36.4. Phlegyas had no sons, and Chryses succeeded to the throne, a son of Poseidon by Chrysogeneia, daughter of Almus. This Chryses had a son called Minyas, and after him the people over whom he ruled are still called Minyans. The revenues that Minyas received were so great that he surpassed his predecessors in wealth, and he was the first man we know of to build a treasury to receive his riches.
36.4. Φλεγύᾳ δὲ οὐ γενομένων παίδων ἐκδέχεται Χρύσης τὴν ἀρχήν, Χρυσογενείας τε ὢν τῆς Ἄλμου καὶ Ποσειδῶνος. τούτῳ δὲ υἱὸς γίνεται ⟨τῷ⟩ Χρύσῃ Μινύας, καὶ ἀπʼ αὐτοῦ Μινύαι καὶ νῦν ἔτι ὧν ἦρχεν ὀνομάζονται. πρόσοδοι δὲ ἐγίνοντο τῷ Μινύᾳ τηλικαῦται μέγεθος ὡς ὑπερβαλέσθαι τοὺς πρὸ αὐτοῦ πλούτῳ· θησαυρόν τε ἀνθρώπων ὧν ἴσμεν Μινύας πρῶτος ἐς ὑποδοχὴν χρημάτων ᾠκοδομήσατο.
36.5. The Greeks appear apt to regard with greater wonder foreign sights than sights at home. For whereas distinguished historians have described the Egyptian pyramids with the minutest detail, they have not made even the briefest mention of the treasury of Minyas and the walls of Tiryns, though these are no less marvellous.
36.5. Ἕλληνες δὲ ἄρα εἰσὶ δεινοὶ τὰ ὑπερόρια ἐν θαύματι τίθεσθαι μείζονι ἢ τὰ οἰκεῖα, ὁπότε γε ἀνδράσιν ἐπιφανέσιν ἐς συγγραφὴν πυραμίδας μὲν τὰς παρὰ Αἰγυπτίοις ἐπῆλθεν ἐξηγήσασθαι πρὸς ⟨τὸ⟩ ἀκριβέστατον, θησαυρὸν δὲ τὸν Μινύου καὶ τὰ τείχη τὰ ἐν Τίρυνθι οὐδὲ ἐπὶ βραχὺ ἤγαγον μνήμης, οὐδὲν ὄντα ἐλάττονος θαύματος.
36.6. Minyas had a son Orchomenus, in whose reign the city was called Orchomenus and the men Orchomenians. Nevertheless, they continued to bear the additional name of Minyans, to distinguish them from the Orchomenians in Arcadia. To this Orchomenus during his kingship came Hyettus from Argos, who was an exile because of the slaying of Molurus, son of Arisbas, whom he caught with his wedded wife and killed. Orchomenus assigned to him such of the land as is now around the village Hyettus, and the land adjacent to this.
36.6. Μινύου δὲ ἦν Ὀρχομενός, καὶ ἐπὶ τούτου βασιλεύοντος ἥ τε πόλις Ὀρχομενὸς καὶ οἱ ἄνδρες ἐκλήθησαν Ὀρχομένιοι· διέμεινε δὲ οὐδὲν ἧσσον καὶ Μινύας ἐπονομάζεσθαι σφᾶς ἐς διάκρισιν ἀπὸ Ὀρχομενίων τῶν ἐν Ἀρκαδίᾳ. παρὰ τοῦτον τὸν Ὀρχομενὸν βασιλεύοντα Ὕηττος ἀφίκετο ἐξ Ἄργους, φεύγων ἐπὶ τῷ Μολούρου φόνῳ τοῦ Ἀρίσβαντος, ὅντινα ἀπέκτεινεν ἐπὶ γυναικὶ ἑλὼν γαμετῇ· καὶ αὐτῷ τῆς χώρας ἀπένειμεν Ὀρχομενὸς ὅση νῦν περί τε Ὕηττόν ἐστι τὴν κώμην καὶ [ἡ] ταύτῃ προσεχής.
36.7. Hyettus is also mentioned by the poet who composed the poem called by the Greeks the Great Eoeae:—And Hyettus killed Molurus, the dear son of Arisbas,In the halls, because of his wife's bed;Leaving his home he fled from horse-breeding Argos,And reached Minyan Orchomenus, and the heroWelcomed him, and bestowed on him a portion of his possessions, as was fitting.
36.7. Ὑήττου δὲ ἐποιήσατο μνήμην καὶ ὁ τὰ ἔπη συνθεὶς ἃς μεγάλας Ἠοίας καλοῦσιν Ἕλληνες·Ὕηττος δὲ Μόλουρον Ἀρίσβαντος φίλον υἱόνκτείνας ἐν μεγάροις εὐνῆς ἕνεχʼ ἧς ἀλόχοιο,οἶκον ἀποπρολιπὼν φεῦγʼ Ἄργεος ἱπποβότοιο,ἷξεν δʼ Ὀρχομενὸν Μινυήιον· καί μιν ὅ γʼ ἥρωςδέξατο καὶ κτεάνων μοῖραν πόρεν ὡς ἐπιεικές.
36.8. This Hyettus was the first man known to have exacted punishment from an adulterer. Later on, when Dracon was legislator for the Athenians, it was enacted in the laws which he drew up for the Athenians that the punishment of an adulterer should be one of the acts condoned by the State. So high did the reputation of the Minyans stand, that even Neleus, son of Cretheus, who was king of Pylus, took a wife from Orchomenus, namely Chloris, daughter of Amphion, son of Iasius.
36.8. πρῶτος δὲ οὗτος ὁ Ὕηττος δίκην μοιχείας λαβὼν δῆλός ἐστι· καὶ χρόνῳ ὕστερον Δράκοντος Ἀθηναίοις θεσμοθετήσαντος ἐκ τῶν ἐκείνου κατέστη νόμων, οὓς ἔγραφεν ἐπὶ τῆς ἀρχῆς, ἄλλων τε ὁπόσων ἄδειαν εἶναι χρὴ καὶ δὴ καὶ τιμωρίας μοιχοῦ. τὸ δὲ ἀξίωμα τῶν Μινυῶν ἐπὶ τοσοῦτο ἤδη προῆκτο, ὥστε καὶ Νηλεὺς Κρηθέως βασιλεύων Πύλου γυναῖκα ἔσχεν ἐξ Ὀρχομενοῦ Χλῶριν Ἀμφίονος τοῦ Ἰασίου.
37.1. But it was destined for the race of Almus too to come to an end. For Orchomenus left no child, and so the kingdom devolved on Clymenus, son of Presbon, son of Phrixus. Sons were born to Clymenus; the eldest was Erginus, the next after him were Stratius, Arrhon and Pyleus, while the youngest was Azeus. Clymenus was murdered at the feast of Onchestian Poseidon by men of Thebes, whom a trivial cause had thrown into a violent passion. So Erginus, the eldest of the sons of Glymenus, received the kingdom.
37.1. ἔδει δὲ ἄρα παυσθῆναι καὶ τὸ Ἄλμου γένος· οὐχ ὑπολείπεται γὰρ παῖδα Ὀρχομενός, καὶ οὕτως ἐς Κλύμενον τὸν Πρέσβωνος τοῦ Φρίξου περιῆλθεν ἡ ἀρχή. Κλυμένου δὲ γίνονται παῖδες, πρεσβύτατος μὲν Ἐργῖνος, ἐπὶ δὲ αὐτῷ Στράτιος καὶ Ἄρρων καὶ Πύλεος, νεώτατος δὲ Ἀζεύς. Κλύμενον μὲν ἐν τῇ ἑορτῇ τοῦ Ὀγχηστίου Ποσειδῶνος Θηβαίων φονεύουσιν ἄνδρες ἐξ ἀφορμῆς μικρᾶς ἐς ἅπαν θυμοῦ προαχθέντες· Ἐργῖνος δὲ ὁ πρεσβύτατος τῶν Κλυμένου παίδων τὴν βασιλείαν παραλαμβάνει.
37.2. Immediately he and his brothers gathered a force and attacked Thebes. Victorious in the battle, they then came to an agreement that the Thebans should pay tribute each year for the murder of Clymenus. But when Heracles had grown to manhood in Thebes, the Thebans were thus relieved of the tribute, and the Minyans suffered a grievous defeat in the war.
37.2. δύναμιν δὲ αὐτίκα αὐτός τε καὶ οἱ ἀδελφοὶ συλλέξαντες ἦλθον ἐπὶ τὰς Θήβας· καὶ μάχῃ μὲν ἐκράτησαν, τὸ δὲ ἀπὸ τούτου χωροῦσιν ἐς ὁμολογίαν Θηβαίους κατὰ ἔτος ἕκαστον τελεῖν δασμὸν τοῦ Κλυμένου φόνου. Ἡρακλέους δὲ ἐπιτραφέντος ἐν Θήβαις, οὕτω τοῦ δασμοῦ τε ἠλευθερώθησαν οἱ Θηβαῖοι καὶ οἱ Μινύαι μεγάλως τῷ πολέμῳ προσέπταισαν·
37.3. Erginus, as his citizens had been utterly crushed, made peace with Heracles, but in his efforts to restore his former wealth and prosperity neglected everything else, so that unconsciously he came to a wifeless and childless old age. But when he had gathered riches, the desire seized him to have children.
