SCRIPTURA

Pausanias · Description of Greece · 46 of 60

Book VIII · chapters 40–48

Translated by W. H. S. Jones

ContentsMarkdown.md ↓

40.4. On the occasion to which I refer Creugas aimed his blow at the head of Damoxenus, and the latter bade Creugas lift up his arm. On his doing so, Damoxenus with straight fingers struck his opponent under the ribs; and what with the sharpness of his nails and the force of the blow he drove his hand into the other's inside, caught his bowels, and tore them as he pulled them out.

40.4. τότε οὖν ὁ μὲν τὴν πληγὴν ἀφῆκεν ἐς τοῦ Δαμοξένου τὴν κεφαλήν· ὁ δὲ ἀνασχεῖν τὴν χεῖρα ὁ Δαμόξενος ἐκέλευσε τὸν Κρεύγαν, ἀνασχόντος δὲ παίει τοῖς δακτύλοις ὀρθοῖς ὑπὸ τὴν πλευράν, ὑπὸ δὲ ἀκμῆς τε τῶν ὀνύχων καὶ βίας τῆς πληγῆς τὴν χεῖρα ἐς τὸ ἐντὸς καθεὶς καὶ ἐπιλαβόμενος τῶν σπλάγχνων ἐς τὸ ἐκτὸς ἕλκων ἀπέρρηξε.

40.5. Creugas expired on the spot, and the Argives expelled Damoxenus for breaking his agreement by dealing his opponent many blows instead of one. They gave the victory to the dead Creugas, and had a statue of him made in Argos. It still stood in my time in the sanctuary of Lycian Apollo.

40.5. καὶ ὁ μὲν τὴν ψυχὴν αὐτίκα ὁ Κρεύγας ἀφίησιν, οἱ δὲ Ἀργεῖοι τὸν Δαμόξενον ἅτε τὰ συγκείμενα ὑπερβάντα καὶ ἀντὶ μιᾶς κεχρημένον πολλαῖς ἐς τὸν ἀντίπαλον ταῖς πληγαῖς ἐξελαύνουσι, τῷ Κρεύγᾳ δὲ τὴν νίκην τεθνεῶτι ἔδοσαν καὶ ἐποιήσαντο εἰκόνα ἐν Ἄργει· καὶ ἐς ἐμὲ ἔκειτο ἐν τοῦ Ἀπόλλωνος τοῦ Λυκίου.

41.1. In the market-place of Phigalia there is also a common tomb of the picked men of Oresthasium, and every year they sacrifice to them as to heroes.

41.1. Φιγαλεῦσι δὲ ἐπὶ τῆς ἀγορᾶς καὶ πολυάνδριον τῶν λογάδων τῶν Ὀρεσθασίων ἐστί, καὶ ὡς ἥρωσιν αὐτοῖς ἐναγίζουσιν ἀνὰ πᾶν ἔτος.

41.2. A river called the Lymax flowing just beside Phigalia falls into the Neda, and the river, they say, got its name from the cleansing of Rhea. For when she had given birth to Zeus, the nymphs who cleansed her after her travail threw the refuse into this river. Now the ancients called refuse “lymata.” Homer, for example, says that the Greeks were cleansed, after the pestilence was stayed, and threw the lymata into the sea.

41.2. ποταμὸς δὲ ὁ καλούμενος Λύμαξ ἐκδίδωσι μὲν ἐς τὴν Νέδαν παρʼ αὐτὴν ῥέων Φιγαλίαν, γενέσθαι δὲ τοὔνομά φασι τῷ ποταμῷ καθαρσίων τῶν Ῥέας ἕνεκα. ὡς γὰρ δὴ τεκοῦσαν τὸν Δία ἐκάθηραν ἐπὶ ταῖς ὠδῖσιν αἱ Νύμφαι, τὰ καθάρματα ἐς τοῦτον ἐμβάλλουσι τὸν ποταμόν· ὠνόμαζον δὲ ἄρα οἱ ἀρχαῖοι αὐτὰ λύματα. μαρτυρεῖ δὲ καὶ Ὅμηρος, ἀπολυμαίνεσθαί τε ἐπὶ λύσει τοῦ λοιμοῦ τοὺς Ἕλληνας καὶ ἐμβάλλειν τὰ λύματα εἰπὼν σφᾶς ἐς θάλασσαν.

41.3. The source of the Neda is on Mount Cerausius, which is a part of Mount Lycaeus. At the place where the Neda approaches nearest to Phigalia the boys of the Phigalians cut off their hair in honor of the river. Near the sea the Neda is navigable for small ships. Of all known rivers the Maeander descends with the most winding course, which very often turns back and then bends round once more; but the second place for its twistings should be given to the Neda.

41.3. εἰσὶ δὲ αἱ πηγαὶ τῆς Νέδας ἐν ὄρει τῷ Κεραυσίῳ· τοῦ Λυκαίου δὲ μοῖρά ἐστι. καθότι ⟨δὲ⟩ ἐγγύτατα ἡ Νέδα Φιγαλέων τῆς πόλεως γίνεται, κατὰ τοῦτο οἱ Φιγαλέων παῖδες ἀποκείρονται τῷ ποταμῷ τὰς κόμας· τὰ ⟨δὲ⟩ πρὸς θαλάσσῃ καὶ ἀναπλεῖται ναυσὶν οὐ μεγάλαις ἡ Νέδα. ποταμῶν δὲ ὁπόσους ἴσμεν Μαίανδρος μὲν σκολιῷ μάλιστα κάτεισι τῷ ῥεύματι, ἔς τε τὸ ἄνω καμπὰς καὶ αὖθις ἐπιστροφὰς παρεχόμενος πλείστας· δεύτερα δὲ ἑλιγμῶν γε ἕνεκα φέροιτο ἂν ἡ Νέδα.

41.4. Some twelve stades above Phigalia are hot baths, and not far from these the Lymax falls into the Neda. Where the streams meet is the sanctuary of Eurynome, a holy spot from of old and difficult of approach because of the roughness of the ground. Around it are many cypress trees, growing close together.

41.4. σταδίοις δὲ ὅσον δώδεκα ἀνωτέρω Φιγαλίας θερμά τέ ἐστι λουτρὰ καὶ τούτων οὐ πόρρω κάτεισιν ὁ Λύμαξ ἐς τὴν Νέδαν· ᾗ δὲ συμβάλλουσι τὰ ῥεύματα, ἔστι τῆς Εὐρυνόμης τὸ ἱερόν, ἅγιόν τε ἐκ παλαιοῦ καὶ ὑπὸ τραχύτητος τοῦ χωρίου δυσπρόσοδον· περὶ αὐτὸ καὶ κυπάρισσοι πεφύκασι πολλαί τε καὶ ἀλλήλαις συνεχεῖς.

41.5. Eurynome is believed by the people of Phigalia to be a surname of Artemis. Those of them, however, to whom have descended ancient traditions, declare that Eurynome was a daughter of Ocean, whom Homer mentions in the Iliad, saying that along with Thetis she received Hephaestus. On the same day in each year they open the sanctuary of Eurynome, but at any other time it is a transgression for them to open it.

41.5. τὴν δὲ Εὐρυνόμην ὁ μὲν τῶν Φιγαλέων δῆμος ἐπίκλησιν εἶναι πεπίστευκεν Ἀρτέμιδος· ὅσοι δὲ αὐτῶν παρειλήφασιν ὑπομνήματα ἀρχαῖα, θυγατέρα Ὠκεανοῦ φασιν εἶναι τὴν Εὐρυνόμην, ἧς δὴ καὶ Ὅμηρος ἐν Ἰλιάδι ἐποιήσατο μνήμην ὡς ὁμοῦ Θέτιδι ὑποδέξαιτο Ἥφαιστον. ἡμέρᾳ δὲ τῇ αὐτῇ κατὰ ἔτος ἕκαστον τὸ ἱερὸν ἀνοιγνύουσι τῆς Εὐρυνόμης, τὸν δὲ ἄλλον χρόνον οὔ σφισιν ἀνοιγνύναι καθέστηκε·

41.6. On this occasion sacrifices also are offered by the state and by individuals. I did not arrive at the season of the festival, and I did not see the image of Eurynome; but the Phigalians told me that golden chains bind the wooden image, which represents a woman as far as the hips, but below this a fish. If she is a daughter of Ocean, and lives with Thetis in the depth of the sea, the fish may be regarded as a kind of emblem of her. But there could be no probable connection between such a shape and Artemis.

41.6. τηνικαῦτα δὲ καὶ θυσίας δημοσίᾳ τε καὶ ἰδιῶται θύουσιν. ἀφικέσθαι μὲν δή μοι τῆς ἑορτῆς οὐκ ἐξεγένετο ἐς καιρὸν οὐδὲ τῆς Εὐρυνόμης τὸ ἄγαλμα εἶδον· τῶν Φιγαλέων ⟨δʼ⟩ ἤκουσα ὡς χρυσαῖ τε τὸ ξόανον συνδέουσιν ἁλύσεις καὶ εἰκὼν γυναικὸς τὰ ἄχρι τῶν γλουτῶν, τὸ ἀπὸ τούτου δέ ἐστιν ἰχθύς. θυγατρὶ μὲν δὴ Ὠκεανοῦ καὶ ἐν βυθῷ τῆς θαλάσσης ὁμοῦ Θέτιδι οἰκούσῃ παρέχοιτο ἄν τι ἐς γνώρισμα αὐτῆς ὁ ἰχθύς· Ἀρτέμιδι δὲ οὐκ ἔστιν ὅπως ἂν μετά γε τοῦ εἰκότος λόγου μετείη τοιούτου σχήματος.

