1.1. After taking Babylon, Darius himself marched against the Scythians. For since Asia was bursting with men and vast revenues were coming in, Darius desired to punish the Scythians for the wrong they had begun when they invaded Media first and defeated those who opposed them in battle.
1.1. μετὰ δὲ τὴν Βαβυλῶνος αἵρεσιν ἐγένετο ἐπὶ Σκύθας αὐτοῦ Δαρείου ἔλασις· ἀνθεύσης γὰρ τῆς Ἀσίης ἀνδράσι καὶ χρημάτων μεγάλων συνιόντων, ἐπεθύμησε ὁ Δαρεῖος τίσασθαι Σκύθας, ὅτι ἐκεῖνοι πρότεροι ἐσβαλόντες ἐς τὴν Μηδικὴν καὶ νικήσαντες μάχῃ τοὺς ἀντιουμένους ὑπῆρξαν ἀδικίης.
1.2. For the Scythians, as I have said before, ruled upper Asia for twenty-eight years; they invaded Asia in their pursuit of the Cimmerians, and ended the power of the Medes, who were the rulers of Asia before the Scythians came.
1.2. τῆς γὰρ ἄνω Ἀσίης ἦρξαν, ὡς καὶ πρότερον μοι εἴρηται, Σκύθαι ἔτεα δυῶν δέοντα τριήκοντα. Κιμμερίους γὰρ ἐπιδιώκοντες ἐσέβαλον ἐς τὴν Ἀσίην, καταπαύσαντες τῆς ἀρχῆς Μήδους· οὗτοι γὰρ πρὶν ἢ Σκύθας ἀπικέσθαι ἦρχον τῆς Ἀσίης.
1.3. But when the Scythians had been away from their homes for twenty-eight years and returned to their country after so long an absence, as much trouble as their Median war awaited them. They found themselves opposed by a great force; for the Scythian women, when their husbands were away for so long, turned to their slaves.
1.3. τοὺς δὲ Σκύθας ἀποδημήσαντας ὀκτὼ καὶ εἴκοσι ἔτεα καὶ διὰ χρόνου τοσούτου κατιόντας ἐς τὴν σφετέρην ἐξεδέξατο οὐκ ἐλάσσων πόνος τοῦ Μηδικοῦ· εὗρον γὰρ ἀντιουμένην σφίσι στρατιήν οὐκ ὀλίγην. αἱ γὰρ τῶν Σκυθέων γυναῖκες, ὥς σφι οἱ ἄνδρες ἀπῆσαν χρόνον πολλόν, ἐφοίτεον παρὰ τοὺς δούλους.
2.1. Now the Scythians blind all their slaves, because of the milk they drink; and this is how they get it: taking tubes of bone very much like flutes, they insert these into the genitalia of the mares and blow into them, some blowing while others milk. According to them, their reason for doing this is that blowing makes the mare's veins swell and her udder drop.
2.1. τοὺς δὲ δούλους οἱ Σκύθαι πάντας τυφλοῦσι τοῦ γάλακτος εἵνεκεν τοῦ πίνουσι ποιεῦντες ὧδε. ἐπεάν φυσητῆρας λάβωσι ὀστεΐνους αὐλοῖσι προσεμφερεστάτους, τούτους ἐσθέντες ἐς τῶν θηλέων ἵππων τά ἄρθρα φυσῶσι τοῖσι στόμασι, ἄλλοι δὲ ἄλλων φυσώντων ἀμέλγουσι. φασὶ δὲ τοῦδε εἵνεκα τοῦτο ποιέειν· τὰς φλέβας τε πίμπλασθαι φυσωμένας τῆς ἵππου καὶ τὸ οὖθαρ κατίεσθαι.
2.2. When done milking, they pour the milk into deep wooden buckets, and make their slaves stand around the buckets and shake the milk; they draw off what stands on the surface and value this most; what lies at the bottom is less valued. This is why the Scythians blind all prisoners whom they take: for they do not cultivate the soil, but are nomads.
2.2. ἐπεὰν δὲ ἀμέλξωσι τὸ γάλα, ἐσχέαντες ἐς ξύλινα ἀγγήια κοῖλα καὶ περιστίξαντες κατὰ τὰ ἀγγήια τοὺς τυφλοὺς δονέουσι τὸ γάλα, καὶ τὸ μὲν αὐτοῦ ἐπιστάμενον ἀπαρύσαντες ἡγεῦνται εἶναι τιμιώτερον, τό δʼ ὑπιστάμενον ἧσσον τοῦ ἑτέρου. τούτων μὲν εἵνεκα ἅπαντα τὸν ἂν λάβωσι οἱ Σκύθαι ἐκτυφλοῦσι. οὐ γὰρ ἀρόται εἰσὶ ἀλλὰ νομάδες.
3.1. So it came about that a younger generation grew up, born of these slaves and the women; and when the youths learned of their parentage, they came out to fight the Scythians returning from Media.
3.1. ἐκ τούτων δὴ ὦν σφι τῶν δούλων καὶ τῶν γυναικῶν ἐτράφη νεότης· οἳ ἐπείτε ἔμαθον τὴν σφετέρην γένεσιν, ἠντιοῦντο αὐτοῖσι κατιοῦσι ἐκ τῶν Μήδων.
3.2. First they barred the way to their country by digging a wide trench from the Tauric mountains to the broadest part of the Maeetian lake; and then, when the Scythians tried to force a passage, they camped opposite them and engaged them in battle.
3.2. καὶ πρῶτα μὲν τὴν χώρην ἀπετάμοντο, τάφρον ὀρυξάμενοι εὐρέαν κατατείνουσαν ἐκ τῶν Ταυρικῶν ὀρέων ἐς τὴν Μαιῆτιν λίμνην, τῇ περ ἐστὶ μεγίστη· μετά γε πειρωμένοισι ἐσβάλλειν τοῖσι Σκύθῃσι ἀντικατιζόμενοι ἐμάχοντο.
3.3. There were many fights, and the Scythians could gain no advantage; at last one of them said, “Men of Scythia, look at what we are doing! We are fighting our own slaves; they kill us, and we grow fewer; we kill them, and shall have fewer slaves.
3.3. γινομένης δὲ μάχης πολλάκις καί οὐ δυναμένων οὐδὲν πλέον ἔχειν τῶν Σκυθέων τῇ μάχῃ, εἷς αὐτῶν ἔλεξε τάδε. οἷα ποιεῦμεν, ἄνδρες Σκύθαι· δούλοισι τοῖσι ἡμετέροισι μαχόμενοι αὐτοί τε κτεινόμενοι ἐλάσσονες γινόμεθα καὶ ἐκείνους κτείνοντες ἐλασσόνων τὸ λοιπὸν ἄρξομεν.
3.4. Now, then, my opinion is that we should drop our spears and bows, and meet them with horsewhips in our hands. As long as they see us armed, they imagine that they are our equals and the sons of our equals; let them see us with whips and no weapons, and they will perceive that they are our slaves; and taking this to heart they will not face our attack.”
