25.7. Hearing this, Cambyses feared their becoming cannibals, and so gave up his expedition against the Ethiopians and marched back to Thebes, with the loss of many of his army; from Thebes he came down to Memphis, and sent the Greeks to sail away.
25.7. πυθόμενος δὲ ταῦτα ὁ Καμβύσης, δείσας τὴν ἀλληλοφαγίην, ἀπεὶς τὸν ἐπʼ Αἰθίοπας στόλον ὀπίσω ἐπορεύετο καὶ ἀπικνέεται ἐς Θήβας πολλοὺς ἀπολέσας τοῦ στρατοῦ· ἐκ Θηβέων δὲ καταβὰς ἐς Μέμφιν τοὺς Ἕλληνας ἀπῆκε ἀποπλέειν.
26.1. So fared the expedition against Ethiopia. As for those who were sent to march against the Ammonians, they set out and journeyed from Thebes with guides; and it is known that they came to the city of Oasis, inhabited by Samians said to be of the Aeschrionian tribe, seven days' march from Thebes across sandy desert; this place is called, in the Greek language, Islands of the Blest.
26.1. ὁ μὲν ἐπʼ Αἰθίοπας στόλος οὕτω ἔπρηξε· οἱ δʼ αὐτῶν ἐπʼ Ἀμμωνίους ἀποσταλέντες στρατεύεσθαι, ἐπείτε ὁρμηθέντες ἐκ τῶν Θηβέων ἐπορεύοντο ἔχοντες ἀγωγούς, ἀπικόμενοι μὲν φανεροί εἰσι ἐς Ὄασιν πόλιν, τὴν ἔχουσι μὲν Σάμιοι τῆς Αἰσχριωνίης φυλῆς λεγόμενοι εἶναι, ἀπέχουσι δὲ ἑπτὰ ἡμερέων ὁδὸν ἀπὸ Θηβέων διὰ ψάμμου· ὀνομάζεται δὲ ὁ χῶρος οὗτος κατὰ Ἑλλήνων γλῶσσαν Μακάρων νῆσος.
26.2. Thus far, it is said, the army came; after that, except for the Ammonians themselves and those who heard from them, no man can say anything of them; for they neither reached the Ammonians nor returned back.
26.2. ἐς μὲν δὴ τοῦτον τὸν χῶρον λέγεται ἀπικέσθαι τὸν στρατόν, τὸ ἐνθεῦτεν δέ, ὅτι μὴ αὐτοὶ Ἀμμώνιοι καὶ οἱ τούτων ἀκούσαντες, ἄλλοι οὐδένες οὐδὲν ἔχουσι εἰπεῖν περὶ αὐτῶν· οὔτε γὰρ ἐς τοὺς Ἀμμωνίους ἀπίκοντο οὔτε ὀπίσω ἐνόστησαν.
26.3. But this is what the Ammonians themselves say: when the Persians were crossing the sand from Oasis to attack them, and were about midway between their country and Oasis, while they were breakfasting a great and violent south wind arose, which buried them in the masses of sand which it bore; and so they disappeared from sight. Such is the Ammonian tale about this army.
26.3. λέγεται δὲ κατὰ τάδε ὑπʼ αὐτῶν Ἀμμωνίων· ἐπειδὴ ἐκ τῆς Ὀάσιος ταύτης ἰέναι διὰ τῆς ψάμμου ἐπὶ σφέας, γενέσθαι τε αὐτοὺς μεταξύ κου μάλιστα αὐτῶν τε καὶ τῆς Ὀάσιος, ἄριστον αἱρεομένοισι αὐτοῖσι ἐπιπνεῦσαι νότον μέγαν τε καὶ ἐξαίσιον, φορέοντα δὲ θῖνας τῆς ψάμμου καταχῶσαι σφέας, καὶ τρόπῳ τοιούτῳ ἀφανισθῆναι. Ἀμμώνιοι μὲν οὕτω λέγουσι γενέσθαι περὶ τῆς στρατιῆς ταύτης.
27.1. When Cambyses was back at Memphis, there appeared in Egypt that Apis whom the Greeks call Epaphus; at whose epiphany the Egyptians put on their best clothing and held a festival.
27.1. ἀπιγμένου δὲ Καμβύσεω ἐς Μέμφιν ἐφάνη Αἰγυπτίοισι ὁ Ἆπις, τὸν Ἕλληνες Ἔπαφον καλέουσι· ἐπιφανέος δὲ τούτου γενομένου αὐτίκα οἱ Αἰγύπτιοι εἵματα ἐφόρεον τὰ κάλλιστα καὶ ἦσαν ἐν θαλίῃσι.
27.2. Seeing the Egyptians so doing, Cambyses was fully persuaded that these signs of joy were for his misfortunes, and summoned the rulers of Memphis; when they came before him, he asked them why the Egyptians behaved so at the moment he returned with so many of his army lost, though they had done nothing like it when he was before at Memphis.
27.2. ἰδὼν δὲ ταῦτα τοὺς Αἰγυπτίους ποιεῦντας ὁ Καμβύσης, πάγχυ σφέας καταδόξας ἑωυτοῦ κακῶς πρήξαντος χαρμόσυνα ταῦτα ποιέειν, ἐκάλεε τοὺς ἐπιτρόπους τῆς Μέμφιος, ἀπικομένους δὲ ἐς ὄψιν εἴρετο ὅ τι πρότερον μὲν ἐόντος αὐτοῦ ἐν Μέμφι ἐποίευν τοιοῦτον οὐδὲν Αἰγύπτιοι, τότε δὲ ἐπεὶ αὐτὸς παρείη τῆς στρατιῆς πλῆθός τι ἀποβαλών.
27.3. The rulers told him that a god, wont to appear after long intervals of time, had now appeared to them; and that all Egypt rejoiced and made holiday whenever he so appeared. At this Cambyses said that they lied, and he punished them with death for their lie.
27.3. οἳ δὲ ἔφραζον ὥς σφι θεὸς εἴη φανεὶς διὰ χρόνου πολλοῦ ἐωθὼς ἐπιφαίνεσθαι, καὶ ὡς ἐπεὰν φανῇ τότε πάντες Αἰγύπτιοι κεχαρηκότες ὁρτάζοιεν. ταῦτα ἀκούσας ὁ Καμβύσης ἔφη ψεύδεσθαι σφέας καὶ ὡς ψευδομένους θανάτῳ ἐζημίου.
28.1. Having put them to death, he next summoned the priests before him. When they gave him the same account, he said that if a tame god had come to the Egyptians he would know it; and with no more words he bade the priests bring Apis. So they went to fetch and bring him.
28.1. ἀποκτείνας δὲ τούτους δεύτερα τοὺς ἱρέας ἐκάλεε ἐς ὄψιν· λεγόντων δὲ κατὰ ταὐτὰ τῶν ἱρέων, οὐ λήσειν ἔφη αὐτὸν εἰ θεός τις χειροήθης ἀπιγμένος εἴη Αἰγυπτίοισι. τοσαῦτα δὲ εἴπας ἀπάγειν ἐκέλευε τὸν Ἆπιν τοὺς ἱρέας. οἳ μὲν δὴ μετήισαν ἄξοντες.
28.2. This Apis, or Epaphus, is a calf born of a cow that can never conceive again. By what the Egyptians say, the cow is made pregnant by a light from heaven, and thereafter gives birth to Apis.
28.2. ὁ δὲ Ἆπις οὗτος ὁ Ἔπαφος γίνεται μόσχος ἐκ βοός, ἥτις οὐκέτι οἵη τε γίνεται ἐς γαστέρα ἄλλον βάλλεσθαι γόνον. Αἰγύπτιοι δὲ λέγουσι σέλας ἐπὶ τὴν βοῦν ἐκ τοῦ οὐρανοῦ κατίσχειν, καί μιν ἐκ τούτου τίκτειν τὸν Ἆπιν.
28.3. The marks of this calf called Apis are these: he is black, and has on his forehead a three-cornered white spot, and the likeness of an eagle on his back; the hairs of the tail are double, and there is a knot under the tongue.
28.3. ἔχει δὲ ὁ μόσχος οὗτος ὁ Ἆπις καλεόμενος σημήια τοιάδε ἐὼν μέλας, ἐπὶ μὲν τῷ μετώπῳ λευκόν τι τρίγωνον, ἐπὶ δὲ τοῦ νώτου αἰετὸν εἰκασμένον, ἐν δὲ τῇ οὐρῇ τὰς τρίχας διπλᾶς, ὑπὸ δὲ τῇ γλώσσῃ κάνθαρον.
29.1. When the priests led Apis in, Cambyses—for he was all but mad—drew his dagger and, meaning to stab the calf in the belly, stuck the thigh; then laughing he said to the priests:
29.1. ὡς δὲ ἤγαγον τὸν Ἆπιν οἱ ἱρέες, ὁ Καμβύσης, οἷα ἐὼν ὑπομαργότερος, σπασάμενος τὸ ἐγχειρίδιον, θέλων τύψαι τὴν γαστέρα τοῦ Ἄπιος παίει τὸν μηρόν· γελάσας δὲ εἶπε πρὸς τοὺς ἱρέας ὦ κακαὶ κεφαλαί, τοιοῦτοι θεοὶ γίνονται, ἔναιμοί τε καὶ σαρκώδεες καὶ ἐπαΐοντες σιδηρίων;
29.2. “Simpletons, are these your gods, creatures of flesh and blood that can feel weapons of iron? That is a god worthy of the Egyptians. But for you, you shall suffer for making me your laughing-stock.” So saying he bade those, whose business it was, to scourge the priests well, and to kill any other Egyptian whom they found holiday-making.
