SCRIPTURA

Pausanias · Description of Greece · 47 of 60

Book VIII · chapters 48–54

Translated by W. H. S. Jones

ContentsMarkdown.md ↓

48.2. The reason why at Olympia the victor receives a crown of wild-olive I have already explained in my account of Elis; why at Delphi the crown is of bay I shall make plain later. At the Isthmus the pine, and at Nemea celery became the prize to commemorate the sufferings of Palaemon and Archemorus. At most games, however, is given a crown of palm, and at all a palm is placed in the right hand of the victor.

48.2. ἐν μὲν δὴ Ὀλυμπίᾳ κοτίνου τῷ νικῶντι δίδοσθαι στέφανον καὶ ἐν Δελφοῖς δάφνης, τοῦ μὲν ἤδη τὴν αἰτίαν ἀπέδωκα ἐν τοῖς ἐς Ἠλείους, τοῦ δὲ καὶ ἐν τοῖς ἔπειτα δηλώσω· ἐν Ἰσθμῷ δὲ ἡ πίτυς καὶ τὰ ἐν Νεμέᾳ σέλινα ἐπὶ τοῦ Παλαίμονος καὶ τοῦ Ἀρχεμόρου τοῖς παθήμασιν ἐνομίσθησαν. οἱ δὲ ἀγῶνες φοίνικος ἔχουσιν οἱ πολλοὶ στέφανον· ἐς δὲ τὴν δεξιάν ἐστι καὶ πανταχοῦ τῷ νικῶντι ἐστιθέμενος φοῖνιξ.

48.3. The origin of the custom is said to be that Theseus, on his return from Crete, held games in Delos in honor of Apollo, and crowned the victors with palm. Such, it is said, was the origin of the custom. The palm in Delos is mentioned by Homer in the passage where Odysseus supplicates the daughter of Alcinous.

48.3. ἐνομίσθη δὲ ἐπὶ τοιῷδε· Θησέα ἀνακομιζόμενον ἐκ Κρήτης φασὶν ἐν Δήλῳ ἀγῶνα ποιήσασθαι τῷ Ἀπόλλωνι, στεφανοῦν δὲ αὐτὸν τοὺς νικῶντας τῷ φοίνικι. τοῦτο μὲν δὴ ἄρξαι λέγουσιν ἐντεῦθεν· τοῦ δὲ φοίνικος τοῦ ἐν Δήλῳ μνήμην ἐποιήσατο καὶ Ὅμηρος ἐν Ὀδυσσέως ἱκεσίᾳ πρὸς τὴν Ἀλκίνου θυγατέρα.

48.4. There is also an image of Ares in the marketplace of Tegea. Carved in relief on a slab it is called Gynaecothoenas (He who entertains women). At the time of the Laconian war, when Charillus king of Lacedaemon made the first invasion, the women armed themselves and lay in ambush under the hill they call today Phylactris (Sentry Hill). When the armies met and the men on either side were performing many remarkable exploits, the women, they say, came on the scene and put the Lacedaemonians to flight.

48.4. ἔστι δὲ καὶ Ἄρεως ἄγαλμα ἐν τῇ Τεγεατῶν ἀγορᾷ. τοῦτο ἐκτετύπωται μὲν ἐπὶ [τῇ] στήλῃ, Γυναικοθοίναν δὲ ὀνομάζουσιν αὐτόν. ὑπὸ γὰρ τὸν Λακωνικὸν πόλεμον καὶ Χαρίλλου τοῦ Λακεδαιμονίων βασιλέως τὴν πρώτην ἐπιστρατείαν λαβοῦσαι αἱ γυναῖκές σφισιν ὅπλα ἐλόχων ὑπὸ τὸν λόφον ὃν Φυλακτρίδα ἐφʼ ἡμῶν ὀνομάζουσι· συνελθόντων δὲ τῶν στρατοπέδων καὶ τολμήματα ἀποδεικνυμένων ἑκατέρωθεν τῶν ἀνδρῶν πολλά τε καὶ ἄξια μνήμης, οὕτω φασὶν ἐπιφανῆναί σφισι τὰς γυναῖκας καὶ εἶναι τὰς ἐργασαμένας ταύτας τῶν Λακεδαιμονίων τὴν τροπήν, Μάρπησσαν δὲ τὴν Χοίραν ἐπονομαζομένην ὑπερβαλέσθαι τῇ τόλμῃ τὰς ἄλλας γυναῖκας, ἁλῶναι δὲ ἐν τοῖς Σπαρτιάταις καὶ αὐτὸν Χάριλλον·

48.5. Marpessa, surnamed Choera, surpassed, they say, the other women in daring, while Charillus himself was one of the Spartan prisoners. The story goes on to say that he was set free without ransom, swore to the Tegeans that the Lacedaemonians would never again attack Tegea, and then broke his oath; that the women offered to Ares a sacrifice of victory on their own account without the men, and gave to the men no share in the meat of the victim. For this reason Ares got his surname.

48.5. καὶ τὸν μὲν ἀφεθέντα ἄνευ λύτρων, καὶ ὅρκον Τεγεάταις δόντα μήποτε Λακεδαιμονίους στρατεύσειν ἔτι ἐπὶ Τεγέαν, παραβῆναι τὸν ὅρκον, τὰς γυναῖκας δὲ τῷ Ἄρει θῦσαί τε ἄνευ τῶν ἀνδρῶν ἰδίᾳ τὰ ἐπινίκια καὶ τοῦ ἱερείου τῶν κρεῶν οὐ μεταδοῦναι σφᾶς τοῖς ἀνδράσιν. ἀντὶ τούτων μὲν τῷ Ἄρει γέγονεν ⟨ἡ⟩ ἐπίκλησις·

48.6. There is also an altar of Zeus Teleius (Full-grown), with a square image, a shape of which the Arcadians seem to me to be exceedingly fond. There are also here tombs of Tegeates, the son of Lycaon, and of Maera, the wife of Tegeates. They say that Maera was a daughter of Atlas, and Homer makes mention of her in the passage where Odysseus tells to Alcinous his journey to Hades, and of those whose ghosts he beheld there.

48.6. πεποίηται δὲ καὶ Διὸς Τελείου βωμὸς καὶ ἄγαλμα τετράγωνον· περισσῶς γὰρ δή τι τῷ σχήματι τούτῳ φαίνονταί μοι χαίρειν οἱ Ἀρκάδες. καὶ μνήματά ἐστιν ἐνταῦθα Τεγεάτου τοῦ Λυκάονος καὶ Μαιρᾶς γυναικὸς τοῦ Τεγεάτου· θυγατέρα Ἄτλαντός φασιν εἶναι τὴν Μαιράν, ἧς δὴ καὶ Ὅμηρος ἐποιήσατο μνήμην ἐν Ὀδυσσέως λόγοις πρὸς Ἀλκίνουν περί τε ὁδοῦ τῆς ἐς Ἅιδην καὶ ὁπόσων ἐθεάσατο ἐκεῖ τὰς ψυχάς.

48.7. The Tegeans surname Eileithyia, a temple of whom, with art image, they have in their market-place, Auge on her knees, saying that Aleus handed over his daughter to Nauplius with the order to take and drown her in the sea. As she was being carried along, they say, she fell on her knees and so gave birth to her son, at the place where is the sanctuary of Eileithyia. This story is different from another, that Auge was brought to bed without her father's knowing it, and that Telephus was exposed on Mount Parthenius, the abandoned child being suckled by a deer. This account is equally current among the people of Tegea.

48.7. τὴν δὲ Εἰλείθυιαν οἱ Τεγεᾶται—καὶ γὰρ ταύτης ἔχουσιν ἐν τῇ ἀγορᾷ ναὸν καὶ ἄγαλμα— ἐπονομάζουσιν Αὔγην ἐν γόνασι, λέγοντες ὡς Ναυπλίῳ παραδοίη τὴν θυγατέρα Ἄλεος ἐντειλάμενος ἐπαναγαγόντα αὐτὴν ἐς θάλασσαν καταποντῶσαι· τὴν δὲ ὡς ἤγετο πεσεῖν τε ἐς γόνατα καὶ οὕτω τεκεῖν τὸν παῖδα, ἔνθα τῆς Εἰλειθυίας ἐστὶ τὸ ἱερόν. οὗτος ὁ λόγος διάφορος μέν ἐστιν ἑτέρῳ λόγῳ, λάθρᾳ τὴν Αὔγην τεκεῖν τοῦ πατρὸς καὶ ἐκτεθῆναι τὸν Τήλεφον λέγοντι ἐς τὸ ὄρος τὸ Παρθένιον καὶ τῷ παιδὶ ἐκκειμένῳ διδόναι γάλα ἔλαφον· λέγεται δὲ οὐδὲν ἧσσον καὶ οὗτος ὑπὸ Τεγεατῶν ὁ λόγος.

48.8. Close to the sanctuary of Eileithyia is an altar of Earth, next to which is a slab of white marble. On this is carved Polybius, the son of Lycortas, while on another slab is Elatus, one of the sons of Arcas.

48.8. πρὸς δὲ τῷ ἱερῷ τῆς Εἰλειθυίας ἐστὶ Γῆς βωμός, ἔχεται δὲ τοῦ βωμοῦ λίθου λευκοῦ στήλη· ἐπὶ δὲ αὐτῆς Πολύβιος ὁ Λυκόρτα καὶ ἐπὶ ἑτέρᾳ στήλῃ τῶν παίδων τῶν Ἀρκάδος Ἔλατός ἐστιν εἰργασμένος.