3.4. νῦν ὦν μοι δοκέει αἰχμὰς μὲν καὶ τόξα μετεῖναι, λαβόντα δὲ ἕκαστον τοῦ ἵππου τὴν μάστιγα ἰέναι ἆσσον αὐτῶν. μέχρι μὲν γὰρ ὥρων ἡμέας ὅπλα ἔχοντας, οἳ δὲ ἐνόμιζον ὅμοιοί τε καί ἐξ ὁμοίων ἡμῖν εἶναι· ἐπεὰν δὲ ἴδωνται μάστιγας ἀντὶ ὅπλων ἔχοντας, μαθόντες ὡς εἰσὶ ἡμέτεροι δοῦλοι καὶ συγγνόντες τοῦτο, οὐκ ὑπομενέουσι.
4.1. The Scythians heard this and acted on it; and their enemies, stunned by what they saw, did not think of fighting, but fled. Thus, the Scythians ruled Asia and were driven out again by the Medes, and returned to their own country in such a way. Desiring to punish them for what they had done, Darius assembled an army against them.
4.1. ταῦτα ἀκούσαντες οἱ Σκύθαι ἐποίευν ἐπιτελέα· οἳ δὲ ἐκπλαγέντες τῷ γινομένῳ τῆς μάχης τε ἐπελάθοντο καὶ ἔφευγον. οὕτω οἱ Σκύθαι τῆς τε Ἀσίης ἧρξαν καὶ ἐξελασθέντες αὖτις ὑπὸ Μήδων κατῆλθον τρόπῳ τοιούτῳ ἐς τὴν σφετέρην. τῶνδε εἵνεκα ὁ Δαρεῖυς τίσασθαι βουλόμενος συνήγειρε ἐπʼ αὐτοὺς στράτευμα.
5.1. The Scythians say that their nation is the youngest in the world, and that it came into being in this way. A man whose name was Targitaüs appeared in this country, which was then desolate. They say that his parents were Zeus and a daughter of the Borysthenes river (I do not believe the story, but it is told).
5.1. ὣς δὲ Σκύθαι λέγουσι, νεώτατον πάντων ἐθνέων εἶναι τὸ σφέτερον, τοῦτο δὲ γενέσθαι ὧδε. ἄνδρα γενέσθαι πρῶτον ἐν τῇ γῇ ταύτῃ ἐούσῃ ἐρήμῳ τῳ οὔνομα εἶναι Ταργιτάον· τοῦ δὲ Ταργιτάου τούτου τοὺς τοκέας λέγουσι εἶναι, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, λέγουσι δʼ ὦν, Δία τε καὶ Βορυσθένεος τοῦ ποταμοῦ θυγατέρα.
5.2. Such was Targitaüs' lineage; and he had three sons: Lipoxaïs, Arpoxaïs, and Colaxaïs, youngest of the three.
5.2. γένεος μὲν τοιούτου δὴ τινος γενέσθαι τὸν Ταργιτάον, τούτου δὲ γενέσθαι παῖδας τρεῖς, Λιπόξαϊν καὶ Ἀρπόξαϊν καὶ νεώτατον Κολάξαιν.
5.3. In the time of their rule (the story goes) certain implements—namely, a plough, a yoke, a sword, and a flask, all of gold—fell down from the sky into Scythia. The eldest of them, seeing these, approached them meaning to take them; but the gold began to burn as he neared, and he stopped.
5.3. ἐπὶ τούτων ἀρχόντων ἐκ τοῦ οὐρανοῦ φερομένα χρύσεα ποιήματα, ἄροτρόν τε καὶ ζυγόν καὶ σάγαριν καὶ φιάλην, πεσεῖν ἐς τὴν Σκυθικήν· καὶ τῶν ἰδόντα πρῶτον τὸν πρεσβύτατον ἆσσον ἰέναι βουλόμενον αὐτὰ λαβεῖν, τὸν δὲ χρυσόν ἐπιόντος καίεσθαι.
5.4. Then the second approached, and the gold did as before. When these two had been driven back by the burning gold, the youngest brother approached and the burning stopped, and he took the gold to his own house. In view of this, the elder brothers agreed to give all the royal power to the youngest.
5.4. ἀπαλλαχθέντος δὲ τούτου προσιέναι τὸν δεύτερον, καὶ τὸν αὖτις ταὐτὰ ποιέειν. τοὺς μὲν δὴ καιόμενον τὸν χρυσὸν ἀπώσασθαι, τρίτῳ δὲ τῷ νεωτάτῳ ἐπελθόντι κατασβῆναι, καὶ μιν ἐκεῖνον κομίσαι ἐς ἑωυτοῦ· καὶ τοὺς πρεσβυτέρους ἀδελφεοὺς πρὸς ταῦτα συγγνόντας τὴν βασιληίην πᾶσαν παραδοῦναι τῷ νεωτάτῳ.
6.1. Lipoxaïs, it is said, was the father of the Scythian clan called Auchatae; Arpoxaïs, the second brother, of those called Katiari and Traspians; the youngest, who was king, of those called Paralatae.
6.1. ἀπὸ μὲν δὴ Λιποξάιος γεγονέναι τούτους τῶν Σκυθέων οἳ Αὐχάται γένος καλέονται, ἀπὸ δὲ τοῦ μέσου Ἀρποξάιος οἳ Κατίαροί τε καὶ Τράσπιες καλέονται, ἀπὸ δὲ τοῦ νεωτάτου αὐτῶν τοῦ βασιλέος οἳ καλέονται Παραλάται·
6.2. All these together bear the name of Skoloti, after their king; “Scythians” is the name given them by Greeks. This, then, is the Scythians' account of their origin, and they say that neither more nor less than a thousand years in all passed from the time of their first king Targitaüs to the entry of Darius into their country. The kings guard this sacred gold very closely, and every year offer solemn sacrifices of propitiation to it.
6.2. σύμπασι δὲ εἶναι οὔνομα Σκολότους, τοῦ βασιλέος ἐπωνυμίην. Σκύθας δὲ Ἕλληνες ὠνόμασαν. γεγονέναι μέν νυν σφέας ὧδε λέγουσι οἱ Σκύθαι, ἔτεα δὲ σφίσι ἐπείτε γεγόνασι τὰ σύμπαντα λέγουσι εἶναι ἀπὸ τοῦ πρώτου βασιλέος Ταργιτάου ἐς τὴν Δαρείου διάβασιν τὴν ἐπὶ σφέας χιλίων οὐ πλέω ἀλλὰ τοσαῦτα. τὸν δὲ χρυσόν τοῦτον τὸν ἱρὸν φυλάσσουσι οἱ βασιλέες ἐς τὰ μάλιστα, καὶ θυσίῃσι μεγάλῃσι ἱλασκόμενοι μετέρχονται ἀνὰ πᾶν ἔτος.