37.3. Ἐργῖνος δὲ ἅτε κεκακωμένων ἐς τὸ ἔσχατον τῶν πολιτῶν πρὸς μὲν τὸν Ἡρακλέα ἐποιήσατο εἰρήνην, πλοῦτον δὲ τὸν πρότερον καὶ εὐδαιμονίαν ἐκείνην ἀνασώσασθαι ζητῶν ἠμέλησεν ἁπάντων ὁμοίως τῶν ἄλλων, ὥστε καὶ ἔλαθεν ἄγαμος καὶ ἄπαις ἀφικόμενος ἐς γῆρας. ὡς δὲ αὐτῷ χρήματα συνείλεκτο, ἐνταῦθα ἐπεθύμησέν οἱ γενέσθαι παῖδας·
37.4. So going to Delphi he inquired of the oracle about children, and the Pythian priestess gave this reply:—Erginus, son of Clymenus Presboniades,Late thou camest seeking offspring, but even nowTo the old plough-tree put a new tip.Obeying the oracle he took to himself a young wife, and had children, Trophonius and Agamedes.
37.4. ἐλθόντι δὲ ἐς Δελφοὺς καὶ ἐρομένῳ περὶ παίδων χρᾷ τάδε ἡ Πυθία·Ἐργῖνε Κλυμένοιο πάι Πρεσβωνιάδαο,ὄψʼ ἦλθες γενεὴν διζήμενος, ἀλλʼ ἔτι καὶ νῦνἱστοβοῆι γέροντι νέην ποτίβαλλε κορώνην.λαβόντι δὲ αὐτῷ νέαν γυναῖκα κατὰ τὸ μάντευμα Τροφώνιος γίνεται καὶ Ἀγαμήδης.
37.5. Trophonius is said to have been a son of Apollo, not of Erginus. This I am inclined to believe, as does everyone who has gone to Trophonius to inquire of his oracle. They say that these, when they grew up, proved clever at building sanctuaries for the gods and palaces for men. For they built the temple for Apollo at Delphi and the treasury for Hyrieus. One of the stones in it they made so that they could take it away from the outside. So they kept on removing something from the store. Hyrieus was dumbfounded when he saw keys and seals untampered with, while the treasure kept on getting less.
37.5. λέγεται δὲ ὁ Τροφώνιος Ἀπόλλωνος εἶναι καὶ οὐκ Ἐργίνου· καὶ ἐγώ τε πείθομαι καὶ ὅστις παρὰ Τροφώνιον ἦλθε δὴ μαντευσόμενος. τούτους φασίν, ὡς ηὐξήθησαν, γενέσθαι δεινοὺς θεοῖς τε ἱερὰ κατασκευάσασθαι καὶ βασίλεια ἀνθρώποις· καὶ γὰρ τῷ Ἀπόλλωνι τὸν ναὸν ᾠκοδόμησαν τὸν ἐν Δελφοῖς καὶ Ὑριεῖ τὸν θησαυρόν. ἐποίησαν δὲ ἐνταῦθα τῶν λίθων ἕνα εἶναί σφισιν ἀφαιρεῖν κατὰ τὸ ἐκτός· καὶ οἱ μὲν ἀεί τι ἀπὸ τῶν τιθεμένων ἐλάμβανον· Ὑριεὺς δὲ εἴχετο ἀφασίᾳ, κλεῖς μὲν καὶ σημεῖα τὰ ἄλλα ὁρῶν ἀκίνητα, τὸν δὲ ἀριθμὸν ἀεὶ τῶν χρημάτων ἐλάττονα.
37.6. So he set over the vessels, in which were his silver and gold, snares or other contrivance, to arrest any who should enter and lay hands on the treasure. Agamedes entered and was kept fast in the trap, but Trophonius cut off his head, lest when day came his brother should be tortured, and he himself be informed of as being concerned in the crime.
37.6. ἵστησιν οὖν ὑπὲρ τῶν ἀγγείων, ἐν οἷς ὅ τε ἄργυρος ἐνῆν καὶ ὁ χρυσός οἱ, πάγας ἤ τι καὶ ἄλλο ὃ τὸν ἐσελθόντα καὶ ἁπτόμενον τῶν χρημάτων καθέξειν ἔμελλεν. ἐσελθόντος δὲ τοῦ Ἀγαμήδους τὸν μὲν ὁ δεσμὸς κατεῖχε, Τροφώνιος δὲ ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν, ὅπως μὴ ἡμέρας ἐπισχούσης ἐκεῖνος γένοιτο ἐν αἰκίαις καὶ αὐτὸς μηνυθείη μετέχων τοῦ τολμήματος.
37.7. The earth opened and swallowed up Trophonius at the point in the grove at Lebadeia where is what is called the pit of Agamedes, with a slab beside it. The kingdom of Orchomenus was taken by Ascalaphus and Ialmenus, said to be sons of Ares, while their mother was Astyoche, daughter of Actor, son of Azeus, son of Clymenus. Under the leadership of these the Minyans marched against Troy.
37.7. καὶ Τροφώνιον μὲν ἐνταῦθα ἐδέξατο ἡ γῆ διαστᾶσα, ἔνθα ἐστὶν ἐν τῷ ἄλσει τῷ ἐν Λεβαδείᾳ βόθρος τε Ἀγαμήδους καλούμενος καὶ πρὸς αὐτῷ στήλη· τὴν δὲ ἀρχὴν τῶν Ὀρχομενίων ἔσχεν Ἀσκάλαφος καὶ Ἰάλμενος Ἄρεως εἶναι λεγόμενοι, μητρὸς δὲ Ἀστυόχης ἦσαν τῆς Ἄκτορος τοῦ Ἀζέως τοῦ Κλυμένου· καὶ ὑπὸ τούτοις ἡγεμόσι Μινύαι στρατεύουσιν ἐς Τροίαν.
37.8. Orchomenians also joined with the sons of Codrus in the expedition to Ionia. When expelled from their city by the Thebans they were restored again to Orchomenus by Philip the son of Amyntas. But Providence was to drag them ever lower and lower into decay.
37.8. μετέσχον Ὀρχομένιοι καὶ τοῖς Κόδρου παισὶν ἐς Ἰωνίαν τοῦ στόλου. γενομένους δὲ ἀναστάτους ὑπὸ Θηβαίων κατήγαγεν αὖθις ἐς Ὀρχομενὸν Φίλιππος ὁ Ἀμύντου· τὰ δὲ ἀπὸ τοῦ δαιμονίου σφίσιν ἐς τὸ ἀσθενέστερον ἔμελλεν ἀεὶ ῥέψειν.
38.1. At Orchomenus is a sanctuary of Dionysus, but the oldest is one of the Graces. They worship the stones most, and say that they fell for Eteocles out of heaven. The artistic images were dedicated in my time, and they too are of stone.
38.1. Ὀρχομενίοις δὲ πεποίηται καὶ Διονύσου, τὸ δὲ ἀρχαιότατον Χαρίτων ἐστὶν ἱερόν. τὰς μὲν δὴ πέτρας σέβουσί τε μάλιστα καὶ τῷ Ἐτεοκλεῖ αὐτὰς πεσεῖν ἐκ τοῦ οὐρανοῦ φασιν· τὰ δὲ ἀγάλματα ⟨τὰ⟩ σὺν κόσμῳ πεποιημένα ἀνετέθη μὲν ἐπʼ ἐμοῦ, λίθου δέ ἐστι καὶ ταῦτα.
38.2. They have also a fountain worth seeing, and go down to it to fetch water. The treasury of Minyas, a wonder second to none either in Greece itself or elsewhere, has been built in the following way. It is made of stone; its shape is round, rising to a rather blunt apex; they say that the highest stone is the keystone of the whole building.
38.2. ἔστι δέ σφισι καὶ κρήνη θέας ἀξία· καταβαίνουσι δὲ ἐς αὐτὴν ὕδωρ οἴσοντες. θησαυρὸς δὲ ὁ Μινύου, θαῦμα ὂν τῶν ἐν Ἑλλάδι αὐτῇ καὶ τῶν ἑτέρωθι οὐδενὸς ὕστερον, πεποίηται τρόπον τοιόνδε· λίθου μὲν εἴργασται, σχῆμα δὲ περιφερές ἐστιν αὐτῷ, κορυφὴ δὲ οὐκ ἐς ἄγαν ὀξὺ ἀνηγμένη· τὸν δὲ ἀνωτάτω τῶν λίθων φασὶν ἁρμονίαν παντὶ εἶναι τῷ οἰκοδομήματι.
38.3. There are graves of Minyas and Hesiod. They say that they thus recovered the bones of Hesiod. A pestilence fell on men and beasts, so that they sent envoys to the god. To these, it is said, the Pythian priestess made answer that to bring the bones of Hesiod from the land of Naupactus to the land of Orchomenus was their one and only remedy. Whereupon the envoys asked a further question, where in the land of Naupactus they would find the bones; to which the Pythian priestess answered again that a crow would indicate to them the place.