49.1. Not far from the market-place is a theater, and near it are pedestals of bronze statues, but the statues themselves no longer exist. On one pedestal is an elegiac inscription that the statue is that of Philopoemen. The memory of this Philopoemen is most carefully cherished by the Greeks, both for the wisdom he showed and for his many brave achievements.

49.1. οὐ πόρρω δὲ τῆς ἀγορᾶς θέατρόν τέ ἐστι καὶ πρὸς αὐτῷ βάθρα εἰκόνων χαλκῶν, αὐταὶ δὲ οὐκ εἰσὶν ἔτι αἱ εἰκόνες· ἐλεγεῖον δὲ ἐφʼ ἑνὶ τῶν βάθρων ἐστὶ Φιλοποίμενος τὸν ἀνδριάντα εἶναι. τούτου δὲ Ἕλληνες τοῦ Φιλοποίμενος οὐχ ἥκιστα ἀλλὰ καὶ μάλιστα ἔχουσι μνήμην, γνώμης τε ἕνεκα ἣν παρέσχετο καὶ ἐπὶ τοῖς ἔργοις ὁπόσα ἐτόλμησε.

49.2. His father Craugis was as nobly born as any Arcadian of Megalopolis, but he died while Philopoemen was still a baby, and Cleander of Mantineia became his guardian. This man was an exile from Mantineia, resident in Megalopolis because of his misfortunes at home, and his house and that of Craugis had ties of guest-friendship. Among the teachers of Philopoemen, they say, were Megalophanes and Ecdelus, pupils, it is said, of Arcesilaus of Pitane.

49.2. τὰ μὲν δὴ ἐς γένους δόξαν ὁ πατήρ οἱ Κραῦγις Ἀρκάδων ἐλείπετο οὐδενὸς τῶν ἐν Μεγάλῃ πόλει· τελευτήσαντος δὲ τοῦ Κραύγιδος ἐπὶ παιδὶ ἔτι νηπίῳ τῷ Φιλοποίμενι, ἐπετρόπευσεν αὐτὸν ἀνὴρ Μαντινεὺς Κλέανδρος, φεύγων μὲν ἐκ Μαντινείας καὶ ἐν Μεγάλῃ πόλει μετοικῶν κατὰ τὴν οἴκοθεν συμφοράν, ξενίας δὲ ὑπαρχούσης αὐτῷ πατρικῆς ἐς οἶκον τὸν Κραύγιδος. διδασκάλοις δὲ ὁμιλῆσαι τὸν Φιλοποίμενα καὶ ἄλλοις καὶ Μεγαλοφάνει τε καὶ Ἐκδήλῳ λέγουσι· τοὺς δὲ Ἀρκεσιλάου φασὶν εἶναι Πιταναίου μαθητάς.

49.3. In size and strength of body no Peloponnesian was his superior, but he was ugly of countenance. He scorned training for the prizes of the games, but he worked the land he owned and did not neglect to clear it of wild beasts. They say that he read books of scholars of repute among the Greeks, stories of wars, and all that taught him anything of strategy. He wished to model his whole life on Epaminondas, his wisdom and his achievements, but could not rise to his height in every respect. For the temper of Epaminondas was calm and, in particular, free from anger, but the Arcadian was somewhat passionate.

49.3. μέγεθος μὲν δὴ καὶ σώματος ῥώμην ἀπέδει Πελοποννησίων οὐδενός, τὸ δὲ εἶδος ἦν τοῦ προσώπου κακός· καὶ ἐπὶ μὲν τοὺς στεφανίτας ἀγῶνας ὑπερεφρόνησεν ἀσκῆσαι, γῆν δὲ ἣν ἐκέκτητο ἐργαζόμενος οὐδὲ τὰ θηρία ἠμέλει τὰ ἄγρια ἐξαίρειν. ἐπιλέγεσθαι δὲ καὶ βιβλία φασὶν αὐτὸν σοφιστῶν τε τῶν εὐδοκιμούντων παρʼ Ἕλλησι καὶ ὅσα ἐς πολέμων μνήμην καὶ εἰ δή τι ἔχει διδασκαλίαν στρατηγημάτων· καταστήσασθαι δὲ τὸν βίον πάντα ἐθέλων γνώμης τῆς Ἐπαμινώνδου καὶ ἔργων εἶναι τῶν ἐκείνου μίμησιν, οὐ τὰ πάντα ἦν ἐξισωθῆναι δυνατός· Ἐπαμινώνδᾳ γὰρ τά τε ἄλλα ἡ ψυχὴ καὶ μάλιστα πρᾴως εἶχε τὰ ἐς ὀργήν, τῷ δὲ Ἀρκάδι μετῆν γε θυμοῦ.

49.4. When Megalopolis was captured by Cleomenes, Philopoemen was not dismayed by the unexpected disaster, but led safely to Messene about two-thirds of the men of military age, along with the women and children, the Messenians being at that time friendly allies. To some of those who made good their escape Cleomenes offered terms, saying that he was beginning to repent his crime, and would treat with the Megalopolitans if they returned home; but Philopoemen induced the citizens at a meeting to win a return home by force of arms, and to refuse to negotiate or make a truce.

49.4. καταλαβόντος δὲ Κλεομένους Μεγάλην πόλιν, Φιλοποίμην οὔτε τῆς συμφορᾶς ἐξεπλάγη τὸ ἀπροσδόκητον καὶ τῶν ἐν ἡλικίᾳ τὰ δύο μάλιστα μέρη καὶ γυναῖκας καὶ παῖδας ἀπέσωσεν ἐς Μεσσήνην, συμμάχων σφίσιν ἐν τῷ τότε καὶ εὔνων τῶν Μεσσηνίων ὄντων· καὶ—ἦσαν γὰρ τῶν διαπεφευγότων οἷς ὁ Κλεομένης ἐπεκηρυκεύετο μεταγινώσκειν τε ἐπὶ τῷ τολμήματι ⟨καὶ⟩ πρὸς Μεγαλοπολίτας ἐθέλειν σπένδεσθαι κατιόντας ἐπὶ τὴν ἑαυτῶν —ἔπεισεν ἐν κοινῷ τοὺς πολίτας ὁ Φιλοποίμην μεθʼ ὅπλων τὴν κάθοδον οἴκαδε εὑρίσκεσθαι μηδὲ ἐς ὁμολογίας τε καὶ σπονδὰς ἰέναι.

49.5. When the battle had joined with the Lacedaemonians under Cleomenes at Sellasia, in which Achaeans and Arcadians from all the cities took part, along with Antigonus at the head of a Macedonian army, Philopoemen served with the cavalry. But when he saw that the infantry would be the decisive factor in the engagement, he voluntarily fought on foot, showed conspicuous daring, and was pierced through both thighs by one of the enemy.

49.5. γενομένης δὲ ἐν Σελλασίᾳ πρὸς Κλεομένην τε καὶ Λακεδαιμονίους μάχης, ἣν Ἀχαιοὶ καὶ Ἀρκάδες ἀπὸ τῶν πόλεων πασῶν, σὺν δέ σφισι καὶ Ἀντίγονος ἐμαχέσατο ἄγων ἐκ Μακεδονίας στρατιάν, ἐτέτακτο μὲν τηνικαῦτα ὁ Φιλοποίμην ἐν τοῖς ἱππεῦσιν· ἐπεὶ δὲ ἐν τῷ πεζῷ τοῦ ἔργου τὸ πλεῖστον ἑώρα ληψόμενον τὴν κρίσιν, ὁπλίτης ἑκὼν ἐγένετο, καὶ αὐτὸν λόγου κινδυνεύοντα ἀξίως τῶν τις ἐναντίων διʼ ἀμφοτέρων ἔπειρε τῶν μηρῶν.

49.6. Although so seriously impeded, he bent in his knees and forced himself forward, so that he actually broke the spear by the movement of his legs. After the defeat of the Lacedaemonians under Cleomenes, Philopoemen returned to the camp, where the surgeons pulled out from one thigh the spike, from the other the blade. When Antigonus learned of his valor and saw it, he was anxious to take Philepoemen to Macedonia.

49.6. ὁ δὲ καὶ ἐς τοσοῦτο ὅμως πεπεδημένος τά τε γόνατα ἐνέκλινε καὶ ἐς τὸ πρόσω χωρεῖν ἐβιάζετο, ὥστε καὶ ὑπὸ τῶν ποδῶν τοῦ κινήματος τὸ δόρυ ἔκλασεν· ἐπεὶ δὲ οἱ Λακεδαιμόνιοι καὶ ὁ Κλεομένης ἐκρατήθησαν καὶ ἐς τὸ στρατόπεδον ἀνέστρεψε Φιλοποίμην, ἐνταῦθα ἐξ ἀμφοτέρων αὐτοῦ τῶν μηρῶν οἱ ἰατροὶ τῇ μὲν τὸν σαυρωτῆρα ἐξεῖλκον, τῇ δὲ τὴν αἰχμήν. Ἀντίγονος δὲ ὡς ἐπύθετο καὶ εἶδεν αὐτοῦ τὰ τολμήματα, ἐποιεῖτο σπουδὴν ἐπάγεσθαι Φιλοποίμενα ἐς Μακεδονίαν.