7.2. Whoever falls asleep at this festival in the open air, having the sacred gold with him, is said by the Scythians not to live out the year; for which reason (they say) as much land as he can ride round in one day is given to him. Because of the great size of the country, the lordships that Colaxaïs established for his sons were three, one of which, where they keep the gold, was the greatest.
7.2. ὃς δʼ ἂν ἔχων τὸν χρυσὸν τὸν ἱρὸν ἐν τῇ ὁρτῇ ὑπαίθριος κατακοιμηθῇ, οὗτος λέγεται ὑπὸ Σκυθέων οὐ διενιαυτίζειν. δίδοσθαι δέ οἱ διὰ τοῦτο ὅσα ἂν ἵππῳ ἐν ἡμέρῃ μιῇ περιελάσῃ αὐτὸς. τῆς δὲ χώρης ἐούσης μεγάλης τριφασίας τὰς βασιληίας τοῖσι παισὶ τοῖσι ἑωυτοῦ καταστήσασθαι Κολάξαιν, καὶ τουτέων μίαν ποιῆσαι μεγίστην, ἐν τῇ τὸν χρυσὸν φυλάσσεσθαι.
7.3. Above and north of the neighbors of their country no one (they say) can see or travel further, because of showers of feathers; for earth and sky are full of feathers, and these hinder sight.
7.3. τὰ δὲ κατύπερθε πρὸς βορέην λέγουσι ἄνεμον τῶν ὑπεροίκων τῆς χώρης οὐκ οἷὰ τε εἶναι ἔτι προσωτέρω οὔτε ὁρᾶν οὔτε διεξιέναι ὑπὸ πτερῶν κεχυμένων· πτερῶν γὰρ καὶ τήν γῆν καὶ τὸν ἠέρα εἶναι πλέον, καὶ ταῦτα εἶναι τὰ ἀποκληίοντα τὴν ὄψιν.
8.1. This is what the Scythians say about themselves and the country north of them. But the story told by the Greeks who live in Pontus is as follows. Heracles, driving the cattle of Geryones, came to this land, which was then desolate, but is now inhabited by the Scythians.
8.1. Σκύθαι μὲν ὧδε ὕπερ σφέων τε αὐτῶν καὶ τῆς χώρης τῆς κατύπερθε λέγουσι, Ἑλλήνων δὲ οἱ τὸν Πόντον οἰκέοντες ὧδε. Ἡρακλέα ἐλαύνοντα τὰς Γηρυόνεω βοῦς ἀπικέσθαι ἐς γῆν ταύτην ἐοῦσαν ἐρήμην, ἥντινα νῦν Σκύθαι νέμονται.
8.2. Geryones lived west of the Pontus, settled in the island called by the Greeks Erythea, on the shore of Ocean near Gadira, outside the pillars of Heracles. As for Ocean, the Greeks say that it flows around the whole world from where the sun rises, but they cannot prove that this is so.
8.2. Γηρυόνεα δὲ οἰκέειν ἔξω τοῦ Πόντου, κατοικημένον τὴν Ἕλληνές λέγουσι Ἐρύθειαν νῆσον τὴν πρὸς Γαδείροισι τοῖσι ἔξω Ἡρακλέων στηλέων ἐπὶ τῷ Ὠκεανῷ. τὸν δὲ Ὠκεανὸν λόγῳ μὲν λέγουσι ἀπὸ ἡλίου ἀνατολέων ἀρξάμενον γῆν περὶ πᾶσαν ῥέειν, ἔργῳ δὲ οὐκ ἀποδεικνῦσι.
8.3. Heracles came from there to the country now called Scythia, where, encountering wintry and frosty weather, he drew his lion's skin over him and fell asleep, and while he slept his mares, which were grazing yoked to the chariot, were spirited away by divine fortune.
8.3. ἐνθεῦτεν τόν Ἡρακλέα ἀπικέσθαι ἐς τὴν νῦν Σκυθίην χώρην καλεομένην, καὶ καταλαβεῖν γὰρ αὐτὸν χειμῶνα τε καὶ κρυμὸν, ἐπειρυσάμενον τὴν λεοντέην κατυπνῶσαι, τὰς δὲ οἱ ἵππους τὰς ὑπὸ τοῦ ἅρματος νεμομένας ἐν τούτῳ τῳ χρόνῳ ἀφανισθῆναι θείῃ τύχῃ.
9.1. When Heracles awoke, he searched for them, visiting every part of the country, until at last he came to the land called the Woodland, and there he found in a cave a creature of double form that was half maiden and half serpent; above the buttocks she was a woman, below them a snake.
9.1. ὥς δʼ ἐγερθῆναι τὸν Ἡρακλέα, δίζησθαι, πάντα δὲ τῆς χώρης ἐπεξελθόντα τέλος ἀπικέσθαι ἐς τὴν Ὑλαίην καλεομένην γῆν· ἐνθαῦτα δὲ αὐτὸν εὑρεῖν ἐν ἄντρῳ μιξοπάρθενον τινά, ἔχιδναν διφυέα, τῆς τὰ μὲν ἄνω ἀπὸ τῶν γλουτῶν εἶναι γυναικός, τὰ δὲ ἔνερθε ὄφιος.
9.2. When he saw her he was astonished, and asked her if she had seen his mares straying; she said that she had them, and would not return them to him before he had intercourse with her; Heracles did, in hope of this reward.
9.2. ἰδόντα δὲ καὶ θωμάσαντα ἐπειρέσθαι μιν εἴ κου ἴδοι ἵππους πλανωμένας· τὴν δὲ φάναι ἑωυτήν ἔχειν καὶ οὐκ ἀποδώσειν ἐκείνῳ πρὶν ἢ οἱ μιχθῇ· τὸν δὲ Ἡρακλέα μιχθῆναι ἐπὶ τῷ μισθῷ τούτῳ.
9.3. But though he was anxious to take the horses and go, she delayed returning them, so that she might have Heracles with her for as long as possible; at last she gave them back, telling him, “These mares came, and I kept them safe here for you, and you have paid me for keeping them, for I have three sons by you.
9.3. κείνην τε δὴ ὑπερβάλλεσθαι τὴν ἀπόδοσιν τῶν ἵππων, βουλομένην ὡς πλεῖστον χρόνον συνεῖναι τῷ Ἡρακλεῖ, καὶ τὸν κομισάμενον ἐθέλειν ἀπαλλάσσεσθαι· τέλος δὲ ἀποδιδοῦσαν αὐτὴν εἰπεῖν Ἵππους μὲν δὴ ταύτας ἀπικομένας ἐνθάδε ἔσωσα τοὶ ἐγώ, σῶστρά τε σὺ παρέσχες· ἐγὼ γὰρ ἐκ σεῦ τρεῖς παῖδας ἔχω.
