1.1. Cyrus' son Cambyses was leading an army of his subjects, Ionian and Aeolian Greeks among them, against this Amasis for the following reason. Cambyses had sent a herald to Egypt asking Amasis for his daughter; he asked on the advice of an Egyptian, who advised it out of resentment against Amasis, that out of all the Egyptian physicians Amasis had dragged him away from his wife and children and sent him up to Persia when Cyrus sent to Amasis asking for the best eye-doctor in Egypt.
1.1. ἐπὶ τοῦτον δὴ τὸν Ἄμασιν Καμβύσης ὁ Κύρου ἐστρατεύετο, ἄγων καί ἄλλους τῶν ἦρχε καὶ Ἑλλήνων Ἴωνάς τε καὶ Αἰολέας, διʼ αἰτίην τοιήνδε. πέμψας Καμβύσης ἐς Αἴγυπτον κήρυκα αἴτεε Ἄμασιν θυγατέρα, αἴτεε δὲ ἐκ βουλῆς ἀνδρὸς Αἰγυπτίου, ὃς μεμφόμενος Ἄμασιν ἔπρηξε ταῦτα ὅτι μιν ἐξ ἁπάντων τῶν ἐν Αἰγύπτῳ ἰητρῶν ἀποσπάσας ἀπὸ γυναικός τε καὶ τέκνων ἔκδοτον ἐποίησε ἐς Πέρσας, ὅτε Κῦρος πέμψας παρὰ Ἄμασιν αἴτεε ἰητρὸν ὀφθαλμῶν ὃς εἴη ἄριστος τῶν ἐν Αἰγύπτῳ.
1.2. Out of resentment, the Egyptian by his advice induced Cambyses to ask Amasis for his daughter, so that Amasis would either be wretched if he gave her, or hated by Cambyses if he did not. Amasis, intimidated by the power of Persia and frightened, could neither give his daughter nor refuse her; for he knew well that Cambyses was not going to take her as his wife but as his concubine.
1.2. ταῦτα δὴ ἐπιμεμφόμενος ὁ Αἰγύπτιος ἐνῆγε τῇ συμβουλῇ κελεύων αἰτέειν τὸν Καμβύσεα Ἄμασιν θυγατέρα, ἵνα ἢ δοὺς ἀνιῷτο ἢ μὴ δοὺς Καμβύσῃ ἀπέχθοιτο. ὁ δὲ Ἄμασις τῇ δυνάμι τῶν Περσέων ἀχθόμενος καὶ ἀρρωδέων οὐκ εἶχε οὔτε δοῦναι οὔτε ἀρνήσασθαι· εὖ γὰρ ἠπίστατο ὅτι οὐκ ὡς γυναῖκά μιν ἔμελλε Καμβύσης ἕξειν ἀλλʼ ὡς παλλακήν.
1.3. After considering the matter, he did as follows. There was a daughter of the former king Apries, all that was left of that family, quite tall and pretty, and her name was Nitetis; this girl Amasis adorned with clothes and gold and sent to Cambyses as his own daughter.
1.3. ταῦτα δὴ ἐκλογιζόμενος ἐποίησε τάδε. ἦν Ἀπρίεω τοῦ προτέρου βασιλέος θυγάτηρ κάρτα μεγάλη τε καὶ εὐειδὴς μούνη τοῦ οἴκου λελειμμένη, οὔνομα δέ οἱ ἦν Νίτητις· ταύτην δὴ τὴν παῖδα ὁ Ἄμασις κοσμήσας ἐσθῆτί τε καὶ χρυσῷ ἀποπέμπει ἐς Πέρσας ὡς ἑωυτοῦ θυγατέρα.
1.4. But after a time, as he embraced her addressing her as the daughter of Amasis, the girl said to him, “O King, you do not understand how you have been made a fool of by Amasis, who dressed me in finery and sent me to you as his own daughter, when I am in fact the daughter of Apries, the ruler Amasis revolted from with the Egyptians and killed.”
1.4. μετὰ δὲ χρόνον ὥς μιν ἠσπάζετο πατρόθεν ὀνομάζων, λέγει πρὸς αὐτὸν ἡ παῖς ὦ βασιλεῦ, διαβεβλημένος ὑπὸ Ἀμάσιος οὐ μανθάνεις. ὃς ἐμὲ σοὶ κόσμῳ ἀσκήσας ἀπέπεμψε ὡς ἑωυτοῦ θυγατέρα διδούς, ἐοῦσαν τῇ ἀληθείῃ Ἀπρίεω, τὸν ἐκεῖνος ἐόντα ἑωυτοῦ δεσπότεα μετʼ Αἰγυπτίων ἐπαναστὰς ἐφόνευσε.
1.5. This speech and this crime that occurred turned Cyrus' son Cambyses, furiously angry, against Egypt. So the Persians say.
1.5. τοῦτο δὴ τὸ ἔπος καὶ αὕτη ἡ αἰτίη ἐγγενομένη ἤγαγε Καμβύσεα τὸν Κύρου μεγάλως θυμωθέντα ἐπʼ Αἴγυπτον.
2.1. But the Egyptians, who say that Cambyses was the son of this daughter of Apries, claim him as one of theirs; they say that it was Cyrus who asked Amasis for his daughter, and not Cambyses.
2.1. οὕτω μέν νυν λέγουσι Πέρσαι. Αἰγύπτιοι δὲ οἰκηιοῦνται Καμβύσεα, φάμενοί μιν ἐκ ταύτης δὴ τῆς Ἀπρίεω θυγατρὸς γενέσθαι· Κῦρον γὰρ εἶναι τὸν πέμψαντα παρὰ Ἄμασιν ἐπὶ τὴν θυγατέρα, ἀλλʼ οὐ Καμβύσεα. λέγοντες δὲ ταῦτα οὐκ ὀρθῶς λέγουσι.
2.2. But what they say is false. They are certainly not unaware (for if any understand the customs of the Persians the Egyptians do) firstly, that it is not their custom for illegitimate offspring to rule when there are legitimate offspring; and secondly, that Cambyses was the son of Cassandane, the daughter of Pharnaspes, who was an Achaemenid, and not of the Egyptian woman. But they falsify the story, pretending to be related to the house of Cyrus. That is the truth of the matter.
2.2. οὐ μὲν οὐδὲ λέληθε αὐτούς (εἰ γὰρ τινὲς καὶ ἄλλοι, τὰ Περσέων νόμιμα ἐπιστέαται καὶ Αἰγύπτιοι) ὅτι πρῶτα μὲν νόθον οὔ σφι νόμος ἐστὶ βασιλεῦσαι γνησίου παρεόντος, αὖτις δὲ ὅτι Κασσανδάνης τῆς Φαρνάσπεω θυγατρὸς ἦν παῖς Καμβύσης, ἀνδρὸς Ἀχαιμενίδεω, ἀλλʼ οὐκ ἐκ τῆς Αἰγυπτίης. ἀλλὰ παρατρέπουσι τὸν λόγον προσποιεύμενοι τῇ Κύρου οἰκίῃ συγγενέες εἶναι.
3.1. The following story, incredible to me, is also told: that one of the Persian women who came to visit Cyrus' wives, and saw the tall and attractive children who stood by Cassandane, expressed her admiration in extravagant terms. Then Cassandane, Cyrus' wife, said, “Although I am the mother of such children, Cyrus dishonors me and honors his new woman from Egypt.”
3.1. καὶ ταῦτα μὲν ὧδε ἔχει. λέγεται δὲ καὶ ὅδε λόγος, ἐμοὶ μὲν οὐ πιθανός, ὡς τῶν Περσίδων γυναικῶν ἐσελθοῦσά τις παρὰ τὰς Κύρου γυναῖκας, ὡς εἶδε τῇ Κασσανδάνῃ παρεστεῶτα τέκνα εὐειδέα τε καὶ μεγάλα, πολλῷ ἐχρᾶτο τῷ ἐπαίνῳ ὑπερθωμάζουσα, ἡ δὲ Κασσανδάνη ἐοῦσα τοῦ Κύρου γυνὴ εἶπε τάδε·
3.2. So she spoke in her bitterness against Nitetis; and Cambyses, the eldest of her sons, said, “Then, mother, when I am grown up, I will turn all Egypt upside down.”
3.2. τοιῶνδε μέντοι ἐμὲ παίδων μητέρα ἐοῦσαν Κῦρος ἐν ἀτιμίῃ ἔχει, τὴν δὲ ἀπʼ Αἰγύπτου ἐπίκτητον ἐν τιμῇ τίθεται. τὴν μὲν ἀχθομένην τῇ Νιτήτι εἰπεῖν ταῦτα, τῶν δέ οἱ παίδων τὸν πρεσβύτερον εἰπεῖν Καμβύσεα·
3.3. When he said this, he was about ten years old, and the women were amazed; but he kept it in mind, and it was thus that when he grew up and became king, he made the campaign against Egypt.
3.3. τοιγάρ τοι ὦ μῆτερ, ἐπεὰν ἐγὼ γένωμαι ἀνήρ, Αἰγύπτου τὰ μὲν ἄνω κάτω θήσω, τὰ δὲ κάτω ἄνω. ταῦτα εἰπεῖν αὐτὸν ἔτεα ὡς δέκα κου γεγονότα, καὶ τὰς γυναῖκας ἐν θώματι γενέσθαι· τὸν δὲ διαμνημονεύοντα οὕτω δή, ἐπείτε ἀνδρώθη καὶ ἔσχε τὴν βασιληίην, ποιήσασθαι τὴν ἐπʼ Αἴγυπτον στρατηίην.
