SCRIPTURA

Pausanias · Description of Greece · 52 of 60

Book IX · chapters 30–36

Translated by W. H. S. Jones

ContentsMarkdown.md ↓

30.5. But they say that the women of the Thracians plotted his death, because he had persuaded their husbands to accompany him in his wanderings, but dared not carry out their intention through fear of their husbands. Flushed with wine, however, they dared the deed, and hereafter the custom of their men has been to march to battle drunk. Some say that Orpheus came to his end by being struck by a thunderbolt, hurled at him by the god because he revealed sayings in the mysteries to men who had not heard them before.

30.5. τὰς δὲ γυναῖκάς φασι τῶν Θρᾳκῶν ἐπιβουλεύειν μὲν αὐτῷ θάνατον, ὅτι σφῶν τοὺς ἄνδρας ἀκολουθεῖν ἔπεισεν αὐτῷ πλανωμένῳ, φόβῳ δὲ τῶν ἀνδρῶν οὐ τολμᾶν· ὡς δὲ ἐνεφορήσαντο οἴνου, ἐξεργάζονται τὸ τόλμημα, καὶ τοῖς ἀνδράσιν ἀπὸ τούτου κατέστη μεθυσκομένους ἐς τὰς μάχας χωρεῖν. εἰσὶ δὲ οἵ φασι κεραυνωθέντι ὑπὸ τοῦ θεοῦ συμβῆναι τὴν τελευτὴν Ὀρφεῖ· κεραυνωθῆναι δὲ αὐτὸν τῶν λόγων ἕνεκα ὧν ἐδίδασκεν ἐν τοῖς μυστηρίοις οὐ πρότερον ἀκηκοότας ἀνθρώπους.

30.6. Others have said that his wife died before him, and that for her sake he came to Aornum in Thesprotis, where of old was an oracle of the dead. He thought, they say, that the soul of Eurydice followed him, but turning round he lost her, and committed suicide for grief. The Thracians say that such nightingales as nest on the grave of Orpheus sing more sweetly and louder than others.

30.6. ἄλλοις δὲ εἰρημένον ἐστὶν ὡς προαποθανούσης οἱ τῆς γυναικὸς ἐπὶ τὸ Ἄορνον διʼ αὐτὴν τὸ ἐν τῇ Θεσπρωτίδι ἀφίκετο· εἶναι γὰρ πάλαι νεκυομαντεῖον αὐτόθι· νομίζοντα δέ οἱ ἕπεσθαι τῆς Εὐρυδίκης τὴν ψυχὴν καὶ ἁμαρτόντα ὡς ἐπεστράφη, αὐτόχειρα αὐτὸν ὑπὸ λύπης αὑτοῦ γενέσθαι. λέγουσι δὲ οἱ Θρᾷκες, ὅσαι τῶν ἀηδόνων ἔχουσι νεοσσιὰς ἐπὶ τῷ τάφῳ τοῦ Ὀρφέως, ταύτας ἥδιον καὶ μεῖζόν τι ᾄδειν.

30.7. The Macedonians who dwell in the district below Mount Pieria and the city of Dium say that it was here that Orpheus met his end at the hands of the women. Going from Dium along the road to the mountain, and advancing twenty stades, you come to a pillar on the right surmounted by a stone urn, which according to the natives contains the bones of Orpheus.

30.7. Μακεδόνων δὲ οἱ χώραν τὴν ὑπὸ τὸ ὄρος τὴν Πιερίαν ἔχοντες καὶ πόλιν Δῖον, φασὶν ὑπὸ τῶν γυναικῶν γενέσθαι τὴν τελευτὴν ἐνταῦθα τῷ Ὀρφεῖ· ἰόντι δὲ ἐκ Δίου τὴν ἐπὶ τὸ ὄρος καὶ στάδια προεληλυθότι εἴκοσι κίων τέ ἐστιν ἐν δεξιᾷ καὶ ἐπίθημα ἐπὶ τῷ κίονι ὑδρία λίθου, ἔχει δὲ τὰ ὀστᾶ τοῦ Ὀρφέως ἡ ὑδρία, καθὰ οἱ ἐπιχώριοι λέγουσι.

30.8. There is also a river called Helicon. After a course of seventy-five stades the stream hereupon disappears under the earth. After a gap of about twenty-two stades the water rises again, and under the name of Baphyra instead of Helicon flows into the sea as a navigable river. The people of Dium say that at first this river flowed on land throughout its course. But, they go on to say, the women who killed Orpheus wished to wash off in it the blood-stains, and thereat the river sank underground, so as not to lend its waters to cleanse manslaughter.

30.8. ῥεῖ δὲ καὶ ποταμὸς Ἑλικών· ἄχρι σταδίων ἑβδομήκοντα πέντε προελθόντι τὸ ῥεῦμα ἀφανίζεται τὸ ἀπὸ τούτου κατὰ τῆς γῆς· διαλιπὸν δὲ μάλιστα δύο καὶ εἴκοσι στάδια ἄνεισι τὸ ὕδωρ αὖθις, καὶ ὄνομα Βαφύρας ἀντὶ Ἑλικῶνος λαβὼν κάτεισιν ἐς θάλασσαν ναυσίπορος. τοῦτον οἱ Διασταὶ τὸν ποταμὸν ἐπιρρεῖν διὰ παντὸς τῇ γῇ τὰ ἐξ ἀρχῆς φασι· τὰς γυναῖκας δὲ αἳ τὸν Ὀρφέα ἀπέκτειναν ἐναπονίψασθαί οἱ θελῆσαι τὸ αἷμα, καταδῦναί τε ἐπὶ τούτῳ τὸν ποταμὸν ἐς τὴν γῆν, ἵνα δὴ μὴ τοῦ φόνου καθάρσια τὸ ὕδωρ παράσχηται.

30.9. In Larisa I heard another story, how that on Olympus is a city Libethra, where the mountain faces, Macedonia, not far from which city is the tomb of Orpheus. The Libethrians, it is said, received out of Thrace an oracle from Dionysus, stating that when the sun should see the bones of Orpheus, then the city of Libethra would be destroyed by a boar. The citizens paid little regard to the oracle, thinking that no other beast was big or mighty enough to take their city, while a boar was bold rather than powerful.

30.9. ἤκουσα δὲ καὶ ἄλλον ἐν Λαρίσῃ λόγον, ὡς ἐν τῷ Ὀλύμπῳ. πόλις οἰκοῖτο Λίβηθρα, ᾗ ἐπὶ Μακεδονίας τέτραπται τὸ ὄρος, καὶ εἶναι οὐ πόρρω τῆς πόλεως τὸ τοῦ Ὀρφέως μνῆμα· ἀφικέσθαι δὲ τοῖς Λιβηθρίοις παρὰ τοῦ Διονύσου μάντευμα ἐκ Θρᾴκης, ἐπειδὰν ἴδῃ τὰ ὀστᾶ τοῦ Ὀρφέως ἥλιος, τηνικαῦτα ὑπὸ συὸς ἀπολεῖσθαι Λιβηθρίοις τὴν πόλιν. οἱ μὲν διʼ οὐ πολλῆς φροντίδος ἐποιοῦντο τὸν χρησμόν, οὐδὲ ἄλλο τι θηρίον οὕτω μέγα καὶ ἄλκιμον ἔσεσθαι νομίζοντες ὡς ἑλεῖν σφισι τὴν πόλιν, συὶ δὲ θρασύτητος μετεῖναι μᾶλλον ἢ ἰσχύος.

30.10. But when it seemed good to the god the following events befell the citizens. About midday a shepherd was asleep leaning against the grave of Orpheus, and even as he slept he began to sing poetry of Orpheus in a loud and sweet voice. Those who were pasturing or tilling nearest to him left their several tasks and gathered together to hear the shepherd sing in his sleep. And jostling one another and striving who could get nearest the shepherd they overturned the pillar, the urn fell from it and broke, and the sun saw whatever was left of the bones of Orpheus.

30.10. ἐπεὶ δὲ ἐδόκει τῷ θεῷ, συνέβαινέ σφισι τοιάδε. ποιμὴν περὶ μεσοῦσαν μάλιστα τὴν ἡμέραν ἐπικλίνων αὑτὸν πρὸς τοῦ Ὀρφέως τὸν τάφον, ὁ μὲν ἐκάθευδεν ὁ ποιμήν, ἐπῄει δέ οἱ καὶ καθεύδοντι ἔπη τε ᾄδειν τῶν Ὀρφέως καὶ μέγα καὶ ἡδὺ φωνεῖν. οἱ οὖν ἐγγύτατα νέμοντες ἢ καὶ ἀροῦντες ἕκαστοι τὰ ἔργα ἀπολείποντες ἠθροίζοντο ἐπὶ τοῦ ποιμένος τὴν ἐν τῷ ὕπνῳ ᾠδήν· καί ποτε ὠθοῦντες ἀλλήλους καὶ ἐρίζοντες ὅστις ἐγγύτατα ἔσται τῷ ποιμένι ἀνατρέπουσι τὸν κίονα, καὶ κατεάγη τε ἀπʼ αὐτοῦ πεσοῦσα ἡ θήκη καὶ εἶδεν ἥλιος ὅ τι ἦν τῶν ὀστῶν τοῦ Ὀρφέως λοιπόν.