9.4. Now tell me what I am to do when they are grown up: shall I keep them here (since I am queen of this country), or shall I send them away to you?” Thus she inquired, and then (it is said) Heracles answered:
9.4. τούτους, ἐπεὰν γένωνται τρόφιες, ὃ τι χρὴ ποιέειν, ἐξηγέο σύ, εἴτε αὐτοῦ κατοικίζω (χώρης γὰρ τῆσδε ἔχω τὸ κράτος αὕτη) εἴτε ἀποπέμπω παρὰ σέ. τὴν μὲν δὴ ταῦτα ἐπειρωτᾶν, τὸν δὲ λέγουσι πρὸς ταῦτα εἰπεῖν ἐπεὰν ἀνδρωθέντας ἴδῃ τοὺς παῖδας, τάδε ποιεῦσα οὐκ ἂν ἁμαρτάνοις·
9.5. “When you see the boys are grown up, do as follows and you will do rightly: whichever of them you see bending this bow and wearing this belt so, make him an inhabitant of this land; but whoever falls short of these accomplishments that I require, send him away out of the country. Do so and you shall yourself have comfort, and my will shall be done.”
9.5. τὸν μὲν ἂν ὁρᾷς αὐτῶν τόδε τὸ τόξον ὧδε διατεινόμενον καὶ τῳ ζωστῆρι τῷδε κατὰ τάδε ζωννύμενον, τοῦτον μὲν τῆσδε τῆς χώρης οἰκήτορα ποιεῦ· ὃς δʼ ἂν τούτων τῶν ἔργων τῶν ἐντέλλομαι λείπηται, ἔκπεμπε ἐκ τῆς χώρης. καὶ ταῦτα ποιεῦσα αὐτή τε εὐφρανέαι καὶ τὰ ἐντεταλμένα ποιήσεις.
10.1. So he drew one of his bows (for until then Heracles always carried two), and showed her the belt, and gave her the bow and the belt, that had a golden vessel on the end of its clasp; and, having given them, he departed. But when the sons born to her were grown men, she gave them names, calling one of them Agathyrsus and the next Gelonus and the youngest Scythes; furthermore, remembering the instructions, she did as she was told.
10.1. τὸν μὲν δὴ εἰρύσαντα τῶν τόξων τὸ ἕτερον (δύο γὰρ δὴ φορέειν τέως Ἡρακλέα) καὶ τὸν ζωστῆρα προδέξαντα, παραδοῦναι τὸ τόξον τε καὶ τὸν ζωστῆρα ἔχοντα ἐπʼ ἄκρης τῆς συμβολῆς φιάλην χρυσέην, δόντα δὲ ἀπαλλάσσεσθαι. τὴν δʼ, ἐπεὶ οἱ γενομένους τοὺς παῖδας ἀνδρωθῆναι, τοῦτο μὲν σφι οὐνόματα θέσθαι, τῷ μὲν Ἀγάθυρσον αὐτῶν, τῷ δʼ ἑπομένῳ Γελωνόν, Σκύθην δὲ τῷ νεωτάτῳ, τοῦτο δὲ τῆς ἐπιστολῆς μεμνημένην αὐτὴν ποιῆσαι τά ἐντεταλμένα.
10.2. Two of her sons, Agathyrsus and Gelonus, were cast out by their mother and left the country, unable to fulfill the requirements set; but Scythes, the youngest, fulfilled them and so stayed in the land.
10.2. καὶ δὴ δύο μὲν οἱ τῶν παίδων, τόν τε Ἀγάθυρσον καὶ τὸν Γελωνόν, οὐκ οἵους τε γενομένους ἐξικέσθαι πρὸς τὸν προκείμενον ἄεθλον, οἴχεσθαι ἐκ τῆς χώρης ἐκβληθέντας ὑπὸ τῆς γειναμένης, τὸν δὲ νεώτατον αὐτῶν Σκύθην ἐπιτελέσαντα καταμεῖναι ἐν τῇ χωρῇ.
10.3. From Scythes son of Heracles comes the whole line of the kings of Scythia; and it is because of the vessel that the Scythians carry vessels on their belts to this day. This alone his mother did for Scythes. This is what the Greek dwellers in Pontus say.
10.3. καὶ ἀπὸ μὲν Σκύθεω τοῦ Ἡρακλέος γενέσθαι τοὺς αἰεὶ βασιλέας γινομένους Σκυθέων, ἀπὸ δὲ τῆς φιάλης ἔτι καὶ ἐς τόδε φιάλας ἐκ τῶν ζωστήρων φορέειν Σκύθας· τὸ δὴ μοῦνον μηχανήσασθαι τὴν μητέρα Σκύθῃ. ταῦτα δὲ Ἑλλήνων οἱ τὸν Πόντον οἰκέοντες λέγουσι.
11.1. There is yet another story, to which account I myself especially incline. It is to this effect. The nomadic Scythians inhabiting Asia, when hard pressed in war by the Massagetae, fled across the Araxes river to the Cimmerian country (for the country which the Scythians now inhabit is said to have belonged to the Cimmerians before), and the Cimmerians, at the advance of the Scythians, deliberated as men threatened by a great force should.
11.1. ἔστι δὲ καὶ ἄλλος λόγος ἔχων ὧδε, τῷ μάλιστα λεγομένῳ αὐτός πρόσκειμαι, Σκύθας τοὺς νομάδας οἰκέοντας ἐν τῇ Ἀσίῃ, πολέμῳ πιεσθέντας ὑπὸ Μασσαγετέων, οἴχεσθαι διαβάντας ποταμὸν Ἀράξην ἐπὶ γῆν τὴν Κιμμερίην (τὴν γὰρ νῦν νέμονται Σκύθαι, αὕτη λέγεται τὸ παλαιὸν εἶναι Κιμμερίων), τοὺς δὲ Κιμμερίους ἐπιόντων Σκυθέων βουλεύεσθαι ὡς στρατοῦ ἐπιόντος μεγάλου, καὶ δὴ τὰς γνώμας σφέων κεχωρισμένας, ἐντόνους μὲν ἀμφοτέρας, ἀμείνω δὲ τὴν τῶν βασιλέων·
11.2. Opinions were divided; both were strongly held, but that of the princes was the more honorable; for the people believed that their part was to withdraw and that there was no need to risk their lives for the dust of the earth; but the princes were for fighting to defend their country against the attackers.
11.2. τὴν μὲν γὰρ δὴ τοῦ δήμου φέρειν γνώμην ὡς ἀπαλλάσσεσθαι πρῆγμα εἴη μηδὲ πρὸ σποδοῦ μένοντας κινδυνεύειν, τὴν δὲ τῶν βασιλέων διαμάχεσθαι περὶ τῆς χώρης τοῖσι ἐπιοῦσι.
11.3. Neither side could persuade the other, neither the people the princes nor the princes the people; the one party planned to depart without fighting and leave the country to their enemies, but the princes were determined to lie dead in their own country and not to flee with the people, for they considered how happy their situation had been and what ills were likely to come upon them if they fled from their native land.