38.3. τάφοι δὲ Μινύου τε καὶ Ἡσιόδου· καταδέξασθαι δέ φασιν οὕτω τοῦ Ἡσιόδου τὰ ὀστᾶ. νόσου καταλαμβανούσης λοιμώδους καὶ ἀνθρώπους καὶ τὰ βοσκήματα ἀποστέλλουσι θεωροὺς παρὰ τὸν θεόν· τούτοις δὲ ἀποκρίνασθαι λέγουσι τὴν Πυθίαν, Ἡσιόδου τὰ ὀστᾶ ἐκ τῆς Ναυπακτίας ἀγαγοῦσιν ἐς τὴν Ὀρχομενίαν, ἄλλο δὲ εἶναί σφισιν οὐδὲν ἴαμα. τότε δὲ ἐπερέσθαι δεύτερα, ὅπου τῆς Ναυπακτίας αὐτὰ ἐξευρήσουσι· καὶ αὖθις τὴν Πυθίαν εἰπεῖν ὡς μηνύσοι κορώνη σφίσιν.
38.4. So when the envoys landed, they saw, it is said, a rock not far from the road, with the bird upon the rock; the bones of Hesiod they found in a cleft of the rock. Elegiac verses are inscribed on the tomb:—Ascra rich in corn was his native land, but when Hesiod died,The land of the horse-striking Minyans holds his bones,Whose fame will rise very high in GreeceWhen men are judged by the touchstone of artistry.
38.4. οὕτω τοῖς θεοπρόποις ἀποβᾶσιν ἐς τὴν γῆν πέτραν τε οὐ πόρρω τῆς ὁδοῦ καὶ τὴν ὄρνιθα ἐπὶ τῇ πέτρᾳ φασὶν ὀφθῆναι· καὶ τοῦ Ἡσιόδου δὲ τὰ ὀστᾶ εὗρον ἐν χηραμῷ τῆς πέτρας. καὶ ἐλεγεῖα ἐπὶ τῷ μνήματι ἐπεγέγραπτο·Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντοςὀστέα πληξίππων γῆ Μινυῶν κατέχειἩσιόδου, τοῦ πλεῖστον ἐν Ἑλλάδι κῦδος ὀρεῖταιἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.
38.5. About Actaeon the Orchomenians had the following story. A ghost, they say, carrying a rock was ravaging the land. When they inquired at Delphi, the god bade them discover the remains of Actaeon and bury them in the earth. He also bade them make a bronze likeness of the ghost and fasten it to a rock with iron. I have myself seen this image thus fastened. They also sacrifice every year to Actaeon as to a hero.
38.5. περὶ δὲ Ἀκταίωνος λεγόμενα ἦν Ὀρχομενίοις λυμαίνεσθαι τὴν γῆν πέτρας ἔχον εἴδωλον· ὡς δὲ ἐχρῶντο ἐν Δελφοῖς, κελεύει σφίσιν ὁ θεὸς ἀνευρόντας εἴ τι ἦν Ἀκταίωνος λοιπὸν κρύψαι γῇ, κελεύει δὲ καὶ τοῦ εἰδώλου χαλκῆν ποιησαμένους εἰκόνα πρὸς πέτρᾳ σιδήρῳ δῆσαι. τοῦτο καὶ αὐτὸς δεδεμένον τὸ ἄγαλμα εἶδον· καὶ τῷ Ἀκταίωνι ἐναγίζουσιν ἀνὰ πᾶν ἔτος.
38.6. Seven stades from Orchomenus is a temple of Heracles with a small image. Here is the source of the river Melas (black), one of the streams running into the Cephisian Lake. The lake at all times covers the greater part of the Orchomenian territory, but in the winter season, after the south-west wind has generally prevailed, the water spreads over a yet greater extent of the territory.
38.6. σταδίους δὲ ἀφέστηκεν ἑπτὰ Ὀρχομενοῦ ναός τε Ἡρακλέους καὶ ἄγαλμα οὐ μέγα. ἐνταῦθα τοῦ ποταμοῦ τοῦ Μέλανός εἰσιν αἱ πηγαί, καὶ ὁ Μέλας ἐς λίμνην καὶ οὗτος τὴν Κηφισίδα ἐκδίδωσιν. ἐπέχει μὲν δὴ καὶ ἄλλως τῆς Ὀρχομενίας τὸ πολὺ ἡ λίμνη, χειμῶνος δὲ ὥρᾳ νότου τὰ πλείω πνεύσαντος ἔπεισιν ἐπὶ πλέον τῆς χώρας τὸ ὕδωρ.
38.7. The Thebans declare that the river Cephisus was diverted into the Orchomenian plain by Heracles, and that for a time it passed under the mountain and entered the sea, until Heracles blocked up the chasm through the mountain. Now Homer too knows that the Cephisian Lake was a lake of itself, and not made by Heracles. Wherefore Homer says:—Sloping towards the Cephisian Lake.
38.7. Θηβαῖοι δὲ τὸν ποταμὸν τὸν Κηφισόν φασιν ὑπὸ Ἡρακλέους ἐς τὸ πεδίον ἀποστραφῆναι τὸ Ὀρχομένιον· τέως δὲ αὐτὸν ὑπὸ τὸ ὄρος ἐς θάλασσαν ἐξιέναι, πρὶν ἢ τὸν Ἡρακλέα τὸ χάσμα ἐμφράξαι τὸ διὰ τοῦ ὄρους. ἐπίσταται μὲν οὖν καὶ Ὅμηρος λίμνην ἄλλως τὴν Κηφισίδα οὖσαν καὶ οὐχ ὑπὸ Ἡρακλέους πεποιημένην, καὶ ἐπὶ τῷδε εἴρηκελίμνῃ κεκλιμένος Κηφισίδι·
38.8. It is not likely either that the Orchomenians would not have discovered the chasm, and, breaking down the work put up by Heracles, have given back to the Gephisus its ancient passage, since right down to the Trojan war they were a wealthy people. There is evidence in my favour in the passage of Homer where Achilles replies to the envoys from Agamemnon:—Not even the wealth that comes to Orchomenus,a line that clearly shows that even then the revenues coming to Orchomenus were large.
38.8. ἔχει δὲ οὐδὲ εἰκότα λόγον τοὺς Ὀρχομενίους μὴ καὶ τὸ χάσμα ἐξευρεῖν καὶ τοῦ Ἡρακλέους ἀναρρήξαντας τὸ ἔργον ἀποδοῦναι τὴν διέξοδον τῷ Κηφισῷ τὴν ἀρχαίαν, ἐπεὶ μηδὲ ἄχρι τῶν Τρωικῶν χρήμασιν ἀδυνάτως εἶχον. μαρτυρεῖ δέ μοι καὶ Ὄμηρος ἐν Ἀχιλλέως ἀποκρίσει πρὸς τοὺς παρὰ Ἀγαμέμνονος πρέσβεις·οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσσεται,δῆλα δήπουθεν ὡς καὶ τότε προσιόντων τοῖς Ὀρχομενίοις χρημάτων πολλῶν.
38.9. They say that Aspledon was left by the inhabitants because of a shortage of water. They say also that the city got its name from Aspledon, who was a son of the nymph Mideia and Poseidon. Their view is confirmed by some verses composed by Chersias, a man of Orchomenus:—To Poseidon and glorious MideiaWas born Aspledon in the spacious city.
38.9. Ἀσπληδόνα δὲ ἐκλιπεῖν τοὺς οἰκήτοράς φασιν ὕδατος σπανίζοντος· γενέσθαι δὲ τὸ ὄνομα ἀπὸ Ἀσπληδόνος τῇ πόλει, τοῦτον δὲ εἶναι νύμφης τε Μιδείας καὶ Ποσειδῶνος. ὁμολογεῖ δὲ καὶ ἔπη σφίσιν ἃ ἐποίησε Χερσίας, ἀνὴρ Ὀρχομένιος·ἐκ δὲ Ποσειδάωνος ἀγακλειτῆς τε ΜιδείηςἈσπληδὼν γένεθʼ υἱὸς ἀνʼ εὐρύχορον πτολίεθρον.
38.10. The poem of Chersias was no longer extant in my day, but these verses are quoted by Callippus in the same history of Orchomenus. The Orchomenians have a tradition that this Chersias wrote also the inscription on the grave of Hesiod.
38.10. τοῦδε τοῦ Χερσίου τῶν ἐπῶν οὐδεμία ἦν ἔτι κατʼ ἐμὲ μνήμη, ἀλλὰ καὶ τάδε ἐπηγάγετο ὁ Κάλλιππος ἐς τὸν αὐτὸν λόγον τὸν ἔχοντα ἐς Ὀρχομενίους· τούτου δὲ τοῦ Χερσίου καὶ ἐπίγραμμα οἱ Ὀρχομένιοι τὸ ἐπὶ τῷ Ἡσιόδου τάφῳ μνημονεύουσιν.