4.1. It so happened, too, that something else occurred contributing to this campaign. There was among Amasis' mercenaries a man who was a Halicarnassian by birth, a clever man and a good soldier, whose name was Phanes.
4.1. συνήνεικε δὲ καὶ ἄλλο τι τοιόνδε πρῆγμα γενέσθαι ἐς τὴν ἐπιστράτευσιν ταύτην. ἦν τῶν ἐπικούρων Ἀμάσιος ἀνὴρ γένος μὲν Ἁλικαρνησσεύς, οὔνομα δέ οἱ Φάνης, καὶ γνώμην ἱκανὸς καὶ τὰ πολεμικὰ ἄλκιμος.
4.2. This Phanes had some grudge against Amasis, and fled from Egypt aboard ship, hoping to talk to Cambyses. Since he was a man much admired among the mercenaries and had an exact knowledge of all Egyptian matters, Amasis was anxious to catch him, and sent a trireme with his most trusted eunuch to pursue him. This eunuch caught him in Lycia but never brought him back to Egypt, for Phanes was too clever for him.
4.2. οὗτος ὁ Φάνης μεμφόμενός κού τι Ἀμάσι ἐκδιδρήσκει πλοίῳ ἐξ Αἰγύπτου, βουλόμενος Καμβύσῃ ἐλθεῖν ἐς λόγους. οἷα δὲ ἐόντα αὐτὸν ἐν τοῖσι ἐπικούροισι λόγου οὐ σμικροῦ ἐπιστάμενόν τε τὰ περὶ Αἴγυπτον ἀτρεκέστατα, μεταδιώκει ὁ Ἄμασις σπουδὴν ποιεύμενος ἑλεῖν, μεταδιώκει δὲ τῶν εὐνούχων τὸν πιστότατον ἀποστείλας τριήρεϊ κατʼ αὐτόν, ὃς αἱρέει μιν ἐν Λυκίῃ, ἑλὼν δὲ οὐκ ἀνήγαγε ἐς Αἴγυπτον· σοφίῃ γάρ μιν περιῆλθε ὁ Φάνης·
4.3. He made his guards drunk and so escaped to Persia. There he found Cambyses prepared to set out against Egypt, but in doubt as to his march, how he should cross the waterless desert; so Phanes showed him what was Amasis' condition and how he should march; as to this, he advised Cambyses to send and ask the king of the Arabians for a safe passage.
4.3. καταμεθύσας γὰρ τοὺς φυλάκους ἀπαλλάσσετο ἐς Πέρσας. ὁρμημένῳ δὲ στρατεύεσθαι Καμβύσῃ ἐπʼ Αἴγυπτον καὶ ἀπορέοντι τὴν ἔλασιν, ὅκως τὴν ἄνυδρον διεκπερᾷ, ἐπελθὼν φράζει μὲν καὶ τὰ ἄλλα τὰ Ἀμάσιος πρήγματα, ἐξηγέεται δὲ καὶ τὴν ἔλασιν, ὧδε παραινέων, πέμψαντα παρὰ τὸν Ἀραβίων βασιλέα δέεσθαι τὴν διέξοδόν οἱ ἀσφαλέα παρασχεῖν.
5.1. Now the only apparent way of entry into Egypt is this. The road runs from Phoenicia as far as the borders of the city of Cadytis, which belongs to the so-called Syrians of Palestine.
5.1. μούνῃ δὲ ταύτῃ εἰσὶ φανεραὶ ἐσβολαὶ ἐς Αἴγυπτον. ἀπὸ γὰρ Φοινίκης μέχρι οὔρων τῶν Καδύτιος πόλιος ἐστὶ Σύρων τῶν Παλαιστίνων καλεομένων·
5.2. From Cadytis (which, as I judge, is a city not much smaller than Sardis ) to the city of Ienysus the seaports belong to the Arabians; then they are Syrian again from Ienysus as far as the Serbonian marsh, beside which the Casian promontory stretches seawards;
5.2. ἀπὸ δὲ Καδύτιος ἐούσης πόλιος, ὡς ἐμοὶ δοκέει, Σαρδίων οὐ πολλῷ ἐλάσσονος, ἀπὸ ταύτης τὰ ἐμπόρια τὰ ἐπὶ θαλάσσης μέχρι Ἰηνύσου πόλιος ἐστὶ τοῦ Ἀραβίου, ἀπὸ δὲ Ἰηνύσου αὖτις Σύρων μέχρι Σερβωνίδος λίμνης, παρʼ ἣν δὴ τὸ Κάσιον ὄρος τείνει ἐς θάλασσαν·
5.3. from this Serbonian marsh, where Typho is supposed to have been hidden, the country is Egypt. Now between Ienysus and the Casian mountain and the Serbonian marsh there lies a wide territory for as much as three days' journey, terribly arid.
5.3. ἀπὸ δὲ Σερβωνίδος λίμνης, ἐν τῇ δὴ λόγος τὸν Τυφῶ κεκρύφθαι, ἀπὸ ταύτης ἤδη Αἴγυπτος. τὸ δὴ μεταξὺ Ἰηνύσου πόλιος καὶ Κασίου τε ὄρεος καὶ τῆς Σερβωνίδος λίμνης, ἐὸν τοῦτο οὐκ ὀλίγον χωρίον ἀλλὰ ὅσον τε ἐπὶ τρεῖς ἡμέρας ὁδόν, ἄνυδρον ἐστὶ δεινῶς.
6.1. I am going to mention something now which few of those who sail to Egypt know. Earthen jars full of wine are brought into Egypt twice a year from all Greece and Phoenicia besides: yet one might safely say there is not a single empty wine jar anywhere in the country.
6.1. τὸ δὲ ὀλίγοι τῶν ἐς Αἴγυπτον ναυτιλλομένων ἐννενώκασι, τοῦτο ἔρχομαι φράσων. ἐς Αἴγυπτον ἐκ τῆς Ἑλλάδος πάσης καὶ πρὸς ἐκ Φοινίκης κέραμος ἐσάγεται πλήρης οἴνου δὶς τοῦ ἔτεος ἑκάστου, καὶ ἓν κεράμιον οἰνηρὸν ἀριθμῷ κεινὸν οὐκ ἔστι ὡς λόγῳ εἰπεῖν ἰδέσθαι.
6.2. What then (one may ask) becomes of them? I shall explain this too. Each governor of a district must gather in all the earthen pots from his own township and take them to Memphis, and the people of Memphis must fill them with water and carry them to those arid lands of Syria; so the earthen pottery that is brought to Egypt and unloaded or emptied there is carried to Syria to join the stock that has already been taken there.
6.2. κοῦ δῆτα, εἴποι τις ἄν, ταῦτα ἀναισιμοῦται; ἐγὼ καὶ τοῦτο φράσω· δεῖ τὸν μὲν δήμαρχον ἕκαστον ἐκ τῆς ἑωυτοῦ πόλιος συλλέξαντα πάντα τὸν κέραμον ἄγειν ἐς Μέμφιν, τοὺς δὲ ἐκ Μέμφιος ἐς ταῦτα δὴ τὰ ἄνυδρα τῆς Συρίης κομίζειν πλήσαντας ὕδατος. οὕτω ὁ ἐπιφοιτέων κέραμος καὶ ἐξαιρεόμενος ἐν Αἰγύπτῳ ἐπὶ τὸν παλαιὸν κομίζεται ἐς Συρίην.
7.1. Now as soon as the Persians took possession of Egypt, they became the caretakers of the entryway into it, having it provisioned with water in the way I have described.
7.1. οὕτω μέν νυν Πέρσαι εἰσὶ οἱ τὴν ἐσβολὴν ταύτην παρασκευάσαντες ἐς Αἴγυπτον, κατὰ δὴ τὰ εἰρημένα σάξαντες ὕδατι, ἐπείτε τάχιστα παρέλαβον Αἴγυπτον.
7.2. But at this time there was as yet no ready supply of water; and so Cambyses, hearing what was said by the stranger from Halicarnassus, sent messengers to the Arabian and asked and obtained safe conduct, giving to him and receiving from him pledges.
7.2. τότε δὲ οὐκ ἐόντος κω ὕδατος ἑτοίμου, Καμβύσης πυθόμενος τοῦ Ἁλικαρνησσέος ξείνου, πέμψας παρὰ τὸν Ἀράβιον ἀγγέλους καὶ δεηθεὶς τῆς ἀσφαλείης ἔτυχε, πίστις δούς τε καὶ δεξάμενος παρʼ αὐτοῦ.