29.2. ἄξιος μέν γε Αἰγυπτίων οὗτός γε ὁ θεός, ἀτάρ τοι ὑμεῖς γε οὐ χαίροντες γέλωτα ἐμὲ θήσεσθε. ταῦτα εἴπας ἐνετείλατο τοῖσι ταῦτα πρήσσουσι τοὺς μὲν ἱρέας ἀπομαστιγῶσαι, Αἰγυπτίων δὲ τῶν ἄλλων τὸν ἂν λάβωσι ὁρτάζοντα κτείνειν.
29.3. So the Egyptian festival ended, and the priests were punished, and Apis lay in the temple and died of the wound in the thigh. When he was dead of the wound, the priests buried him without Cambyses' knowledge.
29.3. ὁρτὴ μὲν δὴ διελέλυτο Αἰγυπτίοισι, οἱ δὲ ἱρέες ἐδικαιεῦντο, ὁ δὲ Ἆπις πεπληγμένος τὸν μηρὸν ἔφθινε ἐν τῷ ἱρῷ κατακείμενος. καὶ τὸν μὲν τελευτήσαντα ἐκ τοῦ τρώματος ἔθαψαν οἱ ἱρέες λάθρῃ Καμβύσεω.
30.1. But Cambyses, the Egyptians say, owing to this wrongful act immediately went mad, although even before he had not been sensible. His first evil act was to destroy his full brother Smerdis, whom he had sent away from Egypt to Persia out of jealousy, because Smerdis alone could draw the bow brought from the Ethiopian by the Fish-eaters as far as two fingerbreadths, but no other Persian could draw it.
30.1. Καμβύσης δέ, ὡς λέγουσι Αἰγύπτιοι, αὐτίκα διὰ τοῦτο τὸ ἀδίκημα ἐμάνη, ἐὼν οὐδὲ πρότερον φρενήρης. καὶ πρῶτα μὲν τῶν κακῶν ἐξεργάσατο τὸν ἀδελφεὸν Σμέρδιν ἐόντα πατρὸς καὶ μητρὸς τῆς αὐτῆς, τὸν ἀπέπεμψε ἐς Πέρσας φθόνῳ ἐξ Αἰγύπτου, ὅτι τὸ τόξον μοῦνος Περσέων ὅσον τε ἐπὶ δύο δακτύλους εἴρυσε, τὸ παρὰ τοῦ Αἰθίοπος ἤνεικαν οἱ Ἰχθυοφάγοι, τῶν δὲ ἄλλων Περσέων οὐδεὶς οἷός τε ἐγένετο.
30.2. Smerdis having gone to Persia, Cambyses saw in a dream a vision, in which it seemed to him that a messenger came from Persia and told him that Smerdis sitting on the royal throne touched heaven with his head.
30.2. ἀποιχομένου ὦν ἐς Πέρσας τοῦ Σμέρδιος ὄψιν εἶδε ὁ Καμβύσης ἐν τῷ ὕπνῳ τοιήνδε· ἔδοξέ οἱ ἄγγελον ἐλθόντα ἐκ Περσέων ἀγγέλλειν ὡς ἐν τῷ θρόνῳ τῷ βασιληίῳ ἱζόμενος Σμέρδις τῇ κεφαλῇ τοῦ οὐρανοῦ ψαύσειε.
30.3. Fearing therefore for himself, lest his brother might slay him and so be king, he sent Prexaspes, the most trusted of his Persians, to Persia to kill him. Prexaspes went up to Susa and killed Smerdis; some say that he took Smerdis out hunting, others that he brought him to the Red Sea and there drowned him.
30.3. πρὸς ὦν ταῦτα δείσας περὶ ἑωυτοῦ μή μιν ἀποκτείνας ὁ ἀδελφεὸς ἄρχῃ, πέμπει Πρηξάσπεα ἐς Πέρσας, ὃς ἦν οἱ ἀνὴρ Περσέων πιστότατος, ἀποκτενέοντά μιν. ὁ δὲ ἀναβὰς ἐς Σοῦσα ἀπέκτεινε Σμέρδιν, οἳ μὲν λέγουσι ἐπʼ ἄγρην ἐξαγαγόντα, οἳ δὲ ἐς τὴν Ἐρυθρὴν θάλασσαν προαγαγόντα καταποντῶσαι.
31.1. This, they say, was the first of Cambyses' evil acts; next, he destroyed his full sister, who had come with him to Egypt, and whom he had taken to wife.
31.1. πρῶτον μὲν δὴ λέγουσι Καμβύσῃ τῶν κακῶν ἄρξαι τοῦτο· δεύτερα δὲ ἐξεργάσατο τὴν ἀδελφεὴν ἑσπομένην οἱ ἐς Αἴγυπτον, τῇ καὶ συνοίκεε καὶ ἦν οἱ ἀπʼ ἀμφοτέρων ἀδελφεή.
31.2. He married her in this way (for before this, it had by no means been customary for Persians to marry their sisters): Cambyses was infatuated with one of his sisters and when he wanted to marry her, because his intention was contrary to usage, he summoned the royal judges and inquired whether there were any law enjoining one, that so desired, to marry his sister.
31.2. ἔγημε δὲ αὐτὴν ὧδε· οὐδαμῶς γὰρ ἐώθεσαν πρότερον τῇσι ἀδελφεῇσι συνοικέειν Πέρσαι. ἠράσθη μιῆς τῶν ἀδελφεῶν Καμβύσης, καὶ ἔπειτα βουλόμενος αὐτὴν γῆμαι, ὅτι οὐκ ἐωθότα ἐπενόεε ποιήσειν, εἴρετο καλέσας τοὺς βασιληίους δικαστὰς εἴ τις ἐστὶ κελεύων νόμος τὸν βουλόμενον ἀδελφεῇ συνοικέειν.
31.3. These royal judges are men chosen out from the Persians to function until they die or are detected in some injustice; it is they who decide suits in Persia and interpret the laws of the land; all matters are referred to them.
31.3. οἱ δὲ βασιλήιοι δικασταὶ κεκριμένοι ἄνδρες γίνονται Περσέων, ἐς οὗ ἀποθάνωσι ἤ σφι παρευρεθῇ τι ἄδικον, μέχρι τούτου· οὗτοι δὲ τοῖσι πέρσῃσι δίκας δικάζουσι καὶ ἐξηγηταὶ τῶν πατρίων θεσμῶν γίνονται, καὶ πάντα ἐς τούτους ἀνακέεται.
31.4. These then replied to Cambyses with an answer which was both just and prudent, namely, that they could find no law enjoining a brother to marry his sister; but that they had found a law permitting the King of Persia to do whatever he liked.
31.4. εἰρομένου ὦν τοῦ Καμβύσεω, ὑπεκρίνοντο αὐτῷ οὗτοι καὶ δίκαια καὶ ἀσφαλέα, φάμενοι νόμον οὐδένα ἐξευρίσκειν ὃς κελεύει ἀδελφεῇ συνοικέειν ἀδελφεόν, ἄλλον μέντοι ἐξευρηκέναι νόμον, τῷ βασιλεύοντι Περσέων ἐξεῖναι ποιέειν τὸ ἂν βούληται.
31.5. Thus, although they feared Cambyses they did not break the law, and, to save themselves from death for keeping it, they found another law abetting one who wished to marry sisters.
31.5. οὕτω οὔτε τὸν νόμον ἔλυσαν δείσαντες Καμβύσεα, ἵνα τε μὴ αὐτοὶ ἀπόλωνται τὸν νόμον περιστέλλοντες, παρεξεῦρον ἄλλον νόμον σύμμαχον τῷ θέλοντι γαμέειν ἀδελφεάς.
31.6. So Cambyses married the object of his desire; yet not long afterwards he took another sister as well. It was the younger of these who had come with him to Egypt, and whom he now killed.
31.6. τότε μὲν δὴ ὁ Καμβύσης ἔγημε τὴν ἐρωμένην, μετὰ μέντοι οὐ πολλὸν χρόνον ἔσχε ἄλλην ἀδελφεήν. τουτέων δῆτα τὴν νεωτέρην ἐπισπομένην οἱ ἐπʼ Αἴγυπτον κτείνει.
32.1. There are two tales of her death, as there are of the death of Smerdis. The Greeks say that Cambyses had set a lion cub to fight a puppy, and that this woman was watching too; and that as the puppy was losing, its brother broke its leash and came to help, and the two dogs together got the better of the cub.