30.11. Immediately when night came the god sent heavy rain, and the river Sys (Boar), one of the torrents about Olympus, on this occasion threw down the walls of Libethra, overturning sanctuaries of gods and houses of men, and drowning the inhabitants and all the animals in the city. When Libethra was now a city of ruin, the Macedonians in Dium, according to my friend of Larisa, carried the bones of Orpheus to their own country.

30.11. αὐτίκα δὲ ἐν τῇ ἐπερχομένῃ νυκτὶ ὅ τε θεὸς κατέχει πολὺ ἐκ τοῦ οὐρανοῦ τὸ ὕδωρ καὶ ὁ ποταμὸς ὁ Σῦς—τῶν δὲ περὶ τὸν Ὄλυμπον χειμάρρων καὶ ὁ Σῦς ἐστι—, τότε οὖν οὗτος ὁ ποταμὸς κατέβαλε μὲν τὰ τείχη Λιβηθρίοις, θεῶν ⟨δὲ⟩ ἱερὰ καὶ οἴκους ἀνέτρεψεν ἀνθρώπων, ἀπέπνιξε δὲ τούς τε ἀνθρώπους καὶ τὰ ἐν τῇ πόλει ζῷα ὁμοίως τὰ πάντα. ἀπολλυμένων δὲ ἤδη Λιβηθρίων, οὕτως οἱ ἐν Δίῳ Μακεδόνες κατά γε τὸν λόγον τοῦ Λαρισαίου ξένου ἐς τὴν ἑαυτῶν τὰ ὀστᾶ κομίζουσι τοῦ Ὀρφέως.

30.12. Whoever has devoted himself to the study of poetry knows that the hymns of Orpheus are all very short, and that the total number of them is not great. The Lycomidae know them and chant them over the ritual of the mysteries. For poetic beauty they may be said to come next to the hymns of Homer, while they have been even more honored by the gods.

30.12. ὅστις δὲ περὶ ποιήσεως ἐπολυπραγμόνησεν ἤδη, τοὺς Ὀρφέως ὕμνους οἶδεν ὄντας ἕκαστόν τε αὐτῶν ἐπὶ βραχύτατον καὶ τὸ σύμπαν οὐκ ἐς ἀριθμὸν πολὺν πεποιημένους· Λυκομίδαι δὲ ἴσασί τε καὶ ἐπᾴδουσι τοῖς δρωμένοις. κόσμῳ μὲν δὴ τῶν ἐπῶν δευτερεῖα φέροιντο ἂν μετά γε Ὁμήρου τοὺς ὕμνους, τιμῆς δὲ ἐκ τοῦ θείου καὶ ἐς πλέον ἐκείνων ἥκουσι.

31.1. On Helicon there is also a statue of Arsinoe, who married Ptolemy her brother. She is being carried by a bronze ostrich. Ostriches grow wings just like other birds, but their bodies are so heavy and large that the wings cannot lift them into the air.

31.1. καὶ Ἀρσινόης ἐστὶν ἐν Ἑλικῶνι εἰκών, ἣν Πτολεμαῖος ἔγημεν ἀδελφὸς ὤν. τὴν δὲ Ἀρσινόην στρουθὸς φέρει χαλκῆ τῶν ἀπτήνων· πτερὰ μέν γε καὶ αὗται κατὰ ταὐτὰ ταῖς ἄλλαις φύουσιν, ὑπὸ δὲ βάρους καὶ διὰ μέγεθος οὐχ οἷά τέ ἐστιν ἀνέχειν σφᾶς ἐς τὸν ἀέρα τὰ πτερά.

31.2. Here too is Telephus, the son of Heracles, represented as a baby being suckled by a deer. By his side is an ox, and an image of Priapus worth seeing. This god is worshipped where goats and sheep pasture or there are swarms of bees; but by the people of Lampsacus he is more revered than any other god, being called by them a son of Dionysus and Aphrodite.

31.2. ἐνταῦθα καὶ Τηλέφῳ τῷ Ἡρακλέους γάλα ἐστὶν ἔλαφος παιδὶ μικρῷ διδοῦσα καὶ βοῦς τε παρʼ αὐτὸν καὶ ἄγαλμα Πριάπου θέας ἄξιον. τούτῳ τιμαὶ τῷ θεῷ δέδονται μὲν καὶ ἄλλως, ἔνθα εἰσὶν αἰγῶν νομαὶ καὶ προβάτων ἢ καὶ ἑσμοὶ μελισσῶν· Λαμψακηνοὶ δὲ ἐς πλέον ἢ θεοὺς τοὺς ἄλλους νομίζουσι, Διονύσου τε αὐτὸν παῖδα εἶναι καὶ Ἀφροδίτης λέγοντες.

31.3. On Helicon tripods have been dedicated, of which the oldest is the one which it is said Hesiod received for winning the prize for song at Chalcis on the Euripus. Men too live round about the grove, and here the Thespians celebrate a festival, and also games called the Museia. They celebrate other games in honor of Love, offering prizes not only for music but also for athletic events. Ascending about twenty stades from this grove is what is called the Horse's Fountain (Hippocrene). It was made, they say, by the horse of Bellerophon striking the ground with his hoof.

31.3. ἐν δὲ τῷ Ἑλικῶνι καὶ ἄλλοι τρίποδες κεῖνται καὶ ἀρχαιότατος, ὃν ἐν Χαλκίδι λαβεῖν τῇ ἐπʼ Εὐρίπῳ λέγουσιν Ἡσίοδον νικήσαντα ᾠδῇ. περιοικοῦσι δὲ καὶ ἄνδρες τὸ ἄλσος, καὶ ἑορτήν τε ἐνταῦθα οἱ Θεσπιεῖς καὶ ἀγῶνα ἄγουσι Μουσεῖα· ἄγουσι δὲ καὶ τῷ Ἔρωτι, ἆθλα οὐ μουσικῆς μόνον ἀλλὰ καὶ ἀθληταῖς τιθέντες. ἐπαναβάντι δὲ στάδια ἀπὸ τοῦ ἄλσους τούτου ὡς εἴκοσιν ἔστιν ἡ τοῦ Ἵππου καλουμένη κρήνη· ταύτην τὸν Βελλεροφόντου ποιῆσαί φασιν ἵππον ἐπιψαύσαντα ὁπλῇ τῆς γῆς.

31.4. The Boeotians dwelling around Helicon hold the tradition that Hesiod wrote nothing but the Works, and even of this they reject the prelude to the Muses, saying that the poem begins with the account of the Strifes. They showed me also a tablet of lead where the spring is, mostly defaced by time, on which is engraved the Works.

31.4. Βοιωτῶν δὲ οἱ περὶ τὸν Ἑλικῶνα οἰκοῦντες παρειλημμένα δόξῃ λέγουσιν ὡς ἄλλο Ἡσίοδος ποιήσειεν οὐδὲν ἢ τὰ Ἔργα· καὶ τούτων δὲ τὸ ἐς τὰς Μούσας ἀφαιροῦσι προοίμιον, ἀρχὴν τῆς ποιήσεως εἶναι τὸ ἐς τὰς Ἔριδας λέγοντες· καί μοι μόλυβδον ἐδείκνυσαν, ἔνθα ἡ πηγή, τὰ πολλὰ ὑπὸ τοῦ χρόνου λελυμασμένον·

31.5. There is another tradition, very different from the first, that Hesiod wrote a great number of poems; the one on women, the one called the Great Eoeae, the Theogony, the poem on the seer Melampus, the one on the descent to Hades of Theseus and Perithous, the Precepts of Chiron, professing to be for the instruction of Achilles, and other poems besides the Works and Days. These same Boeotians say that Hesiod learnt seercraft from the Acarnanians, and there are extant a poem called Mantica (Seercraft), which I myself have read, and interpretations of portents.

31.5. ἐγγέγραπται δὲ αὐτῷ τὰ Ἔργα. ἔστι δὲ καὶ ἑτέρα κεχωρισμένη τῆς προτέρας, ὡς πολύν τινα ἐπῶν ὁ Ἡσίοδος ἀριθμὸν ποιήσειεν, ἐς γυναῖκάς τε ᾀδόμενα καὶ ἃς μεγάλας ἐπονομάζουσιν Ἠοίας, καὶ Θεογονίαν τε καὶ ἐς τὸν μάντιν Μελάμποδα, καὶ ὡς Θησεὺς ἐς τὸν Ἅιδην ὁμοῦ Πειρίθῳ καταβαίη παραινέσεις τε Χίρωνος ἐπὶ διδασκαλίᾳ δὴ τῇ Ἀχιλλέως, καὶ ὅσα ἐπὶ Ἔργοις τε καὶ Ἡμέραις. οἱ δὲ αὐτοὶ οὗτοι λέγουσι καὶ ὡς μαντικὴν Ἡσίοδος διδαχθείη παρὰ Ἀκαρνάνων· καὶ ἔστιν ἔπη Μαντικά, ὁπόσα τε ἐπελεξάμεθα καὶ ἡμεῖς, καὶ ἐξηγήσεις ἐπὶ τέρασιν.

31.6. Opposite stories are also told of Hesiod's death. All agree that Ctimenus and Antiphus, the sons of Ganyctor, fled from Naupactus to Molycria because of the murder of Hesiod, that here they sinned against Poseidon, and that in Molycria their punishment was inflicted. The sister of the young men had been ravished; some say the deed was Hesiod's, and others that Hesiod was wrongly thought guilty of another's crime. So widely different are the traditions of Hesiod himself and his poems.