11.3. οὔκων δὴ ἐθέλειν πείθεσθαι οὔτε τοῖσι βασιλεῦσι τὸν δῆμον οὔτε τῷ δήμῳ τοὺς βασιλέας· τοὺς μὲν δὴ ἀπαλλάσσεσθαι βουλεύεσθαι ἀμαχητὶ τὴν χωρῆν παραδόντας τοῖσι ἐπιοῦσι· τοῖσι δὲ βασιλεῦσι δόξαι ἐν τῇ ἑωυτῶν κεῖσθαι ἀποθανόντας μηδὲ συμφεύγειν τῷ δήμῳ, λογισαμένους ὅσα τε ἀγαθὰ πεπόνθασι καὶ ὅσα φεύγοντας ἐκ τῆς πατρίδος κακὰ ἐπίδοξα καταλαμβάνειν.
11.4. Having made up their minds, the princes separated into two equal bands and fought with each other until they were all killed by each other's hands; then the Cimmerian people buried them by the Tyras river, where their tombs are still to be seen, and having buried them left the land; and the Scythians came and took possession of the country left empty.
11.4. ὡς δὲ δόξαι σφι ταῦτα, διαστάντας καὶ ἀριθμὸν ἴσους γενομένους μάχεσθαι πρὸς ἀλλήλους. καὶ τοὺς μὲν ἀποθανόντας πάντας ὑπʼ ἑωυτῶν θάψαι τὸν δῆμον τῶν Κιμμερίων παρὰ ποταμὸν Τύρην (καί σφεων ἔτι δῆλος ἐστὶ ὁ τάφος), θάψαντας δὲ οὕτω τὴν ἔξοδον ἐκ τῆς χώρης ποιέεσθαι· Σκύθας δὲ ἐπελθόντας λαβεῖν τὴν χώρην ἐρήμην.
12.1. And to this day there are Cimmerian walls in Scythia, and a Cimmerian ferry, and there is a country Cimmeria and a strait named Cimmerian.
12.1. καὶ νῦν ἔστι μὲν ἐν τῇ Σκυθικῇ Κιμμέρια τείχεα, ἔστι δὲ πορθμήια Κιμμέρια, ἔστι δὲ καὶ χώρη οὔνομα Κιμμερίη, ἔστι δὲ Βόσπορος Κιμμέριος καλεόμενος·
12.2. Furthermore, it is evident that the Cimmerians in their flight from the Scythians into Asia also made a colony on the peninsula where the Greek city of Sinope has since been founded; and it is clear that the Scythians pursued them and invaded Media, missing their way;
12.2. φαίνονται δὲ οἱ Κιμμέριοι φεύγοντες ἐς τὴν Ἀσίην τοὺς Σκύθας καὶ τὴν χερσόνησον κτίσαντες, ἐν τῇ νῦν Σινώπη πόλις Ἑλλὰς οἴκισται. φανεροὶ δὲ εἰσὶ καὶ οἱ Σκύθαι διώξαντες αὐτοὺς καὶ ἐσβαλόντες ἐς γῆν τὴν Μηδικὴν, ἁμαρτόντες τῆς ὁδοῦ·
12.3. for the Cimmerians always fled along the coast, and the Scythians pursued with the Caucasus on their right until they came into the Median land, turning inland on their way. That is the other story current among Greeks and foreigners alike.
12.3. οἱ μὲν γὰρ Κιμμέριοι αἰεὶ τὴν παρὰ θάλασσαν ἔφευγον, οἱ δὲ Σκύθαι ἐν δεξιῇ τὸν Καύκασον ἔχοντες ἐδίωκον ἐς οὗ ἐσέβαλον ἐς γῆν τὴν Μηδικήν, ἐς μεσόγαιαν τῆς ὁδοῦ τραφθέντες. οὗτος δὲ ἄλλος ξυνὸς Ἑλλήνων τε καὶ βαρβάρων λεγόμενος λόγος εἴρηται.
13.1. There is also a story related in a poem by Aristeas son of Caüstrobius, a man of Proconnesus. This Aristeas, possessed by Phoebus, visited the Issedones; beyond these (he said) live the one-eyed Arimaspians, beyond whom are the griffins that guard gold, and beyond these again the Hyperboreans, whose territory reaches to the sea.
13.1. ἔφη δὲ Ἀριστέης ὁ Καϋστροβίου ἀνὴρ Προκοννήσιος ποιέων ἔπεα, ἀπικέσθαι ἐς Ἰσσηδόνας φοιβόλαμπτος γενόμενος, Ἰσσηδόνων δὲ ὑπεροικέειν Ἀριμασποὺς ἄνδρας μουνοφθάλμους ὕπερ δὲ τούτων τοὺς χρυσοφύλακας γρῦπας, τούτων δὲ τοὺς Ὑπερβορέους κατήκοντας ἐπὶ θάλασσαν.
13.2. Except for the Hyperboreans, all these nations (and first the Arimaspians) are always at war with their neighbors; the Issedones were pushed from their lands by the Arimaspians, and the Scythians by the Issedones, and the Cimmerians, living by the southern sea, were hard pressed by the Scythians and left their country. Thus Aristeas' story does not agree with the Scythian account about this country.
13.2. τούτους ὦν πάντας πλὴν Ὑπερβορέων, ἀρξάντων Ἀριμασπῶν, αἰεὶ τοῖσι πλησιοχώροισι ἐπιτίθεσθαι, καὶ ὑπὸ μὲν Ἀριμασπῶν ἐξωθέεσθαι ἐκ τῆς χώρης Ἰσσηδόνας, ὑπὸ δὲ Ἰσσηδόνων Σκύθας, Κιμμερίους δὲ οἰκέοντας ἐπὶ τῇ νοτίῃ θαλάσσῃ ὑπὸ Σκυθέων πιεζομένους ἐκλείπειν τὴν χώρην. οὕτω οὐδὲ οὗτος συμφέρεται περὶ τῆς χώρης ταύτης Σκύθῃσι.
14.1. Where Aristeas who wrote this came from, I have already said; I will tell the story that I heard about him at Proconnesus and Cyzicus. It is said that this Aristeas, who was as well-born as any of his townsfolk, went into a fuller's shop at Proconnesus and there died; the owner shut his shop and went away to tell the dead man's relatives, and the report of Aristeas' death being spread about in the city was disputed by a man of Cyzicus, who had come from the town of Artace, and said that he had met Aristeas going toward Cyzicus and spoken with him.
14.1. καὶ ὅθεν μὲν ἦν Ἀριστέης ὁ ταῦτα εἴπας, εἴρηκα, τὸν δὲ περὶ αὐτοῦ ἤκουον λόγον ἐν Προκοννήσῳ καί Κυζίκῳ, λέξω. Ἀριστέην γὰρ λέγουσι, ἐόντα τῶν ἀστῶν οὐδενὸς γένος ὑποδεέστερον, ἐσελθόντα ἐς κναφήιον ἐν Προκοννήσῳ ἀποθανεῖν, καὶ τόν κναφέα κατακληίσαντα τὸ ἐργαστήριον οἴχεσθαι ἀγγελέοντα τοῖσι προσήκουσι τῷ νεκρῷ.