32.1. ἀμφὶ δὲ τῷ θανάτῳ αὐτῆς διξὸς ὥσπερ περὶ Σμέρδιος λέγεται λόγος. Ἕλληνες μὲν λέγουσι Καμβύσεα συμβαλεῖν σκύμνον λέοντος σκύλακι κυνός, θεωρέειν δὲ καὶ τὴν γυναῖκα ταύτην, νικωμένου δὲ τοῦ σκύλακος ἀδελφεὸν αὐτοῦ ἄλλον σκύλακα ἀπορρήξαντα τὸν δεσμὸν παραγενέσθαι οἱ, δύο δὲ γενομένους οὕτω δὴ τοὺς σκύλακας ἐπικρατῆσαι τοῦ σκύμνου.
32.2. Cambyses, they say, was pleased with the sight, but the woman wept as she sat by. Cambyses perceiving it asked why she wept, and she said that when she saw the puppy help its brother she had wept, recalling Smerdis and knowing that there would be no avenger for him.
32.2. καὶ τὸν μὲν Καμβύσεα ἥδεσθαι θεώμενον, τὴν δὲ παρημένην δακρύειν. Καμβύσεα δὲ μαθόντα τοῦτο ἐπειρέσθαι διʼ ὅ τι δακρύει, τὴν δὲ εἰπεῖν ὡς ἰδοῦσα τὸν σκύλακα τῷ ἀδελφεῷ τιμωρήσαντα δακρύσειε, μνησθεῖσά τε Σμέρδιος καὶ μαθοῦσα ὡς ἐκείνῳ οὐκ εἴη ὁ τιμωρήσων.
32.3. For saying this, according to the Greek story, she was killed by Cambyses. But the Egyptian tale is that as the two sat at table the woman took a lettuce and plucked off the leaves, then asked her husband whether he preferred the look of it with or without leaves. “With the leaves,” he said; whereupon she answered:
32.3. Ἕλληνες μὲν δὴ διὰ τοῦτο τὸ ἔπος φασὶ αὐτὴν ἀπολέσθαι ὑπὸ Καμβύσεω, Αἰγύπτιοι δὲ ὡς τραπέζῃ παρακατημένων λαβοῦσαν θρίδακα τὴν γυναῖκα περιτῖλαι καὶ ἐπανειρέσθαι τὸν ἄνδρα κότερον περιτετιλμένη ἡ θρίδαξ ἢ δασέα εἴη καλλίων, καὶ τὸν φάναι δασέαν, τὴν δʼ εἰπεῖν ταύτην μέντοι κοτὲ σὺ τὴν θρίδακα ἐμιμήσαο τὸν Κύρου οἶκον ἀποψιλώσας.
32.4. “Yet you have stripped Cyrus' house as bare as this lettuce.” Angered at this, they say, he sprang upon her, who was great with child, and she miscarried and died of the hurt he gave her.
32.4. τὸν δὲ θυμωθέντα ἐμπηδῆσαι αὐτῇ ἐχούσῃ ἐν γαστρί, καί μιν ἐκτρώσασαν ἀποθανεῖν.
33.1. Such were Cambyses' mad acts to his own household, whether they were done because of Apis or grew from some of the many troubles that are wont to beset men; for indeed he is said to have been afflicted from his birth with that grievous disease which some call “sacred.” It is not unlikely then that when his body was grievously afflicted his mind too should be diseased.
33.1. ταῦτα μὲν ἐς τοὺς οἰκηίους ὁ Καμβύσης ἐξεμάνη, εἴτε δὴ διὰ τὸν Ἆπιν εἴτε καὶ ἄλλως, οἷα πολλὰ ἔωθε ἀνθρώπους κακὰ καταλαμβάνειν· καὶ γὰρ τινὰ ἐκ γενεῆς νοῦσον μεγάλην λέγεται ἔχειν ὁ Καμβύσης, τὴν ἱρὴν ὀνομάζουσι τινές. οὔ νύν τοι ἀεικὲς οὐδὲν ἦν τοῦ σώματος νοῦσον μεγάλην νοσέοντος μηδὲ τὰς φρένας ὑγιαίνειν.
34.1. I will now relate his mad dealings with the rest of Persia. He said, as they report, to Prexaspes—whom he held in particular honor, who brought him all his messages, whose son held the very honorable office of Cambyses' cup-bearer—thus, I say, he spoke to Prexaspes:
34.1. τάδε δʼ ἐς τοὺς ἄλλους Πέρσας ἐξεμάνη. λέγεται γὰρ εἰπεῖν αὐτὸν πρὸς Πρηξάσπεα, τὸν ἐτίμα τε μάλιστα καί οἱ τὰς ἀγγελίας ἐφόρεε οὗτος, τούτου τε ὁ παῖς οἰνοχόος ἦν τῷ Καμβύσῃ, τιμὴ δὲ καὶ αὕτη οὐ σμικρή· εἰπεῖν δὲ λέγεται τάδε.
34.2. “What manner of man, Prexaspes, do the Persians think me to be, and how do they speak of me?” “Sire,” said Prexaspes, “for all else they greatly praise you, but they say that you love wine too well.”
34.2. Πρήξασπες, κοῖόν με τινὰ νομίζουσι Πέρσαι εἶναι ἄνδρα τίνας τε λόγους περὶ ἐμέο ποιεῦνται; τὸν δὲ εἰπεῖν ὦ δέσποτα, τὰ μὲν ἄλλα πάντα μεγάλως ἐπαινέαι, τῇ δὲ φιλοινίῃ σε φασὶ πλεόνως προσκεῖσθαι.
34.3. So he reported of the Persians. The king angrily replied: “If the Persians now say that it is my fondness for wine that drives me to frenzy and madness, then it would seem that their former saying also was a lie.”
34.3. τὸν μὲν δὴ λέγειν ταῦτα περὶ Περσέων, τὸν δὲ θυμωθέντα τοιάδε ἀμείβεσθαι. νῦν ἄρα με φασὶ Πέρσαι οἴνῳ προσκείμενον παραφρονέειν καὶ οὐκ εἶναι νοήμονα· οὐδʼ ἄρα σφέων οἱ πρότεροι λόγοι ἦσαν ἀληθέες.
34.4. For it is said that before this, while some Persians and Croesus were sitting with him, Cambyses asked what manner of man they thought him to be in comparison with Cyrus his father; and they answered, “Cambyses was the better man; for he had all of Cyrus' possessions and had won Egypt and the sea besides.”
34.4. πρότερον γὰρ δὴ ἄρα, Περσέων οἱ συνέδρων ἐόντων καὶ Κροίσου, εἴρετο Καμβύσης κοῖός τις δοκέοι ἀνὴρ εἶναι πρὸς τὸν πατέρα τελέσαι Κῦρον, οἳ δὲ ἀμείβοντο ὡς εἴη ἀμείνων τοῦ πατρός· τά τε γὰρ ἐκείνου πάντα ἔχειν αὐτὸν καὶ προσεκτῆσθαι Αἴγυπτόν τε καὶ τὴν θάλασσαν.
34.5. So said the Persians; but Croesus, who was present, and was dissatisfied with their judgment, spoke thus to Cambyses: “To me, son of Cyrus, you do not seem to be the equal of your father; for you have as yet no son such as he left after him in you.” This pleased Cambyses, and he praised Croesus' judgment.
34.5. Πέρσαι μὲν ταῦτα ἔλεγον, Κροῖσος δὲ παρεών τε καὶ οὐκ ἀρεσκόμενος τῇ κρίσι εἶπε πρὸς τὸν Καμβύσεα τάδε. ἐμοὶ μέν νυν, ὦ παῖ Κύρου, οὐ δοκέεις ὅμοιος εἶναι τῷ πατρί· οὐ γάρ κώ τοι ἐστὶ υἱὸς οἷον σε ἐκεῖνος κατελίπετο. ἥσθη τε ταῦτα ἀκούσας ὁ Καμβύσης καὶ ἐπαίνεε τὴν Κροίσου κρίσιν.
35.1. Remembering this, then, he said to Prexaspes in his anger: “Judge then if the Persians speak the truth, or rather are themselves out of their minds when they speak of me so.
35.1. τούτων δὴ ὦν ἐπιμνησθέντα ὀργῇ λέγειν πρὸς τὸν Πρηξάσπεα σύ νυν μάθε εἰ λέγουσι Πέρσαι ἀληθέα εἴτε αὐτοὶ λέγοντες ταῦτα παραφρονέουσι·
35.2. Yonder stands your son in the porch; now if I shoot and pierce his heart, that will prove the Persians to be wrong; if I miss, then say that they are right and that I am out of my senses.”
35.2. εἰ μὲν γὰρ τοῦ παιδὸς τοῦ σοῦ τοῦδε ἑστεῶτος ἐν τοῖσι προθύροισι βαλὼν τύχοιμι μέσης τῆς καρδίης, Πέρσαι φανέονται λέγοντες οὐδέν· ἢν δὲ ἁμάρτω, φάναι Πέρσας τε λέγειν ἀληθέα καί με μὴ σωφρονέειν.