31.6. ἐναντία δὲ καὶ ἐς τοῦ Ἡσιόδου τὴν τελευτήν ἐστιν εἰρημένα. ὅτι μὲν γὰρ οἱ παῖδες τοῦ Γανύκτορος Κτίμενος καὶ Ἄντιφος ἔφυγον ἐς Μολυκρίαν ἐκ Ναυπάκτου διὰ τοῦ Ἡσιόδου τὸν φόνον καὶ αὐτόθι ἀσεβήσασιν ἐς Ποσειδῶνα ἐγένετο [τῇ Μολυκρίδι] σφίσιν ἡ δίκη, τάδε μὲν καὶ οἱ πάντες κατὰ ταὐτὰ εἰρήκασι· τὴν δὲ ἀδελφὴν τῶν νεανίσκων οἱ μὲν ἄλλου τού φασιν αἰσχύναντος Ἡσίοδον λαβεῖν οὐκ ἀληθῆ τὴν τοῦ ἀδικήματος δόξαν, οἱ δὲ ἐκείνου γενέσθαι τὸ ἔργον. τὰ μὲν δὴ ἐς Ἡσίοδον καὶ αὐτὸν καὶ ἐς τὰ ἔπη διάφορα ἐπὶ τοσοῦτο εἴρηται·

31.7. On the summit of Helicon is a small river called the Lamus. In the territory of the Thespians is a place called Donacon (Reed-bed). Here is the spring of Narcissus. They say that Narcissus looked into this water, and not understanding that he saw his own reflection, unconsciously fell in love with himself, and died of love at the spring. But it is utter stupidity to imagine that a man old enough to fall in love was incapable of distinguishing a man from a man's reflection.

31.7. ἐπὶ δὲ ἄκρᾳ τῇ κορυφῇ τοῦ Ἑλικῶνος ποταμὸς οὐ μέγας ἐστὶν ὁ Λάμος. Θεσπιέων δὲ ἐν τῇ γῇ [ἡ] Δονακών ἐστιν ὀνομαζόμενος· ἐνταῦθά ἐστι Ναρκίσσου πηγή, καὶ τὸν Νάρκισσον ἰδεῖν ἐς τοῦτο τὸ ὕδωρ φασίν, οὐ συνέντα δὲ ὅτι ἑώρα σκιὰν τὴν ἑαυτοῦ λαθεῖν τε αὐτὸν ἐρασθέντα αὑτοῦ καὶ ὑπὸ τοῦ ἔρωτος ἐπὶ τῇ πηγῇ οἱ συμβῆναι τὴν τελευτήν. τοῦτο μὲν δὴ παντάπασιν εὔηθες, ἡλικίας ἤδη τινὰ ἐς τοσοῦτο ἥκοντα ὡς ὑπὸ ἔρωτος ἁλίσκεσθαι μηδὲ ὁποῖόν τι ἄνθρωπος καὶ ὁποῖόν τι ἀνθρώπου σκιὰ διαγνῶναι·

31.8. There is another story about Narcissus, less popular indeed than the other, but not without some support. It is said that Narcissus had a twin sister; they were exactly alike in appearance, their hair was the same, they wore similar clothes, and went hunting together. The story goes on that Narcissus fell in love with his sister, and when the girl died, would go to the spring, knowing that it was his reflection that he saw, but in spite of this knowledge finding some relief for his love in imagining that he saw, not his own reflection, but the likeness of his sister.

31.8. ἔχει δὲ καὶ ἕτερος ἐς αὐτὸν λόγος, ἧσσον μὲν τοῦ προτέρου γνώριμος, λεγόμενος δὲ καὶ οὗτος, ἀδελφὴν γενέσθαι Ναρκίσσῳ δίδυμον, τά τε ἄλλα ἐς ἅπαν ὅμοιον τὸ εἶδος καὶ ἀμφοτέροις ὡσαύτως κόμην εἶναι καὶ ἐσθῆτα ἐοικυῖαν αὐτοὺς ἐνδύεσθαι καὶ δὴ καὶ ἐπὶ θήραν ἰέναι μετὰ ἀλλήλων· Νάρκισσον δὲ ἐρασθῆναι τῆς ἀδελφῆς, καὶ ὡς ἀπέθανεν ἡ παῖς, φοιτῶντα ἐπὶ τὴν πηγὴν συνιέναι μὲν ὅτι τὴν ἑαυτοῦ σκιὰν ἑώρα, εἶναι δέ οἱ καὶ συνιέντι ῥᾳστώνην τοῦ ἔρωτος ἅτε οὐχ ἑαυτοῦ σκιὰν δοξάζοντι ἀλλὰ εἰκόνα ὁρᾶν τῆς ἀδελφῆς.

31.9. The flower narcissus grew, in my opinion, before this, if we are to judge by the verses of Pamphos. This poet was born many years before Narcissus the Thespian, and he says that the Maid, the daughter of Demeter, was carried off when she was playing and gathering flowers, and that the flowers by which she was deceived into being carried off were not violets, but the narcissus.

31.9. νάρκισσον δὲ ἄνθος ἡ γῆ καὶ πρότερον ἔφυεν ἐμοὶ δοκεῖν, εἰ τοῖς Πάμφω τεκμαίρεσθαι χρή τι ἡμᾶς ἔπεσι· γεγονὼς γὰρ πολλοῖς πρότερον ἔτεσιν ἢ Νάρκισσος ὁ Θεσπιεὺς Κόρην τὴν Δήμητρός φησιν ἁρπασθῆναι παίζουσαν καὶ ἄνθη συλλέγουσαν, ἁρπασθῆναι δὲ οὐκ ἴοις ἀπατηθεῖσαν ἀλλὰ ναρκίσσοις.

32.1. Creusis, the harbor of Thespiae, has nothing to show publicly, but at the home of a private person I found an image of Dionysus made of gypsum and adorned with painting. The voyage from the Peloponnesus to Creusis is winding and, besides, not a calm one. For capes jut out so that a straight sea-crossing is impossible, and at the same time violent gales blow down from the mountains.

32.1. τοῖς δὲ ἐν Κρεύσιδι, ἐπινείῳ τῷ Θεσπιέων, οἰκοῦσιν ἐν κοινῷ μέν ἐστιν οὐδέν, ἐν ἰδιώτου δὲ ἀνδρὸς ἄγαλμα ἦν Διονύσου γύψου πεποιημένον καὶ ἐπικεκοσμημένον γραφῇ. πλοῦς δὲ ἐς Κρεῦσίν ἐστιν ἐκ Πελοποννήσου σκολιός τε καὶ ἄλλως οὐκ εὔδιος· ἄκραι τε γὰρ ἀνέχουσιν ὡς μὴ κατʼ εὐθὺ τῆς θαλάσσης περαιοῦσθαι καὶ ἅμα ἐκ τῶν ὀρῶν καταπνέουσιν ἄνεμοι βίαιοι.

32.2. Sailing from Creusis, not out to sea, but along Boeotia, you reach on the right a city called Thisbe. First there is a mountain by the sea; on crossing it you will come to a plain, and after that to another mountain, at the foot of which is the city. Here there is a sanctuary of Heracles with a standing image of stone, and they hold a festival called the Heracleia.

32.2. πλέοντι δὲ ἐκ Κρεύσιδος οὐκ ἄνω, παρὰ δὲ αὐτὴν Βοιωτίαν, πόλις ἐστὶν ἐν δεξιᾷ Θίσβη. πρῶτα μὲν ὄρος ἐστὶ πρὸς θαλάσσῃ, τοῦτο δὲ ὑπερβαλόντα πεδίον σε ἐκδέξεται καὶ μετὰ τοῦτο ἄλλο ὄρος· ἐν δὲ ταῖς ὑπωρείαις ἐστὶν ἡ πόλις. Ἡρακλέους δὲ ἱερὸν καὶ ἄγαλμα ὀρθὸν ἐνταῦθά ἐστι λίθου, καὶ Ἡράκλεια ἑορτὴν ἄγουσι.

32.3. Nothing would prevent the plain between the mountains becoming a lake owing to the volume of the water, had they not made a strong dyke right through it. So every other year they divert the water to the farther side of the dyke, and farm the other side. Thisbe, they say, was a nymph of the country, from whom the city has received its name.

32.3. τὸ δὲ πεδίον τὸ μεταξὺ τῶν ὀρῶν ἐκώλυεν οὐδὲν ⟨ἂν⟩ λίμνην ὑπὸ πλήθους εἶναι τοῦ ὕδατος, εἰ μὴ διὰ μέσου χῶμά σφισιν ἐπεποίητο ἰσχυρόν· καὶ οὕτω παρὰ ἔτος ἐς μὲν τὰ ἐπέκεινα τοῦ χώματος ἐκτρέπουσι τὸ ὕδωρ, τὸ δὲ ἐπὶ τὰ ἕτερα αὐτοῦ γεωργοῦσι. Θίσβην δὲ λέγουσιν ἐπιχώριον εἶναι νύμφην, ἀφʼ ἧς ἡ πόλις τὸ ὄνομα ἔσχηκεν.