8.1. There are no men who respect pledges more than the Arabians. This is how they give them: a man stands between the two pledging parties, and with a sharp stone cuts the palms of their hands, near the thumb; then he takes a piece of wool from the cloak of each and smears with their blood seven stones that lie between them, meanwhile calling on Dionysus and the Heavenly Aphrodite;
8.1. σέβονται δὲ Ἀράβιοι πίστις ἀνθρώπων ὅμοια τοῖσι μάλιστα, ποιεῦνται δὲ αὐτὰς τρόπῳ τοιῷδε· τῶν βουλομένων τὰ πιστὰ ποιέεσθαι ἄλλος ἀνήρ, ἀμφοτέρων αὐτῶν ἐν μέσῳ ἑστεώς, λίθῳ ὀξέι τὸ ἔσω τῶν χειρῶν παρὰ τοὺς δακτύλους τοὺς μεγάλους ἐπιτάμνει τῶν ποιευμένων τὰς πίστις, καὶ ἔπειτα λαβὼν ἐκ τοῦ ἱματίου ἑκατέρου κροκύδα ἀλείφει τῷ αἵματι ἐν μέσῳ κειμένους λίθους ἑπτά· τοῦτο δὲ ποιέων ἐπικαλέει τε τὸν Διόνυσον καὶ τὴν Οὐρανίην.
8.2. after this is done, the one who has given his pledge commends the stranger (or his countryman if the other be one) to his friends, and his friends hold themselves bound to honor the pledge.
8.2. ἐπιτελέσαντος δὲ τούτου ταῦτα, ὁ τὰς πίστις ποιησάμενος τοῖσι φίλοισι παρεγγυᾷ τὸν ξεῖνον ἢ καὶ τὸν ἀστόν, ἢν πρὸς ἀστὸν ποιέηται· οἱ δὲ φίλοι καὶ αὐτοὶ τὰς πίστις δικαιεῦσι σέβεσθαι.
8.3. They believe in no other gods except Dionysus and the Heavenly Aphrodite; and they say that they wear their hair as Dionysus does his, cutting it round the head and shaving the temples. They call Dionysus, Orotalt; and Aphrodite, Alilat.
8.3. Διόνυσον δὲ θεῶν μοῦνον καὶ τὴν Οὐρανίην ἡγέονται εἶναι, καὶ τῶν τριχῶν τὴν κουρὴν κείρεσθαι φασὶ κατά περ αὐτὸν τὸν Διόνυσον κεκάρθαι· κείρονται δὲ περιτρόχαλα, ὑποξυρῶντες τοὺς κροτάφους. ὀνομάζουσι δὲ τὸν μὲν Διόνυσον Ὀροτάλτ, τὴν δὲ Οὐρανίην Ἀλιλάτ.
9.1. When, then, the Arabian had made the pledge to the messengers who had come from Cambyses, he devised the following expedient: he filled camel-skins with water and loaded all his camels with these; then he drove them into the waterless land and there awaited Cambyses' army.
9.1. ἐπεὶ ὦν τὴν πίστιν τοῖσι ἀγγέλοισι τοῖσι παρὰ Καμβύσεω ἀπιγμένοισι ἐποιήσατο ὁ Ἀράβιος, ἐμηχανᾶτο τοιάδε· ἀσκοὺς καμήλων πλήσας, ὕδατος ἐπέσαξε ἐπὶ τὰς ζωὰς τῶν καμήλων πάσας, τοῦτο δὲ ποιήσας ἤλασε ἐς τὴν ἄνυδρον καὶ ὑπέμενε ἐνθαῦτα τὸν Καμβύσεω στρατόν.
9.2. This is the most credible of the stories told; but I must relate the less credible tale also, since they tell it. There is a great river in Arabia called Corys, emptying into the sea called Red.
9.2. οὗτος μὲν ὁ πιθανώτερος τῶν λόγων εἴρηται, δεῖ δὲ καὶ τὸν ἧσσον πιθανόν, ἐπεί γε δὴ λέγεται, ῥηθῆναι. ποταμός ἐστι μέγας ἐν τῇ Ἀραβίῃ τῷ οὔνομα Κόρυς, ἐκδιδοῖ δὲ οὗτος ἐς τὴν Ἐρυθρὴν καλεομένην θάλασσαν·
9.3. From this river (it is said) the king of the Arabians brought water by an aqueduct made of sewn oxhides and other hides and extensive enough to reach to the dry country; and he had great tanks dug in that country to try to receive and keep the water.
9.3. ἀπὸ τούτου δὴ ὦν τοῦ ποταμοῦ λέγεται τὸν βασιλέα τῶν Ἀραβίων, ῥαψάμενον τῶν ὠμοβοέων καὶ τῶν ἄλλων δερμάτων ὀχετὸν μήκεϊ ἐξικνεύμενον ἐς τὴν ἄνυδρον, ἀγαγεῖν διὰ δὴ τούτων τὸ ὕδωρ, ἐν δὲ τῇ ἀνύδρῳ μεγάλας δεξαμενὰς ὀρύξασθαι, ἵνα δεκόμεναι τὸ ὕδωρ σώζωσι.
9.4. It is a twelve days' journey from the river to that desert. By three aqueducts (they say) he brought the water to three different places.
9.4. ὁδὸς δʼ ἐστὶ δυώδεκα ἡμερέων ἀπὸ τοῦ ποταμοῦ ἐς ταύτην τὴν ἄνυδρον. ἄγειν δέ μιν διʼ ὀχετῶν τριῶν ἐς τριξὰ χωρία.
10.1. Psammenitus, son of Amasis, was encamped by the mouth of the Nile called Pelusian, awaiting Cambyses.
10.1. ἐν δὲ τῷ Πηλουσίῳ καλεομένῳ στόματι τοῦ Νείλου ἐστρατοπεδεύετο Ψαμμήνιτος ὁ Ἀμάσιος παῖς ὑπομένων Καμβύσεα.
10.2. For when Cambyses marched against Egypt, he found Amasis no longer alive; he had died after reigning forty-four years, during which he had suffered no great misfortune; and being dead he was embalmed and laid in the burial-place built for him in the temple.
10.2. Ἄμασιν γὰρ οὐ κατέλαβε ζῶντα Καμβύσης ἐλάσας ἐπʼ Αἴγυπτον, ἀλλὰ βασιλεύσας ὁ Ἄμασις τέσσερα καὶ τεσσεράκοντα ἔτεα ἀπέθανε, ἐν τοῖσι οὐδέν οἱ μέγα ἀνάρσιον πρῆγμα συνηνείχθη· ἀποθανὼν δὲ καὶ ταριχευθεὶς ἐτάφη ἐν τῇσι ταφῇσι ἐν τῷ ἱρῷ, τὰς αὐτὸς οἰκοδομήσατο.
10.3. While his son Psammenitus was king of Egypt, the people saw an extraordinary thing, namely, rain at Thebes of Egypt, where, as the Thebans themselves say, there had never been rain before, nor since to my lifetime; for indeed there is no rain at all in the upper parts of Egypt; but at that time a drizzle of rain fell at Thebes.
10.3. ἐπὶ Ψαμμηνίτου δὲ τοῦ Ἀμάσιος βασιλεύοντος Αἰγύπτου φάσμα Αἰγυπτίοισι μέγιστον δὴ ἐγένετο· ὕσθησαν γὰρ Θῆβαι αἱ Αἰγύπτιαι, οὔτε πρότερον οὐδαμὰ ὑσθεῖσαι οὔτε ὕστερον τὸ μέχρι ἐμεῦ, ὡς λέγουσι αὐτοὶ Θηβαῖοι· οὐ γὰρ δὴ ὕεται τὰ ἄνω τῆς Αἰγύπτου τὸ παράπαν· ἀλλὰ καὶ τότε ὕσθησαν αἱ Θῆβαι ψακάδι.
11.1. When the Persians had crossed the waterless country and encamped near the Egyptians intending to engage them, the Egyptian mercenaries, Greeks and Carians, devised a plan to punish Phanes, angered at him for leading a foreign army into Egypt.
11.1. οἱ δὲ Πέρσαι ἐπείτε διεξελάσαντες τὴν ἄνυδρον ἵζοντο πέλας τῶν Αἰγυπτίων ὡς συμβαλέοντες, ἐνθαῦτα οἱ ἐπίκουροι οἱ τοῦ Αἰγυπτίου, ἐόντες ἄνδρες Ἕλληνές τε καὶ Κᾶρες, μεμφόμενοι τῷ Φάνῃ ὅτι στρατὸν ἤγαγε ἐπʼ Αἴγυπτον ἀλλόθροον, μηχανῶνται πρῆγμα ἐς αὐτὸν τοιόνδε.
11.2. Phanes had left sons in Egypt; these they brought to the camp, into their father's sight, and set a great bowl between the two armies; then they brought the sons one by one and cut their throats over the bowl.
11.2. ἦσαν τῷ Φάνῃ παῖδες ἐν Αἰγύπτῳ καταλελειμμένοι· τοὺς ἀγαγόντες ἐς τὸ στρατόπεδον καὶ ἐς ὄψιν τοῦ πατρὸς κρητῆρα ἐν μέσῳ ἔστησαν ἀμφοτέρων τῶν στρατοπέδων, μετὰ δὲ ἀγινέοντες κατὰ ἕνα ἕκαστον τῶν παίδων ἔσφαζον ἐς τὸν κρητῆρα·
11.3. When all the sons had been slaughtered, they poured wine and water into the bowl, and the mercenaries drank this and then gave battle. The fighting was fierce, and many of both armies fell; but at last the Egyptians were routed.
11.3. διὰ πάντων δὲ διεξελθόντες τῶν παίδων οἶνόν τε καὶ ὕδωρ ἐσεφόρεον ἐς αὐτόν, ἐμπιόντες δὲ τοῦ αἵματος πάντες οἱ ἐπίκουροι οὕτω δὴ συνέβαλον. μάχης δὲ γενομένης καρτερῆς καὶ πεσόντων ἐξ ἀμφοτέρων τῶν στρατοπέδων πλήθεϊ πολλῶν ἐτράποντο οἱ Αἰγύπτιοι.