35.3. So saying, he strung his bow and hit the boy, and gave orders to open the fallen body and examine the wound: and the arrow being found in the heart, Cambyses laughed in great glee and said to the boy's father:
35.3. ταῦτα δὲ εἰπόντα καὶ διατείναντα τὸ τόξον βαλεῖν τὸν παῖδα, πεσόντος δὲ τοῦ παιδὸς ἀνασχίζειν αὐτὸν κελεύειν καὶ σκέψασθαι τὸ βλῆμα· ὡς δὲ ἐν τῇ καρδίῃ εὑρεθῆναι ἐνεόντα τὸν ὀιστόν, εἰπεῖν πρὸς τὸν πατέρα τοῦ παιδὸς γελάσαντα καὶ περιχαρέα γενόμενον Πρήξασπες, ὡς μὲν ἐγὼ τε οὐ μαίνομαι Πέρσαι τε παραφρονέουσι, δῆλά τοι γέγονε.
35.4. “It is plain, Prexaspes, that I am in my right mind and the Persians mad; now tell me: what man in the world did you ever see that shot so true to the mark?” Prexaspes, it is said, replied (for he saw that Cambyses was mad, and he feared for his own life), “Master, I think that not even the god himself could shoot so true.”
35.4. νῦν δέ μοι εἰπέ, τίνα εἶδες ἤδη πάντων ἀνθρώπων οὕτω ἐπίσκοπα τοξεύοντα; Πρηξάσπεα δὲ ὁρῶντα ἄνδρα οὐ φρενήρεα καὶ περὶ ἑωυτῷ δειμαίνοντα εἰπεῖν δέσποτα, οὐδʼ ἂν αὐτὸν ἔγωγε δοκέω τὸν θεὸν οὕτω ἂν καλῶς βαλεῖν.
35.5. Thus did Cambyses then; at another time he took twelve Persians, equal to the noblest in the land, convicted them of some minor offense, and buried them alive up to the neck.
35.5. τότε μὲν ταῦτα ἐξεργάσατο, ἑτέρωθι δὲ Περσέων ὁμοίους τοῖσι πρώτοισι δυώδεκα ἐπʼ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλὼν ζώοντας ἐπὶ κεφαλὴν κατώρυξε.
36.1. For these acts Croesus the Lydian thought fit to take him to task, and addressed him thus: “Sire, do not sacrifice everything to youth and temper, but restrain and control yourself; prudence is a good thing, forethought is wise. But you kill men of your own country whom you have convicted of some minor offense, and you kill boys.
36.1. ταῦτα δέ μιν ποιεῦντα ἐδικαίωσε Κροῖσος ὁ Λυδὸς νουθετῆσαι τοῖσιδε τοῖσι ἔπεσι. ὦ βασιλεῦ, μὴ πάντα ἡλικίῃ καὶ θυμῷ ἐπίτραπε, ἀλλʼ ἴσχε καὶ καταλάμβανε σεωυτόν· ἀγαθόν τι πρόνοον εἶναι, σοφὸν δὲ ἡ προμηθίη. σὺ δὲ κτείνεις μὲν ἄνδρας σεωυτοῦ πολιήτας ἐπʼ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλών, κτείνεις δὲ παῖδας.
36.2. If you do so often, beware lest the Persians revolt from you. As for me, your father Cyrus earnestly begged me to counsel you and to give you such advice as I think to be good.” Croesus gave him this counsel out of goodwill; but Cambyses answered:
36.2. ἢν δὲ πολλὰ τοιαῦτα ποιέῃς, ὅρα ὅκως μή σευ ἀποστήσονται Πέρσαι. ἐμοὶ δὲ πατὴρ σὸς Κῦρος ἐνετέλλετο πολλὰ κελεύων σε νουθετέειν καὶ ὑποτίθεσθαι ὅ τι ἂν εὑρίσκω ἀγαθόν. ὃ μὲν δὴ εὐνοίην φαίνων συνεβούλευέ οἱ ταῦτα· ὃ δʼ ἀμείβετο τοῖσιδε.
36.3. “It is very well that you should even dare to counsel me; you, who governed your own country so well, and gave fine advice to my father—telling him, when the Massagetae were willing to cross over into our lands, to pass the Araxes and attack them; thus you worked your own ruin by misgoverning your country and Cyrus', who trusted you. But you shall regret it; I have long waited for an occasion to deal with you.”
36.3. σὺ καὶ ἐμοὶ τολμᾷς συμβουλεύειν, ὃς χρηστῶς μὲν τὴν σεωυτοῦ πατρίδα ἐπετρόπευσας, εὖ δὲ τῷ πατρὶ τῷ ἐμῷ συνεβούλευσας, κελεύων αὐτὸν Ἀράξεα ποταμὸν διαβάντα ἰέναι ἐπὶ Μασσαγέτας, βουλομένων ἐκείνων διαβαίνειν ἐς τὴν ἡμετέρην, καὶ ἀπὸ μὲν σεωυτὸν ὤλεσας τῆς σεωυτοῦ πατρίδος κακῶς προστάς, ἀπὸ δὲ ὤλεσας Κῦρον πειθόμενον σοί, ἀλλʼ οὔτι χαίρων, ἐπεί τοι καὶ πάλαι ἐς σὲ προφάσιός τευ ἐδεόμην ἐπιλαβέσθαι.
36.4. With that Cambyses took his bow to shoot him dead; but Croesus leapt up and ran out; and Cambyses, being unable to shoot him, ordered his attendants to catch and kill him.
36.4. ταῦτα δὲ εἴπας ἐλάμβανε τὸ τόξον ὡς κατατοξεύσων αὐτόν, Κροῖσος δὲ ἀναδραμὼν ἔθεε ἔξω. ὁ δὲ ἐπείτε τοξεῦσαι οὐκ εἶχε, ἐνετείλατο τοῖσι θεράπουσι λαβόντας μιν ἀποκτεῖναι.
36.5. They, knowing Cambyses' mood, hid Croesus; intending to reveal him and receive gifts for saving his life, if Cambyses should repent and ask for Croesus, but if he should not repent nor wish Croesus back, then to kill the Lydian.
36.5. οἱ δὲ θεράποντες ἐπιστάμενοι τὸν τρόπον αὐτοῦ κατακρύπτουσι τὸν Κροῖσον ἐπὶ τῷδε τῷ λόγῳ ὥστε, εἰ μὲν μεταμελήσῃ τῷ Καμβύσῃ καὶ ἐπιζητέῃ τὸν Κροῖσον, οἳ δὲ ἐκφήναντες αὐτὸν δῶρα λάμψονται ζωάγρια Κροίσου, ἢν δὲ μὴ μεταμέληται μηδὲ ποθέῃ μιν, τότε καταχρᾶσθαι.
36.6. Not long after this Cambyses did wish Croesus back, and the attendants, understanding this, told him that Croesus was alive still. Cambyses said that he was glad of it; but that they, who had saved Croesus, should not escape with impunity, but be killed; and this was done.
36.6. ἐπόθησέ τε δὴ ὁ Καμβύσης τὸν Κροῖσον οὐ πολλῷ μετέπειτα χρόνῳ ὕστερον, καὶ οἱ θεράποντες μαθόντες τοῦτο ἐπηγγέλλοντο αὐτῷ ὡς περιείη. Καμβύσης δὲ Κροίσῳ μὲν συνήδεσθαι ἔφη περιεόντι, ἐκείνους μέντοι τοὺς περιποιήσαντας οὐ καταπροΐξεσθαι ἀλλʼ ἀποκτενέειν· καὶ ἐποίησε ταῦτα.
37.1. Cambyses committed many such mad acts against the Persians and his allies; he stayed at Memphis, and there opened ancient coffins and examined the dead bodies.
37.1. ὃ μὲν δὴ τοιαῦτα πολλὰ ἐς Πέρσας τε καὶ τοὺς συμμάχους ἐξεμαίνετο, μένων ἐν Μέμφι καὶ θήκας τε παλαιὰς ἀνοίγων καὶ σκεπτόμενος τοὺς νεκρούς.
37.2. Thus too he entered the temple of Hephaestus and jeered at the image there. This image of Hephaestus is most like the Phoenician Pataici, which the Phoenicians carry on the prows of their triremes. I will describe it for anyone who has not seen these figures: it is the likeness of a dwarf.
37.2. ὣς δὲ δὴ καὶ ἐς τοῦ Ἡφαίστου τὸ ἱρὸν ἦλθε καὶ πολλὰ τῷ ἀγάλματι κατεγέλασε. ἔστι γὰρ τοῦ Ἡφαίστου τὤγαλμα τοῖσι Φοινικηίοισι Παταΐκοισι ἐμφερέστατον, τοὺς οἱ Φοίνικες ἐν τῇσι πρῴρῃσι τῶν τριηρέων περιάγουσι. ὃς δὲ τούτους μὴ ὄπωπε, ὧδε σημανέω· πυγμαίου ἀνδρὸς μίμησις ἐστί.
37.3. Also he entered the temple of the Cabeiri, into which no one may enter save the priest; the images here he even burnt, with bitter mockery. These also are like the images of Hephaestus, and are said to be his sons.
