Πολιάδος οἰκοῦσιν οὐ πόρρω, καλοῦσι δὲ Ἀθηναῖοι σφᾶς ἀρρηφόρους· αὗται χρόνον μέν τινα δίαιταν ἔχουσι παρὰ τῇ θεῷ, παραγενομένης δὲ τῆς ἑορτῆς δρῶσιν ἐν νυκτὶ τοιάδε. ἀναθεῖσαί σφισιν ἐπὶ τὰς κεφαλὰς ἃ ἡ τῆς Ἀθηνᾶς ἱέρεια δίδωσι φέρειν, οὔτε ἡ διδοῦσα ὁποῖόν τι δίδωσιν εἰδυῖα οὔτε ταῖς φερούσαις ἐπισταμέναις—ἔστι δὲ περίβολος ἐν τῇ πόλει τῆς καλουμένης ἐν Κήποις Ἀφροδίτης οὐ πόρρω καὶ διʼ αὐτοῦ κάθοδος ὑπόγαιος αὐτομάτη—, ταύτῃ κατίασιν αἱ παρθένοι. κάτω μὲν δὴ τὰ φερόμενα λείπουσιν, λαβοῦσαι δὲ ἄλλο τι κομίζουσιν ἐγκεκαλυμμένον· καὶ τὰς μὲν ἀφιᾶσιν ἤδη τὸ ἐντεῦθεν, ἑτέρας δὲ ἐς τὴν ἀκρόπολιν παρθένους ἄγουσιν ἀντʼ αὐτῶν.