39.1. On the side towards the mountains the boundary of Orchomenus is Phocis, but on the plain it is Lebadeia. Originally this city stood on high ground, and was called Mideia after the mother of Aspledon. But when Lebadus came to it from Athens, the inhabitants went down to the low ground, and the city was named Lebadeia after him. Who was the father of Lebadus, and why he came, they do not know; they know only that the wife of Lebadus was Laonice.
39.1. τὰ μὲν δὴ πρὸς τῶν ὀρῶν Φωκεῖς ὑπεροικοῦσιν Ὀρχομενίων, ἐν δὲ τῷ πεδίῳ Λεβάδειά ἐστιν αὐτοῖς ὅμορος. αὕτη τὸ μὲν ἐξ ἀρχῆς ᾠκεῖτο ἐπὶ μετεώρου καὶ ὠνομάζετο Μίδεια ἀπὸ τῆς Ἀσπληδόνος μητρός· Λεβάδου δὲ ἐξ Ἀθηνῶν ἐς αὐτὴν ἀφικομένου κατέβησάν τε ἐς τὸ χθαμαλὸν οἱ ἄνθρωποι καὶ ἐκλήθη Λεβάδεια ἡ πόλις ἀπʼ αὐτοῦ. πατέρα δὲ τοῦ Λεβάδου, καὶ καθʼ ἥντινα αἰτίαν ἦλθεν, οὐκ ἴσασιν ἄλλο ἢ γυναῖκα εἶναι Λεβάδου Λαονίκην.
39.2. The city is no less adorned than the most prosperous of the Greek cities, and it is separated from the grove of Trophonius by the river Hercyna. They say that here Hercyna, when playing with the Maid, the daughter of Demeter, held a goose which against her will she let loose. The bird flew into a hollow cave and hid under a stone; the Maid entered and took the bird as it lay under the stone. The water flowed, they say, from the place where the Maid took up the stone, and hence the river received the name of Hercyna.
39.2. κεκόσμηται μὲν δὴ τὰ ἄλλα σφίσιν ἡ πόλις ὁμοίως τοῖς Ἑλλήνων μάλιστα εὐδαίμοσι, διείργει δὲ ἀπʼ αὐτῆς τὸ ἄλσος τοῦ Τροφωνίου ⟨ποταμὸς Ἕρκυνα.⟩ φασὶ δʼ ἐνταῦθα Ἕρκυναν ὁμοῦ Κόρῃ τῇ Δήμητρος παίζουσαν καὶ ἔχουσαν χῆνα ἀφεῖναι τοῦτον ἄκουσαν· ἐς δὲ ἄντρον κοῖλον ἐσπτάντος καὶ ὑπὸ λίθον ἀποκρύψαντος αὑτὸν ἐσελθοῦσα ἡ Κόρη λαμβάνει τὸν ὄρνιθα ὑπὸ τῷ λίθῳ κατακείμενον· ῥυῆναί τε δὴ τὸ ὕδωρ ὅθεν ἀνείλετο ἡ Κόρη τὸν λίθον καὶ ὀνομασθῆναι τὸν ποταμὸν ἐπὶ τούτῳ λέγουσιν Ἕρκυναν.
39.3. On the bank of the river there is a temple of Hercyna, in which is a maiden holding a goose in her arms. In the cave are the sources of the river and images standing, and serpents are coiled around their scepters. One might conjecture the images to be of Asclepius and Health, but they might be Trophonius and Hercyna, because they think that serpents are just as much sacred to Trophonius as to Asclepius. By the side of the river is the tomb of Arcesilaus, whose bones, they say, were carried back from Troy by Leitus.
39.3. καὶ ἔστι μὲν πρὸς τῇ ὄχθῃ τοῦ ποταμοῦ ναὸς Ἑρκύνης, ἐν δὲ αὐτῷ παρθένος χῆνα ἔχουσα ἐν ταῖς χερσίν· εἰσὶ δὲ ἐν τῷ σπηλαίῳ τοῦ ποταμοῦ τε αἱ πηγαὶ καὶ ἀγάλματα ὀρθά, περιειλιγμένοι δέ εἰσιν αὐτῶν τοῖς σκήπτροις δράκοντες. ταῦτα εἰκάσαι μὲν ἄν τις Ἀσκληπιοῦ τε εἶναι καὶ Ὑγείας, εἶεν δʼ ἂν Τροφώνιος καὶ Ἕρκυνα, ἐπεὶ μηδὲ τοὺς δράκοντας Ἀσκληπιοῦ μᾶλλον ἢ καὶ Τροφωνίου νομίζουσιν ἱεροὺς εἶναι. ἐπὶ δὲ τῷ ποταμῷ μνῆμά ἐστιν Ἀρκεσιλάου· Λήϊτον δὲ ἀνακομίσαι ⟨φασὶ⟩ τοῦ Ἀρκεσιλάου τὰ ὀστᾶ ἐκ Τροίας.
39.4. The most famous things in the grove are a temple and image of Trophonius; the image, made by Praxiteles, is after the likeness of Asclepius. There is also a sanctuary of Demeter surnamed Europa, and a Zeus Rain-god in the open. If you go up to the oracle, and thence onwards up the mountain, you come to what is called the Maid's Hunting and a temple of King Zeus. This temple they have left half finished, either because of its size or because of the long succession of the wars. In a second temple are images of Cronus, Hera and Zeus. There is also a sanctuary of Apollo.
39.4. τὰ δὲ ἐπιφανέστατα ἐν τῷ ἄλσει Τροφωνίου ναὸς καὶ ἄγαλμά ἐστιν, Ἀσκληπιῷ καὶ τοῦτο εἰκασμένον· Πραξιτέλης δὲ ἐποίησε τὸ ἄγαλμα. ἔστι δὲ καὶ Δήμητρος ἱερὸν ἐπίκλησιν Εὐρώπης καὶ Ζεὺς Ὑέτιος ἐν ὑπαίθρῳ. ἀναβᾶσι δὲ ἐπὶ τὸ μαντεῖον καὶ αὐτόθεν ἰοῦσιν ἐς τὸ πρόσω τοῦ ὄρους, Κόρης ἐστὶ καλουμένη θήρα καὶ Διὸς Βασιλέως ναός. τοῦτον μὲν δὴ διὰ τὸ μέγεθος ἢ καὶ τῶν πολέμων τὸ ἀλλεπάλληλον ἀφείκασιν ἡμίεργον· ἐν δὲ ἑτέρῳ ναῷ Κρόνου καὶ Ἥρας καὶ Διός ἐστιν ἀγάλματα. ἔστι δὲ καὶ Ἀπόλλωνος ἱερόν.
39.5. What happens at the oracle is as follows. When a man has made up his mind to descend to the oracle of Trophonius, he first lodges in a certain building for an appointed number of days, this being sacred to the good Spirit and to good Fortune. While he lodges there, among other regulations for purity he abstains from hot baths, bathing only in the river Hercyna. Meat he has in plenty from the sacrifices, for he who descends sacrifices to Trophonius himself and to the children of Trophonius, to Apollo also and Cronus, to Zeus surnamed King, to Hera Charioteer, and to Demeter whom they surname Europa and say was the nurse of Trophonius.
39.5. κατὰ δὲ τὸ μαντεῖον τοιάδε γίνεται. ἐπειδὰν ἀνδρὶ ἐς τοῦ Τροφωνίου κατιέναι δόξῃ, πρῶτα μὲν τεταγμένων ἡμερῶν δίαιταν ἐν οἰκήματι ἔχει, τὸ δὲ οἴκημα Δαίμονός τε ἀγαθοῦ καὶ Τύχης ἱερόν ἐστιν ἀγαθῆς· διαιτώμενος δὲ ἐνταῦθα τά τε ἄλλα καθαρεύει καὶ λουτρῶν εἴργεται θερμῶν, τὸ δὲ λουτρὸν ὁ ποταμός ἐστιν ἡ Ἕρκυνα· καί οἱ καὶ κρέα ἄφθονά ἐστιν ἀπὸ τῶν θυσιῶν, θύει γὰρ δὴ ὁ κατιὼν αὐτῷ τε τῷ Τροφωνίῳ καὶ τοῦ Τροφωνίου τοῖς παισί, πρὸς δὲ Ἀπόλλωνί τε καὶ Κρόνῳ καὶ Διὶ ἐπίκλησιν Βασιλεῖ καὶ Ἥρᾳ τε Ἡνιόχῃ καὶ Δήμητρι ἣν ἐπονομάζοντες Εὐρώπην τοῦ Τροφωνίου φασὶν εἶναι τροφόν.
39.6. At each sacrifice a diviner is present, who looks into the entrails of the victim, and after an inspection prophesies to the person descending whether Trophonius will give him a kind and gracious reception. The entrails of the other victims do not declare the mind of Trophonius so much as a ram, which each inquirer sacrifices over a pit on the night he descends, calling upon Agamedes. Even though the previous sacrifices have appeared propitious, no account is taken of them unless the entrails of this ram indicate the same; but if they agree, then the inquirer descends in good hope. The procedure of the descent is this.