41.7. Phigalia is surrounded by mountains, on the left by the mountain called Cotilius, while on the right is another, Mount Elaius, which acts as a shield to the city. The distance from the city to Mount Cotilius is about forty stades. On the mountain is a place called Bassae, and the temple of Apollo the Helper, which, including the roof, is of stone.

41.7. περιέχεται δὲ ἡ Φιγαλία ὄρεσιν, ἐν ἀριστερᾷ μὲν ὑπὸ τοῦ καλουμένου Κωτιλίου, τὰ δὲ ἐς δεξιὰν ἕτερον προβεβλημένον ἐστὶν αὐτῆς ὄρος τὸ Ἐλάιον. ἀπέχει δὲ τῆς πόλεως ἐς τεσσαράκοντα τὸ Κωτίλιον μάλιστα σταδίους· ἐν δὲ [τῷ] αὐτῷ χωρίον τέ ἐστι καλούμενον Βᾶσσαι καὶ ὁ ναὸς τοῦ Ἀπόλλωνος τοῦ Ἐπικουρίου, λίθου καὶ αὐτὸς ⟨καὶ ὁ⟩ ὄροφος.

41.8. Of the temples in the Peloponnesus, this might be placed first after the one at Tegea for the beauty of its stone and for its symmetry. Apollo received his name from the help he gave in time of plague, just as the Athenians gave him the name of Averter of Evil for turning the plague away from them.

41.8. ναῶν δὲ ὅσοι Πελοποννησίοις εἰσί, μετά γε τὸν ἐν Τεγέᾳ προτιμῷτο οὗτος ἂν τοῦ λίθου τε ἐς κάλλος καὶ τῆς ἁρμονίας ἕνεκα. τὸ δὲ ὄνομα ἐγένετο τῷ Ἀπόλλωνι ἐπικουρήσαντι ἐπὶ νόσῳ λοιμώδει, καθότι καὶ παρὰ Ἀθηναίοις ἐπωνυμίαν ἔλαβεν Ἀλεξίκακος ἀποτρέψας καὶ τούτοις τὴν νόσον.

41.9. It was at the time of the war between the Peloponnesians and the Athenians that he also saved the Phigalians, and at no other time; the evidence is that of the two surnames of Apollo, which have practically the same meaning, and also the fact that Ictinus, the architect of the temple at Phigalia, was a contemporary of Pericles, and built for the Athenians what is called the Parthenon. My narrative has already said that the tile image of Apollo is in the market-place of Megalopolis.

41.9. ἔπαυσε δὲ ὑπὸ τὸν Πελοποννησίων καὶ Ἀθηναίων πόλεμον καὶ τοὺς Φιγαλέας καὶ οὐκ ἐν ἑτέρῳ καιρῷ· μαρτύρια δὲ αἵ τε ἐπικλήσεις ἀμφότεραι τοῦ Ἀπόλλωνος ἐοικός τι ὑποσημαίνουσαι καὶ Ἰκτῖνος ὁ ἀρχιτέκτων τοῦ ἐν Φιγαλίᾳ ναοῦ γεγονὼς τῇ ἡλικίᾳ κατὰ Περικλέα καὶ Ἀθηναίοις τὸν Παρθενῶνα καλούμενον κατασκευάσας. ἐδίδαξε δὲ ὁ λόγος ἤδη μοι τὸ ἄγαλμα εἶναι τοῦ Ἀπόλλωνος Μεγαλοπολιτῶν ἐν τῇ ἀγορᾷ.

41.10. On Mount Cotilius is a spring of water, but the author who related that this spring is the source of the stream of the river Lymax neither saw it himself nor spoke to a man who had done so. But I did both. We saw the river actually flowing, and the water of the spring on Mount Cotilius running no long way, and within a short distance disappearing altogether. It did not, however, occur to me to take pains to discover where in Arcadia the source of the Lymax is. Beyond the sanctuary of Apollo the Helper is a place named Cotilum, and in Cotilum is an Aphrodite. She also has a temple, the roof of which is now gone, and an image of the goddess.

41.10. ἔστι δὲ ὕδατος ἐν τῷ ὄρει τῷ Κωτιλίῳ πηγή, καὶ ὅπου συνέγραψεν ἤδη τις ἀπὸ ταύτης τῷ ποταμῷ τὸ ῥεῦμα τῷ Λύμακι ἄρχεσθαι, συνέγραψεν οὔτε αὐτὸς θεασάμενος οὔτε ἀνδρὸς ἀκοὴν ἰδόντος· ἃ καὶ ἀμφότερα παρῆσαν ἐμοί· τὸ μὲν ποταμοῦ ῥεῦμα ὂν ἑωρῶμεν, τῆς δὲ ἐν τῷ Κωτιλίῳ πηγῆς οὐκ ἐπὶ πολὺ ἐξικνούμενον τὸ ὕδωρ ἀλλὰ ἐντὸς ὀλίγου παντάπασιν ἀφανὲς γινόμενον. οὐ μὴν οὐδὲ ὅπου τῆς Ἀρκάδων ἐστὶν ἡ πηγὴ τῷ Λύμακι, ἐπῆλθε πολυπραγμονῆσαί μοι. ἔστι δὲ ὑπὲρ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Ἐπικουρίου ⟨χωρίον⟩ Κώτιλον μὲν ἐπίκλησιν, Ἀφροδίτη δέ ἐστιν ἐν Κωτίλῳ· καὶ αὐτῇ [τε] ναός τε ἦν οὐκ ἔχων ἔτι ὄροφον καὶ ἄγαλμα ἐπεποίητο.

42.1. The second mountain, Mount Elaius, is some thirty stades away from Phigalia, and has a cave sacred to Demeter surnamed Black. The Phigalians accept the account of the people of Thelpusa about the mating of Poseidon and Demeter, but they assert that Demeter gave birth, not to a horse, but to the Mistress, as the Arcadians call her.

42.1. τὸ δὲ ἕτερον τῶν ὀρῶν τὸ Ἐλάιον ἀπωτέρω μὲν Φιγαλίας ὅσον τε σταδίοις τριάκοντά ἐστι, Δήμητρος δὲ ἄντρον αὐτόθι ἱερὸν ἐπίκλησιν Μελαίνης. ὅσα μὲν δὴ οἱ ἐν Θελπούσῃ λέγουσιν ἐς μῖξιν τὴν Ποσειδῶνός τε καὶ Δήμητρος, κατὰ ταὐτά σφισιν οἱ Φιγαλεῖς νομίζουσι, τεχθῆναι δὲ ὑπὸ τῆς Δήμητρος οἱ Φιγαλεῖς φασιν οὐχ ἵππον ἀλλὰ τὴν Δέσποιναν ἐπονομαζομένην ὑπὸ Ἀρκάδων·

42.2. Afterwards, they say, angry with Poseidon and grieved at the rape of Persephone, she put on black apparel and shut herself up in this cavern for a long time. But when all the fruits of the earth were perishing, and the human race dying yet more through famine, no god, it seemed, knew where Demeter was in hiding, until Pan, they say, visited Arcadia.

42.2. τὸ δὲ ἀπὸ τούτου λέγουσι θυμῷ τε ἅμα ἐς τὸν Ποσειδῶνα αὐτὴν καὶ ἐπὶ τῆς Περσεφόνης τῇ ἁρπαγῇ πένθει χρωμένην μέλαιναν ἐσθῆτα ἐνδῦναι καὶ ἐς τὸ σπήλαιον τοῦτο ἐλθοῦσαν ἐπὶ χρόνον ἀπεῖναι πολύν. ὡς δὲ ἐφθείρετο μὲν πάντα ὅσα ἡ γῆ τρέφει, τὸ δὲ ἀνθρώπων γένος καὶ ἐς πλέον ἀπώλλυτο ὑπὸ τοῦ λιμοῦ, θεῶν μὲν ἄλλων ἠπίστατο ἄρα οὐδεὶς ἔνθα ἀπεκέκρυπτο ἡ Δημήτηρ, τὸν δὲ Πᾶνα ἐπιέναι μὲν τὴν Ἀρκαδίαν καὶ ἄλλοτε αὐτὸν ἐν ἄλλῳ θηρεύειν τῶν ὀρῶν, ἀφικόμενον δὲ καὶ πρὸς τὸ Ἐλάιον κατοπτεῦσαι τὴν Δήμητρα σχήματός τε ὡς εἶχε καὶ ἐσθῆτα ἐνεδέδυτο ποίαν·

42.3. Roaming from mountain to mountain as he hunted, he came at last to Mount Elaius and spied Demeter, the state she was in and the clothes she wore. So Zeus learnt this from Pan, and sent the Fates to Demeter, who listened to the Fates and laid aside her wrath, moderating her grief as well. For these reasons, the Phigalians say, they concluded that this cavern was sacred to Demeter and set up in it a wooden image.

42.3. πυθέσθαι δὴ τὸν Δία ταῦτα παρὰ τοῦ Πανὸς καὶ οὕτως ὑπʼ αὐτοῦ πεμφθῆναι τὰς Μοίρας παρὰ τὴν Δήμητρα, τὴν δὲ πεισθῆναί τε ταῖς Μοίραις καὶ ἀποθέσθαι μὲν τὴν ὀργήν, ὑφεῖναι δὲ καὶ τῆς λύπης. σφᾶς δὲ ἀντὶ τούτων φασὶν οἱ Φιγαλεῖς τό τε σπήλαιον νομίσαι τοῦτο ἱερὸν Δήμητρος καὶ ἐς αὐτὸ ἄγαλμα ἀναθεῖναι ξύλου.