49.7. But Philopoemen was not likely to care much about Antigonus. Sailing across to Crete, where a civil war was raging, he put himself at the head of a band of mercenaries. Going back to Megalopolis, he was at once chosen by the Achaeans to command the cavalry, and he turned them into the finest cavalry in Greece. In the battle at the river Larisus between the Achaeans with their allies and the Eleans with the Aetolians, who were helping the Eleans on grounds of kinship, Philopoemen first killed with his own hand Demophantus, the leader of the opposing cavalry, and then turned to flight all the mounted troops of Aetolia and Elis.

49.7. τῷ δὲ Ἀντιγόνου μὲν ὀλίγον μελήσειν ἔμελλε· περαιωσάμενος δὲ νηὶ ἐς Κρήτην—πόλεμος γὰρ κατεῖχεν αὐτὴν ἐμφύλιος— ἐπετέτακτο ἡγεμὼν μισθοφόροις· ἐπανήκων δὲ ἐς Μεγάλην πόλιν αὐτίκα ὑπὸ τῶν Ἀχαιῶν ᾕρητο ἄρχειν [καὶ] τοῦ ἱππικοῦ, καὶ σφᾶς ἀρίστους Ἑλλήνων ἀπέφαινεν ἱππεύειν. Ἀχαιῶν δὲ καὶ ὅσοι συντεταγμένοι τοῖς Ἀχαιοῖς ἦσαν περὶ Λάρισον μαχομένων ποταμὸν πρὸς Ἠλείους καὶ τὸ Αἰτωλικὸν ἐπικουροῦντας κατὰ συγγένειαν Ἠλείοις, πρῶτα μὲν Δημόφαντον ἀπέκτεινεν αὐτοχειρίᾳ τοῖς ἐναντίοις ἡγεμόνα ὄντα τῆς ἵππου, δεύτερα δὲ καὶ τὸ ἄλλο ἱππικὸν τῶν Αἰτωλῶν καὶ τῶν Ἠλείων ἐτρέψατο.

50.1. As the Achaeans now turned their gaze on Philopoemen and placed in him all their hopes, he succeeded in changing the equipment of those serving in their infantry. They had been carrying short javelins and oblong shields after the fashion of the Celtic “door” or the Persian “wicker” Philopoemen, however, persuaded them to put on breast-plates and greaves, and also to use Argolic shields and long spears.

50.1. ἅτε δὲ ἤδη τῶν Ἀχαιῶν ἀφορώντων ἐς αὐτὸν καὶ τὰ πάντα ἐκεῖνον ποιουμένων, τοῖς τεταγμένοις αὐτῶν ἐν τῷ πεζῷ μετέβαλε τῶν ὅπλων τὴν σκευήν· φοροῦντας γὰρ μικρὰ δοράτια καὶ ἐπιμηκέστερα ὅπλα κατὰ τοὺς Κελτικοὺς θυρεοὺς ἢ τὰ γέρρα τὰ Περσῶν, ἔπεισε θώρακάς τε ἐνδύεσθαι καὶ ἐπιτίθεσθαι κνημῖδας, πρὸς δὲ ἀσπίσιν Ἀργολικαῖς χρῆσθαι καὶ τοῖς δόρασι μεγάλοις.

50.2. When Machanidas the upstart became despot of Lacedaemon, and war began once again between that city under Machanidas and the Achaeans, Philopoemen commanded the Achaean forces. A battle took place at Mantineia. The light troops of the Lacedaemonians overcame the light-armed of the Achaeans, and Machanidas pressed hard on the fugitives. Philopoemen, however, with the phalanx of infantry put to flight the Lacedaemonian men-at-arms, met Machanidas returning from the pursuit and killed him. The Lacedaemonians were unfortunate in the battle, but their good fortune more than compensated for their defeat, for they were delivered from their despot.

50.2. Μαχανίδου δὲ ἐν Λακεδαίμονι ἀναφύντος τυράννου καὶ αὖθις πολέμου τοῖς Ἀχαιοῖς πρὸς Λακεδαιμονίους καὶ Μαχανίδαν συνεστηκότος, ἡγεῖτο μὲν τοῦ Ἀχαϊκοῦ Φιλοποίμην· γινομένης δὲ πρὸς Μαντινείᾳ μάχης Λακεδαιμονίων μὲν οἱ ψιλοὶ τοὺς ἀσκεύους τῶν Ἀχαιῶν νικῶσι καὶ φεύγουσιν αὐτοῖς ἐπέκειτο ὁ Μαχανίδας, τῇ δὲ φάλαγγι ὁ Φιλοποίμην τῶν πεζῶν τρέπεται τῶν Λακεδαιμονίων τοὺς ὁπλίτας καὶ ἀναχωροῦντι ἀπὸ τῆς διώξεως Μαχανίδᾳ συντυχὼν ἀποκτίννυσιν αὐτόν. Λακεδαιμονίοις δὲ ἠτυχηκόσι τῇ μάχῃ περιεγεγόνει μείζων ἢ κατὰ τὸ πταῖσμα εὐτυχία, γεγονόσιν ἐλευθέροις ἀπὸ τοῦ τυράννου.

50.3. Not long afterwards the Argives celebrated the Nemean games, and Philopoemen chanced to be present at the competition of the harpists. Pylades, a man of Megalopolis, the most famous harpist of his time, who had won a Pythian victory, was then singing the Persians, an ode of Timotheus the Milesian. When he had begun the song:Who to Greece gives the great and glorious jewel of freedom,the audience of Greeks looked at Philopoemen and by their clapping signified that the song applied to him. I am told that a similar thing happened to Themistocles at Olympia, for the audience there rose to do him honor.

50.3. μετὰ δὲ οὐ πολὺ ἀγόντων Νέμεια Ἀργείων ἔτυχε μὲν τῶν κιθαρῳδῶν τῷ ἀγῶνι ὁ Φιλοποίμην παρών· Πυλάδου δὲ Μεγαλοπολίτου μὲν ἀνδρὸς γένος, κιθαρῳδοῦ δὲ τῶν ἐφʼ αὑτοῦ δοκιμωτάτου καὶ ἀνῃρημένου Πυθικὴν νίκην, τότε [δὲ] ᾄδοντος Τιμοθέου νόμον τοῦ Μιλησίου Πέρσας καὶ καταρξαμένου τῆς ᾠδῆςΚλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον,ἀπεῖδεν ἐς τὸν Φιλοποίμενα τὸ Ἑλληνικὸν καὶ ἐπεσημήναντο τῷ κρότῳ φέρειν ἐς ἐκεῖνον τὸ ᾆσμα. τοιοῦτο ἐς Θεμιστοκλέα ἄλλο ἐν Ὀλυμπίᾳ πυνθάνομαι συμβῆναι· καὶ γὰρ Θεμιστοκλέους ἐς τιμὴν ἐπανέστη τὸ ἐν Ὀλυμπίᾳ θέατρον.

50.4. But Philip, the son of Demetrius, king of Macedonia, who poisoned Aratus of Sicyon, sent men to Megalopolis with orders to murder Philopoemen. The attempt failed, and Philip incurred the hatred of all Greece. The Thebans had defeated the Megarians in battle, and were already climbing the wall of Megara, when the Megarians deceived them into thinking that Philopoemen had come to Megara. This made the Thebans so cautious that they went away home, and abandoned their military operation.

50.4. Φίλιππος δὲ ὁ Δημητρίου Μακεδόνων βασιλεύς, ὃς καὶ Ἄρατον φαρμάκῳ τὸν Σικυώνιον ἀπέκτεινεν, ἀπέστειλεν ἄνδρας ἐς Μεγάλην πόλιν φονεῦσαί σφισι Φιλοποίμενα ἐντειλάμενος· ἁμαρτὼν δὲ ἀνὰ τὴν Ἑλλάδα ἐμισήθη πᾶσαν. Θηβαῖοι δὲ κεκρατηκότες μάχῃ Μεγαρέας καὶ ἤδη τοῦ Μεγαρικοῦ τείχους ἐπιβαίνοντες, ἀπάτῃ τῶν Μεγαρέων μετελθόντων αὐτοὺς ὡς ἥκοι Φιλοποίμην σφίσιν ἐς τὴν πόλιν, ἐς τοσοῦτο εὐλαβείας προῆλθον ὡς οἴκαδε ἀποχωρῆσαι καταλιπόντες ἄπρακτον τοῦ πολέμου τὸ ἔργον.

50.5. In Lacedaemon another despot arose, Nabis, and the first of the Peloponnesians to be attacked by him were the Messenians. Coming upon them by night, when they by no means were expecting an assault, he took the city except the citadel; but when on the morrow Philopoemen arrived with an army, he evacuated Messene under a truce.

50.5. ἐν δὲ Λακεδαίμονι αὖθις ἐπανέστη τύραννος Νάβις, ὃς Πελοποννησίων πρώτοις ἐπέθετο Μεσσηνίοις· ἐπελθὼν δέ σφισιν ἐν νυκτὶ καὶ οὐδαμῶς τὴν ἔφοδον ἐλπίζουσιν εἷλε μὲν πλὴν τῆς ἀκροπόλεως τὸ ἄστυ, ἀφικομένου δὲ ἐς τὴν ὑστεραίαν στρατιᾷ Φιλοποίμενος ἐξέπεσεν ὑπόσπονδος ἐκ Μεσσήνης.