14.2. While he argued vehemently, the relatives of the dead man came to the fuller's shop with all that was necessary for burial; but when the place was opened, there was no Aristeas there, dead or alive. But in the seventh year after that, Aristeas appeared at Proconnesus and made that poem which the Greeks now call the Arimaspea, after which he vanished once again.
14.2. ἐσκεδασμένου δὲ ἤδη τοῦ λόγου ἀνὰ τὴν πόλιν ὡς τεθνεώς εἴη ὁ Ἀριστέης, ἐς ἀμφισβασίας τοῖσι λέγουσι ἀπικνέεσθαι ἄνδρα Κυζικηνὸν ἥκοντα ἐξ Ἀρτάκης πόλιος, φάντα συντυχεῖν τε οἱ ἰόντι ἐπὶ Κυζίκου καὶ ἐς λόγους ἀπικέσθαι. καὶ τοῦτον μὲν ἐντεταμένως ἀμφισβατέειν, τοὺς δὲ προσήκοντας τῷ νεκρῷ ἐπὶ τὸ κναφήιον παρεῖναι ἔχοντας τὰ πρόσφορα ὡς ἀναιρησομένους· ἀνοιχθέντος δὲ τοῦ οἰκήματος οὔτε τεθνεῶτα οὔτε ζῶντα φαίνεσθαι Ἀριστέην. μετὰ δὲ ἑβδόμῳ ἔτει φανέντα αὐτὸν ἐς Προκόννησον ποιῆσαι τὰ ἔπεα ταῦτα τὰ νῦν ὑπʼ Ἑλλήνων Ἀριμάσπεα καλέεται, ποιήσαντα δὲ ἀφανισθῆναι τὸ δεύτερον.
15.1. Such is the tale told in these two towns. But this, I know, happened to the Metapontines in Italy, two hundred and forty years after the second disappearance of Aristeas, as reckoning made at Proconnesus and Metapontum shows me:
15.1. ταῦτα μὲν αἱ πόλιες αὗται λέγουσι, τάδε δὲ οἶδα Μεταποντίνοισι τοῖσι ἐν Ἰταλίῃ συγκυρήσαντα μετὰ τὴν ἀφάνισιν τὴν δευτέρην Ἀριστέω ἔτεσι τεσσεράκοντα καὶ διηκοσίοισι, ὡς ἐγὼ συμβαλλόμενος ἐν Προκοννήσῳ τε καὶ Μεταποντίῳ εὕρισκον.
15.2. Aristeas, so the Metapontines say, appeared in their country and told them to set up an altar to Apollo, and set beside it a statue bearing the name of Aristeas the Proconnesian; for, he said, Apollo had come to their country alone of all Italian lands, and he—the man who was now Aristeas, but then when he followed the god had been a crow—had come with him.
15.2. Μεταποντῖνοι φασὶ αὐτὸν Ἀριστέην φανέντα σφι ἐς τὴν χώρην κελεῦσαι βωμὸν Ἀπόλλωνος ἱδρύσασθαι καὶ Ἀριστέω τοῦ Προκοννησίου ἐπωνυμίην ἔχοντα ἀνδριάντα πὰρʼ αὐτὸν ἱστάναι· φάναι γὰρ σφι τὸν Ἀπόλλωνα Ἰταλιωτέων μούνοισι δὴ ἀπικέσθαι ἐς τὴν χώρην, καὶ αὐτὸς οἱ ἕπεσθαι ὁ νῦν ἐὼν Ἀριστέης· τότε δὲ, ὅτε εἵπετο τῷ θεῷ, εἶναι κόραξ.
15.3. After saying this, he vanished. The Metapontines, so they say, sent to Delphi and asked the god what the vision of the man could mean; and the Pythian priestess told them to obey the vision, saying that their fortune would be better.
15.3. καὶ τὸν μὲν εἰπόντα ταῦτα ἀφανισθῆναι, σφέας δὲ Μεταποντῖνοι λέγουσι ἐς Δελφοὺς πέμψαντας τὸν θεὸν ἐπειρωτᾶν ὃ τι τὸ φάσμα τοῦ ἀνθρώπου εἴη. τὴν δὲ Πυθίην σφέας κελεύειν πείθεσθαι τῷ φάσματι, πειθομένοισι δὲ ἄμεινον συνοίσεσθαι. καὶ σφέας δεξαμένους ταῦτα ποιῆσαι ἐπιτελέα.
15.4. They did as instructed. And now there stands beside the image of Apollo a statue bearing the name of Aristeas; a grove of bay-trees surrounds it; the image is set in the marketplace. Let it suffice that I have said this much about Aristeas.
15.4. καὶ νῦν ἔστηκε ἀνδριὰς ἐπωνυμίην ἔχων Ἀριστέω παρʼ αὐτῷ τῷ ἀγάλματι τοῦ Ἀπόλλωνος, πέριξ δὲ αὐτὸν δάφναι ἑστᾶσι· τὸ δὲ ἄγαλμα ἐν τῇ ἀγορῇ ἵδρυται. Ἀριστέω μέν νυν πέρι τοσαῦτα εἰρήσθω.
16.1. As for the land of which my history has begun to speak, no one exactly knows what lies north of it; for I can find out from no one who claims to know as an eyewitness. For even Aristeas, whom I recently mentioned—even he did not claim to have gone beyond the Issedones, even though a poet; but he spoke by hearsay of what lay north, saying that the Issedones had told him.
16.1. τῆς δὲ γῆς, τῆς πέρι ὅδε ὁ λόγος ὅρμηται λέγεσθαι, οὐδεὶς οἶδε ἀτρεκέως ὃ τι τὸ κατύπερθε ἐστί· οὐδενὸς γὰρ δὴ αὐτόπτεω εἰδέναι φαμένου δύναμαι πυθέσθαι· οὐδὲ γὰρ οὐδὲ Ἀριστέης, τοῦ περ ὀλίγῳ πρότερον τούτων μνήμην ἐποιεύμην, οὐδὲ οὗτος προσωτέρω Ἰσσηδόνων ἐν αὐτοῖσι τοῖσι ἔπεσι ποιέων ἔφησε ἀπικέσθαι, ἀλλὰ τὰ κατύπερθε ἔλεγε ἀκοῇ, φας Ἰσσηδόνας εἶναι τοὺς ταῦτα λέγοντας.
16.2. But all that we have been able to learn for certain by report of the farthest lands shall be told.
16.2. ἀλλʼ ὅσον μὲν ἡμεῖς ἀτρεκέως ἐπὶ μακρότατον οἷοι τε ἐγενόμεθα ἀκοῇ ἐξικέσθαι, πᾶν εἰρήσεται.
17.1. North of the port of the Borysthenites, which lies midway along the coast of Scythia, the first inhabitants are the Callippidae, who are Scythian Greeks; and beyond them another tribe called Alazones; these and the Callippidae, though in other ways they live like the Scythians, plant and eat grain, onions, garlic, lentils, and millet.