42.4. The image, they say, was made after this fashion. It was seated on a rock, like to a woman in all respects save the head. She had the head and hair of a horse, and there grew out of her head images of serpents and other beasts. Her tunic reached right to her feet; on one of her hands was a dolphin, on the other a dove. Now why they had the image made after this fashion is plain to any intelligent man who is learned in traditions. They say that they named her Black because the goddess had black apparel.

42.4. πεποιῆσθαι δὲ οὕτω σφίσι τὸ ἄγαλμα· καθέζεσθαι μὲν ἐπὶ πέτρᾳ, γυναικὶ δὲ ἐοικέναι τἄλλα πλὴν κεφαλήν· κεφαλὴν δὲ καὶ κόμην εἶχεν ἵππου, καὶ δρακόντων τε καὶ ἄλλων θηρίων εἰκόνες προσεπεφύκεσαν τῇ κεφαλῇ· χιτῶνα δὲ ἐνεδέδυτο καὶ ⟨ἐς⟩ ἄκρους τοὺς πόδας· δελφὶς δὲ ἐπὶ τῆς χειρὸς ἦν αὐτῇ, περιστερὰ δὲ ἡ ὄρνις ἐπὶ τῇ ἑτέρᾳ. ἐφʼ ὅτῳ μὲν δὴ τὸ ξόανον ἐποιήσαντο οὕτως, ἀνδρὶ οὐκ ἀσυνέτῳ γνώμην ἀγαθῷ δὲ καὶ τὰ ἐς μνήμην δῆλά ἐστι· Μέλαιναν δὲ ἐπονομάσαι φασὶν αὐτήν, ὅτι καὶ ἡ θεὸς μέλαιναν τὴν ἐσθῆτα εἶχε.

42.5. They cannot relate either who made this wooden image or how it caught fire. But the old image was destroyed, and the Phigalians gave the goddess no fresh image, while they neglected for the most part her festivals and sacrifices, until the barrenness fell on the land. Then they went as suppliants to the Pythian priestess and received this response:— Azanian Arcadians, acorn-eaters, who dwellIn Phigaleia, the cave that hid Deo, who bare a horse,You have come to learn a cure for grievous famine,Who alone have twice been nomads, alone have twice lived on wild fruits.

42.5. τοῦτο μὲν δὴ τὸ ξόανον οὔτε ὅτου ποίημα ἦν οὔτε ἡ φλὸξ τρόπον ὅντινα ἐπέλαβεν αὐτό, μνημονεύουσιν· ἀφανισθέντος δὲ τοῦ ἀρχαίου Φιγαλεῖς οὔτε ἄγαλμα ἄλλο ἀπεδίδοσαν τῇ θεῷ καὶ ὁπόσα ἐς ἑορτὰς καὶ θυσίας τὰ πολλὰ δὴ παρῶπτό σφισιν, ἐς ὃ ἡ ἀκαρπία ἐπιλαμβάνει τὴν γῆν· καὶ ἱκετεύσασιν αὐτοῖς χρᾷ τάδε ἡ Πυθία·

42.6. It was Deo who made you cease from pasturing, Deo who made you pasture againAfter being binders of corn and eaters of cakes,Because she was deprived of privileges and ancient honors given by men of former times.And soon will she make you eat each other and feed on your children,Unless you appease her anger with libations offered by all your people,And adorn with divine honors the nook of the cave.

42.6. Ἀρκάδες Ἀζᾶνες βαλανηφάγοι, οἳ Φιγάλειαννάσσασθʼ, ἱππολεχοῦς Δῃοῦς κρυπτήριον ἄντρον,ἥκετε πευσόμενοι λιμοῦ λύσιν ἀλγινόεντος,μοῦνοι δὶς νομάδες, μοῦνοι πάλιν ἀγριοδαῖται.Δῃὼ μέν σε ἔπαυσε νομῆς, Δῃὼ δὲ νομῆαςἐκ δησισταχύων καὶ ἀναστοφάγων πάλι θῆκε,νοσφισθεῖσα γέρα προτέρων τιμάς τε παλαιάς.καί σʼ ἀλληλοφάγον θήσει τάχα καὶ τεκνοδαίτην,εἰ μὴ πανδήμοις λοιβαῖς χόλον ἱλάσσεσθεσήραγγός τε μυχὸν θείαις κοσμήσετε τιμαῖς.

42.7. When the Phigalians heard the oracle that was brought back, they held Demeter in greater honor than before, and particularly they persuaded Onatas of Aegina, son of Micon, to make them an image of Demeter at a price. The Pergamenes have a bronze Apollo made by this Onatas, a most wonderful marvel both for its size and workmanship. This man then, about two generations after the Persian invasion of Greece, made the Phigalians an image of bronze, guided partly by a picture or copy of the ancient wooden image which he discovered, but mostly (so goes the story) by a vision that he saw in dreams. As to the date, I have the following evidence to produce.

42.7. ὡς δὲ οἱ Φιγαλεῖς ἀνακομισθὲν τὸ μάντευμα ἤκουσαν, τά τε ἄλλα ἐς πλέον τιμῆς ἢ τὰ πρότερα τὴν Δήμητρα ἦγον καὶ Ὀνάταν τὸν Μίκωνος Αἰγινήτην πείθουσιν ἐφʼ ὅσῳ δὴ μισθῷ ποιῆσαί σφισιν ἄγαλμα Δήμητρος· τοῦ δὲ Ὀνάτα τούτου Περγαμηνοῖς ἐστιν Ἀπόλλων χαλκοῦς, θαῦμα ἐν τοῖς μάλιστα μεγέθους τε ἕνεκα καὶ ἐπὶ τῇ τέχνῃ. τότε δὴ ὁ ἀνὴρ οὗτος ἀνευρὼν γραφὴν ἢ μίμημα τοῦ ἀρχαίου ξοάνου—τὰ πλείω δέ, ὡς λέγεται, καὶ κατὰ ὀνειράτων ὄψιν—ἐποίησε χαλκοῦν Φιγαλεῦσιν ἄγαλμα, γενεαῖς μάλιστα ⟨δυσὶν⟩ ὕστερον τῆς ἐπὶ τὴν Ἑλλάδα ἐπιστρατείας τοῦ Μήδου.

42.8. At the time when Xerxes crossed over into Europe, Gelon the son of Deinomenes was despot of Syracuse and of the rest of Sicily besides. When Gelon died, the kingdom devolved on his brother Hieron. Hieron died before he could dedicate to Olympian Zeus the offerings he had vowed for his victories in the chariot-race, and so Deinomenes his son paid the debt for his father.

42.8. μαρτυρεῖ δέ μοι τῷ λόγῳ· κατὰ γὰρ τὴν Ξέρξου διάβασιν ἐς τὴν Εὐρώπην Συρακουσῶν τε ἐτυράννει καὶ Σικελίας τῆς ἄλλης Γέλων ὁ Δεινομένους· ἐπεὶ δὲ ἐτελεύτησε Γέλων, ἐς Ἱέρωνα ἀδελφὸν Γέλωνος περιῆλθεν ἡ ἀρχή· Ἱέρωνος δὲ ἀποθανόντος πρότερον πρὶν ἢ τῷ Ὀλυμπίῳ Διὶ ἀναθεῖναι τὰ ἀναθήματα ἃ εὔξατο ἐπὶ τῶν ἵππων ταῖς νίκαις, οὕτω Δεινομένης ὁ Ἱέρωνος ἀπέδωκεν ὑπὲρ τοῦ πατρός.

42.9. These too are works of Onatas, and there are two inscriptions at Olympia. The one over the offering is this:—Having won victories in thy grand games, Olympian Zeus,Once with the four-horse chariot, twice with the race-horse,Hieron bestowed on thee these gifts: his son dedicated them,Deinomenes, as a memorial to his Syracusan father.

42.9. Ὀνάτα καὶ ταῦτα ποιήματα, καὶ ἐπιγράμματα ἐν Ὀλυμπίᾳ, τὸ μὲν ὑπὲρ τοῦ ἀναθήματός ἐστιν αὐτῶν,σόν ποτε νικήσας, Ζεῦ Ὀλύμπιε, σεμνὸν ἀγῶνατεθρίππῳ μὲν ἅπαξ, μουνοκέλητι δὲ δίς,δῶρα Ἱέρων τάδε σοι ἐχαρίσσατο· παῖς δʼ ἀνέθηκεΔεινομένης πατρὸς μνῆμα Συρακοσίου·

42.10. The other inscription is:—Onatas, son of Micon, fashioned me,Who had his home in the island of Aegina.Onatas was contemporary with Hegias of Athens and Ageladas of Argos.

42.10. τὸ δὲ ἕτερον λέγει τῶν ἐπιγραμμάτων·υἱὸς ⟨μέν⟩ με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν,νάσῳ ἐν Αἰγίνᾳ δώματα ναιετάων.ἡ δὲ ἡλικία τοῦ Ὀνάτα κατὰ τὸν Ἀθηναῖον Ἡγίαν καὶ Ἀγελάδαν συμβαίνει τὸν Ἀργεῖον.

42.11. It was mainly to see this Demeter that I came to Phigalia. I offered no burnt sacrifice to the goddess, that being a custom of the natives. But the rule for sacrifice by private persons, and at the annual sacrifice by the community of Phigalia, is to offer grapes and other cultivated fruits, with honeycombs and raw wool still full of its grease. These they place on the altar built before the cave, afterwards pouring oil over them.