12.1. I saw a strange thing on the site of the battle, of which the people of the country had told me. The bones of those killed on either side in this fight lying scattered separately (for the Persian bones lay in one place and the Egyptian in another, where the armies had first separately stood), the skulls of the Persians are so brittle that if you throw no more than a pebble it will pierce them, but the Egyptian skulls are so strong that a blow of a stone will hardly crack them.
12.1. θῶμα δὲ μέγα εἶδον πυθόμενος παρὰ τῶν ἐπιχωρίων· τῶν γὰρ ὀστέων περικεχυμένων χωρὶς ἑκατέρων τῶν ἐν τῇ μάχῃ ταύτῃ πεσόντων (χωρὶς μὲν γὰρ τῶν Περσέων ἔκειτο τὰ ὀστέα, ὡς ἐχωρίσθη κατʼ ἀρχάς, ἑτέρωθι δὲ τῶν Αἰγυπτίων), αἱ μὲν τῶν Περσέων κεφαλαί εἰσι ἀσθενέες οὕτω ὥστε, εἰ θέλεις ψήφῳ μούνῃ βαλεῖν, διατετρανέεις, αἱ δὲ τῶν Αἰγυπτίων οὕτω δή τι ἰσχυραί, μόγις ἂν λίθῳ παίσας διαρρήξειας.
12.2. And this, the people said (which for my own part I readily believed), is the explanation of it: the Egyptians shave their heads from childhood, and the bone thickens by exposure to the sun.
12.2. αἴτιον δὲ τούτου τόδε ἔλεγον, καὶ ἐμέ γʼ εὐπετέως ἔπειθον, ὅτι Αἰγύπτιοι μὲν αὐτίκα ἀπὸ παιδίων ἀρξάμενοι ξυρῶνται τὰς κεφαλὰς καὶ πρὸς τὸν ἥλιον παχύνεται τὸ ὀστέον.
12.3. This also is the reason why they do not grow bald; for nowhere can one see so few bald heads as in Egypt.
12.3. τὠυτὸ δὲ τοῦτο καὶ τοῦ μὴ φαλακροῦσθαι αἴτιον ἐστί· Αἰγυπτίων γὰρ ἄν τις ἐλαχίστους ἴδοιτο φαλακροὺς πάντων ἀνθρώπων.
12.4. Their skulls then are strong for this reason; while the Persian skulls are weak because they cover their heads throughout their lives with the felt hats (called tiaras) which they wear. Such is the truth of the matter. I saw too the skulls of those Persians at Papremis who were killed with Darius' son Achaemenes by Inaros the Libyan, and they were like the others.
12.4. τούτοισι μὲν δὴ τοῦτο ἐστὶ αἴτιον ἰσχυρὰς φορέειν τὰς κεφαλάς, τοῖσι δὲ Πέρσῃσι ὅτι ἀσθενέας φορέουσι τὰς κεφαλὰς αἴτιον τόδε· σκιητροφέουσι ἐξ ἀρχῆς πίλους τιάρας φορέοντες. ταῦτα μέν νυν τοιαῦτα· εἶδον δὲ καὶ ἄλλα ὅμοια τούτοισι ἐν Παπρήμι τῶν ἅμα Ἀχαιμένεϊ τῷ Δαρείου διαφθαρέντων ὑπὸ Ἰνάρω τοῦ Λίβυος.
13.1. After their rout in the battle the Egyptians fled in disorder; and when they had been overtaken in Memphis, Cambyses sent a Persian herald up the river aboard a Mytilenean boat to invite the Egyptians to an accord.
13.1. οἱ δὲ Αἰγύπτιοι ἐκ τῆς μάχης ὡς ἐτράποντο, ἔφευγον οὐδενὶ κόσμῳ· κατειληθέντων δὲ ἐς Μέμφιν, ἔπεμπε ἀνὰ ποταμὸν Καμβύσης νέα Μυτιληναίην κήρυκα ἄγουσαν ἄνδρα Πέρσην, ἐς ὁμολογίην προκαλεόμενος Αἰγυπτίους.
13.2. But when they saw the boat coming to Memphis, they sallied out all together from their walls, destroyed the boat, dismembered the crew (like butchers) and carried them within the walls.
13.2. οἳ δὲ ἐπείτε τὴν νέα εἶδον ἐσελθοῦσαν ἐς τὴν Μέμφιν, ἐκχυθέντες ἁλέες ἐκ τοῦ τείχεος τήν τε νέα διέφθειραν καὶ τοὺς ἄνδρας κρεουργηδὸν διασπάσαντες ἐφόρεον ἐς τὸ τεῖχος.
13.3. So the Egyptians were besieged, and after a long while surrendered; but the neighboring Libyans, frightened by what had happened in Egypt, surrendered without a fight, laying tribute on themselves and sending gifts; and so too did the people of Cyrene and Barca, frightened like the Libyans.
13.3. καὶ Αἰγύπτιοι μὲν μετὰ τοῦτο πολιορκεύμενοι χρόνῳ παρέστησαν, οἱ δὲ προσεχέες Λίβυες δείσαντες τὰ περὶ τὴν Αἴγυπτον γεγονότα παρέδοσαν σφέας αὐτοὺς ἀμαχητὶ καὶ φόρον τε ἐτάξαντο καὶ δῶρα ἔπεμπον. ὣς δὲ Κυρηναῖοι καὶ Βαρκαῖοι, δείσαντες ὁμοίως καὶ οἱ Λίβυες, τοιαῦτα ἐποίησαν.
13.4. Cambyses received in all kindness the gifts of the Libyans; but he seized what came from Cyrene and, displeased, I think, because it was so little—for the Cyrenaeans had sent five hundred silver minae—cast it with his own hands among his army.
13.4. Καμβύσης δὲ τὰ μὲν παρὰ Λιβύων ἐλθόντα δῶρα φιλοφρόνως ἐδέξατο· τὰ δὲ παρὰ Κυρηναίων ἀπικόμενα μεμφθείς, ὡς ἐμοὶ δοκέει, ὅτι ἦν ὀλίγα· ἔπεμψαν γὰρ δὴ πεντακοσίας μνέας ἀργυρίου οἱ Κυρηναῖοι· ταύτας δρασσόμενος αὐτοχειρίῃ διέσπειρε τῇ στρατιῇ.
14.1. On the tenth day after the surrender of the walled city of Memphis, Cambyses took Psammenitus king of Egypt, who had reigned for six months, and confined him in the outer part of the city with other Egyptians, to insult him; having confined him there, he tried Psammenitus' spirit, as I shall show.
14.1. ἡμέρῃ δὲ δεκάτῃ ἀπʼ ἧς παρέλαβε τὸ τεῖχος τὸ ἐν Μέμφι Καμβύσης, κατίσας ἐς τὸ προάστειον ἐπὶ λύμῃ τὸν βασιλέα τῶν Αἰγυπτίων Ψαμμήνιτον, βασιλεύσαντα μῆνας ἕξ, τοῦτον κατίσας σὺν ἄλλοισι Αἰγυπτίοισι διεπειρᾶτο αὐτοῦ τῆς ψυχῆς ποιέων τοιάδε·
14.2. He dressed the daughter of the king as a slave and sent her out with a pitcher to fetch water, together with other girls from the families of the leading men, dressed like the daughter of the king.
14.2. στείλας αὐτοῦ τὴν θυγατέρα ἐσθῆτι δουληίῃ ἐξέπεμπε ἐπʼ ὕδωρ ἔχουσαν ὑδρήιον, συνέπεμπε δὲ καὶ ἄλλας παρθένους ἀπολέξας ἀνδρῶν τῶν πρώτων, ὁμοίως ἐσταλμένας τῇ τοῦ βασιλέος.
14.3. So when the girls went out before their fathers' eyes crying and lamenting, all the rest answered with cries and weeping, seeing their children abused; but Psammenitus, having seen with his own eyes and learned all, bowed himself to the ground.
14.3. ὡς δὲ βοῇ τε καὶ κλαυθμῷ παρήισαν αἱ παρθένοι παρὰ τοὺς πατέρας, οἱ μὲν ἄλλοι πάντες ἀντεβόων τε καὶ ἀντέκλαιον ὁρῶντες τὰ τέκνα κεκακωμένα, ὁ δὲ Ψαμμήνιτος προϊδὼν καὶ μαθὼν ἔκυψε ἐς τὴν γῆν.
14.4. After the water-carriers had passed by, Cambyses next made Psammenitus' son go out before him with two thousand Egyptians of the same age, all with ropes bound round their necks and bridle-bits in their mouths;
14.4. παρελθουσέων δὲ τῶν ὑδροφόρων, δεύτερά οἱ τὸν παῖδα ἔπεμπε μετʼ ἄλλων Αἰγυπτίων δισχιλίων τὴν αὐτὴν ἡλικίην ἐχόντων, τούς τε αὐχένας κάλῳ δεδεμένους καὶ τὰ στόματα ἐγκεχαλινωμένους·
14.5. they were led out to be punished for those Mytileneans who had perished with their boat at Memphis; for such was the judgment of the royal judges, that every man's death be paid for by the deaths of ten noble Egyptians.