32.4. Sailing from here you come to Tipha, a small town by the sea. The townsfolk have a sanctuary of Heracles and hold an annual festival. They claim to have been from of old the best sailors in Boeotia, and remind you that Tiphys, who was chosen to steer the Argo, was a fellow-townsman. They point out also the place before the city where they say Argo anchored on her return from Colchis.

32.4. παραπλέοντι δὲ αὐτόθεν πόλισμά ἐστιν οὐ μέγα ἐπὶ θαλάσσῃ Τίφα· Ἡρακλεῖόν τε Τιφαιεῦσίν ἐστι καὶ ἑορτὴν ἄγουσιν ἐπέτειον. οὗτοι Βοιωτῶν μάλιστα ἐκ παλαιοῦ τὰ θαλάσσια ἐθέλουσιν εἶναι σοφοί, Τῖφυν ἄνδρα μνημονεύοντες ἐπιχώριον ὡς προκριθείη γενέσθαι τῆς Ἀργοῦς κυβερνήτης· ἀποφαίνουσι δὲ καὶ πρὸ τῆς πόλεως ἔνθα ἐκ Κόλχων ὀπίσω κομιζομένην ὁρμίσασθαι τὴν Ἀργὼ λέγουσιν.

32.5. As you go inland from Thespiae you come to Haliartus. The question who became founder of Haliartus and Coroneia I cannot separate from my account of Orchomenus. At the Persian invasion the people of Haliartus sided with the Greeks, and so a division of the army of Xerxes overran and burnt both their territory and their city. In Haliartus is the tomb of Lysander the Lacedaemonian. For having attacked the walls of Haliartus, in which were troops from Thebes and Athens, he fell in the fighting that followed a sortie of the enemy.

32.5. ἀπὸ δὲ Θεσπίας ἰόντι ἄνω πρὸς ἤπειρον ἔστιν Ἁλίαρτος. ὅστις δὲ Ἁλιάρτου γέγονε καὶ Κορωνείας οἰκιστής, οὔ με ἀπὸ τῶν ἐς Ὀρχομενίους ἐχόντων εἰκὸς ἦν χωρίζειν· κατὰ δὲ τὴν ἐπιστρατείαν τοῦ Μήδου φρονήσασιν Ἁλιαρτίοις τὰ Ἑλλήνων μοῖρα τῆς Ξέρξου στρατιᾶς γῆν τέ σφισιν ὁμοῦ καὶ τὴν πόλιν ἐπεξῆλθε καίουσα. ἐν Ἁλιάρτῳ δέ ἐστι Λυσάνδρου τοῦ Λακεδαιμονίου μνῆμα· προσβαλὼν γὰρ τῷ Ἁλιάρτῳ πρὸς τὸ τεῖχος στρατιᾶς ἔκ τε Θηβῶν ἐνούσης ἔνδον καὶ ἐξ Ἀθηνῶν καὶ ἐπεξελθόντων τῶν πολεμίων ἔπεσεν ἐν τῇ μάχῃ.

32.6. Lysander in some ways is worthy of the greatest praise, in others of the sharpest blame. He certainly showed cleverness in the following ways. When in command of the Peloponnesian triremes he waited till Alcibiades was away from the fleet, and then led on Antiochus, the pilot of Alcibiades, to believe that he was a match for the Lacedaemonians at sea, and when in the rashness of vainglory he put out to sea, Lysander overcame him not far from the city of Colophon.

32.6. Λύσανδρον δὲ τὰ μὲν ἐς τὰ μάλιστα ἐπαινέσαι, τὰ δὲ καὶ πικρῶς ἔστι μέμψασθαι. σοφίαν μέν γε τοιαύτην ἐπεδείξατο· ἡγούμενος Πελοποννησίων ταῖς τριήρεσιν Ἀντίοχον κυβερνήτην ὄντα Ἀλκιβιάδου, φυλάξας Ἀλκιβιάδην ἀπόντα τοῦ ναυτικοῦ, τηνικαῦτα τὸν Ἀντίοχον ἐπηγάγετο ἐς ἐλπίδα ὡς ὄντα ἀξιόμαχον ναυμαχῆσαι Λακεδαιμονίοις, καὶ ἀναγαγόμενον ὑπὸ θράσους τε καὶ ἀλαζονίας ἐνίκησεν αὐτὸν οὐ πόρρω τοῦ Κολοφωνίων ἄστεως.

32.7. And when for the second time he arrived from Sparta to take charge of the triremes, he so tamed Cyrus that, whenever he asked for money to pay the fleet, he received it in good time and without stint. When the Athenian fleet of one hundred ships anchored at Aegospotami, waiting until the sailors were scattered to get water and provisions, he thus captured their vessels. He showed the following example of justice.

32.7. ὡς δὲ καὶ δεύτερα ὁ Λύσανδρος ἐπὶ τὰς τριήρεις ἀφίκετο ἐκ Σπάρτης, ἡμερώσατο μὲν οὕτω Κῦρον ὡς χρήματα, ὁπότε ἐς τὸ ναυτικὸν αἰτοίη, παρεῖναί οἱ κατὰ καιρόν τε καὶ ἄφθονα· ὁρμούντων δὲ ναυσὶν ἑκατὸν ἐν Αἰγὸς ποταμοῖς Ἀθηναίων, εἷλεν αὐτῶν τὰ πλοῖα, ἐσκεδασμένους ἐπί τε ὕδωρ τοὺς ναύτας καὶ ἐπὶ ἀγορὰν φυλάξας. παρέσχετο δὲ καὶ ἔργον τοιόνδε ἐς δικαιοσύνην.

32.8. Autolycus the pancratiast, whose statue I saw in the Prytaneium of the Athenians, had a dispute about some piece of property with Eteonicus of Sparta. When Eteonicus was convicted of making unjust statements, as the rule of the Thirty was then supreme at Athens, and Lysander had not yet departed, Eteonicus was encouraged to make an unprovoked assault, and when Autolycus resisted, summoned him before Lysander, confidently expecting that judgment would be given in his favour. But Lysander gave judgment against Eteonicus and dismissed him with a reprimand.

32.8. Αὐτολύκῳ τῷ παγκρατιάσαντι, οὗ δὴ καὶ εἰκόνα ἰδὼν οἶδα ἐν πρυτανείῳ τῷ Ἀθηναίων, τούτῳ τῷ ἀνδρὶ ἐς ἀμφισβήτησιν ὅτου δὴ κτήματος Ἐτεόνικος ἦλθεν ὁ Σπαρτιάτης· ὡς δὲ ἄρα λέγων ἡλίσκετο οὐ δίκαια—ἦν γὰρ δὴ τηνικαῦτα Ἀθηναίοις τῶν τριάκοντα ἡ ἀρχὴ καὶ παρῆν ἔτι ὁ Λύσανδρος—τούτων ἕνεκα Ἐτεόνικος πληγῶν τε ἄρχειν ἐπήρθη καὶ ἀμυνάμενον τὸν Αὐτόλυκον ἦγεν ἐπὶ Λύσανδρον, παντάπασιν ἐκεῖνον ἐς χάριν τὴν ἑαυτοῦ δικάσειν ἐλπίζων· Λύσανδρος δὲ ἀδικεῖν Ἐτεόνικον κατέγνω καὶ ἀπέπεμψεν ἀτιμάσας τῷ λόγῳ.

32.9. All this redounds to the credit of Lysander, but the following incidents are a reproach. Philocles, the Athenian commander-in-chief at Aegospotami, along with four thousand other Athenian prisoners, were put to death by Lysander, who even refused them burial afterwards, a thing which even the Persians who landed at Marathon received from the Athenians, and the Lacedaemonians themselves who fell at Thermopylae received from King Xerxes. Lysander brought a yet deeper disgrace upon the Lacedaemonians by the Commissions of Ten he set over the cities and by the Laconian governors.

32.9. τάδε μὲν Λυσάνδρῳ τὰ ἐς δόξαν ὑπάρχοντα ἦν, ἄλλα δὲ τοσάδε ὀνείδη. Φιλοκλέα γὰρ Ἀθηναῖον ἐν Αἰγὸς ποταμοῖς καὶ αὐτὸν στρατηγοῦντα καὶ Ἀθηναίων τῶν ἄλλων ὅσον τετρακισχιλίους αἰχμαλώτους ὄντας ἀπέκτεινεν ὁ Λύσανδρος καί σφισιν οὐδὲ ἀποθανοῦσιν ἐπήνεγκε γῆν, ὃ καὶ Μήδων τοῖς ἀποβᾶσιν ἐς Μαραθῶνα ὑπῆρξε παρὰ Ἀθηναίων καὶ αὐτῶν Λακεδαιμονίων τοῖς πεσοῦσιν ἐν Θερμοπύλαις ἐκ βασιλέως Ξέρξου. μείζονα δὲ ἔτι Λακεδαιμονίοις ὀνείδη γενέσθαι παρεσκεύασεν ὁ Λύσανδρος ἐπί τε δεκαδαρχίαις ἃς κατέστησε ταῖς πόλεσι καὶ ἐπὶ τοῖς Λάκωσιν ἁρμοσταῖς.

32.10. Again, an oracle had warned the Lacedaemonians that only love of money could destroy Sparta, and so they were not used to acquiring wealth, yet Lysander aroused in the Spartans a strong desire for riches. I for my part follow the Persians, and judge by the Persian law, and decide that Lysander brought on the Lacedaemonians more harm than benefit.