42.11. ταύτης μάλιστα ἐγὼ τῆς Δήμητρος ἕνεκα ἐς Φιγαλίαν ἀφικόμην. καὶ ἔθυσα τῇ θεῷ, καθὰ καὶ οἱ ἐπιχώριοι νομίζουσιν, οὐδέν· τὰ δὲ ἀπὸ τῶν δένδρων τῶν ἡμέρων τά τε ἄλλα καὶ ἀμπέλου καρπὸν καὶ μελισσῶν τε κηρία καὶ ἐρίων τὰ μὴ ἐς ἐργασίαν πω ἥκοντα ἀλλὰ ἔτι ἀνάπλεα τοῦ οἰσύπου, ἃ τιθέασιν ἐπὶ τὸν βωμὸν ⟨τὸν⟩ ᾠκοδομημένον πρὸ τοῦ σπηλαίου, θέντες δὲ καταχέουσιν αὐτῶν ἔλαιον, ταῦτα ἰδιώταις τε ἀνδράσι καὶ ἀνὰ πᾶν ἔτος Φιγαλέων τῷ κοινῷ καθέστηκεν ἐς τὴν θυσίαν.

42.12. They have a priestess who performs the rites, and with her is the youngest of their “sacrificers,” as they are called, who are citizens, three in number. There is a grove of oaks around the cave, and a cold spring rises from the earth. The image made by Onatas no longer existed in my time, and most of the Phigalians were ignorant that it had ever existed at all.

42.12. ἱέρεια δέ σφισίν ἐστιν ἡ δρῶσα, σὺν δὲ αὐτῇ καὶ τῶν ἱεροθυτῶν καλουμένων ὁ νεώτατος· οἱ δέ εἰσι τῶν ἀστῶν τρεῖς ἀριθμόν. ἔστι δὲ δρυῶν τε ἄλσος περὶ τὸ σπήλαιον καὶ ὕδωρ ψυχρὸν ἄνεισιν ἐκ τῆς γῆς. τὸ δὲ ἄγαλμα τὸ ὑπὸ τοῦ Ὀνάτα ποιηθὲν οὔτε ἦν κατʼ ἐμὲ οὔτε εἰ ἐγένετο ἀρχὴν Φιγαλεῦσιν ἠπίσταντο οἱ πολλοί·

42.13. The oldest, however, of the inhabitants I met said that three generations before his time some stones had fallen on the image out of the roof; these crushed the image, destroying it utterly. Indeed, in the roof I could still discern plainly where the stones had broken away.

42.13. τῶν δὲ ἐντυχόντων ἡμῖν ἔλεγεν ὁ πρεσβύτατος γενεαῖς πρότερον τρισὶν ἢ κατʼ αὐτὸν ἐμπεσεῖν ἐς τὸ ἄγαλμα ἐκ τοῦ ὀρόφου πέτρας, ὑπὸ τούτων δὲ καταγῆναι καὶ ἐς ἅπαν ἔφασκεν αὐτὸ ἀφανισθῆναι· καὶ ἔν γε τῷ ὀρόφῳ δῆλα καὶ ἡμῖν ἔτι ἦν, καθὰ ἀπερρώγεσαν αἱ πέτραι.

43.1. My story next requires me to describe whatever is notable at Pallantium, and the reason why the emperor Antoninus the first turned it from a village to a city, giving its inhabitants liberty and freedom from taxation.

43.1. ἀπαιτεῖ δὲ ἡμᾶς τὸ μετὰ τοῦτο ὁ λόγος τό τε Παλλάντιον, εἰ δή τι αὐτόθι ἐστὶν ἐς μνήμην, καὶ καθʼ ἥντινα βασιλεὺς αἰτίαν Ἀντωνῖνος ὁ πρότερος πόλιν τε ἀντὶ κώμης ἐποίησε Παλλάντιον καί σφισιν ἐλευθερίαν καὶ ἀτέλειαν ἔδωκεν εἶναι φόρων.

43.2. Well, the story is that the wisest man and the best soldier among the Arcadians was one Evander, whose mother was a nymph, a daughter of the Ladon, while his father was Hermes. Sent out to establish a colony at the head of a company of Arcadians from Pallantium, he founded a city on the banks of the river Tiber. That part of modern Rome, which once was the home of Evander and the Arcadians who accompanied him, got the name of Pallantium in memory of the city in Arcadia. Afterwards the name was changed by omitting the letters L and N. These are the reasons why the emperor bestowed boons upon Pallantium.

43.2. φασὶ δὴ γενέσθαι καὶ γνώμην καὶ τὰ ἐς πόλεμον ἄριστον τῶν Ἀρκάδων ὄνομα Εὔανδρον, παῖδα δὲ αὐτὸν νύμφης τε εἶναι, θυγατρὸς τοῦ Λάδωνος, καὶ Ἑρμοῦ. σταλέντα δὲ ἐς ἀποικίαν καὶ ἄγοντα Ἀρκάδων τῶν ἐκ Παλλαντίου στρατιάν, παρὰ τῷ ποταμῷ πόλιν τῷ Θύβριδι οἰκίσαι· καὶ Ῥωμαίων μέρος τῆς καθʼ ἡμᾶς πόλεως, ὃ ᾠκεῖτο ὑπὸ τοῦ Εὐάνδρου καὶ Ἀρκάδων τῶν συνακολουθησάντων, ὄνομα ἔσχε Παλλάντιον κατὰ μνήμην τῆς ἐν Ἀρκαδίᾳ· χρόνῳ δὲ ὕστερον μετέπεσε τὸ ὄνομα ἐν ἀναιρέσει γραμμάτων τοῦ τε λ καὶ τοῦ ν. τούτων μὲν τῶν λελεγμένων ἕνεκα Παλλαντιεῦσιν ἐκ βασιλέως ἐγένοντο δωρεαί·

43.3. Antoninus, the benefactor of PalIantium, never willingly involved the Romans in war; but when the Moors (who form the greatest part of the independent Libyans, being nomads, and more formidable enemies than even the Scythians in that they wandered, not on wagons, but on horseback with their womenfolk), when these, I say, began an unprovoked war, he drove them from all their country, forcing them to flee to the extreme parts of Libya, right up to Mount Atlas and to the people living on it.

43.3. ὁ δὲ Ἀντωνῖνος, ὅτῳ καὶ ἐς Παλλαντιεῖς ἐστιν εὐεργετήματα, πόλεμον μὲν Ῥωμαίοις ἐθελοντὴς ἐπηγάγετο οὐδένα, πολέμου δὲ ἄρξαντας Μαύρους, Λιβύων τῶν αὐτονόμων τὴν μεγίστην μοῖραν, νομάδας τε ὄντας καὶ τοσῷδε ἔτι δυσμαχωτέρους τοῦ Σκυθικοῦ γένους ὅσῳ μὴ ἐπὶ ἁμαξῶν, ἐπὶ ἵππων δὲ αὐτοί τε καὶ αἱ γυναῖκες ἠλῶντο, τούτους μὲν ἐξ ἁπάσης ἐλαύνων τῆς χώρας ἐς τὰ ἔσχατα ἠνάγκασεν ἀναφυγεῖν Λιβύης, ἐπί τε Ἄτλαντα τὸ ὄρος καὶ ἐς τοὺς πρὸς τῷ Ἄτλαντι ἀνθρώπους·

43.4. He also took away from the Brigantes in Britain the greater part of their territory, because they too had begun an unprovoked war on the province of Genunia, a Roman dependency. The cities of Lycia and of Caria, along with Cos and Rhodes, were overthrown by a violent earthquake that smote them. These cities also were restored by the emperor Antoninus, who was keenly anxious to rebuild them, and devoted vast sums to this task. As to his gifts of money to Greeks, and to such non-Greeks as needed it, and his buildings in Greece, Ionia, Carthage and Syria, others have written of them most exactly.

43.4. ἀπετέμετο δὲ καὶ τῶν ἐν Βριττανίᾳ Βριγάντων τὴν πολλήν, ὅτι ἐπεσβαίνειν καὶ οὗτοι σὺν ὅπλοις ἦρξαν ἐς τὴν Γενουνίαν μοῖραν, ὑπηκόους Ῥωμαίων. Λυκίων δὲ καὶ Καρῶν τὰς πόλεις Κῶν τε καὶ Ῥόδον ἀνέτρεψε μὲν βίαιος ἐς αὐτὰς κατασκήψας σεισμός· βασιλεὺς δὲ Ἀντωνῖνος καὶ ταύτας ἀνεσώσατο δαπανημάτων τε ὑπερβολῇ καὶ ἐς τὸν ἀνοικισμὸν προθυμίᾳ. χρημάτων δὲ ἐπιδόσεις ὁπόσας καὶ Ἕλλησι καὶ τοῦ βαρβαρικοῦ τοῖς δεηθεῖσι, καὶ ἔργων κατασκευὰς ἔν τε τῇ Ἑλλάδι καὶ περὶ Ἰωνίαν καὶ περὶ Καρχηδόνα τε καὶ ἐν γῇ τῇ Σύρων, τάδε μὲν ἄλλοι ἔγραψαν ἐς τὸ ἀκριβέστατον·

43.5. But there is also another memorial of himself left by this emperor. There was a certain law whereby provincials who were themselves of Roman citizenship, while their children were considered of Greek nationality, were forced either to leave their property to strangers or let it increase the wealth of the emperor. Antoninus permitted all such to give to the children their heritage, choosing rather to show himself benevolent than to retain a law that swelled his riches. This emperor the Romans called Pius, because he showed himself to be a most religious man.