17.1. ἀπὸ τοῦ Βορυσθενειτέων ἐμπορίου (τοῦτο γὰρ τῶν παραθαλασσίων μεσαίτατον ἐστὶ πάσης τῆς Σκυθίης), ἀπὸ τούτου πρῶτοι Καλλιππίδαι νέμονται ἐόντες Ἕλληνές Σκύθαι, ὕπερ δὲ τούτων ἄλλο ἔθνος οἳ Ἀλαζόνες καλέονται. οὗτοι δὲ καὶ οἱ Καλλιππίδαι τὰ μὲν ἄλλα κατὰ ταὐτὰ Σκύθῃσι ἐπασκέουσι, σῖτον δὲ καὶ σπείρουσι καὶ σιτέονται, καὶ κρόμμυα καὶ σκόροδα καὶ φακούς καὶ κέγχρους.
17.2. Above the Alazones live Scythian farmers, who plant grain not to eat but to sell; north of these, the Neuri; north of the Neuri, the land is uninhabited so far as we know.
17.2. ὕπερ δὲ Ἀλαζόνων οἰκέουσι Σκύθαι ἀροτῆρες, οἳ οὐκ ἐπὶ σιτήσι σπείρουσι τὸν σῖτον ἀλλʼ ἐπὶ πρήσι. τούτων δὲ κατύπερθε οἰκέουσι Νευροί. Νευρῶν δὲ τὸ πρὸς βορέην ἄνεμον ἔρημον ἀνθρώπων, ὅσον ἡμεῖς ἴδμεν.
18.1. These are the tribes by the Hypanis river, west of the Borysthenes. But on the other side of the Borysthenes, the tribe nearest to the sea is the tribe of the Woodlands; and north of these live Scythian farmers, whom the Greek colonists on the Hypanis river (who call themselves Olbiopolitae) call Borystheneïtae.
18.1. ταῦτα μὲν παρὰ τὸν Ὕπανιν ποταμὸν ἐστι ἔθνεα πρὸς ἑσπέρης τοῦ Βορυσθένεος· ἀτὰρ διαβάντι τὸν Βορυσθένεα ἀπὸ θαλάσσης πρῶτον μὲν ᾗ Ὑλαίη, ἀπὸ δὲ ταύτης ἄνω ἰόντι οἰκέουσι Σκύθαι γεωργοί, τοὺς Ἕλληνές οἱ οἰκέοντες ἐπὶ τῷ Ὑπάνι ποταμῷ καλέουσι Βορυσθενεΐτας, σφέας δὲ αὐτοὺς Ὀλβιοπολίτας.
18.2. These farming Scythians inhabit a land stretching east a three days' journey to a river called Panticapes, and north as far as an eleven days' voyage up the Borysthenes; and north of these the land is desolate for a long way;
18.2. οὗτοι ὦν οἱ γεωργοὶ Σκύθαι νέμονται τὸ μὲν πρὸς τὴν ἠῶ ἐπὶ τρεῖς ἡμέρας ὁδοῦ, κατήκοντες ἐπὶ ποταμὸν τῷ οὔνομα κεῖται Παντικάπης, τὸ δὲ πρὸς βορέην ἄνεμον πλόον ἀνὰ τὸν Βορυσθένεα ἡμερέων ἕνδεκα. ἤδη δὲ κατύπερθε τούτων ἡ ἔρημος ἐστὶ ἐπὶ πολλὸν.
18.3. after the desolation is the country of the Man-eaters, who are a nation apart and by no means Scythian; and beyond them is true desolation, where no nation of men lives, as far as we know.
18.3. μετὰ δὲ τὴν ἔρημον Ἀνδροφάγοι οἰκέουσι, ἔθνος ἐὸν ἴδιον καὶ οὐδαμῶς Σκυθικόν. τὸ δὲ τούτων κατύπερθε ἔρημον ἤδη ἀληθέως καὶ ἔθνος ἀνθρώπων οὐδέν, ὅσον ἡμεῖς ἴδμεν.
19.1. But to the east of these farming Scythians, across the Panticapes river, you are in the land of nomadic Scythians, who plant nothing, nor plough; and all these lands except the Woodlands are bare of trees. These nomads inhabit a country to the east that stretches fourteen days' journey to the Gerrus river.
19.1. τὸ δὲ πρὸς τὴν ἠῶ τῶν γεωργῶν τούτων Σκυθέων, διαβάντι τὸν Παντικάπην ποταμόν, νομάδες ἤδη Σκύθαι νέμονται, οὔτε τι σπείροντες οὐδέν οὔτε ἀροῦντες· ψιλή δέ δενδρέων ἡ πᾶσα αὕτη πλήν τῆς Ὑλαίης. οἱ δὲ νομάδες οὗτοι τὸ πρὸς τὴν ἠῶ ἡμερέων τεσσέρων καὶ δέκα ὁδὸν νέμονται χώρην κατατείνουσαν ἐπὶ ποταμὸν Γέρρον.
20.1. Across the Gerrus are those lands called Royal, where the best and most numerous of the Scythians are, who consider all other Scythians their slaves; their territory stretches south to the Tauric land, and east to the trench that was dug by the sons of the blind men, and to the port called The Cliffs on the Maeetian lake; and part of it stretches to the Tanaïs river.
20.1. πέρην δὲ τοῦ Γέρρου ταῦτα δὴ τὰ καλεύμενα βασιλήια ἐστὶ καὶ Σκύθαι οἱ ἄριστοί τε καὶ πλεῖστοι καὶ τοὺς ἄλλους νομίζοντες Σκύθας δούλους σφετέρους εἶναι· κατήκουσι δὲ οὗτοι τὸ μὲν πρὸς μεσαμβρίην ἐς τὴν Ταυρικήν, τὸ δὲ πρὸς ἠῶ ἐπί τε τάφρον, τὴν δὴ οἱ ἐκ τῶν τυφλῶν γενόμενοι ὤρυξαν, καὶ ἐπὶ τῆς λίμνης τῆς Μαιήτιδος τὸ ἐμπόριον τὸ καλέεται Κρημνοί· τὰ δὲ αὐτῶν κατήκουσι ἐπὶ ποταμὸν Τάναϊν.
20.2. North of the Royal Scythians live the Blackcloaks, who are of another and not a Scythian stock; and beyond the Blackcloaks the land is all marshes and uninhabited by men, so far as we know.
20.2. τὰ δὲ κατύπερθε πρὸς βορέην ἄνεμον τῶν βασιληίων Σκυθέων οἰκέουσι Μελάγχλαινοι, ἄλλο ἔθνος καὶ οὐ Σκυθικὸν. Μελαγχλαίνων δὲ τὸ κατύπερθε λίμναι καὶ ἔρημος ἐστὶ ἀνθρώπων, κατʼ ὅσον ἡμεῖς ἴδμεν.
21.1. Across the Tanaïs it is no longer Scythia; the first of the districts belongs to the Sauromatae, whose country begins at the inner end of the Maeetian lake and stretches fifteen days' journey north, and is quite bare of both wild and cultivated trees. Above these in the second district, the Budini inhabit a country thickly overgrown with trees of all kinds.