37.3. ἐσῆλθε δὲ καὶ ἐς τῶν Καβείρων τὸ ἱρόν, ἐς τὸ οὐ θεμιτόν ἐστι ἐσιέναι ἄλλον γε ἢ τὸν ἱρέα· ταῦτα δὲ τὰ ἀγάλματα καὶ ἐνέπρησε πολλὰ κατασκώψας. ἔστι δὲ καὶ ταῦτα ὅμοια τοῖσι τοῦ Ἡφαίστου· τούτου δὲ σφέας παῖδας λέγουσι εἶναι.
38.1. I hold it then in every way proved that Cambyses was quite insane; or he would never have set himself to deride religion and custom. For if it were proposed to all nations to choose which seemed best of all customs, each, after examination, would place its own first; so well is each convinced that its own are by far the best.
38.1. πανταχῇ ὦν μοι δῆλα ἐστὶ ὅτι ἐμάνη μεγάλως ὁ Καμβύσης· οὐ γὰρ ἂν ἱροῖσί τε καὶ νομαίοισι ἐπεχείρησε καταγελᾶν. εἰ γάρ τις προθείη πᾶσι ἀνθρώποισι ἐκλέξασθαι κελεύων νόμους τοὺς καλλίστους ἐκ τῶν πάντων νόμων, διασκεψάμενοι ἂν ἑλοίατο ἕκαστοι τοὺς ἑωυτῶν· οὕτω νομίζουσι πολλόν τι καλλίστους τοὺς ἑωυτῶν νόμους ἕκαστοι εἶναι.
38.2. It is not therefore to be supposed that anyone, except a madman, would turn such things to ridicule. I will give this one proof among many from which it may be inferred that all men hold this belief about their customs.
38.2. οὔκων οἰκός ἐστι ἄλλον γε ἢ μαινόμενον ἄνδρα γέλωτα τὰ τοιαῦτα τίθεσθαι· ὡς δὲ οὕτω νενομίκασι τὰ περὶ τοὺς νόμους πάντες ἄνθρωποι, πολλοῖσί τε καὶ ἄλλοισι τεκμηρίοισι πάρεστι σταθμώσασθαι, ἐν δὲ δὴ καὶ τῷδε.
38.3. When Darius was king, he summoned the Greeks who were with him and asked them for what price they would eat their fathers' dead bodies. They answered that there was no price for which they would do it.
38.3. Δαρεῖος ἐπὶ τῆς ἑωυτοῦ ἀρχῆς καλέσας Ἑλλήνων τοὺς παρεόντας εἴρετο ἐπὶ κόσῳ ἂν χρήματι βουλοίατο τοὺς πατέρας ἀποθνήσκοντας κατασιτέεσθαι· οἳ δὲ ἐπʼ οὐδενὶ ἔφασαν ἔρδειν ἂν τοῦτο.
38.4. Then Darius summoned those Indians who are called Callatiae, who eat their parents, and asked them (the Greeks being present and understanding through interpreters what was said) what would make them willing to burn their fathers at death. The Indians cried aloud, that he should not speak of so horrid an act. So firmly rooted are these beliefs; and it is, I think, rightly said in Pindar's poem that custom is lord of all.
38.4. Δαρεῖος δὲ μετὰ ταῦτα καλέσας Ἰνδῶν τοὺς καλεομένους Καλλατίας, οἳ τοὺς γονέας κατεσθίουσι, εἴρετο, παρεόντων τῶν Ἑλλήνων καὶ διʼ ἑρμηνέος μανθανόντων τὰ λεγόμενα, ἐπὶ τίνι χρήματι δεξαίατʼ ἂν τελευτῶντας τοὺς πατέρας κατακαίειν πυρί· οἳ δὲ ἀμβώσαντες μέγα εὐφημέειν μιν ἐκέλευον. οὕτω μέν νυν ταῦτα νενόμισται, καὶ ὀρθῶς μοι δοκέει Πίνδαρος ποιῆσαι νόμον πάντων βασιλέα φήσας εἶναι.
39.1. While Cambyses was attacking Egypt, the Lacedaemonians too were making war upon Samos and upon Aeaces' son Polycrates, who had revolted and won Samos. And first, dividing the city into three parts, he gave a share in the government to his brothers Pantagnotus and Syloson; but presently he put one of them to death, banished the younger, Syloson, and so made himself lord of all Samos; then he made a treaty with Amasis king of Egypt, sending to him and receiving from him gifts.
39.1. Καμβύσεω δὲ ἐπʼ Αἴγυπτον στρατευομένου ἐποιήσαντο καὶ Λακεδαιμόνιοι στρατηίην ἐπὶ Σάμον τε καὶ Πολυκράτεα τὸν Αἰάκεος· ὃς ἔσχε Σάμον ἐπαναστάς, καὶ τὰ μὲν πρῶτα τριχῇ δασάμενος τὴν πόλιν … τοῖσι ἀδελφεοῖσι Πανταγνώτῳ καὶ Συλοσῶντι ἔνειμε, μετὰ δὲ τὸν μὲν αὐτῶν ἀποκτείνας τὸν δὲ νεώτερον Συλοσῶντα ἐξελάσας ἔσχε πᾶσαν Σάμον, σχὼν δὲ ξεινίην Ἀμάσι τῷ Αἰγύπτου βασιλέι συνεθήκατο, πέμπων τε δῶρα καὶ δεκόμενος ἄλλα παρʼ ἐκείνου.
39.3. Very soon after this, Polycrates grew to such power that he was famous in Ionia and all other Greek lands; for all his military affairs succeeded. He had a hundred fifty-oared ships, and a thousand archers.
39.3. ἐν χρόνῳ δὲ ὀλίγῳ αὐτίκα τοῦ Πολυκράτεος τὰ πρήγματα ηὔξετο καὶ ἦν βεβωμένα ἀνά τε τὴν Ἰωνίην καὶ τὴν ἄλλην Ἑλλάδα· ὅκου γὰρ ἰθύσειε στρατεύεσθαι, πάντα οἱ ἐχώρεε εὐτυχέως. ἔκτητο δὲ πεντηκοντέρους τε ἑκατὸν καὶ χιλίους τοξότας, ἔφερε δὲ καὶ ἦγε πάντας διακρίνων οὐδένα·
39.4. And he pillaged every place, indiscriminately; for he said that he would get more thanks if he gave a friend back what he had taken than if he never took it at all. He had taken many of the islands, and many of the mainland cities. Among others, he conquered the Lesbians; they had brought all their force to aid the Milesians, and Polycrates defeated them in a sea-fight; it was they who, being his captives, dug all the trench around the acropolis of Samos.
39.4. τῷ γὰρ φίλῳ ἔφη χαριεῖσθαι μᾶλλον ἀποδιδοὺς τὰ ἔλαβε ἢ ἀρχὴν μηδὲ λαβών. συχνὰς μὲν δὴ τῶν νήσων ἀραιρήκεε, πολλὰ δὲ καὶ τῆς ἠπείρου ἄστεα· ἐν δὲ δὴ καὶ Λεσβίους πανστρατιῇ βοηθέοντας Μιλησίοισι ναυμαχίῃ κρατήσας εἷλε, οἳ τὴν τάφρον περὶ τὸ τεῖχος τὸ ἐν Σάμῳ πᾶσαν δεδεμένοι ὤρυξαν.
40.1. Now Amasis was somehow aware of Polycrates' great good fortune; and as this continued to increase greatly, he wrote this letter and sent it to Samos: “Amasis addresses Polycrates as follows.
40.1. καί κως τὸν Ἄμασιν εὐτυχέων μεγάλως ὁ Πολυκράτης οὐκ ἐλάνθανε, ἀλλά οἱ τοῦτʼ ἦν ἐπιμελές. πολλῷ δὲ ἔτι πλεῦνός οἱ εὐτυχίης γινομένης γράψας ἐς βυβλίον τάδε ἐπέστειλε ἐς Σάμον. Ἄμασις Πολυκράτεϊ ὧδε λέγει.
40.2. It is pleasant to learn that a friend and ally is doing well. But I do not like these great successes of yours; for I know the gods, how jealous they are, and I desire somehow that both I and those for whom I care succeed in some affairs, fail in others, and thus pass life faring differently by turns, rather than succeed at everything.
40.2. ἡδὺ μὲν πυνθάνεσθαι ἄνδρα φίλον καὶ ξεῖνον εὖ πρήσσοντα· ἐμοὶ δὲ αἱ σαὶ μεγάλαι εὐτυχίαι οὐκ ἀρέσκουσι, τὸ θεῖον ἐπισταμένῳ ὡς ἔστι φθονερόν· καί κως βούλομαι καὶ αὐτὸς καὶ τῶν ἂν κήδωμαι τὸ μέν τι εὐτυχέειν τῶν πρηγμάτων τὸ δὲ προσπταίειν, καὶ οὕτω διαφέρειν τὸν αἰῶνα ἐναλλὰξ πρήσσων ἢ εὐτυχέειν τὰ πάντα.