39.6. καθʼ ἑκάστην δὲ τῶν θυσιῶν ἀνὴρ μάντις παρὼν ἐς τοῦ ἱερείου τὰ σπλάγχνα ἐνορᾷ, ἐνιδὼν δὲ προθεσπίζει τῷ κατιόντι εἰ δὴ αὐτὸν εὐμενὴς ὁ Τροφώνιος καὶ ἵλεως δέξεται. τῶν μὲν δὴ ἄλλων ἱερείων τὰ σπλάγχνα οὐχ ὁμοίως δηλοῖ τοῦ Τροφωνίου τὴν γνώμην· ἐν δὲ νυκτὶ ᾗ κάτεισιν ἕκαστος, ἐν ταύτῃ κριὸν θύουσιν ἐς βόθρον, ἐπικαλούμενοι τὸν Ἀγαμήδην. θυμάτων δὲ τῶν πρότερον πεφηνότων αἰσίων λόγος ἐστὶν οὐδείς, εἰ μὴ καὶ τοῦδε τοῦ κριοῦ τὰ σπλάγχνα τὸ αὐτὸ θέλοι λέγειν· ὁμολογούντων δὲ καὶ τούτων, τότε ἕκαστος ἤδη κάτεισιν εὔελπις, κάτεισι δὲ οὕτω.
39.7. First, during the night he is taken to the river Hercyna by two boys of the citizens about thirteen years old, named Hermae, who after taking him there anoint him with oil and wash him. It is these who wash the descender, and do all the other necessary services as his attendant boys. After this he is taken by the priests, not at once to the oracle, but to fountains of water very near to each other.
39.7. πρῶτα μὲν ἐν τῇ νυκτὶ αὐτὸν ἄγουσιν ἐπὶ τὸν ποταμὸν τὴν Ἕρκυναν, ἀγαγόντες δὲ ἐλαίῳ χρίουσι καὶ λούουσι δύο παῖδες τῶν ἀστῶν ἔτη τρία που καὶ δέκα γεγονότες, οὓς Ἑρμᾶς ἐπονομάζουσιν· οὗτοι τὸν καταβαίνοντά εἰσιν οἱ λούοντες καὶ ὁπόσα χρὴ διακονούμενοι ἅτε παῖδες. τὸ ἐντεῦθεν ὑπὸ τῶν ἱερέων οὐκ αὐτίκα ἐπὶ τὸ μαντεῖον, ἐπὶ δὲ ὕδατος πηγὰς ἄγεται· αἱ δὲ ἐγγύτατά εἰσιν ἀλλήλων.
39.8. Here he must drink water called the water of Forgetfulness, that he may forget all that he has been thinking of hitherto, and afterwards he drinks of another water, the water of Memory, which causes him to remember what he sees after his descent. After looking at the image which they say was made by Daedalus (it is not shown by the priests save to such as are going to visit Trophonius), having seen it, worshipped it and prayed, he proceeds to the oracle, dressed in a linen tunic, with ribbons girding it, and wearing the boots of the country.
39.8. ἐνταῦθα δὴ χρὴ πιεῖν αὐτὸν Λήθης τε ὕδωρ καλούμενον, ἵνα λήθη γένηταί οἱ πάντων ἃ τέως ἐφρόντιζε, καὶ ἐπὶ τῷδε ἄλλο αὖθις ὕδωρ πίνειν Μνημοσύνης· ἀπὸ τούτου τε μνημονεύει τὰ ὀφθέντα οἱ καταβάντι. θεασάμενος δὲ ἄγαλμα ὃ ποιῆσαι Δαίδαλόν φασιν—ὑπὸ δὲ τῶν ἱερέων οὐκ ἐπιδείκνυται πλὴν ὅσοι παρὰ τὸν Τροφώνιον μέλλουσιν ἔρχεσθαι— τοῦτο τὸ ἄγαλμα ἰδὼν καὶ θεραπεύσας τε καὶ εὐξάμενος ἔρχεται πρὸς τὸ μαντεῖον, χιτῶνα ἐνδεδυκὼς λινοῦν καὶ ταινίαις τὸν χιτῶνα ἐπιζωσθεὶς καὶ ὑποδησάμενος ἐπιχωρίας κρηπῖδας.
39.9. The oracle is on the mountain, beyond the grove. Round it is a circular basement of white marble, the circumference of which is about that of the smallest threshing floor, while its height is just short of two cubits. On the basement stand spikes, which, like the cross-bars holding them together, are of bronze, while through them has been made a double door. Within the enclosure is a chasm in the earth, not natural, but artificially constructed after the most accurate masonry.
39.9. ἔστι δὲ τὸ μαντεῖον ὑπὲρ τὸ ἄλσος ἐπὶ τοῦ ὄρους. κρηπὶς μὲν ἐν κύκλῳ περιβέβληται λίθου λευκοῦ, περίοδος δὲ τῆς κρηπῖδος κατὰ ἅλων τὴν ἐλαχίστην ἐστίν, ὕψος δὲ ἀποδέουσα δύο εἶναι πήχεις· ἐφεστήκασι δὲ ἐπὶ τῇ κρηπῖδι ὀβελοὶ καὶ αὐτοὶ χαλκοῖ καὶ αἱ συνέχουσαι σφᾶς ζῶναι, διὰ δὲ αὐτῶν θύραι πεποίηνται. τοῦ περιβόλου δὲ ἐντὸς χάσμα γῆς ἐστιν οὐκ αὐτόματον ἀλλὰ σὺν τέχνῃ καὶ ἁρμονίᾳ πρὸς τὸ ἀκριβέστατον ᾠκοδομημένον.
39.10. The shape of this structure is like that of a bread-oven. Its breadth across the middle one might conjecture to be about four cubits, and its depth also could not be estimated to extend to more than eight cubits. They have made no way of descent to the bottom, but when a man comes to Trophonius, they bring him a narrow, light ladder. After going down he finds a hole between the floor and the structure. Its breadth appeared to be two spans, and its height one span.
39.10. τοῦ δὲ οἰκοδομήματος τούτου τὸ σχῆμα εἴκασται κριβάνῳ· τὸ δὲ εὖρος ἡ διάμετρος αὐτοῦ τέσσαρας παρέχοιτο ἂν ὡς εἰκάσαι πήχεις· βάθος δὲ τοῦ οἰκοδομήματος, οὐκ ἂν οὐδὲ τοῦτο εἰκάζοι τις ἐς πλέον ὀκτὼ καθήκειν πηχῶν. κατάβασις δὲ οὐκ ἔστι πεποιημένη σφίσιν ἐς τὸ ἔδαφος· ἐπειδὰν δὲ ἀνὴρ ἔρχηται παρὰ τὸν Τροφώνιον, κλίμακα αὐτῷ κομίζουσι στενὴν καὶ ἐλαφράν. καταβάντι δέ ἐστιν ὀπὴ μεταξὺ τοῦ τε ἐδάφους καὶ τοῦ οἰκοδομήματος· σπιθαμῶν τὸ εὖρος δύο, τὸ δὲ ὕψος ἐφαίνετο εἶναι σπιθαμῆς.
39.11. The descender lies with his back on the ground, holding barley-cakes kneaded with honey, thrusts his feet into the hole and himself follows, trying hard to get his knees into the hole. After his knees the rest of his body is at once swiftly drawn in, just as the largest and most rapid river will catch a man in its eddy and carry him under. After this those who have entered the shrine learn the future, not in one and the same way in all cases, but by sight sometimes and at other times by hearing. The return upwards is by the same mouth, the feet darting out first.
39.11. ὁ οὖν κατιὼν κατακλίνας ἑαυτὸν ἐς τὸ ἔδαφος ἔχων μάζας μεμαγμένας μέλιτι προεμβάλλει τε ἐς τὴν ὀπὴν τοὺς πόδας καὶ αὐτὸς ἐπιχωρεῖ, τὰ γόνατά οἱ τῆς ὀπῆς ἐντὸς γενέσθαι προθυμούμενος· τὸ δὲ λοιπὸν σῶμα αὐτίκα ἐφειλκύσθη τε καὶ τοῖς γόνασιν ἐπέδραμεν, ὥσπερ ποταμῶν ὁ μέγιστος καὶ ὠκύτατος συνδεθέντα ὑπὸ δίνης ἀποκρύψειεν ⟨ἂν⟩ ἄνθρωπον. τὸ δὲ ἐντεῦθεν τοῖς ἐντὸς τοῦ ἀδύτου γενομένοις οὐχ εἷς οὐδὲ ὁ αὐτὸς τρόπος ἐστὶν ὅτῳ διδάσκονται τὰ μέλλοντα, ἀλλά πού τις καὶ εἶδε καὶ ἄλλος ἤκουσεν. ἀναστρέψαι δὲ ὀπίσω τοῖς καταβᾶσι διὰ στομίου τε ἔστι τοῦ αὐτοῦ καὶ προεκθεόντων σφίσι τῶν ποδῶν.