43.5. ὁ δὲ βασιλεὺς ὑπελίπετο οὗτος καὶ ἄλλο τοιόνδε ἐς μνήμην. ὅσοις τῶν ὑπηκόων πολίταις ὑπῆρχεν εἶναι Ῥωμαίων, οἱ δὲ παῖδες ἐτέλουν σφίσιν ἐς τὸ Ἑλληνικόν, τούτοις ἐλείπετο ἢ κατανεῖμαι τὰ χρήματα ἐς οὐ προσήκοντας ἢ ἐπαυξῆσαι τὸν βασιλέως πλοῦτον κατὰ νόμον δή τινα· Ἀντωνῖνος δὲ ἐφῆκε καὶ τούτοις διδόναι σφᾶς παισὶ τὸν κλῆρον, [ὁ] προτιμήσας φανῆναι φιλάνθρωπος ἢ ὠφέλιμον ἐς χρήματα φυλάξαι νόμον. τοῦτον Εὐσεβῆ τὸν βασιλέα ἐκάλεσαν οἱ Ῥωμαῖοι, διότι τῇ ἐς τὸ θεῖον τιμῇ μάλιστα ἐφαίνετο χρώμενος·

43.6. In my opinion he might also be justly called by the same title as the elder Cyrus, who was styled Father of Men. He left to succeed him a son of the same name. This Antoninus the second brought retribution both on the Germans, the most numerous and warlike barbarians in Europe, and also on the Sarmatian nation, both of whom had been guilty of beginning a war of aggression.

43.6. δόξῃ δὲ ἐμῇ καὶ τὸ ὄνομα τὸ Κύρου φέροιτο ἂν τοῦ πρεσβυτέρου, πατὴρ ἀνθρώπων καλούμενος. ἀπέλιπε δὲ καὶ ἐπὶ τῇ βασιλείᾳ παῖδα ὁμώνυμον· ὁ δὲ Ἀντωνῖνος οὗτος ὁ δεύτερος καὶ τούς τε Γερμανούς, μαχιμωτάτους καὶ πλείστους τῶν ἐν τῇ Εὐρώπῃ βαρβάρων, καὶ ἔθνος τὸ Σαυροματῶν, πολέμου καὶ ἀδικίας ἄρξαντας, τιμωρούμενος ἐπεξῆλθε.

44.1. To complete my account of Arcadia I have only to describe the road from Megalopolis to Pallantium and Tegea, which also takes us as far as what is called the Dyke. On this road is a suburb named Ladoceia after Ladocus, the son of Echemus, and after it is the site of what was in old times the city of Haemoniae. Its founder was Haemon the son of Lycaon, and the name of the place has remained Haemoniae to this day.

44.1. τὰ δὲ [δὴ] ἐπίλοιπα ἡμῖν τοῦ Ἀρκαδικοῦ λόγου ἔστιν ἐκ Μεγάλης πόλεως ἐς Παλλάντιον ὁδὸς καὶ ἐς Τεγέαν, ἄγουσα αὕτη μέχρι τοῦ καλουμένου Χώματος. κατὰ ταύτην τὴν ὁδὸν Λαδόκειά σφισιν ὠνόμασται τὰ πρὸ τοῦ ἄστεως ἀπὸ Λαδόκου τοῦ Ἐχέμου, καὶ μετὰ ταῦτα Αἱμονιαὶ πόλις ἦσαν τὸ ἀρχαῖον· οἰκιστὴς δὲ Αἵμων ἐγένετο αὐταῖς ὁ Λυκάονος, διαμεμένηκε δὲ καὶ ἐς τόδε Αἱμονιὰς τὸ χωρίον τοῦτο ὀνομάζεσθαι.

44.2. After Haemoniae on the right of the road are some noteworthy remains of the city of Oresthasium, especially the pillars of a sanctuary of Artemis, which still are there. The surname of Artemis is Priestess. On the straight road from Haemoniae is a place called Aphrodisium, and after it another, called Athenaeum. On the left of it is a temple of Athena with a stone image in it.

44.2. μετὰ δὲ Αἱμονιὰς ἐν δεξιᾷ τῆς ὁδοῦ πόλεώς ἐστιν Ὀρεσθασίου καὶ ἄλλα ὑπολειπόμενα ἐς μνήμην καὶ Ἀρτέμιδος ἱεροῦ κίονες ἔτι· ἐπίκλησις δὲ Ἱέρεια τῇ Ἀρτέμιδί ἐστι. τὴν δὲ εὐθεῖαν ἰόντι ἐξ Αἱμονιῶν Ἀφροδίσιόν τέ ἐστιν ὀνομαζόμενον καὶ μετʼ αὐτὸ ἄλλο χωρίον τὸ Ἀθήναιον· τούτου δὲ ἐν ἀριστερᾷ ναός ἐστιν Ἀθηνᾶς καὶ ἄγαλμα ἐν αὐτῷ λίθου.

44.3. About twenty stades away from Athenaeum are ruins of Asea, and the hill that once was the citadel has traces of fortifications to this day. Some five stades from Asea are the sources of the Alpheius and of the Eurotas, the former a little distance from the road, the latter just by the road itself. Near the source of the Alpheius is a temple of the Mother of the Gods without a roof, and two lions made of stone.

44.3. τοῦ Ἀθηναίου δὲ μάλιστα εἴκοσιν ἀπωτέρω σταδίοις ἐρείπια Ἀσέας ἐστί, καὶ ὁ λόφος ἀκρόπολις τότε οὖσα τείχους σημεῖα ἔχει καὶ ἐς τόδε. σταδίους δὲ ὅσον πέντε ἀπὸ Ἀσέας τοῦ Ἀλφειοῦ μὲν ὀλίγον ἄπο τῆς ὁδοῦ, τοῦ δὲ Εὐρώτα παρʼ αὐτήν ἐστιν ἡ πηγὴ τὴν ὁδόν· πρός τε τοῦ Ἀλφειοῦ τῇ πηγῇ ναός τε Μητρὸς θεῶν ἐστιν οὐκ ἔχων ὄροφον καὶ λέοντες λίθου δύο πεποιημένοι.

44.4. The waters of the Eurotas mingle with the Alpheius, and the united streams flow on for some twenty stades. Then they fall into a chasm, and the Eurotas comes again to the surface in the Lacedaemonian territory, the Alpheius at Pegae (Sources) in the land of Megalopolis. From Asea is an ascent up Mount Boreius, and on the top of the mountain are traces of a sanctuary. It is said that the sanctuary was built in honor of Athena Saviour and Poseidon by Odysseus after his return from Troy.

44.4. τοῦ δὲ Εὐρώτα τὸ ὕδωρ ἀνακεράννυταί τε πρὸς τὸν Ἀλφειὸν καὶ ὅσον ἐπὶ εἴκοσι σταδίους κοινῷ προΐασι τῷ ῥεύματι· κατελθόντες δὲ ἐς χάσμα ὁ μὲν αὐτῶν ἄνεισιν αὖθις ἐν τῇ γῇ τῇ Λακεδαιμονίων ὁ Εὐρώτας, ὁ δὲ Ἀλφειὸς ἐν Πηγαῖς τῆς Μεγαλοπολίτιδος. ἔστι δὲ ἄνοδος ἐξ Ἀσέας ἐς τὸ ὄρος τὸ Βόρειον καλούμενον, καὶ ἐπὶ τῇ ἄκρᾳ τοῦ ὄρους σημεῖά ἐστιν ἱεροῦ· ποιῆσαι δὲ τὸ ἱερὸν Ἀθηνᾷ τε Σωτείρᾳ καὶ Ποσειδῶνι Ὀδυσσέα ἐλέγετο ἀνακομισθέντα ἐξ Ἰλίου.

44.5. What is called the Dyke is the boundary between Megalopolis on the one hand and Tegea and Pallantium on the other. The plain of Pallantium you reach by turning aside to the left from the Dyke. In Pallantium is a temple with two stone images, one of Pallas, the other of Evander. There is also a sanctuary of the Maid, the daughter of Demeter, and not far away is a statue of Polybius. The hill above the city was of old used as a citadel. On the crest of the hill there still remains a sanctuary of certain gods.

44.5. τὸ δὲ ὀνομαζόμενον Χῶμα ὅροι Μεγαλοπολίταις τῆς γῆς πρὸς Τεγεάτας καὶ Παλλαντιεῖς εἰσι· καὶ τὸ Παλλαντικὸν πεδίον ἐστὶν ἐκτραπεῖσιν ἐς ἀριστερὰν ἀπὸ τοῦ Χώματος. ἐν δὲ Παλλαντίῳ ναός τε καὶ ἀγάλματα λίθου Πάλλαντος, τὸ δὲ ἕτερόν ἐστιν Εὐάνδρου· καὶ Κόρης τε τῆς Δήμητρος ἱερὸν καὶ οὐ πολὺ ἀπωτέρω Πολυβίου σφίσιν ἀνδριάς ἐστι. τῷ λόφῳ δὲ τῷ ὑπὲρ τῆς πόλεως ὅσα ἀκροπόλει τὸ ἀρχαῖον ἐχρῶντο· λείπεται δὲ καὶ ἐς ἡμᾶς ἔτι ἐπὶ κορυφῇ τοῦ λόφου θεῶν ἱερόν.

44.6. Their surname is the Pure, and here it is customary to take the most solemn oaths. The names of the gods either they do not know, or knowing will not divulge; but it might be inferred that they were called Pure because Pallas did not sacrifice to them after the same fashion as his father sacrificed to Lycaean Zeus.