32.10. Λακεδαιμονίων δὲ χρήματα οὐ νομιζόντων κτᾶσθαι κατὰ δή τι μάντευμα, ὡς ἡ φιλοχρηματία μόνη γένοιτο ἂν ἀπώλεια τῇ Σπάρτῃ, ὁ δὲ καὶ χρημάτων πόθον σφίσιν ἐνεποίησεν ἰσχυρόν. ἐγὼ μὲν δὴ Πέρσαις τε ἑπόμενος καὶ δικάζων νόμῳ γε τῷ ἐκείνων βλάβος κρίνω Λακεδαιμονίοις μᾶλλον ἢ ὠφέλειαν γενέσθαι Λύσανδρον·

33.1. In Haliartus too there is the tomb of Lysander and a hero-shrine of Cecrops the son of Pandion. Mount Tilphusius and the spring called Tilphusa are about fifty stades away from Haliartus. The Greeks declare that the Argives, along with the sons of Polyneices, after capturing Thebes, were bringing Teiresias and some other of the spoil to the god at Delphi, when Teiresias, being thirsty, drank by the wayside of the Tilphusa, and forthwith gave up the ghost; his grave is by the spring.

33.1. ἐν Ἁλιάρτῳ δὲ τοῦ τε Λυσάνδρου μνῆμα καὶ Κέκροπος τοῦ Πανδίονός ἐστιν ἡρῷον. τὸ δὲ ὄρος τὸ Τιλφούσιον καὶ ἡ Τιλφοῦσα καλουμένη πηγὴ σταδίους μάλιστα Ἁλιάρτου πεντήκοντα ἀπέχουσι. λέγεται δὲ ὑπὸ Ἑλλήνων Ἀργείους μετὰ τῶν Πολυνείκους παίδων ἑλόντας Θήβας ἐς Δελφοὺς τῷ θεῷ καὶ ἄλλα τῶν λαφύρων καὶ Τειρεσίαν ἄγειν, καὶ—εἴχετο γὰρ δίψῃ—καθʼ ὁδόν φασιν αὐτὸν πιόντα ἀπὸ τῆς Τιλφούσης ἀφεῖναι τὴν ψυχήν· καὶ ἔστι τάφος αὐτῷ πρὸς τῇ πηγῇ.

33.2. They say that the daughter of Teiresias was given to Apollo by the Argives, and at the command of the god crossed with ships to the Colophonian land in what is now called Ionia. Manto there married Rhacius, a Cretan. The rest of the history of Teiresias is known to all as a tradition: the number of years it is recorded that he lived, how he changed from a woman to a man, and that Homer in the Odyssey represents Teiresias as the only one in Hades endowed with intelligence.

33.2. τὴν δὲ θυγατέρα τοῦ Τειρεσίου δοθῆναι μέν φασι τῷ Ἀπόλλωνι ὑπὸ τῶν Ἀργείων, προστάξαντος δὲ τοῦ θεοῦ ναυσὶν ἐς τὴν νῦν Ἰωνίαν καὶ Ἰωνίας ἐς τὴν Κολοφωνίαν περαιωθῆναι. καὶ ἡ μὲν αὐτόθι συνῴκησεν ἡ Μαντὼ Ῥακίῳ Κρητί· τὰ δὲ ἄλλα ἐς Τειρεσίαν, ἐτῶν τε ἀριθμὸν ὧν γεγράφασιν αὐτὸν βιῶναι καὶ ὡς ἐκ γυναικὸς ἐς ἄνδρα ἠλλάγη καὶ ὅτι Ὅμηρος ἐποίησεν ἐν Ὀδυσσείᾳ συνετὸν εἶναι γνώμην Τειρεσίαν τῶν ἐν Ἅιδου μόνον, ταῦτα μὲν καὶ οἱ πάντες ἴσασιν ἀκοῇ.

33.3. At Haliartus there is in the open a sanctuary of the goddesses they call Praxidicae (those who exact punishments). Here they swear, but they do not make the oath rashly. The sanctuary of the goddesses is near Mount Tilphusius. In Haliartus are temples, with no images inside, and without roofs. I could not discover either to whom these temples were built.

33.3. Ἁλιαρτίοις δέ ἐστιν ἐν ὑπαίθρῳ θεῶν ἱερὸν ἃς Πραξιδίκας καλοῦσιν· ἐνταῦθα ὀμνύουσι μέν, ποιοῦνται δὲ οὐκ ἐπίδρομον τὸν ὅρκον. ταύταις μέν ἐστι πρὸς τῷ ὄρει τῷ Τιλφουσίῳ τὸ ἱερόν· ἐν Ἁλιάρτῳ δέ εἰσι ναοί, καί σφισιν οὐκ ἀγάλματα ἔνεστιν, οὐκ ὄροφος ἔπεστιν· οὐ μὴν οὐδὲ οἷς τισιν ἐποιήθησαν, οὐδὲ τοῦτο ἠδυνάμην πυθέσθαι.

33.4. In the land of Haliartus there is a river Lophis. It is said that the land was originally arid and without water, so that one of the rulers came to Delphi and asked in what way they would find water in the land. The Pythian priestess, they say, commanded him to kill the man who should first meet him on his return to Haliartus. On his arrival he was met by his son Lophis, and at once smote the youth with his sword. Still living, the lad ran about, and where the blood ran water rose up from the earth. Wherefore the river is called Lophis.

33.4. ἔστι δὲ ἐν τῇ Ἁλιαρτίᾳ ποταμὸς Λόφις. λέγεται δὲ τῆς χώρας αὐχμηρᾶς οὔσης τὸ ἐξ ἀρχῆς καὶ ὕδατος οὐκ ὄντος ἐν αὐτῇ ἄνδρα τῶν δυναστευόντων ἐλθόντα ἐς Δελφοὺς ἐπερέσθαι τρόπον ὅντινα ὕδωρ εὑρήσουσιν ἐν τῇ γῇ· τὴν δὲ Πυθίαν προστάσσειν, ὃς ἂν ἐπανήκοντι ἐς Ἁλίαρτον ἐντύχῃ οἱ πρὸ τῶν ἄλλων, τούτου δεῖν φονέα γενέσθαι αὐτόν. ἐντυχεῖν τε δὴ αὐτῷ παραγενομένῳ τὸν υἱὸν Λόφιν καὶ τὸν οὐ μελλήσαντα τῷ ξίφει τὸν νεανίσκον παῖσαι· καὶ τὸν μὲν ἔτι ἔμπνουν περιθεῖν, ὅπου δὲ ῥυῆναι τὸ αἷμα, ὕδωρ ἐντεῦθεν ἀνεῖναι τὴν γῆν. ἐπὶ τούτῳ μὲν ὁ ποταμὸς καλεῖται Λόφις·

33.5. Alalcomenae is a small village, and it lies at the very foot of a mountain of no great height. Its name, some say, is derived from Alalcomeneus, an aboriginal, by whom Athena was brought up; others declare that Alalcomenia was one of the daughters of Ogygus. At some distance from the village on the level ground has been made a temple of Athena with an ancient image of ivory.

33.5. Ἀλαλκομεναὶ δὲ κώμη μέν ἐστιν οὐ μεγάλη, κεῖται δὲ ὄρους οὐκ ἄγαν ὑψηλοῦ πρὸς τοῖς ποσὶν ἐσχάτοις. γενέσθαι δὲ αὐτῇ τὸ ὄνομα ⟨οἱ⟩ μὲν ἀπὸ Ἀλαλκομενέως ἀνδρὸς αὐτόχθονος, ὑπὸ τούτου δὲ Ἀθηνᾶν τραφῆναι λέγουσιν· οἱ δὲ εἶναι καὶ τὴν Ἀλαλκομενίαν τῶν Ὠγύγου θυγατέρων φασίν. ἀπωτέρω δὲ τῆς κώμης ἐπεποίητο ἐν τῷ χθαμαλῷ τῆς Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα ἀρχαῖον ἐλέφαντος.

33.6. Sulla's treatment of the Athenians was savage and foreign to the Roman character, but quite consistent with his treatment of Thebes and Orchomenus. But in Alalcomenae he added yet another to his crimes by stealing the image of Athena itself. After these mad outrages against the Greek cities and the gods of the Greeks he was attacked by the most foul of diseases. He broke out into lice, and what was formerly accounted his good fortune came to such an end. The sanctuary at Alalcomenae, deprived of the goddess, was hereafter neglected.

33.6. Σύλλα δὲ ἔστι μὲν καὶ τὰ ἐς Ἀθηναίους ἀνήμερα καὶ ἤθους ἀλλότρια τοῦ Ῥωμαίων, ἐοικότα δὲ τούτοις καὶ τὰ ἐς Θηβαίους τε καὶ Ὀρχομενίους· προσεξειργάσατο δὲ καὶ ἐν ταῖς Ἀλαλκομεναῖς, τῆς Ἀθηνᾶς τὸ ἄγαλμα αὐτὸ συλήσας. τοῦτον μὲν τοιαῦτα ἔς τε Ἑλληνίδας πόλεις καὶ θεοὺς τοὺς Ἑλλήνων ἐκμανέντα ἐπέλαβεν ἀχαριστοτάτη νόσος πασῶν· φθειρῶν γὰρ ἤνθησεν, ἥ τε πρότερον εὐτυχία δοκοῦσα ἐς τοιοῦτο περιῆλθεν αὐτῷ τέλος. τὸ δὲ ἱερὸν ⟨τὸ⟩ ἐν ταῖς Ἀλαλκομεναῖς ἠμελήθη τὸ ἀπὸ τοῦδε ἅτε ἠρημωμένον τῆς θεοῦ.