39.12. They say that no one who has made the descent has been killed, save only one of the bodyguard of Demetrius. But they declare that he performed none of the usual rites in the sanctuary, and that he descended, not to consult the god but in the hope of stealing gold and silver from the shrine. It is said that the body of this man appeared in a different place, and was not cast out at the sacred mouth. Other tales are told about the fellow, but I have given the one most worthy of consideration.
39.12. ἀποθανεῖν δὲ οὐδένα τῶν καταβάντων λέγουσιν ὅτι μὴ μόνον τῶν Δημητρίου τινὰ δορυφόρων· τοῦτον δὲ οὔτε ποιῆσαι περὶ τὸ ἱερόν φασιν οὐδὲν τῶν νενομισμένων οὔτε χρησόμενον τῷ θεῷ καταβῆναι, χρυσὸν δὲ καὶ ἄργυρον ἐκκομιεῖν ἐλπίσαντα ἐκ τοῦ ἀδύτου. λέγεται δὲ καὶ τούτου τὸν νεκρὸν ἑτέρωθι ἀναφανῆναι καὶ οὐ κατὰ στόμα ἐκβληθῆναι τὸ ἱερόν. ἐς μὲν δὴ τὸν ἄνθρωπον λεγομένων καὶ ἄλλων εἴρηταί μοι τὰ ἀξιολογώτατα·
39.13. After his ascent from Trophonius the inquirer is again taken in hand by the priests, who set him upon a chair called the chair of Memory, which stands not far from the shrine, and they ask of him, when seated there, all he has seen or learned. After gaining this information they then entrust him to his relatives. These lift him, paralyzed with terror and unconscious both of himself and of his surroundings, and carry him to the building where he lodged before with Good Fortune and the Good Spirit. Afterwards, however, he will recover all his faculties, and the power to laugh will return to him.
39.13. τὸν δὲ ἀναβάντα παρὰ τοῦ Τροφωνίου παραλαβόντες αὖθις οἱ ἱερεῖς καθίζουσιν ἐπὶ θρόνον Μνημοσύνης μὲν καλούμενον, κεῖται δὲ οὐ πόρρω τοῦ ἀδύτου, καθεσθέντα δὲ ἐνταῦθα ἀνερωτῶσιν ὁπόσα εἶδέ τε καὶ ἐπύθετο· μαθόντες δὲ ἐπιτρέπουσιν αὐτὸν ἤδη τοῖς προσήκουσιν. οἱ δὲ ἐς τὸ οἴκημα, ἔνθα καὶ πρότερον διῃτᾶτο παρά τε Τύχῃ καὶ Δαίμονι ἀγαθοῖς, ἐς τοῦτο ἀράμενοι κομίζουσι κάτοχόν τε ἔτι τῷ δείματι καὶ ἀγνῶτα ὁμοίως αὑτοῦ τε καὶ τῶν πέλας. ὕστερον μέντοι τά τε ἄλλα οὐδέν τι φρονήσει μεῖον ἢ πρότερον καὶ γέλως ἐπάνεισίν οἱ.
39.14. What I write is not hearsay; I have myself inquired of Trophonius and seen other inquirers. Those who have descended into the shrine of Trophonius are obliged to dedicate a tablet on which is written all that each has heard or seen. The shield also of Aristomenes is still preserved here. Its story I have already given in a former part of my work.
39.14. γράφω δὲ οὐκ ἀκοὴν ἀλλὰ ἑτέρους τε ἰδὼν καὶ αὐτὸς τῷ Τροφωνίῳ χρησάμενος. τοὺς δὲ ἐς τοῦ Τροφωνίου κατελθόντας, ἀνάγκη σφᾶς, ὁπόσα ἤκουσεν ἕκαστος ἢ εἶδεν, ἀναθεῖναι γεγραμμένα ἐν πίνακι. λείπεται δʼ ἔτι καὶ τοῦ Ἀριστομένους ἐνταῦθα ἡ ἀσπίς· τὰ δὲ ἐς αὐτὴν ὁποῖα ἐγένετο, ἐδήλωσα ἐν τοῖς προτέροις τοῦ λόγου.
40.1. This oracle was once unknown to the Boeotians, but they learned of it in the following way. As there had been no rain for a year and more, they sent to Delphi envoys from each city. These asked for a cure for the drought, and were bidden by the Pythian priestess to go to Trophonius at Lebadeia and to discover the remedy from him.
40.1. τὸ δὲ μαντεῖον οἱ Βοιωτοὶ τοῦτο οὐ πεπυσμένοι πρότερον ἐπʼ αἰτίᾳ τοιᾷδε ἔγνωσαν. θεωροὺς ἀφʼ ἑκάστης πόλεως ἄνδρας ἀποστέλλουσιν ἐς Δελφούς· οὐ γὰρ δή σφισιν ἔτος δεύτερον ὗεν ὁ θεός. τούτοις αἰτοῦσιν ἐπανόρθωμα τοῦ αὐχμοῦ προσέταξεν ἡ Πυθία παρὰ Τροφώνιον ἐς Λεβάδειαν ἐλθοῦσιν εὕρασθαι παρὰ ἐκείνου τὸ ἴαμα.
40.2. Coming to Lebadeia they could not find the oracle. Thereupon Saon, one of the envoys from the city Acraephnium and the oldest of all the envoys, saw a swarm of bees. It occurred to him to follow himself wheresoever the bees turned. At once he saw the bees flying into the ground here, and he went with them into the oracle. It is said that Trophonius taught this Saon the customary ritual, and all the observances kept at the oracle.
40.2. ὡς δὲ ἐς τὴν Λεβάδειαν ἐλθόντες οὐκ ἐδύναντο εὑρεῖν τὸ μαντεῖον, ἐνταῦθα τῶν ἐξ Ἀκραιφνίου πόλεως Σάων—οὗτος δὲ ἦν καὶ ἡλικίᾳ τῶν θεωρῶν πρεσβύτατος—εἶδεν ἑσμὸν μελισσῶν, ⟨καὶ παρέστη οἱ,⟩ ὅποι ποτʼ ἂν ἀποτράπωνται, καὶ αὐτὸς ἕπεσθαι. αὐτίκα δὴ τὰς μελίσσας ἐς τοῦτο ἐσπετομένας ὁρᾷ τῆς γῆς, καὶ συνεσῆλθέ σφισιν ἐς τὸ μαντεῖον. τοῦτον τὸν Σάωνα καὶ τὴν ἱερουργίαν τὴν καθεστηκυῖαν, καὶ ὁπόσα περὶ τὸ χρηστήριον δρῶσιν ἄλλα, διδαχθῆναι παρὰ τοῦ Τροφωνίου φασίν.
40.3. Of the works of Daedalus there are these two in Boeotia, a Heracles in Thebes and the Trophonius at Lebadeia. There are also two wooden images in Crete, a Britomartis at Olus and an Athena at Cnossus, at which latter place is also Ariadne's Dance, mentioned by Homer in the Iliad, carved in relief on white marble. At Delos, too, there is a small wooden image of Aphrodite, its right hand defaced by time, and with a square base instead of feet.
40.3. Δαιδάλου δὲ τῶν ἔργων δύο μὲν ταῦτά ἐστιν ἐν Βοιωτοῖς, Ἡρακλῆς τε ἐν Θήβαις καὶ παρὰ Λεβαδεῦσιν ὁ Τροφώνιος, τοσαῦτα δὲ ἕτερα ξόανα ἐν Κρήτῃ, Βριτόμαρτις ἐν Ὀλοῦντι καὶ Ἀθηνᾶ παρὰ Κνωσσίοις· παρὰ τούτοις δὲ καὶ ὁ τῆς Ἀριάδνης χορός, οὗ καὶ Ὅμηρος ἐν Ἰλιάδι μνήμην ἐποιήσατο, ἐπειργασμένος ἐστὶν ἐπὶ λευκοῦ λίθου. καὶ Δηλίοις Ἀφροδίτης ἐστὶν οὐ μέγα ξόανον, λελυμασμένον τὴν δεξιὰν χεῖρα ὑπὸ τοῦ χρόνου· κάτεισι δὲ ἀντὶ ποδῶν ἐς τετράγωνον σχῆμα.
40.4. I am of opinion that Ariadne got this image from Daedalus, and when she followed Theseus, took it with her from home. Bereft of Ariadne, say the Delians, Theseus dedicated the wooden image of the goddess to the Delian Apollo, lest by taking it home he should be dragged into remembering Ariadne, and so find the grief for his love ever renewed. I know of no other works of Daedalus still in existence. For the images dedicated by the Argives in the Heraeum and those brought from Omphace to Gela in Sicily have disappeared in course of time.