14.5. ἤγοντο δὲ ποινὴν τίσοντες Μυτιληναίων τοῖσι ἐν Μέμφι ἀπολομένοισι σὺν τῇ νηί. ταῦτα γὰρ ἐδίκασαν οἱ βασιλήιοι δικασταί, ὑπὲρ ἀνδρὸς ἑκάστου δέκα Αἰγυπτίων τῶν πρώτων ἀνταπόλλυσθαι.
14.6. When Psammenitus saw them passing and perceived that his son was being led out to die, and all the Egyptians who sat with him wept and showed their affliction, he did as he had done at the sight of his daughter.
14.6. ὁ δὲ ἰδὼν παρεξιόντας καὶ μαθὼν τὸν παῖδα ἡγεόμενον ἐπὶ θάνατον, τῶν ἄλλων Αἰγυπτίων τῶν περικατημένων αὐτὸν κλαιόντων καὶ δεινὰ ποιεύντων, τὠυτὸ ἐποίησε τὸ καὶ ἐπὶ τῇ θυγατρί.
14.7. After these too had gone out, it happened that there was one of his companions, a man past his prime, who had lost all his possessions, and had only what a poor man might have, and begged of the army; this man now went out before Psammenitus son of Amasis and the Egyptians confined in the outer part of the city. When Psammenitus saw him, he broke into loud weeping, striking his head and calling on his companion by name.
14.7. παρελθόντων δὲ καὶ τούτων, συνήνεικε ὥστε τῶν συμποτέων οἱ ἄνδρα ἀπηλικέστερον, ἐκπεπτωκότα ἐκ τῶν ἐόντων ἔχοντά τε οὐδὲν εἰ μὴ ὅσα πτωχὸς καὶ προσαιτέοντα τὴν στρατιήν, παριέναι Ψαμμήνιτόν τε τὸν Ἀμάσιος καὶ τοὺς ἐν τῷ προαστείῳ κατημένους Αἰγυπτίων. ὁ δὲ Ψαμμήνιτος ὡς εἶδε, ἀνακλαύσας μέγα καὶ καλέσας ὀνομαστὶ τὸν ἑταῖρον ἐπλήξατο τὴν κεφαλήν.
14.8. Now there were men set to watch Psammenitus, who told Cambyses all that he did as each went forth. Wondering at what the king did, Cambyses made this inquiry of him by a messenger:
14.8. ἦσαν δʼ ἄρα αὐτοῦ φύλακοι, οἳ τὸ ποιεύμενον πᾶν ἐξ ἐκείνου ἐπʼ ἑκάστῃ ἐξόδῳ Καμβύσῃ ἐσήμαινον. θωμάσας δὲ ὁ Καμβύσης τὰ ποιεύμενα, πέμψας ἄγγελον εἰρώτα αὐτὸν λέγων τάδε.
14.9. “Psammenitus, Lord Cambyses wants to know why, seeing your daughter abused and your son going to his death, you did not cry out or weep, yet you showed such feeling for the beggar, who (as Cambyses learns from others) is not one of your kindred?” So the messenger inquired. Psammenitus answered:
14.9. δεσπότης σε Καμβύσης, Ψαμμήνιτε, εἰρωτᾷ διʼ ὅ τι δὴ τὴν μὲν θυγατέρα ὁρέων κεκακωμένην καὶ τὸν παῖδα ἐπὶ θάνατον στείχοντα οὔτε ἀνέβωσας οὔτε ἀπέκλαυσας, τὸν δὲ πτωχὸν οὐδὲν σοὶ προσήκοντα, ὡς ἄλλων πυνθάνεται, ἐτίμησας. ὃ μὲν δὴ ταῦτα ἐπειρώτα, ὃ δʼ ἀμείβετο τοῖσιδε.
14.10. “Son of Cyrus, my private grief was too great for weeping; but the unhappiness of my companion deserves tears—a man fallen from abundance and prosperity to beggary come to the threshold of old age.” When the messenger reported this, Cambyses and his court, it is said, thought the answer good.
14.10. ὦ παῖ Κύρου, τὰ μὲν οἰκήια ἦν μέζω κακὰ ἢ ὥστε ἀνακλαίειν, τὸ δὲ τοῦ ἑταίρου πένθος ἄξιον ἦν δακρύων, ὃς ἐκ πολλῶν τε καὶ εὐδαιμόνων ἐκπεσὼν ἐς πτωχηίην ἀπῖκται ἐπὶ γήραος οὐδῷ. καὶ ταῦτα ὡς ἀπενειχθέντα ὑπὸ τούτου εὖ δοκέειν σφι εἰρῆσθαι, ὡς [δὲ] λέγεται ὑπʼ Αἰγυπτίων, δακρύειν μὲν Κροῖσον (ἐτετεύχεε γὰρ καὶ οὗτος ἐπισπόμενος Καμβύσῃ ἐπʼ Αἴγυπτους), δακρύειν δὲ Περσέων τοὺς παρεόντας·
14.11. And, the Egyptians say, Croesus wept (for it happened that he too had come with Cambyses to Egypt ) and the Persians that were there wept; Cambyses himself felt some pity, and he ordered that Psammenitus' son be spared from those that were to be executed, and that Psammenitus himself be brought in from the outer part of the city and brought before him.
14.11. αὐτῷ τε Καμβύσῃ ἐσελθεῖν οἶκτον τινά, καὶ αὐτίκα κελεύειν τόν τέ οἱ παῖδα ἐκ τῶν ἀπολλυμένων σώζειν καὶ αὐτὸν ἐκ τοῦ προαστείου ἀναστήσαντας ἄγειν παρʼ ἑωυτόν.
15.1. Those that went for him found that the son was no longer alive, but had been the first to be slaughtered; but they brought Psammenitus up and led him to Cambyses; and there he lived, and no violence was done him for the rest of his life.
15.1. τὸν μὲν δὴ παῖδα εὗρον αὐτοῦ οἱ μετιόντες οὐκέτι περιεόντα ἀλλὰ πρῶτον κατακοπέντα, αὐτὸν δὲ Ψαμμήνιτον ἀναστήσαντες ἦγον παρὰ Καμβύσεα·
15.2. And if he had known how to mind his own business, he would have regained Egypt to govern; for the Persians are inclined to honor kings' sons; even though kings revolt from them, they give back to their sons the sovereign power.
15.2. ἔνθα τοῦ λοιποῦ διαιτᾶτο ἔχων οὐδὲν βίαιον. εἰ δὲ καὶ ἠπιστήθη μὴ πολυπρηγμονέειν, ἀπέλαβε ἂν Αἴγυπτον ὥστε ἐπιτροπεύειν αὐτῆς, ἐπεὶ τιμᾶν ἐώθασι Πέρσαι τῶν βασιλέων τοὺς παῖδας· τῶν, εἰ καὶ σφέων ἀποστέωσι, ὅμως τοῖσί γε παισὶ αὐτῶν ἀποδιδοῦσι τὴν ἀρχήν.
15.3. There are many instances showing that it is their custom so to do, and notably the giving back of his father's sovereign power to Thannyras son of Inaros, and also to Pausiris son of Amyrtaeus; yet none ever did the Persians more harm than Inaros and Amyrtaeus.
15.3. πολλοῖσι μέν νυν καὶ ἄλλοισι ἐστὶ σταθμώσασθαι ὅτι τοῦτο οὕτω νενομίκασι ποιέειν, ἐν δὲ καὶ τῷ τε Ἰνάρω παιδὶ Θαννύρᾳ, ὃς ἀπέλαβε τήν οἱ ὁ πατὴρ εἶχε ἀρχήν, καὶ τῷ Ἀμυρταίου Παυσίρι· καὶ γὰρ οὗτος ἀπέλαβε τὴν τοῦ πατρὸς ἀρχήν. καίτοι Ἰνάρω γε καὶ Ἀμυρταίου οὐδαμοί κω Πέρσας κακὰ πλέω ἐργάσαντο.
15.4. But as it was, Psammenitus plotted evil and got his reward; for he was caught raising a revolt among the Egyptians; and when Cambyses heard of it, Psammenitus drank bull's blood and died. Such was his end.
15.4. νῦν δὲ μηχανώμενος κακὰ ὁ Ψαμμήνιτος ἔλαβε τὸν μισθόν· ἀπιστὰς γὰρ Αἰγυπτίους ἥλω· ἐπείτε δὲ ἐπάιστος ἐγένετο ὑπὸ Καμβύσεω, αἷμα ταύρου πιὼν ἀπέθανε παραχρῆμα. οὕτω δὴ οὗτος ἐτελεύτησε.
16.1. From Memphis Cambyses went to the city Sais, anxious to do exactly what he did do. Entering the house of Amasis, he had the body of Amasis carried outside from its place of burial; and when this had been done, he gave orders to scourge it and pull out the hair and pierce it with goads, and to desecrate it in every way.
16.1. Καμβύσης δὲ ἐκ Μέμφιος ἀπίκετο ἐς Σάιν πόλιν, βουλόμενος ποιῆσαι τὰ δὴ καὶ ἐποίησε. ἐπείτε γὰρ ἐσῆλθε ἐς τὰ τοῦ Ἀμάσιος οἰκία, αὐτίκα ἐκέλευε ἐκ τῆς ταφῆς τὸν Ἀμάσιος νέκυν ἐκφέρειν ἔξω· ὡς δὲ ταῦτα ἐπιτελέα ἐγένετο, μαστιγοῦν ἐκέλευε καὶ τὰς τρίχας ἀποτίλλειν καὶ κεντοῦν τε καὶ τἆλλα πάντα λυμαίνεσθαι.