40.3. For from all I have heard I know of no man whom continual good fortune did not bring in the end to evil, and utter destruction. Therefore if you will be ruled by me do this regarding your successes:
40.3. οὐδένα γάρ κω λόγῳ οἶδα ἀκούσας ὅστις ἐς τέλος οὐ κακῶς ἐτελεύτησε πρόρριζος, εὐτυχέων τὰ πάντα. σύ νυν ἐμοὶ πειθόμενος ποίησον πρὸς τὰς εὐτυχίας τοιάδε·
40.4. consider what you hold most precious and what you will be sorriest to lose, and cast it away so that it shall never again be seen among men; then, if after this the successes that come to you are not mixed with mischances, strive to mend the matter as I have counselled you.”
40.4. φροντίσας τὸ ἂν εὕρῃς ἐόν τοι πλείστου ἄξιον καὶ ἐπʼ ᾧ σὺ ἀπολομένῳ μάλιστα τὴν ψυχὴν ἀλγήσεις, τοῦτο ἀπόβαλε οὕτω ὅκως μηκέτι ἥξει ἐς ἀνθρώπους· ἤν τε μὴ ἐναλλὰξ ἤδη τὠπὸ τούτου αἱ εὐτυχίαι τοι τῇσι πάθῃσι προσπίπτωσι, τρόπῳ τῷ ἐξ ἐμεῦ ὑποκειμένῳ ἀκέο.
41.1. Reading this, and perceiving that Amasis' advice was good, Polycrates considered which of his treasures it would most grieve his soul to lose, and came to this conclusion: he wore a seal set in gold, an emerald, crafted by Theodorus son of Telecles of Samos;
41.1. ταῦτα ἐπιλεξάμενος ὁ Πολυκράτης καὶ νόῳ λαβὼν ὥς οἱ εὖ ὑπετίθετο Ἄμασις, ἐδίζητο ἐπʼ ᾧ ἂν μάλιστα τὴν ψυχὴν ἀσηθείη ἀπολομένῳ τῶν κειμηλίων, διζήμενος δὲ εὕρισκε τόδε. ἦν οἱ σφρηγὶς τὴν ἐφόρεε χρυσόδετος, σμαράγδου μὲν λίθου ἐοῦσα, ἔργον δὲ ἦν Θεοδώρου τοῦ Τηλεκλέος Σαμίου.
41.2. being resolved to cast this away, he embarked in a fifty-oared ship with its crew, and told them to put out to sea; and when he was far from the island, he took off the seal-ring in sight of all that were on the ship and cast it into the sea. This done, he sailed back and went to his house, where he grieved for the loss.
41.2. ἐπεὶ ὦν ταύτην οἱ ἐδόκεε ἀποβαλεῖν, ἐποίεε τοιάδε· πεντηκόντερον πληρώσας ἀνδρῶν ἐσέβη ἐς αὐτήν, μετὰ δὲ ἀναγαγεῖν ἐκέλευε ἐς τὸ πέλαγος· ὡς δὲ ἀπὸ τῆς νήσου ἑκὰς ἐγένετο, περιελόμενος τὴν σφρηγῖδα πάντων ὁρώντων τῶν συμπλόων ῥίπτει ἐς τὸ πέλαγος. τοῦτο δὲ ποιήσας ἀπέπλεε, ἀπικόμενος δὲ ἐς τὰ οἰκία συμφορῇ ἐχρᾶτο.
42.1. But on the fifth or sixth day from this it happened that a fisherman, who had taken a fine and great fish, and desired to make a gift of it to Polycrates, brought it to the door and said that he wished to see Polycrates. This being granted, he gave the fish, saying:
42.1. πέμπτῃ δὲ ἢ ἕκτῃ ἡμέρῃ ἀπὸ τούτων τάδε οἱ συνήνεικε γενέσθαι. ἀνὴρ ἁλιεὺς λαβὼν ἰχθὺν μέγαν τε καὶ καλὸν ἠξίου μιν Πολυκράτεϊ δῶρον δοθῆναι· φέρων δὴ ἐπὶ τὰς θύρας Πολυκράτεϊ ἔφη ἐθέλειν ἐλθεῖν ἐς ὄψιν, χωρήσαντος δέ οἱ τούτου ἔλεγε διδοὺς τὸν ἰχθύν ὦ βασιλεῦ, ἐγὼ τόνδε ἑλὼν οὐκ ἐδικαίωσα φέρειν ἐς ἀγορήν, καίπερ ἐὼν ἀποχειροβίοτος, ἀλλά μοι ἐδόκεε σεῦ τε εἶναι ἄξιος καὶ τῆς σῆς ἀρχῆς·
42.2. “O King, when I caught this fish, I thought best not to take it to market, although I am a man who lives by his hands, but it seemed to me worthy of you and your greatness; and so I bring and offer it to you.” Polycrates was pleased with what the fisherman said; “You have done very well,” he answered, “and I give you double thanks, for your words and for the gift; and I invite you to dine with me.” Proud of this honor, the fisherman went home; but the servants, cutting up the fish, found in its belly Polycrates' seal-ring.
42.2. σοὶ δή μιν φέρων δίδωμι. ὁ δὲ ἡσθεὶς τοῖσι ἔπεσι ἀμείβεται τοῖσιδε. κάρτα τε εὖ ἐποίησας καὶ χάρις διπλῆ τῶν τε λόγων καὶ τοῦ δώρου, καί σε ἐπὶ δεῖπνον καλέομεν. ὃ μὲν δὴ ἁλιεὺς μέγα ποιεύμενος ταῦτα ἤιε ἐς τὰ οἰκία, τὸν δὲ ἰχθὺν τάμνοντες οἱ θεράποντες εὑρίσκουσι ἐν τῇ νηδύι αὐτοῦ ἐνεοῦσαν τὴν Πολυκράτεος σφρηγῖδα.
42.4. As soon as they saw and seized it, they brought it with joy to Polycrates, and giving the ring to him told him how it had been found. Polycrates saw the hand of heaven in this matter; he wrote a letter and sent it to Egypt, telling all that he had done, and what had happened to him.
42.4. ὡς δὲ εἶδόν τε καὶ ἔλαβον τάχιστα, ἔφερον κεχαρηκότες παρὰ τὸν Πολυκράτεα, διδόντες δέ οἱ τὴν σφρηγῖδα ἔλεγον ὅτεῳ τρόπῳ εὑρέθη. τὸν δὲ ὡς ἐσῆλθε θεῖον εἶναι τὸ πρῆγμα, γράφει ἐς βυβλίον πάντα τὰ ποιήσαντά μιν οἷα καταλελάβηκε, γράψας δὲ ἐς Αἴγυπτον ἐπέθηκε.
43.1. When Amasis had read Polycrates' letter, he perceived that no man could save another from his destiny, and that Polycrates, being so continually fortunate that he even found what he cast away, must come to an evil end.
43.1. ἐπιλεξάμενος δὲ ὁ Ἄμασις τὸ βυβλίον τὸ παρὰ τοῦ Πολυκράτεος ἧκον, ἔμαθε ὅτι ἐκκομίσαι τε ἀδύνατον εἴη ἀνθρώπῳ ἄνθρωπον ἐκ τοῦ μέλλοντος γίνεσθαι πρήγματος, καὶ ὅτι οὐκ εὖ τελευτήσειν μέλλοι Πολυκράτης εὐτυχέων τὰ πάντα, ὃς καὶ τὰ ἀποβάλλει εὑρίσκει.
43.2. So he sent a herald to Samos to renounce his friendship, determined that when some great and terrible mischance overtook Polycrates he himself might not have to sadden his heart for a friend.
43.2. πέμψας δέ οἱ κήρυκα ἐς Σάμον διαλύεσθαι ἔφη τὴν ξεινίην. τοῦδε δὲ εἵνεκεν ταῦτα ἐποίεε, ἵνα μὴ συντυχίης δεινῆς τε καὶ μεγάλης Πολυκράτεα καταλαβούσης αὐτὸς ἀλγήσειε τὴν ψυχὴν ὡς περὶ ξείνου ἀνδρός.
44.1. It was against this ever-victorious Polycrates that the Lacedaemonians now made war, invited by the Samians who afterwards founded Cydonia in Crete. Polycrates had without the knowledge of his subjects sent a herald to Cambyses, son of Cyrus, then raising an army against Egypt, inviting Cambyses to send to Samos too and request men from him.
44.1. ἐπὶ τοῦτον δὴ ὦν τὸν Πολυκράτεα εὐτυχέοντα τὰ πάντα ἐστρατεύοντο Λακεδαιμόνιοι, ἐπικαλεσαμένων τῶν μετὰ ταῦτα Κυδωνίην τὴν ἐν Κρήτῃ κτισάντων Σαμίων. πέμψας δὲ κήρυκα λάθρῃ Σαμίων Πολυκράτης παρὰ Καμβύσεα τὸν Κύρου συλλέγοντα στρατὸν ἐπʼ Αἴγυπτον, ἐδεήθη ὅκως ἂν καὶ παρʼ ἑωυτὸν πέμψας ἐς Σάμον δέοιτο στρατοῦ.
44.2. At this message Cambyses very readily sent to Samos, asking Polycrates to send a fleet to aid him against Egypt. Polycrates chose those men whom he most suspected of planning a rebellion against him, and sent them in forty triremes, directing Cambyses not to send the men back.