40.4. πείθομαι τοῦτο Ἀριάδνην λαβεῖν παρὰ Δαιδάλου, καὶ ἡνίκα ἠκολούθησε τῷ Θησεῖ, τὸ ἄγαλμα ἐπεκομίζετο οἴκοθεν· ἀφαιρεθέντα δὲ αὐτῆς τὸν Θησέα οὕτω φασὶν οἱ Δήλιοι τὸ ξόανον τῆς θεοῦ ἀναθεῖναι τῷ Ἀπόλλωνι τῷ Δηλίῳ, ἵνα μὴ οἴκαδε ἐπαγόμενος ἐς ἀνάμνησίν τε Ἀριάδνης ἐφέλκηται καὶ ἀεὶ νέας ἐπὶ τῷ ἔρωτι εὑρίσκηται τὰς συμφοράς. πέρα δὲ οὐκ οἶδα ὑπόλοιπα ὄντα τῶν Δαιδάλου· τοῖς γὰρ ἀνατεθεῖσιν ὑπὸ Ἀργείων ἐς τὸ Ἡραῖον καὶ ἐς Γέλαν τὴν ἐν Σικελίᾳ κομισθεῖσιν ἐξ Ὀμφάκης, ἀφανισθῆναί σφισιν ὁ χρόνος καθέστηκεν αἴτιος.
40.5. Next to Lebadeia comes Chaeroneia. Its name of old was Arne, said to have been a daughter of Aeolus, who gave her name also to a city in Thessaly. The present name of Chaeroneia, they say, is derived from Chaeron, reputed to be a son of Apollo by Thero, a daughter of Phylas. This is confirmed also by the writer of the epic poem, the Great Eoeae:— Phylas wedded a daughter of famous Iolais,Leipephilene, like in form to the Olympian goddesses;She bore him in the halls a son Hippotes,And lovely Thero, like to the moonbeams.
40.5. Λεβαδέων δὲ ἔχονται Χαιρωνεῖς. ἐκαλεῖτο δὲ ἡ πόλις καὶ τούτοις Ἄρνη τὸ ἀρχαῖον· θυγατέρα δὲ εἶναι λέγουσιν Αἰόλου τὴν Ἄρνην, ἀπὸ δὲ ταύτης κληθῆναι καὶ ἑτέραν ἐν Θεσσαλίᾳ πόλιν· τὸ δὲ νῦν τοῖς Χαιρωνεῦσιν ὄνομα γεγονέναι ἀπὸ Χαίρωνος, ὃν Ἀπόλλωνός φασιν εἶναι, μητέρα δὲ αὐτοῦ Θηρὼ τὴν Φύλαντος εἶναι. μαρτυρεῖ δὲ καὶ ὁ τὰ ἔπη τὰς μεγάλας Ἠοίας ποιήσας·
40.6. Thero, falling into the embrace of Apollo,Bore mighty Chaeron, tamer of horses.Homer, I think, though he knew that Chaeroneia and Lebadeia were already so called, yet uses their ancient names, just as he speaks of the river Aegyptus, not the Nile.
40.6. Φύλας δʼ ὤπυιεν κούρην κλειτοῦ Ἰολάου† λειπεφιληνη⟨ν⟩ εἶδος Ὀλυμπιάδεσσιν ⟨ὅμοιον,⟩Ἱππότην δέ οἱ υἱὸν ἐνὶ μεγάροισιν ἔτικτενΘηρώ τʼ εὐειδῆ, ἰκέλην φαέεσσι σελήνης.Θηρὼ δʼ Ἀπόλλωνος ἐς ἀγκοίνῃσι πεσοῦσαγείνατο Χαίρωνος κρατερὸν μένος ἱπποδάμοιο.Ὅμηρος δὲ ἐπιστάμενος ἐμοὶ δοκεῖν Χαιρώνειάν τε ἤδη καὶ Λεβάδειαν καλουμένας, ὅμως τοῖς ἀρχαίοις ἐχρήσατο ὀνόμασιν ἐς αὐτάς, καθότι καὶ Αἴγυπτον τὸν ποταμὸν εἶπεν, οὐ Νεῖλον.
40.7. In the territory of Chaeroneia are two trophies, which the Romans under Sulla set up to commemorate their victory over the army of Mithridates under Taxilus. But Philip, son of Amyntas, set up no trophy, neither here nor for any other success, whether won over Greeks or non-Greeks, as the Macedonians were not accustomed to raise trophies.
40.7. Χαιρωνεῦσι δὲ δύο ἐστὶν ἐν τῇ χώρᾳ τρόπαια, ἃ Ῥωμαῖοι καὶ Σύλλας ἔστησαν Ταξίλον καὶ στρατιὰν τὴν Μιθριδάτου κρατήσαντες. Φίλιππος δὲ οὐκ ἀνέθηκεν ὁ Ἀμύντου τρόπαιον οὔτε ἐνταῦθα οὔτε ὁπόσας μάχας ἄλλας βαρβάρους ἢ καὶ Ἕλληνας ἐνίκησεν· οὐ γάρ τι Μακεδόσιν ἱστάναι τρόπαια ἦν νενομισμένον.
40.8. The Macedonians say that Caranus, king of Macedonia, overcame in battle Cisseus, a chieftain in a bordering country. For his victory Caranus set up a trophy after the Argive fashion, but it is said to have been upset by a lion from Olympus, which then vanished. Caranus, they assert, realized that it was a mistaken policy to incur the undying hatred of the non-Greeks dwelling around, and so, they say, the rule was adopted that no king of Macedonia, neither Caranus himself nor any of his successors, should set up trophies, if they were ever to gain the good-will of their neighbors. This story is confirmed by the fact that Alexander set up no trophies, neither for his victory over Dareius nor for those he won in India.
40.8. λέγεται δὲ ὑπὸ Μακεδόνων Καρανὸν βασιλεύοντα ἐν Μακεδονίᾳ κρατῆσαι μάχῃ Κισσέως, ὃς ἐδυνάστευεν ἐν χώρᾳ τῇ ὁμόρῳ· καὶ ὁ μὲν τρόπαιον ὁ Καρανὸς κατὰ νόμους τοὺς Ἀργείων ἔστησεν ἐπὶ τῇ νίκῃ· ἐπελθόντα δέ φασιν ἐκ τοῦ Ὀλύμπου λέοντα ἀνατρέψαι τε τὸ τρόπαιον ⟨καὶ⟩ ἀφανισθῆναι, ⟨συνεῖναι τε⟩ γνώμῃ Καρανὸν [δὲ] οὐκ εὖ βουλεύσασθαι βαρβάροις τοῖς περιοικοῦσιν ἐς ἔχθραν ἐλθόντα ἀδιάλλακτον, καταστῆναί ⟨τε⟩ χρῆναι [γὰρ] μήτε ὑπὸ αὐτοῦ Καρανοῦ μήτε ὑπὸ τῶν ὕστερον βασιλευσόντων Μακεδονίας τρόπαια ἵστασθαι, εἰ ἐς εὔνοιάν ποτε τοὺς προσχώρους ὑπάξονται. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ Ἀλέξανδρος, οὐκ ἀναστήσας οὔτε ἐπὶ Δαρείῳ τρόπαια οὔτε ἐπὶ ταῖς Ἰνδικαῖς νίκαις.
40.10. As you approach the city you see a common grave of the Thebans who were killed in the struggle against Philip. It has no inscription, but is surmounted by a lion, probably a reference to the spirit of the men. That there is no inscription is, in my opinion, because their courage was not favoured by appropriate good fortune.
40.10. προσιόντων δὲ τῇ πόλει πολυάνδριον Θηβαίων ἐστὶν ἐν τῷ πρὸς Φίλιππον ἀγῶνι ἀποθανόντων. ἐπιγέγραπται μὲν δὴ ἐπίγραμμα οὐδέν, ἐπίθημα δʼ ἔπεστιν αὐτῷ λέων· φέροι δʼ ἂν ἐς τῶν ἀνδρῶν μάλιστα τὸν θυμόν· ἐπίγραμμα δὲ ἄπεστιν ἐμοὶ δοκεῖν ὅτι οὐδὲ ἐοικότα τῇ τόλμῃ σφίσι τὰ ἐκ τοῦ δαίμονος ἠκολούθησε.
40.11. Of the gods, the people of Chaeroneia honor most the scepter which Homer says Hephaestus made for Zeus, Hermes received from Zeus and gave to Pelops, Pelops left to Atreus, Atreus to Thyestes, and Agamemnon had from Thyestes. This scepter, then, they worship, calling it Spear. That there is something peculiarly divine about this scepter is most clearly shown by the fame it brings to the Chaeroneans.
40.11. θεῶν δὲ μάλιστα Χαιρωνεῖς τιμῶσι τὸ σκῆπτρον ὃ ποιῆσαι Διί φησιν Ὅμηρος Ἥφαιστον, παρὰ δὲ Διὸς λαβόντα Ἑρμῆν δοῦναι Πέλοπι, Πέλοπα δὲ Ἀτρεῖ καταλιπεῖν, τὸν δὲ Ἀτρέα Θυέστῃ, παρὰ Θυέστου δὲ ἔχειν Ἀγαμέμνονα· τοῦτο οὖν τὸ σκῆπτρον σέβουσι, Δόρυ ὀνομάζοντες. καὶ εἶναι μέν τι θειότερον οὐχ ἥκιστα δηλοῖ τὸ ἐς τοὺς ἀνθρώπους ἐπιφανὲς ἐξ αὐτοῦ·
40.12. They say that it was discovered on the border of their own country and of Panopeus in Phocis, that with it the Phocians discovered gold, and that they were glad themselves to get the scepter instead of the gold. I am of opinion that it was brought to Phocis by Agamemnon's daughter Electra. It has no public temple made for it, but its priest keeps the scepter for one year in a house. Sacrifices are offered to it every day, and by its side stands a table full of meats and cakes of all sorts.