16.2. When they were weary of doing this (for the body, being embalmed, remained whole and did not fall to pieces), Cambyses gave orders to burn it, a sacrilegious command; for the Persians hold fire to be a god;
16.2. ἐπείτε δὲ καὶ ταῦτα ἔκαμον ποιεῦντες (ὁ γὰρ δὴ νεκρὸς ἅτε τεταριχευμένος ἀντεῖχέ τε καὶ οὐδὲν διεχέετο), ἐκέλευσέ μιν ὁ Καμβύσης κατακαῦσαι, ἐντελλόμενος οὐκ ὅσια· Πέρσαι γὰρ θεὸν νομίζουσι εἶναι πῦρ.
16.3. therefore neither nation thinks it right to burn the dead, the Persians for the reason given, as they say it is wrong to give the dead body of a man to a god; while the Egyptians believe fire to be a living beast that devours all that it catches, and when sated with its meal dies together with that on which it feeds.
16.3. τὸ ὦν κατακαίειν γε τοὺς νεκροὺς οὐδαμῶς ἐν νόμῳ οὐδετέροισι ἐστί, Πέρσῃσι μὲν διʼ ὅ περ εἴρηται, θεῷ οὐ δίκαιον εἶναι λέγοντες νέμειν νεκρὸν ἀνθρώπου· Αἰγυπτίοισι δὲ νενόμισται πῦρ θηρίον εἶναι ἔμψυχον, πάντα δὲ αὐτὸ κατεσθίειν τά περ ἂν λάβῃ, πλησθὲν δὲ αὐτὸ τῆς βορῆς συναποθνήσκειν τῷ κατεσθιομένῳ.
16.4. Now it is by no means their custom to give the dead to beasts; and this is why they embalm the corpse, that it may not lie and feed worms. Thus what Cambyses commanded was contrary to the custom of both peoples.
16.4. οὔκων θηρίοισι νόμος οὐδαμῶς σφι ἐστὶ τὸν νέκυν διδόναι, καὶ διὰ ταῦτα ταριχεύουσι, ἵνα μὴ κείμενος ὑπὸ εὐλέων καταβρωθῇ. οὕτω οὐδετέροισι νομιζόμενα ἐνετέλλετο ποιέειν ὁ Καμβύσης.
16.5. The Egyptians say, however, that it was not Amasis to whom this was done, but another Egyptian of the same age as Amasis, whom the Persians abused thinking that they were abusing Amasis.
16.5. ὡς μέντοι, Αἰγύπτιοι λέγουσι, οὐκ Ἄμασις ἦν ὁ ταῦτα παθών, ἀλλὰ ἄλλος τις τῶν Αἰγυπτίων ἔχων τὴν αὐτὴν ἡλικίην Ἀμάσι, τῷ λυμαινόμενοι Πέρσαι ἐδόκεον Ἀμάσι λυμαίνεσθαι.
16.6. For their story is that Amasis learned from an oracle what was to be done to him after his death, and so to escape this fate buried this dead man, the one that was scourged, near the door inside his own vault, and ordered his son that he himself should be laid in the farthest corner of the vault.
16.6. λέγουσι γὰρ ὡς πυθόμενος ἐκ μαντηίου ὁ Ἄμασις τὰ περὶ ἑωυτὸν ἀποθανόντα μέλλοντα γίνεσθαι, οὕτω δὴ ἀκεόμενος τὰ ἐπιφερόμενα τὸν μὲν ἄνθρωπον τοῦτον τὸν μαστιγωθέντα ἀποθανόντα ἔθαψε ἐπὶ τῇσι θύρῃσι ἐντὸς τῆς ἑωυτοῦ θήκης, ἑωυτὸν δὲ ἐνετείλατο τῷ παιδὶ ἐν μυχῷ τῆς θήκης ὡς μάλιστα θεῖναι.
16.7. I think that these commands of Amasis, regarding the burial-place and the man, were never given at all, and that the Egyptians believe in them in vain.
16.7. αἱ μέν νυν ἐκ τοῦ Ἀμάσιος ἐντολαὶ αὗται αἱ ἐς τὴν ταφήν τε καὶ τὸν ἄνθρωπον ἔχουσαι οὔ μοι δοκέουσι ἀρχὴν γενέσθαι, ἄλλως δʼ αὐτὰ Αἰγύπτιοι σεμνοῦν.
17.1. After this Cambyses planned three expeditions, against the Carchedonians, against the Ammonians, and against the “long-lived” Ethiopians, who inhabit that part of Libya that is on the southern sea.
17.1. μετὰ δὲ ταῦτα ὁ Καμβύσης ἐβουλεύσατο τριφασίας στρατηίας, ἐπί τε Καρχηδονίους καὶ ἐπὶ Ἀμμωνίους καὶ ἐπὶ τοὺς μακροβίους Αἰθίοπας, οἰκημένους δὲ Λιβύης ἐπὶ τῇ νοτίῃ θαλάσσῃ·
17.2. He decided after consideration to send his fleet against the Carthaginians and a part of his land army against the Ammonians; to Ethiopia he would first send spies, to see what truth there was in the story of a Table of the Sun in that country, and to spy out all else besides, under the pretext of bringing gifts for the Ethiopian king.
17.2. βουλευομένῳ δέ οἱ ἔδοξε ἐπὶ μὲν Καρχηδονίους τὸν ναυτικὸν στρατὸν ἀποστέλλειν, ἐπὶ δὲ Ἀμμωνίους τοῦ πεζοῦ ἀποκρίναντα, ἐπὶ δὲ τοὺς Αἰθίοπας κατόπτας πρῶτον, ὀψομένους τε τὴν ἐν τούτοισι τοῖσι Αἰθίοψι λεγομένην εἶναι ἡλίου τράπεζαν εἰ ἔστι ἀληθέως, καὶ πρὸς ταύτῃ τὰ ἄλλα κατοψομένους, δῶρα δὲ τῷ λόγῳ φέροντας τῷ βασιλέι αὐτῶν.
18.1. Now the Table of the Sun is said to be something of this kind: there is a meadow outside the city, filled with the boiled flesh of all four-footed things; here during the night the men of authority among the townsmen are careful to set out the meat, and all day whoever wishes comes and feasts on it. These meats, say the people of the country, are ever produced by the earth of itself. Such is the story of the Sun's Table.
18.1. ἡ δὲ τράπεζα τοῦ ἡλίου τοιήδε τις λέγεται εἶναι, λειμὼν ἐστὶ ἐν τῷ προαστείῳ ἐπίπλεος κρεῶν ἑφθῶν πάντων τῶν τετραπόδων, ἐς τὸν τὰς μὲν νύκτας ἐπιτηδεύοντας τιθέναι τὰ κρέα τοὺς ἐν τέλεϊ ἑκάστοτε ἐόντας τῶν ἀστῶν, τὰς δὲ ἡμέρας δαίνυσθαι προσιόντα τὸν βουλόμενον. φάναι δὲ τοὺς ἐπιχωρίους ταῦτα τὴν γῆν αὐτὴν ἀναδιδόναι ἑκάστοτε.
19.1. When Cambyses determined to send the spies, he sent for those Fish-eaters from the city of Elephantine who understood the Ethiopian language.
19.1. ἡ μὲν δὴ τράπεζα τοῦ ἡλίου καλεομένη λέγεται εἶναι τοιήδε. Καμβύσῃ δὲ ὡς ἔδοξε πέμπειν τοὺς κατασκόπους, αὐτίκα μετεπέμπετο ἐξ Ἐλεφαντίνης πόλιος τῶν Ἰχθυοφάγων ἀνδρῶν τοὺς ἐπισταμένους τὴν Αἰθιοπίδα γλῶσσαν.
19.2. While they were fetching them, he ordered his fleet to sail against Carthage. But the Phoenicians said they would not do it; for they were bound, they said, by strong oaths, and if they sailed against their own progeny they would be doing an impious thing; and the Phoenicians being unwilling, the rest were inadequate fighters.
19.2. ἐν ᾧ δὲ τούτους μετήισαν, ἐν τούτῳ ἐκέλευε ἐπὶ τὴν Καρχηδόνα πλέειν τὸν ναυτικὸν στρατόν. Φοίνικες δὲ οὐκ ἔφασαν ποιήσειν ταῦτα· ὁρκίοισι γὰρ μεγάλοισι ἐνδεδέσθαι, καὶ οὐκ ἂν ποιέειν ὅσια ἐπὶ τοὺς παῖδας τοὺς ἑωυτῶν στρατευόμενοι. Φοινίκων δὲ οὐ βουλομένων οἱ λοιποὶ οὐκ ἀξιόμαχοι ἐγίνοντο.
19.3. Thus the Carthaginians escaped being enslaved by the Persians; for Cambyses would not use force with the Phoenicians, seeing that they had willingly surrendered to the Persians, and the whole fleet drew its strength from them. The Cyprians too had come of their own accord to aid the Persians against Egypt.