50.6. When Philopoemen's term of office as general expired, and others were chosen to be generals of the Achaeans, he again crossed to Crete and sided with the Gortynians, who were hard pressed in war. The Arcadians were wroth with him for his absence; so he returned from Crete and found that the Romans had begun a war against Nabis.

50.6. Φιλοποίμην δέ, ὡς ἐξῆκέν οἱ στρατηγοῦντι ὁ χρόνος καὶ ἄρχειν ἄλλοι τῶν Ἀχαιῶν ᾕρηντο, αὖθις ἐς Κρήτην διέβη καὶ ἐπεκούρησε Γορτυνίοις πολέμῳ πιεζομένοις. ποιουμένων δὲ ἐν ὀργῇ διὰ τὴν ἀποδημίαν τῶν Ἀρκάδων αὐτόν, ἐπάνεισί τε ἐκ Κρήτης καὶ Ῥωμαίους πόλεμον κατελάμβανεν ἐπανῃρημένους πρὸς Νάβιν.

50.7. The Romans had equipped a fleet against Nabis, and Philopoemen was too enthusiastic to keep out of the quarrel. But being entirely ignorant of nautical affairs he unwittingly embarked on a leaky trireme, so that the Romans and their allies were reminded of the verses of Homer, where in the Catalogue he remarks on the ignorance of the Arcadians of nautical matters.

50.7. παρεσκευασμένων δὲ ἐπὶ τὸν Νάβιν ναυτικὸν τῶν Ῥωμαίων, ὁ Φιλοποίμην ὑπὸ προθυμίας μεθέξειν ἔμελλε τοῦ ἀγῶνος· ἅτε δὲ ἐς ἅπαν ἀπείρως θαλάσσης ἔχων τριήρους ἔλαθεν ἐπιβὰς ῥεούσης, ὥστε καὶ ἐσῆλθε Ῥωμαίους καὶ τὸ ἄλλο συμμαχικὸν μνήμη τῶν ἐπῶν ὧν ἐν καταλόγῳ πεποίηκεν Ὅμηρος ἐπὶ τῇ Ἀρκάδων ἀμαθίᾳ τῇ ἐς θάλασσαν.

50.8. A few days after the sea-fight, Philopoemen and his band, waiting for a moonless night, burnt down the camp of the Lacedaemonians at Gythium. Thereupon Nabis caught Philopoemen himself and the Arcadians with him in a disadvantageous position. The Arcadians, though few in number, were good soldiers, and Philopoemen, by changing the order of his line of retreat, caused the strongest positions to be to his advantage and not to that of his enemy.

50.8. ἡμέραις δὲ ὕστερον τῆς ναυμαχίας οὐ πολλαῖς Φιλοποίμην καὶ ὁ σὺν αὐτῷ λόχος φυλάξαντες νύκτα ἀσέληνον τὸ στρατόπεδον τῶν Λακεδαιμονίων κατεμπιπρᾶσιν ἐν Γυθίῳ. ἐνταῦθα ἀπέλαβεν ἐν δυσχωρίαις Νάβις Φιλοποίμενά τε αὐτὸν καὶ ὅσοι περὶ αὐτὸν τῶν Ἀρκάδων ἦσαν· ἦσαν δὲ ἄλλως μὲν ἀγαθοὶ τὰ ἐς πόλεμον, ἀριθμὸν δὲ οὐ πολλοί.

50.9. He overcame Nabis in the battle and massacred during the night many of the Lacedaemonians, so raising yet higher his reputation among the Greeks.

50.9. Φιλοποίμην δὲ τὴν τάξιν, ἣν τεταγμένους ἀπῆγεν ὀπίσω, ταύτην ὑπαλλάξας τὰ μάλιστα ἰσχυρὰ τῶν χωρίων πρὸς αὑτοῦ καὶ οὐ πρὸς τῶν πολεμίων ἐποίησεν εἶναι· κρατήσας δὲ τῇ μάχῃ Νάβιν καὶ τῶν Λακεδαιμονίων ἐν τῇ νυκτὶ καταφονεύσας πολλούς, δόξης ἔτι ἐς πλέον παρὰ τοῖς Ἕλλησιν ἤρθη.

50.10. After this Nabis secured from the Romans a truce for a fixed period, but died before this period came to an end, being assassinated by a man of Calydon, who pretended that he had come about an alliance, but was in reality an enemy who had been sent for this very purpose of assassination by the Aetolians.

50.10. μετὰ δὲ ταῦτα Νάβις μὲν ἐς εἰρημένον χρόνον σπονδὰς παρὰ Ῥωμαίων εὑράμενος τελευτᾷ, πρὶν ἤ οἱ τοῦ πολέμου τὰς ἀνοχὰς ἐξήκειν, ὑπὸ ἀνδρὸς Καλυδωνίου κατὰ δὴ συμμαχίας πρόφασιν ἥκοντος, πολεμίου δὲ τῷ ἔργῳ καὶ ἐπʼ αὐτὸ ἐσταλμένου τοῦτο ὑπὸ τῶν Αἰτωλῶν.

51.1. At this time Philopoemen flung himself into Sparta and forced her to join the Achaean League. Shortly afterwards Titus, the Roman commander in Greece, and Diophanes, the son of Diaeus, a Megalopolitan who had been elected general of the Achaeans, attacked Lacedaemon, accusing the Lacedaemonians of rebellion against the Romans. But Philopoemen, though at the time holding no office, shut the gates against them.

51.1. Φιλοποίμην δὲ ὑπὸ τὸν καιρὸν ἐσπεσὼν τοῦτον ἐς τὴν Σπάρτην ἠνάγκασεν ἐς τὸ Ἀχαϊκὸν Λακεδαιμονίους συντελέσαι. μετὰ δὲ οὐ πολὺν χρόνον Τίτος μὲν Ῥωμαίων τῶν περὶ τὴν Ἑλλάδα ἡγεμὼν καὶ Διοφάνης ὁ Διαίου Μεγαλοπολίτης, ἄρχειν ἐν τῷ τότε ᾑρημένος τῶν Ἀχαιῶν, ἤλαυνον ἐπὶ τὴν Λακεδαίμονα, ἐπενεγκόντες αἰτίαν Λακεδαιμονίοις βουλεύειν σφᾶς νεώτερα ἐς Ῥωμαίους· Φιλοποίμην δέ, καίπερ ἐν τῷ παρόντι ἰδιώτης ὤν, ἀπέκλεισαν ὅμως ἐπιοῦσιν αὐτοῖς ⟨τὰς⟩ πύλας.

51.2. For this reason, and because of his courage shown against both the despots, the Lacedaemonians offered him the house of Nabis, worth more than a hundred talents. But he scorned the wealth, and bade the Lacedaemonians court with gifts, not himself, but those who could persuade the many in the meeting of the Achaeans—a suggestion, it is said, directed against Timolaus. He was again appointed general of the Achaeans.

51.2. Λακεδαιμόνιοι δὲ τούτων τε ἕνεκα καὶ ὧν ἐς ἀμφοτέρους τοὺς τυράννους ἐτόλμησεν, ἐδίδοσαν οἶκον αὐτῷ τὸν Νάβιδος ἐς πλέον ἢ τάλαντα ἑκατόν· ὁ δὲ ὑπερεφρόνησέ τε τῶν χρημάτων καὶ ἐκέλευε τοὺς Λακεδαιμονίους θεραπεύειν δόσεσιν ἀνθʼ αὑτοῦ τοὺς ἐν τῷ συλλόγῳ τῶν Ἀχαιῶν πιθανοὺς τῷ πλήθει, ταῦτα δὲ ἐς Τιμόλαον αὐτῷ λέγουσιν ὑποσημαίνεσθαι. ἀπεδείχθη δὲ καὶ αὖθις Ἀχαιῶν στρατηγῆσαι.

51.3. At this time the Lacedaemonians were involved in civil war, and Philopoemen expelled from the Peloponnesus three hundred who were chiefly responsible for the civil war, sold some three thousand Helots, razed the walls of Sparta, and forbade the youths to train in the manner laid down by the laws of Lycurgus, ordering them to follow the training of the Achaean youths. The Romans, in course of time, were to restore to the Lacedaemonians the discipline of their native land.

51.3. Λακεδαιμονίων δὲ τηνικαῦτα ἐς ἔμφυλον προηγμένων στάσιν, τριακοσίους μὲν τῆς στάσεως μάλιστα αἰτίους ἐξέβαλεν ἐκ Πελοποννήσου καὶ τῶν εἱλώτων [τε] ἀπέδοτο ὅσον τρισχιλίους, τείχη δὲ περιεῖλε τῆς Σπάρτης καὶ τοῖς ἐφήβοις προεῖπε μὴ τὰ ἐκ τῶν νόμων τῶν Λυκούργου μελετᾶν, ἐφήβοις δὲ τοῖς Ἀχαιῶν κατὰ ταὐτὰ ἀσκεῖσθαι. καὶ τοῖς μὲν ὕστερον ἀποδώσειν ἔμελλον Ῥωμαῖοι παιδείαν τὴν ἐπιχώριον·

51.4. When the Romans under Manius defeated at Thermopylae Antiochus the descendant of Seleucus, named Nicator, and the Syrian army with him, Aristaenus of Megalopolis advised the Achaeans to approve the wishes of the Romans in all respects, and to oppose them in nothing. Philopoemen looked angrily at Aristaenus, and said that he was hastening on the doom of Greece. Manius wished the Lacedaemonian exiles to return, but Philopoemen opposed his plan, and only when Manius had gone away did he allow the exiles to be restored.