44.6. ἐπίκλησις μὲν δή ἐστιν αὐτοῖς Καθαροί, περὶ μεγίστων δὲ αὐτόθι καθεστήκασιν οἱ ὅρκοι· καὶ ὀνόματα μὲν τῶν θεῶν οὐκ ἴσασιν ἢ καὶ εἰδότες οὐ θέλουσιν ἐξαγορεύειν, Καθαροὺς δὲ ἐπὶ τοιῷδε ἄν τις κληθῆναι τεκμαίροιτο, ὅτι αὐτοῖς οὐ κατὰ ταὐτὰ ὁ Πάλλας ἔθυσε καθὰ καὶ ὁ πατήρ οἱ τῷ Λυκαίῳ Διί.

44.7. On the right of the so-called Dyke lies the Manthuric plain. The plain is on the borders of Tegea, stretching just about fifty stades to that city. On the right of the road is a small mountain called Mount Cresius, on which stands the sanctuary of Aphneius. For Ares, the Tegeans say, mated with Aerope, daughter of Cepheus, the son of Aleus.

44.7. τοῦ δὲ καλουμένου Χώματος ἐν δεξιᾷ πεδίον ἐστὶ τὸ Μανθουρικόν· ἔστι δὲ ἐν ὅροις ἤδη Τεγεατῶν τὸ πεδίον, ὂν σταδίων που πεντήκοντα μάλιστα ἄχρι Τεγέας. ἔστι δὲ ὄρος οὐ μέγα ἐν δεξιᾷ τῆς ὁδοῦ καλούμενον Κρήσιον· ἐν δὲ αὐτῷ τὸ ἱερὸν τοῦ Ἀφνειοῦ πεποίηται. Ἀερόπῃ γὰρ Κηφέως τοῦ Ἀλέου συνεγένετο Ἄρης, καθὰ οἱ Τεγεᾶται λέγουσι· καὶ ἡ μὲν ἀφίησιν ἐν ταῖς ὠδῖσι τὴν ψυχήν, ὁ δὲ παῖς καὶ τεθνηκυίας εἴχετο ἔτι τῆς μητρὸς καὶ ἐκ τῶν μαστῶν εἷλκεν αὐτῆς γάλα πολὺ καὶ ἄφθονον, καὶ—ἦν γὰρ τοῦ Ἄρεως γνώμῃ τὰ γινόμενα—τούτων ἕνεκα Ἀφνειὸν τὸν θεὸν ὀνομάζουσι·

44.8. She died in giving birth to a child, who clung to his mother even when she was dead, and sucked great abundance of milk from her breasts. Now this took place by the will of Ares, and because of it they name the god Aphneius (Abundant); but the name given to the hill was, it is said, Aeropus. There is on the way to Tegea a fountain called Leuconian. They say that Apheidas was the father of Leucone, and not far from Tegea is her tomb.

44.8. τῷ δὲ παιδίῳ ὄνομα τεθῆναί φασιν Ἀέροπον. ἔστι δὲ κατὰ τὴν ἐς Τεγέαν ὁδὸν Λευκώνιος καλουμένη κρήνη· θυγατέρα δὲ Ἀφείδαντος λέγουσιν εἶναι τὴν Λευκώνην, καὶ οὐ πόρρω τοῦ Τεγεατῶν οἱ ἄστεως μνῆμά ἐστιν.

45.1. The Tegeans say that in the time of Tegeates, son of Lycaon, only the district got its name from him, and that the inhabitants dwelt in parishes, Gareatae, Phylacenses, Caryatae, Corythenses, Potachidae, Oeatae, Manthyrenses, Echeuethenses. But in the reign of Apheidas a ninth parish was added to them, namely Apheidantes. Of the modern city Aleus was founder.

45.1. Τεγεᾶται δὲ ἐπὶ μὲν Τεγεάτου τοῦ Λυκάονος τῇ χώρᾳ φασὶν ἀπʼ αὐτοῦ γενέσθαι μόνῃ τὸ ὄνομα, τοῖς δὲ ἀνθρώποις κατὰ δήμους εἶναι τὰς οἰκήσεις, Γαρεάτας καὶ Φυλακεῖς καὶ Καρυάτας τε καὶ Κορυθεῖς, ἔτι δὲ Πωταχίδας καὶ Οἰάτας Μανθυρεῖς τε καὶ Ἐχευήθεις· ἐπὶ δὲ Ἀφείδαντος βασιλεύοντος καὶ ἔνατός σφισι δῆμος προσεγένετο Ἀφείδαντες· τῆς δὲ ἐφʼ ἡμῶν πόλεως οἰκιστὴς ἐγένετο Ἄλεος.

45.2. Besides the exploits shared by the Tegeans with the Arcadians, which include the Trojan war, the Persian wars and the battle at Dipaea with the Lacedaemonians, the Tegeans have, besides the deeds already mentioned, the following claims of their own to fame. Ancaeus, the son of Lycurgus, though wounded, stood up to the Calydonian boar, which Atalanta shot at, being the first to hit the beast. For this feat she received, as a prize for valor, the head and hide of the boar.

45.2. Τεγεάταις δὲ παρὲξ ἢ τὰ Ἀρκάδων κοινά, ἐν οἷς ἔστι μὲν ὁ πρὸς Ἰλίῳ πόλεμος, ἔστι δὲ τὰ Μηδικά τε καὶ ἐν Διπαιεῦσιν ὁ πρὸς Λακεδαιμονίους ἀγών, παρὲξ οὖν τῶν καταλελεγμένων ἰδίᾳ Τεγεάταις ἐστὶν αὐτοῖς τοσάδε ἐς δόξαν. τὸν γὰρ ἐν Καλυδῶνι ὗν Ἀγκαῖος ὑπέμεινεν ὁ Λυκούργου τρωθείς, καὶ Ἀταλάντη τοξεύει τὸν ὗν καὶ ἔτυχε πρώτη τοῦ θηρίου· τούτων ἕνεκα αὐτῇ ἡ κεφαλή τε τοῦ ὑὸς καὶ τὸ δέρμα ἀριστεῖα ἐδόθη.

45.3. When the Heracleidae returned to the Peloponnesus, Echemus, son of Aeropus, a Tegean, fought a duel with Hyllus, and overcame him in the fight. The Tegeans again were the first Arcadians to overcome Lacedaemonians; when invaded they defeated their enemies and took most of them prisoners.

45.3. Ἡρακλειδῶν δὲ ἐς Πελοπόννησον κατιόντων Ἔχεμος ὁ Ἀερόπου Τεγεάτης ἐμονομάχησεν ἰδίᾳ πρὸς Ὕλλον, καὶ ἐκράτησε τοῦ Ὕλλου τῇ μάχῃ. Λακεδαιμονίους τε οἱ Τεγεᾶται πρῶτοι Ἀρκάδων σφίσιν ἐπιστρατεύσαντας ἐνίκησαν καὶ αἰχμαλώτους αἱροῦσιν αὐτῶν τοὺς πολλούς.

45.4. The ancient sanctuary of Athena Alea was made for the Tegeans by Aleus. Later on the Tegeans set up for the goddess a large temple, worth seeing. The sanctuary was utterly destroyed by a fire which suddenly broke out when Diophantus was archon at Athens, in the second year of the ninety-sixth Olympiad, at which Eupolemus of Elis won the foot-race.

45.4. Τεγεάταις δὲ Ἀθηνᾶς τῆς Ἀλέας τὸ ἱερὸν τὸ ἀρχαῖον ἐποίησεν Ἄλεος· χρόνῳ δὲ ὕστερον κατεσκευάσαντο οἱ Τεγεᾶται τῇ θεῷ ναὸν μέγαν τε καὶ θέας ἄξιον. ἐκεῖνο μὲν δὴ πῦρ ἠφάνισεν ἐπινεμηθὲν ἐξαίφνης, Διοφάντου παρʼ Ἀθηναίοις ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς ἕκτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, ἣν Εὐπόλεμος Ἠλεῖος ἐνίκα στάδιον.

45.5. The modern temple is far superior to all other temples in the Peloponnesus on many grounds, especially for its size. Its first row of pillars is Doric, and the next to it Corinthian; also, outside the temple, stand pillars of the Ionic order. I discovered that its architect was Scopas the Parian, who made images in many places of ancient Greece, and some besides in Ionia and Caria.

45.5. ὁ δὲ ναὸς ὁ ἐφʼ ἡμῶν πολὺ δή τι τῶν ναῶν, ὅσοι Πελοποννησίοις εἰσίν, ἐς κατασκευὴν προέχει τὴν ἄλλην καὶ ἐς μέγεθος. ὁ μὲν δὴ πρῶτός ἐστιν αὐτῷ κόσμος τῶν κιόνων Δώριος, ὁ δὲ ἐπὶ τούτῳ Κορίνθιος· ἑστήκασι δὲ καὶ ἐντὸς τοῦ ναοῦ κίονες ἐργασίας τῆς Ἰώνων. ἀρχιτέκτονα δὲ ἐπυνθανόμην Σκόπαν αὐτοῦ γενέσθαι τὸν Πάριον, ὃς καὶ ἀγάλματα πολλαχοῦ τῆς ἀρχαίας Ἑλλάδος, τὰ δὲ καὶ περὶ Ἰωνίαν τε καὶ Καρίαν ἐποίησε.