19.3. Καρχηδόνιοι μέν νυν οὕτω δουλοσύνην διέφυγον πρὸς Περσέων· Καμβύσης γὰρ βίην οὐκ ἐδικαίου προσφέρειν Φοίνιξι, ὅτι σφέας τε αὐτοὺς ἐδεδώκεσαν Πέρσῃσι καὶ πᾶς ἐκ Φοινίκων ἤρτητο ὁ ναυτικὸς στρατός. δόντες δὲ καὶ Κύπριοι σφέας αὐτοὺς Πέρσῃσι ἐστρατεύοντο ἐπʼ Αἴγυπτον.
20.1. When the Fish-eaters arrived from Elephantine at Cambyses' summons, he sent them to Ethiopia, with orders what to say, and bearing as gifts a red cloak and a twisted gold necklace and bracelets and an alabaster box of incense and an earthenware jar of palm wine. These Ethiopians, to whom Cambyses sent them, are said to be the tallest and most handsome of all men.
20.1. ἐπείτε δὲ τῷ Καμβύσῃ ἐκ τῆς Ἐλεφαντίνης ἀπίκοντο οἱ Ἰχθυοφάγοι, ἔπεμπε αὐτοὺς ἐς τοὺς Αἰθίοπας ἐντειλάμενος τὰ λέγειν χρῆν καὶ δῶρα φέροντας πορφύρεόν τε εἷμα καὶ χρύσεον στρεπτὸν περιαυχένιον καὶ ψέλια καὶ μύρου ἀλάβαστρον καὶ φοινικηίου οἴνου κάδον. οἱ δὲ Αἰθίοπες οὗτοι, ἐς τοὺς ἀπέπεμπε ὁ Καμβύσης, λέγονται εἶναι μέγιστοι καὶ κάλλιστοι ἀνθρώπων πάντων.
20.2. Their way of choosing kings is different from that of all others, as (it is said) are all their laws; they consider that man worthy to be their king whom they judge to be tallest and to have strength proportional to his stature.
20.2. νόμοισι δὲ καὶ ἄλλοισι χρᾶσθαι αὐτοὺς κεχωρισμένοισι τῶν ἄλλων ἀνθρώπων καὶ δὴ καὶ κατὰ τὴν βασιληίην τοιῷδε· τὸν ἂν τῶν ἀστῶν κρίνωσι μέγιστόν τε εἶναι καὶ κατὰ τὸ μέγαθος ἔχειν τὴν ἰσχύν, τοῦτον ἀξιοῦσι βασιλεύειν.
21.1. When the Fish-eaters arrived among these men, they gave the gifts to their king and said: “Cambyses, the king of the Persians, wishing to become your friend and ally, sent us with orders to address ourselves to you; and he offers you as gifts these things which he enjoys using himself.”
21.1. ἐς τούτους δὴ ὦν τοὺς ἄνδρας ὡς ἀπίκοντο οἱ Ἰχθυοφάγοι, διδόντες τὰ δῶρα τῷ, βασιλέι αὐτῶν ἔλεγον τάδε. βασιλεὺς ὁ Περσέων Καμβύσης, βουλόμενος φίλος καὶ ξεῖνός τοι γενέσθαι, ἡμέας τε ἀπέπεμψε ἐς λόγους τοι ἐλθεῖν κελεύων, καὶ δῶρα ταῦτά τοι διδοῖ τοῖσι καὶ αὐτὸς μάλιστα ἥδεται χρεώμενος.
21.2. But the Ethiopian, perceiving that they had come as spies, spoke thus to them: “It is not because he values my friendship that the Persian King sends you with gifts, nor do you speak the truth (for you have come to spy on my realm), nor is that man just; for were he just, he would not have coveted a land other than his own, nor would he try to lead into slavery men by whom he has not been injured. Now, give him this bow, and this message:
21.2. ὁ δὲ Αἰθίοψ μαθὼν ὅτι κατόπται ἥκοιεν, λέγει πρὸς αὐτοὺς τοιάδε. οὔτε ὁ Περσέων βασιλεὺς δῶρα ὑμέας ἔπεμψε φέροντας προτιμῶν πολλοῦ ἐμοὶ ξεῖνος γενέσθαι, οὔτε ὑμεῖς λέγετε ἀληθέα (ἥκετε γὰρ κατόπται τῆς ἐμῆς ἀρχῆς), οὔτε ἐκεῖνος ἀνήρ δίκαιος. εἰ γὰρ ἦν δίκαιος, οὔτʼ ἂν ἐπεθύμησε χώρης ἄλλης ἢ τῆς ἑωυτοῦ, οὔτʼ ἂν ἐς δουλοσύνην ἀνθρώπους ἦγε ὑπʼ ὧν μηδὲν ἠδίκηται. νῦν δὲ αὐτῷ τόξον τόδε διδόντες τάδε ἔπεα λέγετε.
21.3. ‘The King of the Ethiopians advises the King of the Persians to bring overwhelming odds to attack the long-lived Ethiopians when the Persians can draw a bow of this length as easily as I do; but until then, to thank the gods who do not incite the sons of the Ethiopians to add other land to their own.’”
21.3. βασιλεὺς ὁ Αἰθιόπων συμβουλεύει τῷ Περσέων βασιλέι, ἐπεὰν οὕτω εὐπετέως ἕλκωσι τὰ τόξα Πέρσαι ἐόντα μεγάθεϊ τοσαῦτα, τότε ἐπʼ Αἰθίοπας τοὺς μακροβίους πλήθεϊ ὑπερβαλλόμενον στρατεύεσθαι· μέχρι δὲ τούτου θεοῖσι εἰδέναι χάριν, οἳ οὐκ ἐπὶ νόον τρέπουσι Αἰθιόπων παισὶ γῆν ἄλλην προσκτᾶσθαι τῇ ἑωυτῶν.
22.1. So speaking he unstrung the bow and gave it to the men who had come. Then, taking the red cloak, he asked what it was and how it was made; and when the Fish-eaters told him the truth about the color and the process of dyeing, he said that both the men and their garments were full of deceit.
22.1. ταῦτα δὲ εἴπας καὶ ἀνεὶς τὸ τόξον παρέδωκε τοῖσι ἥκουσι. λαβὼν δὲ τὸ εἷμα τὸ πορφύρεον εἰρώτα ὅ τι εἴη καὶ ὅκως πεποιημένον· εἰπόντων δὲ τῶν Ἰχθυοφάγων τὴν ἀληθείην περὶ τῆς πορφύρης καὶ τῆς βαφῆς, δολεροὺς μὲν τοὺς ἀνθρώπους ἔφη εἶναι, δολερὰ δὲ αὐτῶν τὰ εἵματα.
22.2. Next he inquired about the twisted gold necklace and the bracelets; and when the Fish-eaters told him how they were made, the king smiled, and, thinking them to be fetters, said: “We have stronger chains than these.”
22.2. δεύτερα δὲ τὸν χρυσὸν εἰρώτα τὸν στρεπτὸν τὸν περιαυχένιον καὶ τὰ ψέλια· ἐξηγεομένων δὲ τῶν Ἰχθυοφάγων τὸν κόσμον αὐτοῦ, γελάσας ὁ βασιλεὺς καὶ νομίσας εἶναι σφέα πέδας εἶπε ὡς παρʼ ἑωυτοῖσι εἰσὶ ῥωμαλεώτεραι τουτέων πέδαι.
22.3. Thirdly he inquired about the incense; and when they described making and applying it, he made the same reply as about the cloak. But when he came to the wine and asked about its making, he was vastly pleased with the drink, and asked further what food their king ate, and what was the greatest age to which a Persian lived.
22.3. τρίτον δὲ εἰρώτα τὸ μύρον· εἰπόντων δὲ τῆς ποιήσιος πέρι καὶ ἀλείψιος, τὸν αὐτὸν λόγον τὸν καὶ περὶ τοῦ εἵματος εἶπε. ὡς δὲ ἐς τὸν οἶνον ἀπίκετο καὶ ἐπύθετο αὐτοῦ τὴν ποίησιν, ὑπερησθεὶς τῷ πόματι ἐπείρετο ὅ τι τε σιτέεται ὁ βασιλεὺς καὶ χρόνον ὁκόσον μακρότατον ἀνὴρ Πέρσης ζώει.
22.4. They told him their king ate bread, showing him how wheat grew; and said that the full age to which a man might hope to live was eighty years. Then, said the Ethiopian, it was no wonder that they lived so few years, if they ate dung; they would not even have been able to live that many unless they were refreshed by the drink—signifying to the Fish-eaters the wine—for in this, he said, the Persians excelled the Ethiopians.
22.4. οἳ δὲ σιτέεσθαι μὲν τὸν ἄρτον εἶπον, ἐξηγησάμενοι τῶν πυρῶν τὴν φύσιν, ὀγδώκοντα δὲ ἔτεα ζόης πλήρωμα ἀνδρὶ μακρότατον προκεῖσθαι. πρὸς ταῦτα ὁ Αἰθίοψ ἔφη οὐδὲν θωμάζειν εἰ σιτεόμενοι κόπρον ἔτεα ὀλίγα ζώουσι· οὐδὲ γὰρ ἂν τοσαῦτα δύνασθαι ζώειν σφέας, εἰ μὴ τῷ πόματι ἀνέφερον, φράζων τοῖσι Ἰχθυοφάγοισι τὸν οἶνον· τούτῳ γὰρ ἑωυτοὺς ὑπὸ Περσέων ἑσσοῦσθαι.