33.7. In my time yet another incident added to the ruin of the temple. A large and strong ivy-tree grew over it, loosening the stones from their joints and tearing them apart. Here too there flows a river, a small torrent. They call it Triton, because the story is that beside a river Triton Athena was reared, the implication being that the Triton was this and not the river in Libya, which flows into the Libyan sea out of lake Tritonis.

33.7. ἐγένετο δὲ καὶ ἄλλο ἐπʼ ἐμοῦ τοιόνδε ἐς κατάλυσιν τοῦ ναοῦ· κισσός οἱ προσπεφυκὼς μέγας καὶ ἰσχυρὸς διέλυσεν ἐκ τῶν ἁρμονιῶν καὶ διέσπα τοὺς λίθους ἀπʼ ἀλλήλων. ῥεῖ δὲ καὶ ποταμὸς ἐνταῦθα οὐ μέγας χείμαρρος· ὀνομάζουσι δὲ Τρίτωνα αὐτόν, ὅτι τὴν Ἀθηνᾶν τραφῆναι παρὰ ποταμῷ Τρίτωνι ἔχει λόγος, ὡς δὴ τοῦτον τὸν Τρίτωνα ὄντα καὶ οὐχὶ τὸν Λιβύων, ὃς ἐς τὴν πρὸς Λιβύῃ θάλασσαν ἐκδίδωσιν ἐκ τῆς Τριτωνίδος λίμνης.

34.1. Before reaching Coroneia from Alalcomenae we come to the sanctuary of Itonian Athena. It is named after Itonius the son of Amphictyon, and here the Boeotians gather for their general assembly. In the temple are bronze images of Itonian Athena and Zeus; the artist was Agoracritus, pupil and loved one of Pheidias. In my time they dedicated too images of the Graces.

34.1. πρὶν δὲ ἐς Κορώνειαν ἐξ Ἀλαλκομενῶν ἀφικέσθαι, τῆς Ἰτωνίας Ἀθηνᾶς ἐστι τὸ ἱερόν· καλεῖται δὲ ἀπὸ Ἰτωνίου τοῦ Ἀμφικτύονος, καὶ ἐς τὸν κοινὸν συνίασιν ἐνταῦθα οἱ Βοιωτοὶ σύλλογον. ἐν δὲ τῷ ναῷ χαλκοῦ πεποιημένα Ἀθηνᾶς Ἰτωνίας καὶ Διός ἐστιν ἀγάλματα· τέχνη δὲ Ἀγορακρίτου, μαθητοῦ τε καὶ ἐρωμένου Φειδίου. ἀνέθεσαν δὲ καὶ Χαρίτων ἀγάλματα ἐπʼ ἐμοῦ.

34.2. The following tale, too, is told. Iodama, who served the goddess as priestess, entered the precinct by night, where there appeared to her Athena, upon whose tunic was worked the head of Medusa the Gorgon. When Iodama saw it, she was turned to stone. For this reason a woman puts fire every day on the altar of Iodama, and as she does this she thrice repeats in the Boeotian dialect that Iodama is living and asking for fire.

34.2. λέγεται δὲ καὶ τοιόνδε, Ἰοδάμαν ἱερωμένην τῇ θεῷ νύκτωρ ἐς τὸ τέμενος ἐσελθεῖν καὶ αὐτῇ τὴν Ἀθηνᾶν φανῆναι, τῷ χιτῶνι δὲ τῆς θεοῦ τὴν Μεδούσης ἐπεῖναι τῆς Γοργόνος κεφαλήν· Ἰοδάμαν δέ, ὡς εἶδε, γενέσθαι λίθον. καὶ διὰ τοῦτο ἐπιτιθεῖσα γυνὴ πῦρ ἀνὰ πᾶσαν ἡμέραν ἐπὶ τῆς Ἰοδάμας τὸν βωμὸν ἐς τρὶς ἐπιλέγει τῇ Βοιωτῶν φωνῇ Ἰοδάμαν ζῆν καὶ αἰτεῖν πῦρ.

34.3. On the market-place of Coroneia I found two remarkable things, an altar of Hermes Epimelius (Keeper of flocks) and an altar of the winds. A little lower down is a sanctuary of Hera with an ancient image, the work of Pythodorus of Thebes; in her hand she carries Sirens. For the story goes that the daughters of Achelous were persuaded by Hera to compete with the Muses in singing. The Muses won, plucked out the Sirens' feathers (so they say) and made crowns for themselves out of them.

34.3. Κορώνεια δὲ παρείχετο μὲν ἐς μνήμην ἐπὶ τῆς ἀγορᾶς Ἑρμοῦ βωμὸν Ἐπιμηλίου, τὸν δὲ ἀνέμων. κατωτέρω δὲ ὀλίγον Ἥρας ἐστὶν ἱερὸν καὶ ἄγαλμα ἀρχαῖον, Πυθοδώρου τέχνη Θηβαίου, φέρει δὲ ἐπὶ τῇ χειρὶ Σειρῆνας· τὰς γὰρ δὴ Ἀχελῴου θυγατέρας ἀναπεισθείσας φασὶν ὑπὸ Ἥρας καταστῆναι πρὸς τὰς Μούσας ἐς ᾠδῆς ἔργον· αἱ δὲ ὡς ἐνίκησαν, ἀποτίλασαι τῶν Σειρήνων τὰ πτερὰ ποιήσασθαι στεφάνους ἀπʼ αὐτῶν λέγονται.

34.4. Some forty stades from Coroneia is Mount Libethrius, on which are images of the Muses and Nymphs surnamed Libethrian. There are springs too, one named Libethrias and the other Rock (Petra), which are shaped like a woman's breasts, and from them rises water like milk.

34.4. Κορωνείας δὲ σταδίους ὡς τεσσαράκοντα ὄρος ἀπέχει τὸ Λιβήθριον, ἀγάλματα δὲ ἐν αὐτῷ Μουσῶν τε καὶ νυμφῶν ἐπίκλησίν ἐστι Λιβηθρίων· καὶ πηγαὶ—τὴν μὲν Λιβηθριάδα ὀνομάζουσιν, ἡ δὲ ἑτέρα †Πέτρα—γυναικὸς μαστοῖς εἰσιν εἰκασμέναι, καὶ ὅμοιον γάλακτι ὕδωρ ἀπʼ αὐτῶν ἄνεισιν.

34.5. The distance from Coroneia to Mount Laphystius and the precinct of Laphystian Zeus is about twenty stades. The image is of stone. They say that when Athamas was about to sacrifice here Phrixus and Helle, a ram with his fleece of gold was sent by Zeus to the children, and that on the back of this ram they made good their escape. Higher up is a Heracles surnamed Charops (With bright eyes). Here, say the Boeotians, Heracles ascended with the hound of Hades. On the way down from Mount Laphystius to the sanctuary of Itonian Athena is the river Phalarus, which runs into the Cephisian lake.

34.5. ἐς δὲ τὸ ὄρος τὸ Λαφύστιον καὶ ἐς τοῦ Διὸς τοῦ Λαφυστίου τὸ τέμενός εἰσιν ἐκ Κορωνείας στάδιοι μάλιστα εἴκοσι. λίθου μὲν τὸ ἄγαλμά ἐστιν· Ἀθάμαντος δὲ θύειν Φρίξον καὶ Ἕλλην ἐνταῦθα μέλλοντος πεμφθῆναι κριὸν τοῖς παισί φασιν ὑπὸ Διὸς ἔχοντα τὸ ἔριον χρυσοῦν, καὶ ἀποδρᾶναι σφᾶς ἐπὶ τοῦ κριοῦ τούτου. ἀνωτέρω δέ ἐστιν Ἡρακλῆς Χάροψ ἐπίκλησιν· ἐνταῦθα δὲ οἱ Βοιωτοὶ λέγουσιν ἀναβῆναι τὸν Ἡρακλέα ἄγοντα τοῦ Ἅιδου τὸν κύνα. ἐκ δὲ Λαφυστίου κατιόντι ἐς τῆς Ἰτωνίας Ἀθηνᾶς τὸ ἱερὸν ποταμός ἐστι Φάλαρος ἐς τὴν Κηφισίδα ἐκδιδοὺς λίμνην.

34.6. Over against Mount Laphystius is Orchomenus, as famous a city as any in Greece. Once raised to the greatest heights of prosperity, it too was fated to fall almost as low as Mycenae and Delos. Its ancient history is confined to the following traditions. They say that Andreus, son of the river Peneius, was the first to settle here, and after him the land Andreis was named.