44.2. Καμβύσης δὲ ἀκούσας τούτων προθύμως ἔπεμψε ἐς Σάμον δεόμενος Πολυκράτεος στρατὸν ναυτικὸν ἅμα πέμψαι ἑωυτῷ ἐπʼ Αἴγυπτον. ὁ δὲ ἐπιλέξας τῶν ἀστῶν τοὺς ὑπώπτευε μάλιστα ἐς ἐπανάστασιν ἀπέπεμπε τεσσεράκοντα τριήρεσι, ἐντειλάμενος Καμβύσῃ ὀπίσω τούτους μὴ ἀποπέμπειν.
45.1. Some say that these Samians who were sent never came to Egypt, but that when they had sailed as far as Carpathus discussed the matter among themselves and decided to sail no further; others say that they did come to Egypt and there escaped from the guard that was set over them.
45.1. οἳ μὲν δὴ λέγουσι τοὺς ἀποπεμφθέντας Σαμίων ὑπὸ Πολυκράτεος οὐκ ἀπικέσθαι ἐς Αἴγυπτον, ἀλλʼ ἐπείτε ἐγένοντο ἐν Καρπάθῳ πλέοντες, δοῦναι σφίσι λόγον, καί σφι ἁδεῖν τὸ προσωτέρω μηκέτι πλέειν· οἳ δὲ λέγουσι ἀπικομένους τε ἐς Αἴγυπτον καὶ φυλασσομένους ἐνθεῦτεν αὐτοὺς ἀποδρῆναι.
45.2. But as they sailed back to Samos, Polycrates' ships met and engaged them; and the returning Samians were victorious and landed on the island, but were there beaten in a land battle, and so sailed to Lacedaemon.
45.2. καταπλέουσι δὲ ἐς τὴν Σάμον Πολυκράτης νηυσὶ ἀντιάσας ἐς μάχην κατέστη· νικήσαντες δὲ οἱ κατιόντες ἀπέβησαν ἐς τὴν νῆσον, πεζομαχήσαντες δὲ ἐν αὐτῇ ἑσσώθησαν, καὶ οὕτω δὴ ἔπλεον ἐς Λακεδαίμονα.
45.3. There are those who say that the Samians from Egypt defeated Polycrates; but to my thinking this is untrue; for they need not have invited the Lacedaemonians if in fact they had been able to master Polycrates by themselves. Besides, it is not even reasonable to suppose that he, who had a great army of hired soldiers and bowmen of his own, was beaten by a few men like the returning Samians.
45.3. εἰσὶ δὲ οἳ λέγουσι τοὺς ἀπʼ Αἰγύπτου νικῆσαι Πολυκράτεα, λέγοντες ἐμοὶ δοκέειν οὐκ ὀρθῶς· οὐδὲν γὰρ ἔδει σφέας Λακεδαιμονίους ἐπικαλέεσθαι, εἴ περ αὐτοὶ ἦσαν ἱκανοὶ Πολυκράτεα παραστήσασθαι. πρὸς δὲ τούτοισι οὐδὲ λόγος αἱρέει, τῷ ἐπίκουροί τε μισθωτοὶ καὶ τοξόται οἰκήιοι ἦσαν πλήθεϊ πολλοί, τοῦτον ὑπὸ τῶν κατιόντων Σαμίων ἐόντων ὀλίγων ἑσσωθῆναι.
45.4. Polycrates took the children and wives of the townsmen who were subject to him and shut them up in the boathouses, with intent to burn them and the boathouses too if their men should desert to the returned Samians.
45.4. τῶν δʼ ὑπʼ ἑωυτῷ ἐόντων πολιητέων τὰ τέκνα καὶ τὰς γυναῖκας ὁ Πολυκράτης ἐς τοὺς νεωσοίκους συνειλήσας εἶχε ἑτοίμους, ἢν ἄρα προδιδῶσι οὗτοι πρὸς τοὺς κατιόντας, ὑποπρῆσαι αὐτοῖσι τοῖσι νεωσοίκοισι.
46.1. When the Samians who were expelled by Polycrates came to Sparta, they came before the ruling men and made a long speech to show the greatness of their need. But the Spartans at their first sitting answered that they had forgotten the beginning of the speech and could not understand its end.
46.1. ἐπείτε δὲ οἱ ἐξελασθέντες Σαμίων ὑπὸ Πολυκράτεος ἀπίκοντο ἐς τὴν Σπάρτην, καταστάντες ἐπὶ τοὺς ἄρχοντας ἔλεγον πολλὰ οἷα κάρτα δεόμενοι· οἳ δέ σφι τῇ πρώτῃ καταστάσι ὑπεκρίναντο τὰ μὲν πρῶτα λεχθέντα ἐπιλελῆσθαι, τὰ δὲ ὕστατα οὐ συνιέναι.
46.2. After this the Samians came a second time with a sack, and said nothing but this: “The sack wants flour.” To this the Spartans replied that they were over-wordy with “the sack”; but they did resolve to help them.
46.2. μετὰ δὲ ταῦτα δεύτερα καταστάντες ἄλλο μὲν εἶπον οὐδέν, θύλακον δὲ φέροντες ἔφασαν τὸν θύλακον ἀλφίτων δέεσθαι. οἳ δέ σφι ὑπεκρίναντο τῷ θυλάκῳ περιεργάσθαι· βοηθέειν δʼ ὦν ἔδοξε αὐτοῖσι.
47.1. The Lacedaemonians then equipped and sent an army to Samos, returning a favor, as the Samians say, because they first sent a fleet to help the Lacedaemonians against Messenia; but the Lacedaemonians say that they sent this army less to aid the Samians in their need than to avenge the robbery of the bowl which they had been carrying to Croesus and the breastplate which Amasis King of Egypt had sent them as a gift.
47.1. καὶ ἔπειτα παρασκευασάμενοι ἐστρατεύοντο Λακεδαιμόνιοι ἐπὶ Σάμον, ὡς μὲν Σάμιοι λέγουσι, εὐεργεσίας ἐκτίνοντες, ὅτι σφι πρότεροι αὐτοὶ νηυσὶ ἐβοήθησαν ἐπὶ Μεσσηνίους· ὡς δὲ Λακεδαιμόνιοι λέγουσι, οὐκ οὕτω τιμωρῆσαι δεομένοισι Σαμίοισι ἐστρατεύοντο ὡς τίσασθαι βουλόμενοι τοῦ κρητῆρος τῆς ἁρπαγῆς, τὸν ἦγον Κροίσῳ, καὶ τοῦ θώρηκος, τὸν αὐτοῖσι Ἄμασις ὁ Αἰγύπτου βασιλεὺς ἔπεμψε δῶρον.
47.2. This breastplate had been stolen by the Samians in the year before they took the bowl; it was of linen, decked with gold and cotton embroidery, and embroidered with many figures;
47.2. καὶ γὰρ θώρηκα ἐληίσαντο τῷ προτέρῳ ἔτεϊ ἢ τὸν κρητῆρα οἱ Σάμιοι, ἐόντα μὲν λίνεον καὶ ζῴων ἐνυφασμένων συχνῶν, κεκοσμημένον δὲ χρυσῷ καὶ εἰρίοισι ἀπὸ ξύλου·
47.3. but what makes it worthy of wonder is that each thread of the breastplate, fine as each is, is made up of three hundred and sixty strands, each plainly seen. It is the exact counterpart of that one which Amasis dedicated to Athena in Lindus.
47.3. τῶν δὲ εἵνεκα θωμάσαι ἄξιον, ἁρπεδόνη ἑκάστη τοῦ θώρηκος ποιέει· ἐοῦσα γὰρ λεπτὴ ἔχει ἁρπεδόνας ἐν ἑωυτῇ τριηκοσίας καὶ ἑξήκοντα, πάσας φανεράς. τοιοῦτος ἕτερος ἐστὶ καὶ τὸν ἐν Λίνδῳ ἀνέθηκε τῇ Ἀθηναίῃ Ἄμασις.
48.1. The Corinthians also enthusiastically helped to further the expedition against Samos. For an outrage had been done them by the Samians a generation before this expedition, about the time of the robbery of the bowl.
48.1. συνεπελάβοντο δὲ τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ὥστε γενέσθαι καὶ Κορίνθιοι προθύμως· ὕβρισμα γὰρ καὶ ἐς τούτους εἶχε ἐκ τῶν Σαμίων γενόμενον γενεῇ πρότερον τοῦ στρατεύματος τούτου, κατὰ δὲ τὸν αὐτὸν χρόνον τοῦ κρητῆρος τῇ ἁρπαγῇ γεγονός.
48.2. Periander son of Cypselus sent to Alyattes at Sardis three hundred boys, sons of notable men in Corcyra, to be made eunuchs. The Corinthians who brought the boys put in at Samos; and when the Samians heard why the boys were brought, first they instructed them to take sanctuary in the temple of Artemis, then they would not allow the suppliants to be dragged from the temple; and when the Corinthians tried to starve the boys out, the Samians held a festival which they still celebrate in the same fashion; throughout the time that the boys were seeking asylum, they held nightly dances of young men and women to which it was made a custom to bring cakes of sesame and honey, so that the Corcyraean boys might snatch these and have food.