40.12. φασὶ δʼ ἐπὶ τοῖς ὅροις αὐτῶν καὶ Πανοπέων τῶν ἐν τῇ Φωκίδι εὑρεθῆναι, σὺν δὲ αὐτῷ καὶ χρυσὸν εὕρασθαι τοὺς Φωκεῖς, σφίσι δὲ ἀσμένοις ἀντὶ χρυσοῦ γενέσθαι τὸ σκῆπτρον. κομισθῆναι δὲ αὐτὸ ἐς τὴν Φωκίδα ὑπὸ Ἠλέκτρας τῆς Ἀγαμέμνονος πείθομαι. ναὸς δὲ οὐκ ἔστιν αὐτῷ δημοσίᾳ πεποιημένος, ἀλλὰ κατὰ ἔτος ἕκαστον ὁ ἱερώμενος ἐν οἰκήματι ἔχει τὸ σκῆπτρον· καί οἱ θυσίαι ἀνὰ πᾶσαν ἡμέραν θύονται, καὶ τράπεζα παράκειται παντοδαπῶν κρεῶν καὶ πεμμάτων πλήρης.
41.1. Poets have sung, and the tradition of men has followed them, that Hephaestus made many works of art, but none is authentic except only the scepter of Agamemnon. However, the Lycians in Patara show a bronze bowl in their temple of Apollo, saying that Telephus dedicated it and Hephaestus made it, apparently in ignorance of the fact that the first to melt bronze were the Samians Theodorus and Rhoecus.
41.1. ὁπόσα δὲ εἶναι τῶν Ἡφαίστου ποιηταί τε ᾄδουσι καὶ τῶν ἀνθρώπων ἠκολούθηκεν ἡ φήμη, τούτων, ὅτι μὴ τὸ Ἀγαμέμνονος σκῆπτρον, ἄλλο γε οὐδὲν ἀξιόχρεών ἐστιν ἐς πίστιν. Λύκιοι μέν γε ἐν Πατάροις ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος χαλκοῦν ἐπιδεικνύουσι κρατῆρα, ἀνάθημα εἶναι φάμενοι Τηλέφου καὶ ἔργον Ἡφαίστου· καὶ σφᾶς, ὥς γε εἰκός, λέληθε Θεόδωρον καὶ Ῥοῖκον Σαμίους εἶναι τοὺς διαχέαντας χαλκὸν πρώτους.
41.2. The Achaeans of Patrae assert indeed that Hephaestus made the chest brought by Eurypylus from Troy, but they do not actually exhibit it to view. In Cyprus is a city Amathus, in which is an old sanctuary of Adonis and Aphrodite. Here they say is dedicated a necklace given originally to Harmonia, but called the necklace of Eriphyle, because it was the bribe she took to betray her husband. It was dedicated at Delphi by the sons of Phegeus (how they got it I have already related in my history of Arcadia), but it was carried off by the tyrants of Phocis.
41.2. Πατρεῖς δὲ οἱ Ἀχαιοὶ λόγῳ μὲν λέγουσιν ὅτι Ἡφαίστου ποίημά ἐστιν ἡ λάρναξ ἣν Εὐρύπυλος ἤνεγκεν ἐξ Ἰλίου, ἔργῳ δὲ οὐ παρέχουσιν αὐτὴν θεάσασθαι. ἔστι δὲ Ἀμαθοῦς ἐν Κύπρῳ πόλις, Ἀδώνιδος ἐν αὐτῇ καὶ Ἀφροδίτης ἱερόν ἐστιν ἀρχαῖον· ἀνακεῖσθαι δὲ ἐνταῦθα λέγουσιν ὅρμον Ἁρμονίᾳ μὲν δοθέντα ἐξ ἀρχῆς, καλούμενον δὲ Ἐριφύλης, ὅτι αὐτὴ δῶρον ἔλαβεν ἐπὶ τῷ ἀνδρί· ὃν ἀνέθεσαν μὲν οἱ παῖδες ἐς Δελφοὺς οἱ Φηγέως—τρόπον δὲ ὅντινα ἐκτήσαντο αὐτόν, ἐδήλωσεν ἤδη μοι τὰ ἐς Ἀρκάδας ἔχοντα—, ἐσυλήθη δὲ ὑπὸ τυράννων τῶν ἐν Φωκεῦσιν.
41.3. However, I do not think that it is in the sanctuary of Adonis at Amathus. For the necklace at Amathus is composed of green stones held together by gold, but the necklace given to Eriphyle was made entirely of gold, according to Homer, who says in the Odyssey:—Who received precious gold, the price of her own husband.Not that Homer was unaware of necklaces made of various materials.
41.3. οὐ μὴν παρὰ Ἀμαθουσίοις γε ἐν τῷ ἱερῷ τοῦ Ἀδώνιδος ἐμοὶ δοκεῖν ἐστίν· ἐν Ἀμαθοῦντι μὲν γάρ ἐστι λίθοι χλωροὶ συνδέοντος χρυσοῦ σφᾶς ὁ ὅρμος, τὸν δὲ τῇ Ἐριφύλῃ δοθέντα Ὅμηρός φησιν ἐν Ὀδυσσείᾳ πεποιῆσθαι χρυσοῦ, καὶ οὕτως ἔχει·ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
41.4. For example, in the speech of Eumaeus to Odysseus before Telemachus reaches the court from Pylus, he says:—There came a cunning man to the home of my father,With a necklace of gold strung with amber in between. Again, in the passage called the gifts of Penelope, for he represents the wooers, Eurymachus among them, offering her gifts, he says:—And Eurymachus straightway brought a necklace of varied materials,Of gold strung with pieces of amber, like the sun.But Homer does not say that the necklace given to Eriphyle was of gold varied with stones. So probably the scepter is the only work of Hephaestus.
41.4. οὐ μὲν οὐδὲ ἠγνόει τοὺς ὅρμους τοὺς ποικίλους· ἐν μέν γε τοῖς Εὐμαίου λόγοις πρὸς Ὀδυσσέα, πρὶν ἢ ἐκ Πύλου Τηλέμαχον ἀφικέσθαι σφίσιν ἐπὶ τὴν αὐλήν, ἐν τούτοις τοῖς λόγοις ἐστὶνἤλυθʼ ἀνὴρ πολύιδρις ἐμοῦ πρὸς δώματα πατρόςχρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο, καὶ ἐν Πηνελόπης δώροις—ἄλλους τε γὰρ τῶν μνηστήρων δῶρα καὶ Εὐρύμαχον διδόντα Πηνελόπῃ πεποίηκεν—ὅρμον δʼ Εὐρύμαχος πολυδαίδαλον αὐτίκʼ ἔνεικεχρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥς· Ἐριφύλην δὲ οὐ χρυσῷ καὶ λίθοις ποικίλον δέξασθαί φησιν ὅρμον. οὕτω τὸ εἰκὸς τῷ σκήπτρῳ πρόσεστιν εἶναι μόνον ποίημα Ἡφαίστου.
41.6. There is beyond the city a crag called Petrachus. Here they hold that Cronus was deceived, and received from Rhea a stone instead of Zeus, and there is a small image of Zeus on the summit of the mountain.
41.6. ἔστι δὲ ὑπὲρ τὴν πόλιν κρημνὸς Πετραχὸς καλούμενος· Κρόνον δὲ ἐθέλουσιν ἐνταῦθα ἀπατηθῆναι δεξάμενον ἀντὶ Διὸς πέτρον παρὰ τῆς Ῥέας, καὶ ἄγαλμα Διὸς οὐ μέγα ἐστὶν ἐπὶ κορυφῇ τοῦ ὄρους.
41.7. Here in Chaeroneia they distil unguents from flowers, namely, the lily, the rose, the narcissus and the iris. These prove to be cures for the pains of men. The unguent from the rose, if it be smeared on wooden images, prevents their decaying. The iris grows in marshes, is in size as large as a lily, but is not white in color, and smells less sweet.
41.7. ἐνταῦθα ἐν τῇ Χαιρωνείᾳ μύρα ἀπὸ ἀνθῶν ἕψουσι κρίνου καὶ ῥόδου καὶ ναρκίσσου καὶ ἴρεως· ταῦτα ἀλγηδόνων ἰάματα ἀνθρώποις γίνεται. τὸ δὲ ἐκ τῶν ῥόδων ποιούμενον, εἰ καὶ ἀγάλματα εἰργασμένα ξύλου χρίοις, ῥύεται καὶ ταῦτα σηπεδόνος. ἡ δὲ ἶρις φύεται μὲν ἐν ἕλεσι, μέγεθος δʼ ἐστὶν ἴση κρίνῳ, χρόαν δὲ οὐ λευκή, καὶ ὀσμὴν ἀποδεῖ κρίνου.