51.4. Ἀντίοχον δὲ ἀπόγονον Σελεύκου τοῦ ὀνομασθέντος Νικάτορος καὶ Σύρων τὴν σὺν αὐτῷ στρατιὰν Μανίου καὶ Ῥωμαίων ἐν Θερμοπύλαις ⟨νικησάντων⟩ καὶ Ἀρισταίνου τοῖς Ἀχαιοῖς τοῦ Μεγαλοπολίτου παραινοῦντος ἐπαινεῖν τὰ Ῥωμαίοις ἀρέσκοντα ἐπὶ παντὶ μηδὲ ἀνθίστασθαί σφισιν ὑπὲρ μηδενός, ὁ Φιλοποίμην ἀπεῖδεν ἐς τὸν Ἀρίσταινον σὺν ὀργῇ καὶ αὐτὸν τῇ Ἑλλάδι ἔφη τὴν πεπρωμένην ἐπιταχύνειν· Λακεδαιμονίων δὲ τοὺς φεύγοντας Μανίου καταδέξασθαι θέλοντος τῷ μὲν ἀντέπραξεν ἐς τὸ βούλευμα, ἐκείνου δὲ ἀπελθόντος τότε ἤδη κατελθεῖν τοὺς φυγάδας ἐφίησιν ἐς Σπάρτην.

51.5. But, nevertheless, Philopoemen too was to be punished for his pride. After being appointed commander of the Achaeans for the eighth time, he reproached a man of no little distinction for having been captured alive by the enemy. Now at this time the Achaeans had a grievance against the Messenians, and Philopoemen, despatching Lycortas with the army to lay waste the land of the Messenians, was very anxious two or three days later, in spite of his seventy years and a severe attack of fever, to take his share in the expedition of Lycortas. He led about sixty horsemen and targeteers.

51.5. ἔμελλε δʼ ἄρα ὑπεροψίας δίκη περιήξειν καὶ Φιλοποίμενα. ὡς γὰρ δὴ τῶν Ἀχαιῶν ὄγδοον ἀπεδείχθη τότε ἡγεμών, ἀνδρὶ οὐ τῶν ἀδόξων ὠνείδισεν ἁλῶναι ζῶντα ὑπὸ τῶν πολεμίων αὐτόν· καὶ—ἦν γὰρ τηνικαῦτα ἐς Μεσσηνίους Ἀχαιοῖς ἔγκλημα—Λυκόρταν σὺν τῇ στρατιᾷ ὁ Φιλοποίμην ἀποστέλλει δῃώσοντα τῶν Μεσσηνίων τὴν χώραν, αὐτὸς δὲ τρίτῃ μάλιστα ὕστερον ἡμέρᾳ, πυρετῷ τε ἐχόμενος πολλῷ καὶ πρόσω βεβιωκὼς ἑβδομήκοντα ἐτῶν, ὅμως ἠπείγετο μετασχεῖν Λυκόρτᾳ τοῦ ἔργου· ἱππέας δὲ καὶ πελταστὰς ἦγεν ὅσον ἑξήκοντα.

51.6. Lycortas, however, and his army were already on their way back to their country, having neither suffered great harm nor inflicted it on the Messenians. Philopoemen, wounded in the head during the battle, fell from his horse and was taken alive to Messene. A meeting of the assembly was immediately held, at which the most widely divergent opinions were expressed.

51.6. Λυκόρτας μὲν δὴ καὶ ὁ σὺν αὐτῷ στρατὸς ἀνέστρεφον ἤδη τηνικαῦτα ἐς τὴν οἰκείαν, οὔτε ἐργασάμενοι μέγα Μεσσηνίους οὐδὲν οὔτε αὐτοὶ παθόντες· Φιλοποίμενα δὲ—ἐβλήθη γὰρ ἐν τῇ μάχῃ τὴν κεφαλὴν καὶ ἀπέπεσεν ἀπὸ τοῦ ἵππου—ζῶντα ἐς Μεσσήνην ἄγουσιν αὐτόν. συνελθόντων δὲ αὐτίκα ἐς ἐκκλησίαν, διάφοροι παρὰ πολὺ καὶ οὐ πάντων κατὰ ταὐτὰ ἐγίνοντο αἱ γνῶμαι·

51.7. Deinocrates, and all the Messenians whose wealth made them influential, urged that Philopoemen should be put to death; but the popular party were keen on saving his life, calling him Father, and more than Father, of all the Greek people. But Deinocrates, after all, and in spite of Messenian opposition, was to bring about the death of Philopoemen, for he sent poison in to him.

51.7. Δεινοκράτης μὲν καὶ ὅσοι τῶν Μεσσηνίων ἦσαν δυνατοὶ χρήμασι, παρεκελεύοντο ἀποκτεῖναι Φιλοποίμενα· οἱ δὲ τοῦ δήμου περιποιῆσαι τὰ μάλιστα εἶχον σπουδήν, πλέον τι ἢ παντὸς τοῦ Ἑλληνικοῦ πατέρα ὀνομάζοντες. Δεινοκράτης δὲ καὶ ἀκόντων Μεσσηνίων ἔμελλεν [τε] ἄρα Φιλοποίμενα ἀναιρήσειν ἐσπέμψας φάρμακον.

51.8. Shortly afterwards Lycortas gathered a force from Arcadia and Achaia and marched against Messene. The Messenian populace at once went over to the side of the Arcadians, and those responsible for the death of Philopoemen were caught and punished, all except Deinocrates, who perished by his own hand. The Arcadians also brought back to Megalopolis the bones of Philopoemen.

51.8. Λυκόρτας δὲ μετʼ οὐ πολὺ ἀθροίσας ἔκ τε Ἀρκαδίας καὶ παρʼ Ἀχαιῶν δύναμιν ἐστράτευσεν ἐπὶ Μεσσήνην· καὶ ὁ δῆμος αὐτίκα ὁ τῶν Μεσσηνίων προσεχώρησε τοῖς Ἀρκάσι, καὶ οἱ Φιλοποίμενι αἰτίαν θανάτου παρασχόντες ἁλόντες πλὴν Δεινοκράτους ὑπέσχον τιμωρίαν οἱ ἄλλοι, Δεινοκράτης δὲ ἀφίησιν αὐτοχειρίᾳ τὴν ψυχήν. κατάγουσι δὲ καὶ ἐς Μεγάλην πόλιν τοῦ Φιλοποίμενος τὰ ὀστᾶ οἱ Ἀρκάδες.

52.1. After this Greece ceased to bear good men. For Miltiades, the son of Cimon, overcame in battle the foreign invaders who had landed at Marathon, stayed the advance of the Persian army, and so became the first benefactor of all Greece, just as Philopoemen, the son of Craugis, was the last. Those who before Miltiades accomplished brilliant deeds, Codrus, the son of Melanthus, Polydorus the Spartan, Aristomenes the Messenian, and all the rest, will be seen to have helped each his own country and not Greece as a whole.

52.1. καὶ ἤδη τὸ μετὰ τοῦτο ἐς ἀνδρῶν ἀγαθῶν φορὰν ἔληξεν ἡ Ἑλλάς. Μιλτιάδης μὲν γὰρ ὁ Κίμωνος τούς τε ἐς Μαραθῶνα ἀποβάντας τῶν βαρβάρων κρατήσας μάχῃ καὶ τοῦ πρόσω τὸν Μήδων ἐπισχὼν στόλον ἐγένετο εὐεργέτης πρῶτος κοινῇ τῆς Ἑλλάδος, Φιλοποίμην δὲ ὁ Κραύγιδος ἔσχατος· οἱ δὲ πρότερον Μιλτιάδου λαμπρὰ ἔργα ἀποδειξάμενοι, Κόδρος τε ὁ Μελάνθου καὶ ὁ Σπαρτιάτης Πολύδωρος καὶ Ἀριστομένης ὁ Μεσσήνιος καὶ εἰ δή τις ἄλλος, πατρίδας ἕκαστοι τὰς αὑτῶν καὶ οὐκ ἀθρόαν φανοῦνται τὴν Ἑλλάδα ὠφελήσαντες.

52.2. Later than Miltiades, Leonidas, the son of Anaxandrides, and Themistocles, the son of Neocles, repulsed Xerxes from Greece, Themistocles by the two sea-fights, Leonidas by the action at Thermopylae. But Aristeides the son of Lysimachus, and Pausanias, the son of Cleombrotus, commanders at Plataea, were debarred from being called benefactors of Greece, Pausanias by his subsequent sins, Aristeides by his imposition of tribute on the island Greeks; for before Aristeides all the Greeks were immune from tribute.