23.1. The Fish-eaters then in turn asking of the Ethiopian length of life and diet, he said that most of them attained to a hundred and twenty years, and some even to more; their food was boiled meat and their drink milk.
23.1. ἀντειρομένων δὲ τὸν βασιλέα τῶν Ἰχθυοφάγων τῆς ζόης καὶ διαίτης πέρι, ἔτεα μὲν ἐς εἴκοσι καὶ ἑκατὸν τοὺς πολλοὺς αὐτῶν ἀπικνέεσθαι, ὑπερβάλλειν δὲ τινὰς καὶ ταῦτα, σίτησιν δὲ εἶναι κρέα τε ἑφθὰ καὶ πόμα γάλα.
23.2. The spies showed wonder at the tale of years; whereupon he led them, it is said, to a spring, by washing in which they grew sleeker, as though it were of oil; and it smelled of violets.
23.2. θῶμα δὲ ποιευμένων τῶν κατασκόπων περὶ τῶν ἐτέων, ἐπὶ κρήνην σφι ἡγήσασθαι, ἀπʼ ἧς λουόμενοι λιπαρώτεροι ἐγίνοντο, κατά περ εἰ ἐλαίου εἴη· ὄζειν δὲ ἀπʼ αὐτῆς ὡς εἰ ἴων.
23.3. So light, the spies said, was this water, that nothing would float on it, neither wood nor anything lighter than wood, but all sank to the bottom. If this water is truly such as they say, it is likely that their constant use of it makes the people long-lived.
23.3. ἀσθενὲς δὲ τὸ ὕδωρ τῆς κρήνης ταύτης οὕτω δή τι ἔλεγον εἶναι οἱ κατάσκοποι ὥστε μηδὲν οἷόν τʼ εἶναι ἐπʼ αὐτοῦ ἐπιπλέειν, μήτε ξύλον μήτε τῶν ὅσα ξύλου ἐστὶ ἐλαφρότερα, ἀλλὰ πάντα σφέα χωρέειν ἐς βυσσόν. τὸ δὲ ὕδωρ τοῦτο εἴ σφι ἐστὶ ἀληθέως οἷόν τι λέγεται, διὰ τοῦτο ἂν εἶεν, τούτῳ τὰ πάντα χρεώμενοι, μακρόβιοι.
23.4. When they left the spring, the king led them to a prison where all the men were bound with fetters of gold. Among these Ethiopians there is nothing so scarce and so precious as bronze. Then, having seen the prison, they saw what is called the Table of the Sun.
23.4. ἀπὸ τῆς κρήνης δὲ ἀπαλλασσομένων, ἀγαγεῖν σφεας ἐς δεσμωτήριον ἀνδρῶν, ἔνθα τοὺς πάντας ἐν πέδῃσι χρυσέῃσι δεδέσθαι. ἔστι δὲ ἐν τούτοισι τοῖσι Αἰθίοψι πάντων ὁ χαλκὸς σπανιώτατον καὶ τιμιώτατον. θεησάμενοι δὲ καὶ τὸ δεσμωτήριον, ἐθεήσαντο καὶ τὴν τοῦ ἡλίου λεγομένην τράπεζαν.
24.1. Last after this they viewed the Ethiopian coffins; these are said to be made of alabaster, as I shall describe:
24.1. μετὰ δὲ ταύτην τελευταίας ἐθεήσαντο τὰς θήκας αὐτῶν, αἳ λέγονται σκευάζεσθαι ἐξ ὑέλου τρόπῳ τοιῷδε·
24.2. they cause the dead body to shrink, either as the Egyptians do or in some other way, then cover it with gypsum and paint it all as far as possible in the likeness of the living man;
24.2. ἐπεὰν τὸν νεκρὸν ἰσχνήνωσι, εἴτε δὴ κατά περ Αἰγύπτιοι εἴτε ἄλλως κως, γυψώσαντες ἅπαντα αὐτὸν γραφῇ κοσμέουσι, ἐξομοιεῦντες τὸ εἶδος ἐς τὸ δυνατόν, ἔπειτα δέ οἱ περιιστᾶσι στήλην ἐξ ὑέλου πεποιημένην κοίλην· ἣ δέ σφι πολλὴ καὶ εὐεργὸς ὀρύσσεται.
24.3. then they set it within a hollow pillar of alabaster, which they dig in abundance from the ground, and it is easily worked; the body can be seen in the pillar through the alabaster, no evil stench nor anything unpleasant proceeding from it, and showing clearly all its parts, as if it were the man himself.
24.3. ἐν μέσῃ δὲ τῇ στήλῃ ἐνεὼν διαφαίνεται ὁ νέκυς, οὔτε ὀδμὴν οὐδεμίαν ἄχαριν παρεχόμενος οὔτε ἄλλο ἀεικὲς οὐδέν, καὶ ἔχει πάντα φανερὰ ὁμοίως αὐτῷ τῷ νέκυϊ.
24.4. The nearest of kin keep the pillar in their house for a year, giving it of the first-fruits and offering it sacrifices; after which they bring the pillars out and set them round about the city.
24.4. ἐνιαυτὸν μὲν δὴ ἔχουσι τὴν στήλην ἐν τοῖσι οἰκίοισι οἱ μάλιστα προσήκοντες, πάντων ἀπαρχόμενοι καὶ θυσίας οἱ προσάγοντες· μετὰ δὲ ταῦτα ἐκκομίσαντες ἱστᾶσι περὶ τὴν πόλιν.
25.1. Having seen everything, the spies departed again. When they reported all this, Cambyses was angry, and marched at once against the Ethiopians, neither giving directions for any provision of food nor considering that he was about to lead his army to the ends of the earth;
25.1. θεησάμενοι δὲ τὰ πάντα οἱ κατάσκοποι ἀπαλλάσσοντο ὀπίσω. ἀπαγγειλάντων δὲ ταῦτα τούτων, αὐτίκα ὁ Καμβύσης ὀργὴν ποιησάμενος ἐστρατεύετο ἐπὶ τοὺς Αἰθίοπας, οὔτε παρασκευὴν σίτου οὐδεμίαν παραγγείλας, οὔτε λόγον ἑωυτῷ δοὺς ὅτι ἐς τὰ ἔσχατα γῆς ἔμελλε στρατεύεσθαι·
25.2. being not in his right mind but mad, however, he marched at once on hearing from the Fish-eaters, ordering the Greeks who were with him to await him where they were, and taking with him all his land army.
25.2. οἷα δὲ ἐμμανής τε ἐὼν καὶ οὐ φρενήρης, ὡς ἤκουε τῶν Ἰχθυοφάγων, ἐστρατεύετο, Ἑλλήνων μὲν τοὺς παρεόντας αὐτοῦ τάξας ὑπομένειν, τὸν δὲ πεζὸν πάντα ἅμα ἀγόμενος.
25.3. When he came in his march to Thebes, he detached about fifty thousand men from his army, and directed them to enslave the Ammonians and burn the oracle of Zeus; and he himself went on towards Ethiopia with the rest of his host.
25.3. ἐπείτε δὲ στρατευόμενος ἐγένετο ἐν Θήβῃσι, ἀπέκρινε τοῦ στρατοῦ ὡς πέντε μυριάδας, καὶ τούτοισι μὲν ἐνετέλλετο Ἀμμωνίους ἐξανδραποδισαμένους τὸ χρηστήριον τὸ τοῦ Διὸς ἐμπρῆσαι, αὐτὸς δὲ τὸν λοιπὸν ἄγων στρατὸν ἤιε ἐπὶ τοὺς Αἰθίοπας.
25.4. But before his army had accomplished the fifth part of their journey they had come to an end of all there was in the way of provision, and after the food was gone, they ate the beasts of burden until there was none of these left either.
25.4. πρὶν δὲ τῆς ὁδοῦ τὸ πέμπτον μέρος διεληλυθέναι τὴν στρατιήν, αὐτίκα πάντα αὐτοὺς τὰ εἶχον σιτίων ἐχόμενα ἐπελελοίπεε, μετὰ δὲ τὰ σιτία καὶ τὰ ὑποζύγια ἐπέλιπε κατεσθιόμενα.
25.5. Now had Cambyses, when he perceived this, changed his mind and led his army back again, he would have been a wise man at last after his first fault; but as it was, he went ever forward, taking account of nothing.
25.5. εἰ μέν νυν μαθὼν ταῦτα ὁ Καμβύσης ἐγνωσιμάχεε καὶ ἀπῆγε ὀπίσω τὸν στρατόν, ἐπὶ τῇ ἀρχῆθεν γενομένῃ ἁμαρτάδι ἦν ἂν ἀνὴρ σοφός· νῦν δὲ οὐδένα λόγον ποιεύμενος ἤιε αἰεὶ ἐς τὸ πρόσω.
25.6. While his soldiers could get anything from the earth, they kept themselves alive by eating grass; but when they came to the sandy desert, some did a terrible thing, taking by lot one man out of ten and eating him.
25.6. οἱ δὲ στρατιῶται ἕως μέν τι εἶχον ἐκ τῆς γῆς λαμβάνειν, ποιηφαγέοντες διέζωον, ἐπεὶ δὲ ἐς τὴν ψάμμον ἀπίκοντο, δεινὸν ἔργον αὐτῶν τινες ἐργάσαντο· ἐκ δεκάδος γὰρ ἕνα σφέων αὐτῶν ἀποκληρώσαντες κατέφαγον.