48.2. Κερκυραίων γὰρ παῖδας τριηκοσίους ἀνδρῶν τῶν πρώτων Περίανδρος ὁ Κυψέλου ἐς Σάρδις ἀπέπεμψε παρὰ Ἀλυάττεα ἐπʼ ἐκτομῇ· προσσχόντων δὲ ἐς τὴν Σάμον τῶν ἀγόντων τοὺς παῖδας Κορινθίων, πυθόμενοι οἱ Σάμιοι τὸν λόγον, ἐπʼ οἷσι ἀγοίατο ἐς Σάρδις, πρῶτα μὲν τοὺς παῖδας ἐδίδαξαν ἱροῦ ἅψασθαι Ἀρτέμιδος· μετὰ δὲ οὐ περιορῶντες ἀπέλκειν τοὺς ἱκέτας ἐκ τοῦ ἱροῦ, σιτίων δὲ τοὺς παῖδας ἐργόντων Κορινθίων, ἐποιήσαντο οἱ Σάμιοι ὁρτήν, τῇ καὶ νῦν ἔτι χρέωνται κατὰ ταὐτά. νυκτὸς γὰρ ἐπιγενομένης, ὅσον χρόνον ἱκέτευον οἱ παῖδες, ἵστασαν χοροὺς παρθένων τε καὶ ἠιθέων, ἱστάντες δὲ τοὺς χοροὺς τρωκτὰ σησάμου τε καὶ μέλιτος ἐποιήσαντο νόμον φέρεσθαι, ἵνα ἁρπάζοντες οἱ τῶν Κερκυραίων παῖδες ἔχοιεν τροφήν.
48.4. This continued to be done until the Corinthian guards left their charge and departed; then the Samians took the boys back to Corcyra.
48.4. ἐς τοῦτο δὲ τόδε ἐγίνετο, ἐς ὃ οἱ Κορίνθιοι τῶν παίδων οἱ φύλακοι οἴχοντο ἀπολιπόντες· τοὺς δὲ παῖδας ἀπήγαγον ἐς Κέρκυραν οἱ Σάμιοι.
49.1. If after the death of Periander, the Corinthians had been friendly towards the Corcyraeans, they would not have taken part in the expedition against Samos for this reason. But as it was, ever since the island was colonized, they have been at odds with each other, despite their kinship.
49.1. εἰ μέν νυν Περιάνδρου τελευτήσαντος τοῖσι Κορινθίοισι φίλα ἦν πρὸς τοὺς Κερκυραίους, οἳ δὲ οὐκ ἂν συνελάβοντο τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ταύτης εἵνεκεν τῆς αἰτίης. νῦν δὲ αἰεὶ ἐπείτε ἔκτισαν τὴν νῆσον εἰσὶ ἀλλήλοισι διάφοροι, ἐόντες ἑωυτοῖσι … τούτων ὦν εἵνεκεν ἀπεμνησικάκεον τοῖσι Σαμίοισι οἱ Κορίνθιοι.
49.2. For these reasons then the Corinthians bore a grudge against the Samians. Periander chose the sons of the notable Corcyraeans and sent them to Sardis to be made eunuchs as an act of vengeance; for the Corcyraeans had first begun the quarrel by committing a terrible crime against him.
49.2. ἀπέπεμπε δὲ ἐς Σάρδις ἐπʼ ἐκτομῇ Περίανδρος τῶν πρώτων Κερκυραίων ἐπιλέξας τοὺς παῖδας τιμωρεύμενος· πρότεροι γὰρ οἱ Κερκυραῖοι ἦρξαν ἐς αὐτὸν πρῆγμα ἀτάσθαλον ποιήσαντες.
50.1. For after killing his own wife Melissa, Periander suffered yet another calamity on top of what he had already suffered. He had two sons by Melissa, one seventeen and one eighteen years old.
50.1. ἐπείτε γὰρ τὴν ἑωυτοῦ γυναῖκα Μέλισσαν Περίανδρος ἀπέκτεινε, συμφορὴν τοιήνδε οἱ ἄλλην συνέβη πρὸς τῇ γεγονυίῃ γενέσθαι. ἦσάν οἱ ἐκ Μελίσσης δύο παῖδες, ἡλικίην ὃ μὲν ἑπτακαίδεκα ὁ δὲ ὀκτωκαίδεκα ἔτεα γεγονώς.
50.2. Their mother's father, Procles, the sovereign of Epidaurus, sent for the boys and treated them affectionately, as was natural, seeing that they were his own daughter's sons. When they left him, he said as he sent them forth:
50.2. τούτους ὁ μητροπάτωρ Προκλέης ἐὼν Ἐπιδαύρου τύραννος μεταπεμψάμενος παρʼ ἑωυτὸν ἐφιλοφρονέετο, ὡς οἰκὸς ἦν θυγατρὸς ἐόντας τῆς ἑωυτοῦ παῖδας. ἐπείτε δὲ σφέας ἀπεπέμπετο, εἶπε προπέμπων αὐτούς ἆρα ἴστε, ὦ παῖδες, ὃς ὑμέων τὴν μητέρα ἀπέκτεινε;
50.3. “Do you know, boys, who killed your mother?” The elder of them paid no attention to these words; but the younger, whose name was Lycophron, was struck with such horror when he heard them that when he came to Corinth he would not speak to his father, his mother's murderer, nor would he answer him when addressed nor reply to his questions. At last Periander was so angry that he drove the boy from his house.
50.3. τοῦτο τὸ ἔπος ὁ μὲν πρεσβύτερος αὐτῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσατο· ὁ δὲ νεώτερος, τῷ οὔνομα ἦν Λυκόφρων, ἤλγησε ἀκούσας οὕτω ὥστε ἀπικόμενος ἐς τὴν Κόρινθον ἅτε φονέα τῆς μητρὸς τὸν πατέρα οὔτε προσεῖπε, διαλεγομένῳ τε οὔτε προσδιελέγετο ἱστορέοντί τε λόγον οὐδένα ἐδίδου. τέλος δέ μιν περιθύμως ἔχων ὁ Περίανδρος ἐξελαύνει ἐκ τῶν οἰκίων.
51.1. Having driven this one away, he asked the elder son what their grandfather had said to them. The boy told him that Procles had treated them kindly, but did not mention what he had said at parting; for he had paid no attention. Periander said that by no means could Procles not have dropped some hint, and interrogated him persistently;
51.1. ἐξελάσας δὲ τοῦτον ἱστόρεε τὸν πρεσβύτερον τά σφι ὁ μητροπάτωρ διελέχθη. ὁ δέ οἱ ἀπηγέετο ὡς σφέας φιλοφρόνως ἐδέξατο· ἐκείνου δὲ τοῦ ἔπεος τό σφι ὁ Προκλέης ἀποστέλλων εἶπε, ἅτε οὐ νόῳ λαβών, οὐκ ἐμέμνητο. Περίανδρος δὲ οὐδεμίαν μηχανὴν ἔφη εἶναι μὴ οὔ σφι ἐκεῖνον ὑποθέσθαι τι, ἐλιπάρεέ τε ἱστορέων· ὁ δὲ ἀναμνησθεὶς εἶπε καὶ τοῦτο.
51.2. until the boy remembered, and told him. And Periander, comprehending, and wishing to show no weakness, sent a message to those with whom his banished son was living and forbade them to keep him.
51.2. Περίανδρος δὲ νόῳ λαβὼν [καὶ τοῦτο] καὶ μαλακὸν ἐνδιδόναι βουλόμενος οὐδέν, τῇ ὁ ἐξελασθεὶς ὑπʼ αὐτοῦ παῖς δίαιταν ἐποιέετο, ἐς τούτους πέμπων ἄγγελον ἀπηγόρευε μή μιν δέκεσθαι οἰκίοισι.
51.3. So when the boy, driven out, would go to another house, he would be driven from this also, since Periander threatened all who received him and ordered them to shut him out; so when driven forth, he would go to some other house of his friends, and they, although he was the son of Periander, and although they were afraid, nonetheless took him in.
51.3. ὁ δὲ ὅκως ἀπελαυνόμενος ἔλθοι ἐς ἄλλην οἰκίην, ἀπηλαύνετʼ ἂν καὶ ἀπὸ ταύτης, ἀπειλέοντός τε τοῦ Περίανδρου τοῖσι δεξαμένοισι καὶ ἐξέργειν κελεύοντος· ἀπελαυνόμενος δʼ ἂν ἤιε ἐπʼ ἑτέρην τῶν ἑταίρων· οἳ δὲ ἅτε Περιάνδρου ἐόντα παῖδα καίπερ δειμαίνοντες ὅμως ἐδέκοντο.
52.1. In the end Periander made a proclamation, that whoever sheltered the boy in his house or spoke to him, would owe a fine to Apollo, and he set the amount.
52.1. τέλος δὲ ὁ Περίανδρος κήρυγμα ἐποιήσατο, ὃς ἂν ἢ οἰκίοισι ὑποδέξηταί μιν ἢ προσδιαλεχθῇ, ἱρὴν ζημίην τοῦτον τῷ Ἀπόλλωνι ὀφείλειν, ὅσην δὴ εἴπας.