45.6. On the front gable is the hunting of the Calydonian boar. The boar stands right in the center. On one side are Atalanta, Meleager, Theseus, Telamon, Peleus, Polydeuces, Iolaus, the partner in most of the labours of Heracles, and also the sons of Thestius, the brothers of Althaea, Prothous and Cometes.

45.6. τὰ δὲ ἐν τοῖς ἀετοῖς ἐστιν ἔμπροσθεν ἡ θήρα τοῦ ὑὸς τοῦ Καλυδωνίου· πεποιημένου δὲ κατὰ μέσον μάλιστα τοῦ ὑὸς τῇ μέν ἐστιν Ἀταλάντη καὶ Μελέαγρος καὶ Θησεὺς Τελαμών τε καὶ Πηλεὺς καὶ Πολυδεύκης καὶ Ἰόλαος, ὃς τὰ πλεῖστα Ἡρακλεῖ συνέκαμνε τῶν ἔργων, καὶ Θεστίου παῖδες, ἀδελφοὶ δὲ Ἀλθαίας, Πρόθους καὶ Κομήτης·

45.7. On the other side of the boar is Epochus supporting Ancaeus who is now wounded and has dropped his axe; by his side is Castor, with Amphiaraus, the son of Oicles, next to whom is Hippothous, the son of Cercyon, son of Agamedes, son of Stymphalus. The last figure is Peirithous. On the gable at the back is a representation of Telephus fighting Achilles on the plain of the Caicus.

45.7. κατὰ δὲ τοῦ ὑὸς τὰ ἕτερα Ἀγκαῖον ἔχοντα ἤδη τραύματα καὶ ἀφέντα τὸν πέλεκυν ἀνέχων ἐστὶν Ἔποχος, παρὰ δὲ αὐτὸν Κάστωρ καὶ Ἀμφιάραος Ὀικλέους, ἐπὶ δὲ αὐτοῖς Ἱππόθους ὁ Κερκυόνος ⟨τοῦ⟩ Ἀγαμήδους τοῦ Στυμφήλου· τελευταῖος δέ ἐστιν εἰργασμένος Πειρίθους. τὰ δὲ ὄπισθεν πεποιημένα ἐν τοῖς ἀετοῖς Τηλέφου πρὸς Ἀχιλλέα ἐστὶν ⟨ἡ⟩ ἐν Καΐκου πεδίῳ μάχη.

46.1. The ancient image of Athena Alea, and with it the tusks of the Calydonian boar, were carried away by the Roman emperor Augustus after his defeat of Antonius and his allies, among whom were all the Arcadians except the Mantineans.

46.1. τῆς δὲ Ἀθηνᾶς τὸ ἄγαλμα τῆς Ἀλέας τὸ ἀρχαῖον, σὺν δὲ αὐτῇ καὶ ὑὸς τοῦ Καλυδωνίου τοὺς ὀδόντας ἔλαβεν ὁ Ῥωμαίων βασιλεὺς Αὔγουστος, Ἀντώνιον πολέμῳ καὶ τὸ Ἀντωνίου νικήσας συμμαχικόν, ἐν ᾧ καὶ οἱ Ἀρκάδες πλὴν Μαντινέων ἦσαν οἱ ἄλλοι.

46.2. It is clear that Augustus was not the first to carry away from the vanquished votive offerings and images of gods, but was only following an old precedent. For when Troy was taken and the Greeks were dividing up the spoils, Sthenelus the son of Capaneus was given the wooden image of Zeus Herceius (Of the Courtyard); and many years later, when Dorians were migrating to Sicily, Antiphemus the founder of Gela, after the sack of Omphace, a town of the Sicanians, removed to Gela an image made by Daedalus.

46.2. φαίνεται δὲ οὐκ ἄρξας ὁ Αὔγουστος ἀναθήματα καὶ ἕδη θεῶν ἀπάγεσθαι παρὰ τῶν κρατηθέντων, καθεστηκότι δὲ ἐκ παλαιοῦ χρησάμενος. Ἰλίου τε γὰρ ἁλούσης καὶ νεμομένων τὰ λάφυρα Ἑλλήνων, Σθενέλῳ τῷ Καπανέως τὸ ξόανον τοῦ Διὸς ἐδόθη τοῦ Ἑρκείου· καὶ ἔτεσιν ὕστερον πολλοῖς Δωριέων ἐς Σικελίαν ἐσοικιζομένων, Ἀντίφημος ὁ Γέλας οἰκιστὴς πόλισμα Σικανῶν Ὀμφάκην πορθήσας μετεκόμισεν ἐς Γέλαν ἄγαλμα ὑπὸ Δαιδάλου πεποιημένον.

46.3. Xerxes, too, the son of Dareius, the king of Persia, apart from the spoil he carried away from the city of Athens, took besides, as we know, from Brauron the image of Brauronian Artemis, and furthermore, accusing the Milesians of cowardice in a naval engagement against the Athenians in Greek waters, carried away from them the bronze Apollo at Branchidae. This it was to be the lot of Seleucus afterwards to restore to the Milesians, but the Argives down to the present still retain the images they took from Tiryns; one, a wooden image, is by the Hera, the other is kept in the sanctuary of Lycian Apollo.

46.3. βασιλέα τε τῶν Περσῶν Ξέρξην τὸν Δαρείου, χωρὶς ἢ ὅσα ἐξεκόμισε τοῦ Ἀθηναίων ἄστεως, τοῦτο μὲν ἐκ Βραυρῶνος καὶ ἄγαλμα ἴσμεν τῆς Βραυρωνίας λαβόντα Ἀρτέμιδος, τοῦτο δὲ αἰτίαν ἐπενεγκὼν Μιλησίοις, ἐθελοκακῆσαι σφᾶς ἐναντία Ἀθηναίων ἐν τῇ Ἑλλάδι ναυμαχήσαντας, τὸν χαλκοῦν ἔλαβεν Ἀπόλλωνα τὸν ἐν Βραγχίδαις· καὶ τὸν μὲν ὕστερον ἔμελλε χρόνῳ Σέλευκος καταπέμψειν Μιλησίοις, Ἀργείοις δὲ τὰ ἐκ Τίρυνθος ἔτι καὶ ἐς ἐμὲ τὸ μὲν παρὰ τῇ Ἥρᾳ ξόανον, τὸ δὲ ἐν τοῦ Ἀπόλλωνός ἐστιν ἀνακείμενον τοῦ Λυκίου·

46.4. Again, the people of Cyzicus, compelling the people of Proconnesus by war to live at Cyzicus, took away from Proconnesus an image of Mother Dindymene. The image is of gold, and its face is made of hippopotamus teeth instead of ivory. So the emperor Augustus only followed a custom in vogue among the Greeks and barbarians from of old. The image of Athena Alea at Rome is as you enter the Forum made by Augustus.

46.4. Κυζικηνοί τε, ἀναγκάσαντες πολέμῳ Προκοννησίους γενέσθαι σφίσι συνοίκους, Μητρὸς Δινδυμήνης ἄγαλμα ἔλαβον ἐκ Προκοννήσου· τὸ δὲ ἄγαλμά ἐστι χρυσοῦ, καὶ αὐτοῦ τὸ πρόσωπον ἀντὶ ἐλέφαντος ἵππων τῶν ποταμίων ὀδόντες εἰσὶν εἰργασμένοι. βασιλεὺς μὲν δὴ Αὔγουστος καθεστηκότα ἐκ παλαιοῦ καὶ ὑπό τε Ἑλλήνων νομιζόμενα καὶ βαρβάρων εἰργάσατο· Ῥωμαίοις δὲ τῆς Ἀθηνᾶς τὸ ἄγαλμα τῆς Ἀλέας ἐς τὴν ἀγορὰν τὴν ὑπὸ Αὐγούστου ποιηθεῖσαν, ἐς ταύτην ἐστὶν ἰόντι.

46.5. Here then it has been set up, made throughout of ivory, the work of Endoeus. Those in charge of the curiosities say that one of the boar's tusks has broken off; the remaining one is kept in the gardens of the emperor, in a sanctuary of Dionysus, and is about half a fathom long.

46.5. τοῦτο μὲν δὴ ἐνταῦθα ἀνάκειται ἐλέφαντος διὰ παντὸς πεποιημένον, τέχνη δὲ Ἐνδοίου· τοῦ δὲ ὑὸς τῶν ὀδόντων κατεᾶχθαι μὲν τὸν ἕτερόν φασιν οἱ ἐπὶ τοῖς θαύμασιν, ὁ δʼ ἔτι ἐξ αὐτῶν λειπόμενος ἀνέκειτο ἐν βασιλέως κήποις ἐν ἱερῷ Διονύσου, τὴν περίμετρον τοῦ μήκους παρεχόμενος ἐς ἥμισυ μάλιστα ὀργυιᾶς.

47.1. The present image at Tegea was brought from the parish of Manthurenses, and among them it had the surname of Hippia (Horse Goddess). According to their account, when the battle of the gods and giants took place the goddess drove the chariot and horses against Enceladus. Yet this goddess too has come to receive the name of Alea among the Greeks generally and the Peloponnesians themselves. On one side of the image of Athena stands Asclepius, on the other Health, works of Scopas of Paros in Pentelic marble.