34.6. τοῦ δὲ ὄρους τοῦ Λαφυστίου πέραν ἐστὶν Ὀρχομενός, εἴ τις Ἕλλησιν ἄλλη πόλις ἐπιφανὴς καὶ αὕτη ἐς δόξαν. εὐδαιμονίας δέ ποτε ἐπὶ μέγιστον προαχθεῖσαν ἔμελλεν ἄρα ὑποδέξεσθαι τέλος καὶ ταύτην οὐ πολύ τι ἀποδέον ἢ Μυκήνας τε καὶ Δῆλον. περὶ δὲ τῶν ἀρχαίων τοιαῦτʼ ἦν ὁπόσα καὶ μνημονεύουσιν. Ἀνδρέα πρῶτον ἐνταῦθα Πηνειοῦ παῖδα τοῦ ποταμοῦ λέγουσιν ἐποικῆσαι καὶ ἀπὸ τούτου τὴν γῆν Ἀνδρηίδα ὀνομασθῆναι·

34.7. When Athamas joined him, he assigned to him, of his own land, the territory round Mount Laphystius with what are now the territories of Coroneia and Haliartus. Athamas, thinking that none of his male children were left, adopted Haliartus and Coronus, the sons of Thersander, the son of Sisyphus, his brother. For he himself had put to death Learchus and Melicertes; Leucon had fallen sick and died; while as for Phrixus, Athamas did not know if he survived or had descendants surviving.

34.7. παραγενομένου δὲ ὡς αὐτὸν Ἀθάμαντος, ἀπένειμε τῆς αὑτοῦ τῷ Ἀθάμαντι τήν τε περὶ τὸ Λαφύστιον χώραν καὶ τὴν νῦν Κορώνειαν καὶ Ἁλιαρτίαν. Ἀθάμας δὲ ἅτε οὐδένα οἱ παίδων τῶν ἀρσένων λελεῖφθαι νομίζων—τὰ μὲν γὰρ ἐς Λέαρχόν τε καὶ Μελικέρτην ἐτόλμησεν αὐτός, Λεύκωνι δὲ ὑπὸ νόσου τελευτῆσαι συνέβη, Φρίξον δὲ ἄρα οὐκ ἠπίστατο ἢ αὐτὸν περιόντα ἢ γένος ὑπολειπόμενον Φρίξου—τούτων ἕνεκα ἐποιήσατο Ἁλίαρτον καὶ Κόρωνον τοὺς Θερσάνδρου τοῦ Σισύφου· Σισύφου γὰρ ἀδελφὸς ἦν ὁ Ἀθάμας.

34.8. When later Phrixus himself, according to some, or Presbon, according to others, returned from Colchis—Presbon was a son of Phrixus by the daughter of Aeetes—the sons of Thersander agreed that the house of Athamas belonged to Athamas and his descendants, while they themselves became founders of Haliartus and Coroneia, for Athamas gave them a part of his land.

34.8. ὕστερον δὲ ἀναστρέψαντος ἐκ Κόλχων οἱ μὲν αὐτοῦ Φρίξου φασίν, οἱ δὲ Πρέσβωνος—γεγονέναι δὲ Φρίξῳ τὸν Πρέσβωνα ἐκ τῆς Αἰήτου θυγατρός— οὕτω συγχωροῦσιν οἱ Θερσάνδρου παῖδες οἶκον μὲν τὸν Ἀθάμαντος Ἀθάμαντι καὶ τοῖς ἀπὸ ἐκείνου προσήκειν· αὐτοὶ δὲ—μοῖραν γὰρ δίδωσί σφισιν Ἀθάμας τῆς γῆς—Ἁλιάρτου καὶ Κορωνείας ἐγένοντο οἰκισταί.

34.9. Even before this Andreus took to wife from Athamas Euippe, daughter of Leucon, and had a son, Eteocles. According to the report of the citizens, Eteocles was the son of the river Cephisus, wherefore some of the poets in their verses called him Cephisiades.

34.9. πρότερον δὲ ἔτι τούτων Ἀνδρεὺς Εὐίππην θυγατέρα Λεύκωνος λαμβάνει παρὰ Ἀθάμαντος γυναῖκα, καὶ υἱὸς Ἐτεοκλῆς αὐτῷ γίνεται, Κηφισοῦ δὲ τοῦ ποταμοῦ κατὰ τῶν πολιτῶν τὴν φήμην, ὥστε καὶ τῶν ποιησάντων τινὲς Κηφισιάδην τὸν Ἐτεοκλέα ἐκάλεσαν ἐν τοῖς ἔπεσιν.

34.10. When this Eteocles became king, he let the country be still called after Andreus, but he established two tribes, naming one Cephisias, and the other after himself. When Almus, the son of Sisyphus, came to him, he gave him to dwell in a little of the land, and a village was then called Almones after this Almus. Afterwards the name of the village that was generally adopted was Olmones.

34.10. οὗτος ὡς ἐβασίλευσεν ὁ Ἐτεοκλῆς, τὴν μὲν χώραν ἀπὸ Ἀνδρέως ἔχειν τὸ ὄνομα εἴασε, φυλὰς δὲ Κηφισιάδα, τὴν δὲ ἑτέραν ἐπώνυμον αὑτῷ κατεστήσατο. ἀφικομένῳ δὲ πρὸς αὐτὸν Ἄλμῳ τῷ Σισύφου δίδωσιν οἰκῆσαι τῆς χώρας οὐ πολλήν, καὶ κώμη τότε ἐκλήθη[σαν] Ἄλμωνες ἀπὸ τοῦ Ἄλμου τούτου· χρόνῳ δὲ ἐξενίκησεν ὕστερον ⟨ὄνομα⟩ εἶναι τῇ κώμῃ Ὄλμωνας.

35.1. The Boeotians say that Eteocles was the first man to sacrifice to the Graces. Moreover, they are aware that he established three as the number of the Graces, but they have no tradition of the names he gave them. The Lacedaemonians, however, say that the Graces are two, and that they were instituted by Lacedaemon, son of Taygete, who gave them the names of Cleta and Phaenna.

35.1. τὸν δὲ Ἐτεοκλέα λέγουσιν οἱ Βοιωτοὶ Χάρισιν ἀνθρώπων θῦσαι πρῶτον. καὶ ὅτι μὲν τρεῖς εἶναι Χάριτας κατεστήσατο ἴσασιν, ὀνόματα δὲ οἷα ἔθετο αὐταῖς οὐ μνημονεύουσιν· ἐπεὶ Λακεδαιμόνιοί γε εἶναι Χάριτας δύο καὶ Λακεδαίμονα ἱδρύσασθαι τὸν Ταϋγέτης φασὶν αὐτὰς καὶ ὀνόματα θέσθαι Κλήταν καὶ Φαένναν.

35.2. These are appropriate names for Graces, as are those given by the Athenians, who from of old have worshipped two Graces, Auxo and Hegemone. Carpo is the name, not of a Grace, but of a Season. The other Season is worshipped together with Pandrosus by the Athenians, who call the goddess Thallo.

35.2. ἐοικότα μὲν δὴ Χάρισιν ὀνόματα καὶ ταῦτα, ἐοικότα δὲ καὶ παρʼ Ἀθηναίοις· τιμῶσι γὰρ ἐκ παλαιοῦ καὶ Ἀθηναῖοι Χάριτας Αὐξὼ καὶ Ἡγεμόνην. τὸ γὰρ τῆς Καρποῦς ἐστὶν οὐ Χάριτος ἀλλὰ Ὥρας ὄνομα· τῇ δὲ ἑτέρᾳ τῶν Ὡρῶν νέμουσιν ὁμοῦ τῇ Πανδρόσῳ τιμὰς οἱ Ἀθηναῖοι, Θαλλὼ τὴν θεὸν ὀνομάζοντες.

35.3. It was from Eteocles of Orchomenus that we learned the custom of praying to three Graces. And Angelion and Tectaus, sons of Dionysus, who made the image of Apollo for the Delians, set three Graces in his hand. Again, at Athens, before the entrance to the Acropolis, the Graces are three in number; by their side are celebrated mysteries which must not be divulged to the many.

35.3. παρὰ δὲ Ἐτεοκλέους τοῦ Ὀρχομενίου μαθόντες τρισὶν ἤδη νομίζομεν Χάρισιν εὔχεσθαι· καὶ Ἀγγελίων τε καὶ Τεκταῖος†ὅσοι γε Διονύσου †τὸν Ἀπόλλωνα ἐργασάμενοι Δηλίοις τρεῖς ἐποίησαν ἐπὶ τῇ χειρὶ αὐτοῦ Χάριτας· καὶ Ἀθήνῃσι πρὸ τῆς ἐς τὴν ἀκρόπολιν ἐσόδου Χάριτές εἰσι καὶ αὗται τρεῖς, παρὰ δὲ αὐταῖς τελετὴν ἄγουσιν ἐς τοὺς πολλοὺς ἀπόρρητον.

35.4. Pamphos was the first we know of to sing about the Graces, but his poetry contains no information either as to their number or about their names. Homer (he too refers to the Graces) makes one the wife of Hephaestus, giving her the name of Grace. He also says that Sleep was a lover of Pasithea, and in the speech of Sleep there is this verse:—Verily that he would give me one of the younger Graces.Hence some have suspected that Homer knew of older Graces as well.