52.2. Μιλτιάδου δὲ ὕστερον Λεωνίδας ὁ Ἀναξανδρίδου καὶ Θεμιστοκλῆς ὁ Νεοκλέους ἀπώσαντο ἐκ τῆς Ἑλλάδος Ξέρξην, ὁ μὲν ταῖς ναυμαχίαις ἀμφοτέραις, Λεωνίδας δὲ ἀγῶνι τῷ ἐν Θερμοπύλαις. Ἀριστείδην δὲ τὸν Λυσιμάχου καὶ Παυσανίαν τὸν Κλεομβρότου Πλαταιᾶσιν ἡγησαμένους, τὸν μὲν τὰ ὕστερον ἀφείλετο ἀδικήματα εὐεργέτην μὴ ὀνομασθῆναι τῆς Ἑλλάδος, Ἀριστείδην δὲ ὅτι ἔταξε φόρους τοῖς τὰς νήσους ἔχουσιν Ἕλλησι· πρὸ Ἀριστείδου δὲ ἦν ἅπαν τὸ Ἑλληνικὸν ἀτελὲς φόρων.

52.3. Xanthippus, the son of Ariphron, with Leotychidaes the king of Sparta destroyed the Persian fleet at Mycale, and with Cimon accomplished many enviable achievements on behalf of the Greeks. But those who took part in the Peloponnesian war against Athens, especially the most distinguished of them, might be said to be murderers, almost wreckers, of Greece.

52.3. Ξάνθιππος δὲ ὁ Ἀρίφρονος καὶ Κίμων, ὁ μὲν ὁμοῦ Λεωτυχίδῃ τῷ βασιλεύοντι ἐν Σπάρτῃ τὸ Μήδων ναυτικὸν ἔφθειρεν ἐν Μυκάλῃ, Κίμωνι δὲ πολλὰ καὶ ἄξια ζήλου κατειργασμένα ἐστὶν ὑπὲρ τῶν Ἑλλήνων. τοὺς δὲ ἐπὶ τοῦ Πελοποννησιακοῦ πρὸς Ἀθηναίους πολέμου, καὶ μάλιστα αὐτῶν τοὺς εὐδοκιμήσαντας, φαίη τις ἂν αὐτόχειρας καὶ ὅτι ἐγγύτατα καταποντιστὰς εἶναι σφᾶς τῆς Ἑλλάδος.

52.4. When the Greek nation was reduced to a miserable condition, it recovered under the efforts of Conon, the son of Timotheus, and of Epaminondas, the son of Polymnis, who drove out the Lacedaemonian garrisons and governors, and put down the boards of ten, Conon from the islands and coasts, Epaminondas from the cities of the interior. By founding cities too, of no small fame, Messene and Arcadian Megalopolis, Epaminondas made Greece more famous.

52.4. κεκακωμένον δὲ ἤδη τὸ Ἑλληνικὸν Κόνων ὁ Τιμοθέου καὶ Ἐπαμινώνδας ἀνεκτήσατο ὁ Πολύμνιδος, ὁ μὲν ἐκ τῶν νήσων καὶ ὅσα ἐγγυτάτω θαλάσσης, Ἐπαμινώνδας δὲ ἐκ τῶν πόλεων τῶν ἀπὸ θαλάσσης ἄνω Λακεδαιμονίων τὰς φρουρὰς καὶ ἁρμοστὰς ἐκβαλόντες καὶ δεκαδαρχίας καταπαύσαντες· Ἐπαμινώνδας δὲ καὶ πόλεσιν οὐκ ἀφανέσι, Μεσσήνῃ καὶ Μεγάλῃ πόλει τῇ Ἀρκάδων, λογιμωτέραν τὴν Ἑλλάδα ἐποίησεν.

52.5. I reckon Leosthenes also and Aratus benefactors of all the Greeks. Leosthenes, in spite of Alexander's opposition, brought back safe by sea to Greece the force of Greek mercenaries in Persia, about fifty thousand in number, who had descended to the coast. As for Aratus, I have related his exploits in my history of Sicyon.

52.5. εἶναι δὲ ἁπάντων Ἑλλήνων καὶ Λεωσθένην τίθεμαι καὶ Ἄρατον εὐεργέτας· ὁ μέν γε τὸ Ἑλλήνων μισθοφορικὸν ⟨τὸ⟩ [καὶ] ἐν Πέρσαις περὶ πέντε που μυριάδας ἐπὶ θάλασσαν καταβάντας ναυσὶν ἐς τὴν Ἑλλάδα ἀνέσωσε καὶ ἄκοντος Ἀλεξάνδρου· τὰ δὲ ἐς Ἄρατον ἐδήλωσε δή μοι τοῦ λόγου τὰ ἐς Σικυωνίους.

52.6. The inscription on the statue of Philopoemen at Tegea runs thus:—The valor and glory of this man are famed throughout Greece, who workedMany achievements by might and many by his counsels,Philopoemen, the Arcadian spearman, whom great renown attended,When he commanded the lances in war.Witness are two trophies, won from the despotsOf Sparta; the swelling flood of slavery he stayed.Wherefore did Tegea set up in stone the great-hearted son of Craugis,Author of blameless freedom.

52.6. τὸ δὲ ἐπίγραμμά ἐστιν ἐπὶ τῷ Φιλοποίμενι τὸ ἐν Τεγέᾳ·τοῦδʼ ἀρετὰ καὶ δόξα καθʼ Ἑλλάδα, πολλὰ μὲν ἀλκαῖς,πολλὰ δὲ καὶ βουλαῖς ἔργα πονησαμένου,Ἀρκάδος αἰχμητᾶ Φιλοποίμενος, ᾧ μέγα κῦδοςἕσπετʼ ἐνὶ πτολέμῳ δούρατος ἁγεμόνι.μανύει δὲ τρόπαια τετυγμένα δισσὰ τυράννωνΣπάρτας· αὐξομέναν δʼ ἄρατο δουλοσύναν.ὧν ἕνεκεν Τεγέα μεγαλόφρονα Κραύγιδος υἱόνστᾶσεν, ἀμωμήτου κράντορʼ ἐλευθερίας.τοῦτο μὲν δὴ ἐνταῦθά ἐστιν ἐπίγραμμα·

53.1. Such is the inscription at Tegea on Philopoemen. The images of Apollo, Lord of Streets, the Tegeans say they set up for the following reason. Apollo and Artemis, they say, throughout every land visited with punishment all the men of that time who, when Leto was with child and in the course of her wanderings, took no heed of her when she came to their land.

53.1. τῷ δὲ Ἀπόλλωνι οἱ Τεγεᾶται τῷ Ἀγυιεῖ τὰ ἀγάλματα ἐπʼ αἰτίᾳ φασὶν ἱδρύσασθαι τοιᾷδε. Ἀπόλλωνα καὶ Ἄρτεμιν ἐπὶ πᾶσαν λέγουσι χώραν τιμωρεῖσθαι τῶν τότε ἀνθρώπων ὅσοι Λητοῦς, ἡνίκα εἶχεν ἐν τῇ γαστρί, πλανωμένης καὶ ἀφικομένης ἐς τὴν γῆν ἐκείνην οὐδένα ἐποιήσαντο αὐτῆς λόγον.

53.2. So when the divinities came to the land of Tegea, Scephrus, they say, the son of Tegeates, came to Apollo and had a private conversation with him. And Leimon, who also was a son of Tegeates, suspecting that the conversation of Scephrus contained a charge against him, rushed on his brother and killed him.

53.2. ὡς δὲ ἄρα καὶ ἐς τὴν Τεγεατῶν ἐληλυθέναι τοὺς θεούς, ἐνταῦθα υἱὸν Τεγεάτου Σκέφρον προσελθόντα τῷ Ἀπόλλωνι ἐν ἀπορρήτῳ διαλέγεσθαι πρὸς αὐτόν· Λειμὼν δὲ—ἦν δὲ καὶ ὁ Λειμὼν οὗτος Τεγεάτου τῶν παίδων—ὑπονοήσας ἔγκλημα ἔχειν ἐς ἑαυτὸν τὰ ὑπὸ Σκέφρου λεγόμενα, ἀποκτίννυσιν ἐπιδραμὼν τὸν ἀδελφόν.

53.3. Immediate punishment for the murder overtook Leimon, for he was shot by Artemis. At the time Tegeates and Maera sacrificed to Apollo and Artemis, but afterwards a severe famine fell on the land, and an oracle of Delphi ordered a mourning for Scephrus. At the feast of the Lord of Streets rites are performed in honor of Scephrus, and in particular the priestess of Artemis pursues a man, pretending she is Artemis herself pursuing Leimon.

53.3. καὶ Λειμῶνα μὲν τοξευθέντα ὑπὸ Ἀρτέμιδος περιῆλθεν αὐτίκα ἡ δίκη τοῦ φόνου· Τεγεάτης δὲ καὶ Μαιρὰ τὸ μὲν παραυτίκα Ἀπόλλωνι καὶ Ἀρτέμιδι θύουσιν, ὕστερον δὲ ἐπιλαβούσης ἀκαρπίας ἰσχυρᾶς ἦλθε μάντευμα ἐκ Δελφῶν Σκέφρον θρηνεῖν. καὶ ἄλλα τε ἐν τοῦ Ἀγυιέως τῇ ἑορτῇ δρῶσιν ἐς τιμὴν τοῦ Σκέφρου καὶ ἡ τῆς Ἀρτέμιδος ἱέρεια διώκει τινὰ ἅτε αὐτὴ τὸν Λειμῶνα ἡ Ἄρτεμις.