47.1. τὸ δὲ ἄγαλμα ἐν Τεγέᾳ τὸ ἐφʼ ἡμῶν ἐκομίσθη μὲν ἐκ δήμου τοῦ Μανθουρέων, Ἱππία δὲ παρὰ τοῖς Μανθουρεῦσιν εἶχεν ἐπίκλησιν, ὅτι τῷ ἐκείνων λόγῳ γινομένης τοῖς θεοῖς πρὸς γίγαντας μάχης ἐπήλασεν Ἐγκελάδῳ ἵππων τὸ ἅρμα· Ἀλέαν μέντοι καλεῖσθαι καὶ ταύτην ἔς τε Ἕλληνας τοὺς ἄλλους καὶ ἐς αὐτοὺς Πελοποννησίους ἐκνενίκηκε. τῷ δὲ ἀγάλματι τῆς Ἀθηνᾶς τῇ μὲν Ἀσκληπιός, τῇ δὲ Ὑγείᾳ παρεστῶσά ἐστι λίθου τοῦ Πεντελησίου, Σκόπα δὲ ἔργα Παρίου.

47.2. Of the votive offerings in the temple these are the most notable. There is the hide of the Calydonian boar, rotted by age and by now altogether without bristles. Hanging up are the fetters, except such as have been destroyed by rust, worn by the Lacedaemonian prisoners when they dug the plain of Tegea. There have been dedicated a sacred couch of Athena, a portrait painting of Auge, and the shield of Marpessa, surnamed Choera, a woman of Tegea;

47.2. ἀναθήματα δὲ ἐν τῷ ναῷ τὰ ἀξιολογώτατα, ἔστι μὲν τὸ δέρμα ὑὸς τοῦ Καλυδωνίου, διεσήπετο δὲ ὑπὸ τοῦ χρόνου καὶ ἐς ἅπαν ἦν τριχῶν ἤδη ψιλόν· εἰσὶ δὲ αἱ πέδαι κρεμάμεναι, πλὴν ὅσας ἠφάνισεν αὐτῶν ἰός, ἅς γε ἔχοντες Λακεδαιμονίων οἱ αἰχμάλωτοι τὸ πεδίον Τεγεάταις ἔσκαπτον· κλίνη τε ἱερὰ τῆς Ἀθηνᾶς καὶ Αὔγης εἰκὼν γραφῇ μεμιμημένη Μαρπήσσης τε ἐπίκλησιν Χοίρας, γυναικὸς Τεγεάτιδος, ἀνάκειται τὸ ὅπλον.

47.3. of Marpessa I shall make mention later. The priest of Athena is a boy; I do not know how long his priesthood lasts, but it must be before, and not after, puberty. The altar for the goddess was made, they say, by Melampus, the son of Amythaon. Represented on the altar are Rhea and the nymph Oenoe holding the baby Zeus. On either side are four figures: on one, Glauce, Neda, Theisoa and Anthracia; on the other Ide, Hagno, Alcinoe and Phrixa. There are also images of the Muses and of Memory.

47.3. ταύτης μὲν δὴ ποιησόμεθα καὶ ὕστερον μνήμην· ἱερᾶται δὲ τῇ Ἀθηνᾷ παῖς χρόνον οὐκ οἶδα ὅσον τινά, πρὶν δὲ ἡβάσκειν καὶ οὐ πρόσω, τὴν ἱερωσύνην. τῇ θεῷ δὲ ποιηθῆναι τὸν βωμὸν ὑπὸ Μελάμποδος τοῦ Ἀμυθάονος λέγουσιν· εἰργασμέναι δὲ ἐπὶ τῷ βωμῷ Ῥέα μὲν καὶ Οἰνόη νύμφη παῖδα ἔτι νήπιον Δία ἔχουσιν, ἑκατέρωθεν δέ εἰσι τέσσαρες ἀριθμόν, Γλαύκη καὶ Νέδα καὶ Θεισόα καὶ Ἀνθρακία, τῇ δὲ Ἴδη καὶ Ἁγνὼ καὶ Ἀλκινόη τε καὶ Φρίξα. πεποίηται δὲ καὶ Μουσῶν καὶ Μνημοσύνης ἀγάλματα.

47.4. Not far from the temple is a stadium formed by a mound of earth, where they celebrate games, one festival called Aleaea after Athena, the other Halotia (Capture Festival) because they captured the greater part of the Lacedaemonians alive in the battle. To the north of the temple is a fountain, and at this fountain they say that Auge was outraged by Heracles, therein differing from the account of Auge in Hecataeus. Some three stades away from the fountain is a temple of Hermes Aepytus.

47.4. τοῦ ναοῦ δὲ οὐ πόρρω στάδιον χῶμα γῆς ἐστι, καὶ ἄγουσιν ἀγῶνας ἐνταῦθα, Ἀλεαῖα ὀνομάζοντες ἀπὸ τῆς Ἀθηνᾶς, τὸν δὲ Ἁλώτια, ὅτι Λακεδαιμονίων τὸ πολὺ ἐν τῇ μάχῃ ζῶντας εἷλον. ἔστι δὲ ἐν τοῖς πρὸς ἄρκτον τοῦ ναοῦ κρήνη, καὶ ἐπὶ ταύτῃ βιασθῆναι τῇ κρήνῃ φασὶν Αὔγην ὑπὸ Ἡρακλέους, οὐχ ὁμολογοῦντες Ἑκαταίῳ τὰ ἐς αὐτήν. ἀπωτέρω δὲ τῆς κρήνης ὅσον σταδίοις τρισίν ἐστιν Ἑρμοῦ ναὸς Αἰπύτου.

47.5. There is at Tegea another sanctuary of Athena, namely of Athena Poliatis (Keeper of the City) into which a priest enters once in each year. This sanctuary they name Eryma (Defence) saying that Cepheus, the son of Aleus, received from Athena a boon, that Tegea should never be captured while time shall endure, adding that the goddess cut off some of the hair of Medusa and gave it to him as a guard to the city.

47.5. Τεγεάταις δέ ἐστι καὶ ἄλλο ἱερὸν Ἀθηνᾶς Πολιάτιδος, ἑκάστου δὲ ἅπαξ ἔτους ἱερεὺς ἐς αὐτὸ ἔσεισι· τοῦτο Ἔρυμα τὸ ἱερὸν ὀνομάζουσι, λέγοντες ὡς Κηφεῖ τῷ Ἀλέου γένοιτο δωρεὰ παρὰ Ἀθηνᾶς ἀνάλωτον ἐς τὸν πάντα χρόνον εἶναι Τεγέαν, καὶ αὐτῷ φασιν ἐς φυλακὴν τῆς πόλεως ἀποτεμοῦσαν τὴν θεὸν δοῦναι τριχῶν τῶν Μεδούσης.

47.6. Their story about Artemis, the same as is called Leader, is as follows. Aristomelidas, despot of Orchomenus in Arcadia, fell in love with a Tegean maiden, and, getting her somehow or other into his power, entrusted her to the keeping of Chronius. The girl, before she was delivered up to the despot, killed herself for fear and shame, and Artemis in a vision stirred up Chronius against Aristomelidas. He slew the despot, fled to Tegea, and made a sanctuary for Artemis.

47.6. ἐς δὲ τὴν Ἄρτεμιν, [τὴν] Ἡγεμόνην τὴν αὐτήν, τοιάδε λέγουσιν. Ὀρχομενίων τῶν ἐν Ἀρκαδίᾳ τυραννίδα ἔσχεν Ἀριστομηλίδας, ἐρασθεὶς δὲ Τεγεάτιδος παρθένου καὶ ἐγκρατὴς ὅτῳ δὴ τρόπῳ γενόμενος ἐπιτρέπει τὴν φρουρὰν αὐτῆς Χρονίῳ· καὶ ἡ μέν, πρὶν ἀναχθῆναι παρὰ τὸν τύραννον, ἀποκτίννυσιν ἑαυτὴν ὑπὸ δείματός τε καὶ αἰδοῦς, Χρόνιον δὲ Ἀρτέμιδος ἐπήγειρεν ὄψις ἐπὶ Ἀριστομηλίδαν· φονεύσας δὲ ἐκεῖνον καὶ ἐς Τεγέαν φυγὼν ἐποίησεν ἱερὸν τῇ Ἀρτέμιδι.

48.1. The market-place is in shape very like a brick, and in it is a temple of Aphrodite called “in brick,” with a stone image. There are two slabs; on one are represented in relief Antiphanes, Crisus, Tyronidas and Pyrrhias, who made laws for the Tegeans, and down to this day receive honors for it from them. On the other slab is represented Iasius, holding a horse, and carrying in his right hand a branch of palm. It is said that Iasius won a horse-race at Olympia, at the time when Heracles the Theban celebrated the Olympian festival.

48.1. τῆς ἀγορᾶς δὲ μάλιστα ἐοικυίας πλίνθῳ κατὰ τὸ σχῆμα, Ἀφροδίτης ἐστὶν ἐν αὐτῇ ναὸς καλούμενος ἐν πλινθίῳ καὶ ἄγαλμα λίθου. στήλαις δὲ ἐπειργασμένοι τῇ μὲν Ἀντιφάνης ἐστὶ καὶ Κρῖσος καὶ Τυρωνίδας τε καὶ Πυρρίας, οἳ νόμους Τεγεάταις θέμενοι τιμὰς καὶ ἐς τόδε παρʼ αὐτῶν ἔχουσιν· ἐπὶ δὲ τῇ ἑτέρᾳ στήλῃ πεποιημένος ἐστὶν Ἰάσιος ἵππου τε ἐχόμενος καὶ κλάδον ἐν τῇ δεξιᾷ φέρων φοίνικος· νικῆσαι δὲ ἵππῳ φασὶν ἐν Ὀλυμπίᾳ τὸν Ἰάσιον, ὅτε Ἡρακλῆς ἔθετο ὁ Θηβαῖος τὰ Ὀλύμπια.