35.4. Πάμφως μὲν δὴ πρῶτος ὧν ἴσμεν ᾖσεν ἐς Χάριτας, πέρα δὲ οὔτε ἀριθμοῦ πέρι οὔτε ἐς τὰ ὀνόματά ἐστιν οὐδὲν αὐτῷ πεποιημένον· Ὅμηρος δὲ—ἐμνημόνευσε γὰρ Χαρίτων καὶ οὗτος—τὴν μὲν Ἡφαίστου γυναῖκα εἶναι λέγει καὶ ὄνομα αὐτῇ τίθεται Χάριν, Πασιθέας δὲ εἶναί φησιν ἐραστὴν ⟨Ὕπνον,⟩ ἐν δὲ Ὕπνου τοῖς λόγοις τὸ ἔπος ἐποίησενἦ μέν μοι δώσειν Χαρίτων μίαν ὁπλοτεράων.τούτου δὲ ἕνεκα ὑπόνοια δὴ παρέστη τισὶν ὡς Χάριτας ἄρα καὶ πρεσβυτέρας οἶδεν ἄλλας Ὅμηρος.

35.5. Hesiod in the Theogony (though the authorship is doubtful, this poem is good evidence) says that the Graces are daughters of Zeus and Eurynome, giving them the names of Euphrosyne, Aglaia and Thalia. The poem of Onomacritus agrees with this account. Antimachus, while giving neither the number of the Graces nor their names, says that they are daughters of Aegle and the Sun. The elegiac poet Hermesianax disagrees with his predecessors in that he makes Persuasion also one of the Graces.

35.5. Ἡσίοδος δὲ ἐν Θεογονίᾳ—προσιέσθω δὲ ὅτῳ φίλον τὴν Θεογονίαν—, ἐν δʼ οὖν τῇ ποιήσει ταύτῃ τὰς Χάριτάς φησιν εἶναι Διός τε καὶ Εὐρυνόμης καί σφισιν ὀνόματα Εὐφροσύνην τε καὶ Ἀγλαΐαν εἶναι καὶ Θαλίαν. κατὰ ταὐτὰ δὲ ἐν ἔπεσίν ἐστι τοῖς Ὀνομακρίτου. Ἀντίμαχος δὲ οὔτε ἀριθμὸν Χαρίτων οὔτε ὀνόματα εἰπὼν Αἴγλης εἶναι θυγατέρας καὶ Ἡλίου φησὶν αὐτάς. Ἑρμησιάνακτι δὲ τῷ τὰ ἐλεγεῖα γράψαντι τοσόνδε οὐ κατὰ τὴν τῶν πρότερον δόξαν ἐστὶν αὐτῷ πεποιημένον, ὡς ἡ Πειθὼ Χαρίτων εἴη καὶ αὐτὴ μία.

35.6. Who it was who first represented the Graces naked, whether in sculpture or in painting, I could not discover. During the earlier period, certainly, sculptors and painters alike represented them draped. At Smyrna, for instance, in the sanctuary of the Nemeses, above the images have been dedicated Graces of gold, the work of Bupalus; and in the Music Hall in the same city there is a portrait of a Grace, painted by Apelles. At Pergamus likewise, in the chamber of Attalus, are other images of Graces made by Bupalus;

35.6. ὅστις δὲ ἦν ἀνθρώπων ὁ γυμνὰς πρῶτος Χάριτας ἤτοι πλάσας ἢ γραφῇ μιμησάμενος, οὐχ οἷόν τε ἐγένετο πυθέσθαι με, ἐπεὶ τά γε ἀρχαιότερα ἐχούσας ἐσθῆτα οἵ τε πλάσται καὶ κατὰ ταὐτὰ ἐποίουν οἱ ζωγράφοι· καὶ Σμυρναίοις τοῦτο μὲν ἐν τῷ ἱερῷ τῶν Νεμέσεων ὑπὲρ τῶν ἀγαλμάτων χρυσοῦ Χάριτες ἀνάκεινται, τέχνη Βουπάλου, τοῦτο δέ σφισιν ἐν τῷ Ὠιδείῳ Χάριτός ἐστιν εἰκών, Ἀπελλοῦ γραφή, Περγαμηνοῖς δὲ ὡσαύτως ἐν τῷ Ἀττάλου θαλάμῳ, Βουπάλου καὶ αὗται·

35.7. and near what is called the Pythium there is a portrait of Graces, painted by Pythagoras the Parian. Socrates too, son of Sophroniscus, made images of Graces for the Athenians, which are before the entrance to the Acropolis. All these are alike draped; but later artists, I do not know the reason, have changed the way of portraying them. Certainly to-day sculptors and painters represent Graces naked.

35.7. καὶ πρὸς τῷ ὀνομαζομένῳ Πυθίῳ Χάριτες καὶ ἐνταῦθά εἰσι Πυθαγόρου γράψαντος Παρίου· Σωκράτης τε ὁ Σωφρονίσκου πρὸ τῆς ἐς τὴν ἀκρόπολιν ἐσόδου Χαρίτων εἰργάσατο ἀγάλματα Ἀθηναίοις. καὶ ταῦτα μέν ἐστιν ὁμοίως ἅπαντα ἐν ἐσθῆτι, οἱ δὲ ὕστερον— οὐκ οἶδα ἐφʼ ὅτῳ—μεταβεβλήκασι τὸ σχῆμα αὐταῖς· Χάριτας γοῦν οἱ κατʼ ἐμὲ ἔπλασσόν τε καὶ ἔγραφον γυμνάς.

36.1. When Eteocles died the kingdom devolved on the family of Almus. Almus himself had daughters born to him, Chrysogeneia and Chryse. Tradition has it that Chryse, daughter of Almus, had by Ares a son Phlegyas, who, as Eteocles died childless, got the throne. To the whole country they gave the name of Phlegyantis instead of Andreis, and besides the originally founded city of Andreis, Phlegyas founded another, which he named after himself, collecting into it the best soldiers in Greece.

36.1. γενομένης δὲ Ἐτεοκλεῖ τῆς τελευτῆς ἡ βασιλεία περιῆλθεν ἐς τὸ Ἄλμου γένος. Ἄλμῳ δὲ αὐτῷ μὲν θυγατέρες Χρυσογένεια ἐγένετο καὶ Χρύση· Χρύσης δὲ τῆς Ἄλμου καὶ Ἄρεως ἔχει φήμη γενέσθαι Φλεγύαν, καὶ τὴν ἀρχὴν [τὴν] Ἐτεοκλέους ἀποθανόντος ἄπαιδος ὁ Φλεγύας ἔσχεν οὗτος. τῇ μὲν δὴ χώρᾳ τῇ πάσῃ Φλεγυαντίδα ὄνομα εἶναι μετέθεντο ἀντὶ Ἀνδρηίδος, πόλις δὲ ἐγένετο ἥ τε ἐξ ἀρχῆς οἰκισθεῖσα ἡ Ἀνδρηὶς καὶ προσέκτισεν ὁ Φλεγύας ὁμώνυμον αὑτῷ, τοὺς τὰ πολεμικὰ ἀρίστους Ἑλλήνων συλλέξας ἐς αὐτήν.

36.2. In course of time the foolhardy and reckless Phlegyans seceded from Orchomenus and began to ravage their neighbors. At last they even marched against the sanctuary at Delphi to raid it, when Philammon with picked men of Argos went out to meet them, but he and his picked men perished in the engagement.

36.2. καὶ ἀπέστησάν τε ἀνὰ χρόνον ἀπὸ τῶν ἄλλων Ὀρχομενίων ὑπὸ ἀνοίας καὶ τόλμης οἱ Φλεγύαι καὶ ἦγον καὶ ἔφερον τοὺς προσοίκους· τέλος δὲ καὶ ἐπὶ τὸ ἱερὸν συλήσοντες στρατεύουσι τὸ ἐν Δελφοῖς, ὅτε καὶ Φιλάμμων λογάσιν Ἀργείων ἐπʼ αὐτοὺς βοηθήσας αὐτός τε ἀπέθανεν ἐν τῇ μάχῃ καὶ οἱ τῶν Ἀργείων λογάδες.

36.3. That the Phlegyans took more pleasure in war than any other Greeks is also shown by the lines of the Iliad dealing with Ares and his son Panic:—They twain were arming themselves for war to go to the Ephyrians,Or to the great-hearted Phlegyans.By Ephyrians in this passage Homer means, I think, those in Thesprotis. The Phlegyan race was completely overthrown by the god with continual thunderbolts and violent earthquakes. The remnant were wasted by an epidemic of plague, but a few of them escaped to Phocis.

36.3. τοὺς δὲ Φλεγύας πολέμῳ μάλιστα Ἑλλήνων χαίρειν μαρτυρεῖ μοι καὶ ἔπη τῶν ἐν Ἰλιάδι περὶ Ἄρεως καὶ Φόβου τοῦ Ἄρεως πεποιημένα,τὼ μὲν ἄρʼ εἰς Ἐφύρους πόλεμον μέτα θωρήσσεσθονἠὲ μετὰ Φλεγύας μεγαλήτορας·Ἐφύρους δὲ ἐνταῦθα ἐμοὶ δοκεῖν τοὺς ἐν τῇ Θεσπρωτίδι ἠπείρῳ λέγει. τὸ μὲν δὴ Φλεγυῶν γένος ἀνέτρεψεν ἐκ βάθρων ὁ θεὸς κεραυνοῖς συνεχέσι καὶ ἰσχυροῖς σεισμοῖς· τοὺς δὲ ὑπολειπομένους νόσος ἐπιπεσοῦσα ἔφθειρε λοιμώδης, ὀλίγοι δὲ καὶ ἐς τὴν Φωκίδα διαφεύγουσιν ἐξ αὐτῶν.