53.4. It is also said that all the surviving sons of Tegeates, namely, Cydon, Archedius and Gortys, migrated of their own free will to Crete, and that after them were named the cities Cydonia, Gortyna and Catreus. The Cretans dissent from the account of the Tegeans, saying that Cydon was a son of Hermes and of Acacallis, daughter of Minos, that Catreus was a son of Minos, and Gortys a son of Rhadamanthys.

53.4. λέγουσι δὲ καὶ ὅσοι Τεγεάτου τῶν παίδων ἐλείποντο, μετοικῆσαι σφᾶς ἑκουσίως ἐς Κρήτην, Κύδωνα καὶ Ἀρχήδιον καὶ Γόρτυνα· καὶ ἀπὸ τούτων φασὶν ὀνομασθῆναι τὰς πόλεις Κυδωνίαν καὶ Γόρτυνά τε καὶ Κατρέα. Κρῆτες δὲ οὐχ ὁμολογοῦντες τῷ Τεγεατῶν λόγῳ Κύδωνα μὲν Ἀκακαλλίδος θυγατρὸς Μίνω καὶ Ἑρμοῦ, Κατρέα δέ φασιν εἶναι Μίνω, τὸν δὲ Γόρτυνα Ῥαδαμάνθυος.

53.5. As to Rhadamanthys himself, Homer says, in the talk of Proteus with Menelaus, that Menelaus would go to the Elysian plain, but that Rhadamanthys was already arrived there. Cinaethon too in his poem represents Rhadamanthys as the son of Hephaestus, Hephaestus as a son of Talos, and Talos as a son of Cres. The legends of Greece generally have different forms, and this is particularly true of genealogy.

53.5. ἐς δὲ αὐτὸν Ῥαδάμανθυν Ὁμήρου μέν ἐστιν ἐν Πρωτέως πρὸς Μενέλαον λόγοις ὡς ἐς τὸ πεδίον ἥξοι Μενέλαος τὸ Ἠλύσιον, πρότερον δὲ ἔτι Ῥαδάμανθυν ἐνταῦθα ἥκειν· Κιναίθων δὲ ἐν τοῖς ἔπεσιν ἐποίησεν ⟨ὡς⟩ Ῥαδάμανθυς μὲν Ἡφαίστου, Ἥφαιστος δὲ εἴη Τάλω, Τάλων δὲ εἶναι Κρητὸς παῖδα. οἱ μὲν δὴ Ἑλλήνων λόγοι διάφοροι τὰ πλέονα καὶ οὐχ ἥκιστα ἐπὶ τοῖς γένεσίν εἰσι·

53.6. At Tegea the images of the Lord of Streets are four in number, one set up by each of the tribes. The names given to the tribes are Clareotis, Hippothoetis, Apolloniatis, and Athaneatis; they are called after the lots cast by Arcas to divide the land among his sons, and after Hippothous, the son of Cercyon.

53.6. Τεγεάταις δὲ τοῦ Ἀγυιέως τὰ ἀγάλματα τέσσαρά εἰσιν ἀριθμόν, ὑπὸ φυλῆς ἓν ἑκάστης ἱδρυμένον. ὀνόματα δὲ αἱ φυλαὶ παρέχονται Κλαρεῶτις Ἱπποθοῖτις Ἀπολλωνιᾶτις Ἀθανεᾶτις· καλοῦνται δὲ ἀπὸ τοῦ κλήρου ὃν τοῖς παισὶν Ἀρκὰς ἐποίησεν ὑπὲρ τῆς χώρας καὶ ἀπὸ Ἱππόθου τοῦ Κερκυόνος.

53.7. There is also at Tegea a temple of Demeter and the Maid, whom they surname the Fruit-bringers, and hard by is one of Aphrodite called Paphian. The latter was built by Laodice, who was descended, as I have already said, from Agapenor, who led the Arcadians to Troy, and it was in Paphos that she dwelt. Not far from it are two sanctuaries of Dionysus, an altar of the Maid, and a temple of Apollo with a gilded image.

53.7. ἔστι δὲ καὶ Δήμητρος ἐν Τεγέᾳ καὶ Κόρης ναός, ἃς ἐπονομάζουσι Καρποφόρους, πλησίον δὲ Ἀφροδίτης καλουμένης Παφίας· ἱδρύσατο αὐτὴν Λαοδίκη, γεγονυῖα μέν, ὡς καὶ πρότερον ἐδήλωσα, ἀπὸ Ἀγαπήνορος ὃς ἐς Τροίαν ἡγήσατο Ἀρκάσιν, οἰκοῦσα δὲ ἐν Πάφῳ. τούτου δέ ἐστιν οὐ πόρρω Διονύσου τε ἱερὰ δύο καὶ Κόρης βωμὸς καὶ Ἀπόλλωνος ναὸς καὶ ἄγαλμα ἐπίχρυσον·

53.8. The artist was Cheirisophus; he was a Cretan by race, but his date and teacher we do not know. The residence of Daedalus with Minos at Cnossus secured for the Cretans a reputation for the making of wooden images also, which lasted for a long period. By the Apollo stands Cheirisophus in stone.

53.8. Χειρίσοφος δὲ ἐποίησε, Κρὴς μὲν γένος, ἡλικίαν δὲ αὐτοῦ καὶ τὸν διδάξαντα οὐκ ἴσμεν· ἡ δὲ δίαιτα ἡ ἐν Κνωσσῷ Δαιδάλῳ παρὰ Μίνῳ συμβᾶσα ἐπὶ μακρότερον δόξαν τοῖς Κρησὶ καὶ ἐπὶ ξοάνων ποιήσει παρεσκεύασε. παρὰ δὲ τῷ Ἀπόλλωνι ὁ Χειρίσοφος ἕστηκε λίθου πεποιημένος.

53.9. The Tegeans also have what they call a Common Hearth of the Arcadians. Here there is an image of Heracles, and on his thigh is represented a wound received in the first fight with the sons of Hippocoon. The lofty place, on which are most of the altars of the Tegeans, is called the place of Zeus Clarius (Of Lots), and it is plain that the god got his surname from the lots cast for the sons of Arcas. Here the Tegeans celebrate a feast every year.

53.9. καλοῦσι δὲ οἱ Τεγεᾶται καὶ ἑστίαν Ἀρκάδων κοινήν· ἐνταῦθά ἐστιν ἄγαλμα Ἡρακλέους, πεποίηται δέ οἱ ἐπὶ τοῦ μηροῦ τραῦμα ἀπὸ τῆς μάχης ἣν πρώτην Ἱπποκόωντος τοῖς παισὶν ἐμαχέσατο. τὸ δὲ χωρίον τὸ ὑψηλόν, ἐφʼ οὗ καὶ οἱ βωμοὶ Τεγεάταις εἰσὶν οἱ πολλοί, καλεῖται μὲν Διὸς Κλαρίου, δῆλα δὲ ὡς ἐγένετο ἡ ἐπίκλησις τῷ θεῷ τοῦ κλήρου τῶν παίδων ἕνεκα τῶν Ἀρκάδος.

53.10. It is said that once at the time of the feast they were invaded by the Lacedaemonians. As it was snowing, these were chilled, and thus distressed by their armour, but the Tegeans, without their enemies knowing it, lighted a fire. So untroubled by the cold they donned, they say, their armour, went out against the Lacedaemonians, and had the better of the engagement. I also saw in Tegea:—the house of Aleus, the tomb of Echemus, and the fight between Echemus and Hyllus carved in relief upon a slab.

53.10. ἄγουσι δὲ ἑορτὴν αὐτόθι Τεγεᾶται κατὰ ἔτος· καί σφισιν ἐπιστρατεῦσαι Λακεδαιμονίους ποτὲ ὑπὸ τὸν καιρὸν τῆς ἑορτῆς λέγουσι, καὶ—νείφειν γὰρ τὸν θεόν—τοὺς μὲν ῥιγοῦν καὶ ὄντας ἐν τοῖς ὅπλοις κάμνειν, αὐτοὶ δὲ ἐκείνων κρύφα πῦρ καῦσαι, καὶ ὡς οὐκ ἠνωχλοῦντο ὑπὸ τοῦ κρυμοῦ, τὰ ὅπλα ἐνδύντες ἐξελθεῖν τε ἐπὶ τοὺς Λακεδαιμονίους καὶ σχεῖν ἐν τῷ ἔργῳ τὸ πλέον φασίν. ἐθεασάμην δὲ καὶ ἄλλα ἐν Τεγέᾳ τοσάδε, Ἀλέου οἰκίαν καὶ Ἐχέμου μνῆμα καὶ ἐπειργασμένην ἐς στήλην τὴν Ἐχέμου πρὸς Ὕλλον μάχην.

53.11. On the left of the road as you go from Tegea to Laconia there is an altar of Pan, and likewise one of Lycaean Zeus. The foundations, too, of sanctuaries are still there. These altars are two stades from the wall; and about seven stades farther on is a sanctuary of Artemis, surnamed Lady of the Lake, with an image of ebony. The fashion of the workmanship is what the Greeks call Aeginetan. Some ten stades farther on are the ruins of a temple of Artemis Cnaceatis.

53.11. ἐκ Τεγέας δὲ ἰόντι ἐς τὴν Λακωνικὴν ἔστι μὲν βωμὸς ἐν ἀριστερᾷ τῆς ὁδοῦ Πανός, ἔστι δὲ καὶ Λυκαίου Διός· λείπεται δὲ καὶ θεμέλια ἱερῶν. οὗτοι μὲν δή εἰσιν οἱ βωμοὶ σταδίοις δύο ἀπωτέρω τοῦ τείχους, προελθόντι δὲ ἀπʼ αὐτῶν μάλιστά που σταδίους ἑπτὰ ἱερὸν Ἀρτέμιδος ἐπίκλησιν Λιμνάτιδος καὶ ἄγαλμά ἐστιν ἐβένου ξύλου· τρόπος δὲ τῆς ἐργασίας ὁ Αἰγιναῖος καλούμενος ὑπὸ Ἑλλήνων. τούτου δὲ ὅσον δέκα ἀπωτέρω σταδίοις Ἀρτέμιδος Κνακεάτιδός ἐστι ναοῦ τὰ ἐρείπια.

54.1. The boundary between the territories of Lacedaemon and Tegea is the river Alpheius. Its water begins in Phylace, and not far from its source there flows down into it another water from springs that are not large, but many in number, whence the place has received the name Symbola (Meetings).

54.1. Λακεδαιμονίοις δὲ καὶ Τεγεάταις ὅροι τῆς γῆς ὁ ποταμός ἐστιν ὁ Ἀλφειός. τούτου τὸ ὕδωρ ἄρχεται μὲν ἐν Φυλάκῃ, κάτεισι δὲ οὐ πόρρω τῆς πηγῆς καὶ ἄλλο ὕδωρ ἐς αὐτὸν ἀπὸ πηγῶν μεγέθει μὲν οὐ μεγάλων, πλεόνων δὲ ἀριθμόν· καὶ διὰ τοῦτο τῷ χωρίῳ Σύμβολα γέγονεν ὄνομα.

54.2. It is known that the Alpheius differs from other rivers in exhibiting this natural peculiarity; it often disappears beneath the earth to reappear again. So flowing on from Phylace and the place called Symbola it sinks into the Tegean plain; rising at Asea, and mingling its stream with the Eurotas, it sinks again into the earth.

54.2. φαίνεται δὲ ὁ Ἀλφειὸς παρὰ τοὺς ἄλλους ποταμοὺς φύσιν τινὰ ἰδίαν παρεχόμενος τοιάνδε· ἀφανίζεσθαί τε γὰρ κατὰ γῆς ἐθέλει πολλάκις καὶ αὖθις ἀναφαίνεσθαι. προελθὼν μέν γε ἐκ Φυλάκης καὶ τῶν καλουμένων Συμβόλων ἐς τὸ πεδίον κατέδυ τὸ Τεγεατικόν· ἀνατείλας δὲ ἐν Ἀσέᾳ καὶ τὸ ῥεῦμα ἀναμίξας τῷ Εὐρώτᾳ τὸ δεύτερον ἤδη κάτεισιν ἐς τὴν γῆν·

54.3. Coming up at the place called by the Arcadians Pegae (Springs), and flowing past the land of Pisa and past Olympia, it falls into the sea above Cyllene, the port of Elis. Not even the Adriatic could check its flowing onwards, but passing through it, so large and stormy a sea, it shows in Ortygia, before Syracuse, that it is the Alpheius, and unites its water with Arethusa.

54.3. ἀνασχὼν δὲ ἔνθα Πηγὰς ὀνομάζουσιν οἱ Ἀρκάδες καὶ παρὰ γῆν τε τὴν Πισαίαν καὶ παρὰ Ὀλυμπίαν ἐξελθών, ἐκδίδωσιν ὑπὲρ Κυλλήνης ἐπινείου τοῦ Ἠλείων ἐς τὴν θάλασσαν. ἔμελλε δὲ ἄρα μηδὲ Ἀδρίας ἐπισχήσειν αὐτὸν τοῦ πρόσω· διανηξάμενος δὲ καὶ τοῦτον, μέγα οὕτω καὶ βίαιον πέλαγος, ἐν Ὀρτυγίᾳ τῇ πρὸ Συρακουσῶν ἐπιδείκνυσιν Ἀλφειός τε ὢν καὶ πρὸς Ἀρέθουσαν τὸ ὕδωρ ἀνακοινούμενος.

54.4. The straight road from Tegea to Thyrea and to the villages its territory contains can show a notable sight in the tomb of Orestes, the son of Agamemnon; from here, say the Tegeans, a Spartan stole his bones. In our time the grave is no longer within the gates. By the road flows also the river Garates. Crossing the Garates and advancing ten stades you come to a sanctuary of Pan, by which is an oak, like the sanctuary sacred to Pan.

54.4. ἡ δὲ εὐθεῖα ⟨ἡ⟩ ἐπὶ Θυρέαν τε καὶ κώμας τὰς ἐν τῇ Θυρεάτιδι ἐκ Τεγέας παρείχετο ἐς συγγραφὴν Ὀρέστου τοῦ Ἀγαμέμνονος μνῆμα, καὶ ὑφελέσθαι Σπαρτιάτην τὰ ὀστᾶ αὐτόθεν οἱ Τεγεᾶται λέγουσι· καθʼ ἡμᾶς δὲ οὐκέτι πυλῶν ἐντὸς ἐγίνετο ὁ τάφος. ῥεῖ δὲ καὶ Γαράτης ποταμὸς κατὰ τὴν ὁδόν· διαβάντι δὲ τὸν Γαράτην καὶ προελθόντι σταδίους δέκα Πανός ἐστιν ἱερὸν καὶ πρὸς αὐτῷ δρῦς, ἱερὰ καὶ αὕτη τοῦ Πανός.

54.5. The road from Tegea to Argos is very well suited for carriages, in fact a first-rate highway. On the road come first a temple and image of Asclepius. Next, turning aside to the left for about a stade, you see a dilapidated sanctuary of Apollo surnamed Pythian which is utterly in ruins. Along the straight road there are many oaks, and in the grove of oaks is a temple of Demeter called “in Corythenses.” Hard by is another sanctuary, that of Mystic Dionysus.

54.5. ἡ δὲ ἐς Ἄργος ἐκ Τεγέας ὀχήματι ἐπιτηδειοτάτη καὶ τὰ μάλιστά ἐστι λεωφόρος. ἔστι δὲ ἐπὶ τῆς ὁδοῦ πρῶτα μὲν ναὸς καὶ ἄγαλμα Ἀσκληπιοῦ· μετὰ δὲ ἐκτραπεῖσιν ἐς ἀριστερὰ ὅσον στάδιον Ἀπόλλωνος ἐπίκλησιν Πυθίου καταλελυμένον ἐστὶν ἱερὸν καὶ ἐρείπια ἐς ἅπαν. κατὰ δὲ τὴν εὐθεῖαν αἵ τε δρῦς εἰσι πολλαὶ καὶ Δήμητρος ἐν τῷ ἄλσει τῶν δρυῶν ναὸς ἐν Κορυθεῦσι καλουμένης· πλησίον δὲ ἄλλο ἐστὶν ἱερὸν Διονύσου Μύστου.

54.6. At this point begins Mount Parthenius. On it is shown a sacred enclosure of Telephus, where it is said that he was exposed when a child and was suckled by a deer. A little farther on is a sanctuary of Pan, where Athenians and Tegeans agree that he appeared to Philippides and conversed with him.

54.6. τὸ ἀπὸ τούτου δὲ ἄρχεται τὸ ὄρος τὸ Παρθένιον· ἐν δὲ αὐτῷ τέμενος δείκνυται Τηλέφου, καὶ ἐνταῦθα παῖδα ἐκκείμενόν φασιν αὐτὸν ὑπὸ ἐλάφου τραφῆναι. ἀπωτέρω δὲ ὀλίγον Πανός ἐστιν ἱερόν, ἔνθα Φιλιππίδῃ φανῆναι τὸν Πᾶνα καὶ εἰπεῖν ἃ πρὸς αὐτὸν Ἀθηναῖοί τε καὶ κατὰ ταὐτὰ Τεγεᾶται λέγουσι·

54.7. Mount Parthenius rears also tortoises most suitable for the making of harps; but the men on the mountain are always afraid to capture them, and will not allow strangers to do so either, thinking them to be sacred to Pan. Crossing the peak of the mountain you are within the cultivated area, and reach the boundary between Tegea and Argos; it is near Hysiae in Argolis. These are the divisions of the Peloponnesus, the cities in the divisions, and the most noteworthy things in each city.

54.7. παρέχεται δὲ τὸ Παρθένιον καὶ ἐς λύρας ποίησιν χελώνας ἐπιτηδειοτάτας, ἃς οἱ περὶ τὸ ὄρος ἄνθρωποι καὶ αὐτοὶ λαμβάνειν δεδοίκασιν ἀεὶ καὶ ξένους οὐ περιορῶσιν αἱροῦντας· ἱερὰς γὰρ σφᾶς εἶναι τοῦ Πανὸς ἥγηνται. ὑπερβαλόντι δὲ τὴν κορυφὴν τοῦ ὄρους ἔστιν ἐν τοῖς ἤδη γεωργουμένοις Τεγεατῶν ὅρος καὶ Ἀργείων κατὰ Ὑσιὰς τὰς ἐν τῇ Ἀργολίδι. αἵδε μὲν Πελοποννήσου μοῖραι καὶ πόλεις τε ἐν ταῖς μοίραις καὶ ἐν ἑκάστῃ πόλει τὰ ἀξιολογώτατά ἐστιν ἐς μνήμην.