21.1. Τάναϊν δὲ ποταμὸν διαβάντι οὐκέτι Σκυθική, ἀλλʼ ἡ μὲν πρώτη τῶν λαξίων Σαυροματέων ἐστί, οἳ ἐκ τοῦ μυχοῦ ἀρξάμενοι τῆς Μαιήτιδος λίμνης νέμονται τὸ πρὸς βορέην ἄνεμον ἡμερέων πεντεκαίδεκα ὁδόν, πᾶσαν ἐοῦσαν ψιλὴν καὶ ἀγρίων καὶ ἡμέρων δενδρέων· ὑπεροικέουσι δὲ τούτων δευτέρην λάξιν ἔχοντες Βουδῖνοι, γῆν νεμόμενοι πᾶσαν δασέαν ὕλῃ παντοίῃ.
22.1. North of the Budini the land is uninhabited for seven days' journey; after this desolation, and somewhat more toward the east wind, live the Thyssagetae, a numerous and a separate nation, who live by hunting.
22.1. Βουδίνων δὲ κατύπερθε πρὸς βορέην ἐστὶ πρώτη μὲν ἔρημος ἐπʼ ἡμερέων ἑπτὰ ὁδόν, μετὰ δὲ τὴν ἔρημον ἀποκλίνοντι μᾶλλον πρὸς ἀπηλιώτην ἄνεμον νέμονται Θυσσαγέται, ἔθνος πολλὸν καὶ ἴδιον· ζῶσι δὲ ἀπὸ θήρης.
22.2. Adjoining these and in the same country live the people called Iyrkae; these also live by hunting, in the way that I will describe. The hunter climbs a tree, and sits there concealed; for trees grow thickly all over the land; and each man has his horse at hand, trained to flatten on its belly for the sake of lowness, and his dog; and when he sees the quarry from the tree, he shoots with the bow and mounts his horse and pursues it, and the dog follows close behind. Beyond these and somewhat to the east live Scythians again, who revolted from the Royal Scythians and came to this country.
22.2. συνεχέες δὲ τούτοισι ἐν τοῖσι αὐτοῖσι τόποισι κατοικημένοι εἰσὶ τοῖσι οὔνομα κεῖται Ἰύρκαι, καὶ οὗτοι ἀπὸ θήρης ζῶντες τρόπῳ τοιῷδε· λοχᾷ ἐπὶ δένδρεον ἀναβάς, τὰ δὲ ἐστὶ πυκνὰ ἀνὰ πᾶσαν τὴν χώρην· ἵππος δὲ ἑκάστῳ δεδιδαγμένος ἐπὶ γαστέρα κεῖσθαι ταπεινότητος εἵνεκα ἕτοιμος ἐστὶ καὶ κύων· ἐπεὰν δὲ ἀπίδῃ τὸ θηρίον ἀπὸ τοῦ δενδρέου, τοξεύσας ἐπιβὰς ἐπὶ τὸν ἵππον διώκει, καὶ ὁ κύων ἔχεται, ὑπὲρ δὲ τούτων τὸ πρὸς τὴν ἠῶ ἀποκλίνοντι οἰκέουσι Σκύθαι ἄλλοι, ἀπὸ τῶν βασιληίων Σκυθέων ἀποστάντες καὶ οὕτω ἀπικόμενοι ἐς τοῦτον τὸν χῶρον.
23.1. As for the countryside of these Scythians, all the land mentioned up to this point is level and its soil deep; but thereafter it is stony and rough.
23.1. μέχρι μὲν δὴ τῆς τούτων τῶν Σκυθέων χώρης ἐστὶ ἡ καταλεχθεῖσα πᾶσα πεδιάς τε γῆ καὶ βαθύγαιος, τὸ δʼ ἀπὸ τούτου λιθώδης τʼ ἐστὶ καὶ τρηχέα.
23.2. After a long journey through this rough country, there are men inhabiting the foothills of high mountains, who are said to be bald from birth (male and female alike) and snub-nosed and with long beards; they speak their own language, and wear Scythian clothing, and their food comes from trees.
23.2. διεξελθόντι δὲ καὶ τῆς τρηχέης χώρης πολλὸν οἰκέουσι ὑπώρεαν ὀρέων ὑψηλῶν ἄνθρωποι λεγόμενοι εἶναι πάντες φαλακροὶ ἐκ γενετῆς γινόμενοι, καὶ ἔρσενες καὶ θήλεαι ὁμοίως, καὶ σιμοὶ καὶ γένεια ἔχοντες μεγάλα, φωνὴν δὲ ἰδίην ἱέντες, ἐσθῆτι δὲ χρεώμενοι Σκυθικῇ, ζῶντες δὲ ἀπὸ δενδρέων.
23.3. The tree by which they live is called “Pontic”; it is about the size of a fig-tree, and bears a fruit as big as a bean, with a stone in it. When this fruit is ripe, they strain it through cloth, and a thick black liquid comes from it, which they call “aschu”; they lick this up or drink it mixed with milk, and from the thickest lees of it they make cakes, and eat them.
23.3. ποντικὸν μὲν οὔνομα τῷ δενδρέῳ ἀπʼ οὗ ζῶσι, μέγαθος δὲ κατὰ συκέην μάλιστά κῃ. καρπὸν δὲ φορέει κυάμῳ ἴσον, πυρῆνα δὲ ἔχει. τοῦτο ἐπεὰν γένηται πέπον, σακκέουσι ἱματίοισι, ἀπορρέει δὲ ἀπʼ αὐτοῦ παχὺ καὶ μέλαν· οὔνομα δὲ τῷ ἀπορρέοντι ἐστὶ ἄσχυ· τοῦτο καὶ λείχουσι καὶ γάλακτι συμμίσγοντες πίνουσι, καὶ ἀπὸ τῆς παχύτητος αὐτοῦ τῆς τρυγὸς παλάθας συντιθεῖσι καὶ ταύτας σιτέονται.
23.4. They have few cattle, for the pasture in their land is not good. They each live under a tree, covering it in winter with a white felt cloth, but using no felt in summer.
23.4. πρόβατα γάρ σφι οὐ πολλά ἐστι. οὐ γάρ τι σπουδαῖαι αἱ νομαὶ αὐτόθι εἰσί. ὑπὸ δενδρέῳ δὲ ἕκαστος κατοίκηται, τὸν μὲν χειμῶνα ἐπεὰν τὸ δένδρεον περικαλύψῃ πίλῳ στεγνῷ λευκῷ, τὸ δὲ θέρος ἄνευ πίλου.
23.5. These people are wronged by no man, for they are said to be sacred; nor have they any weapon of war. They judge the quarrels between their neighbors; furthermore, whatever banished man has taken refuge with them is wronged by no one. They are called Argippeans.
23.5. τούτους οὐδεὶς ἀδικέει ἀνθρώπων· ἱροὶ γὰρ λέγονται εἶναι· οὐδέ τι ἀρήιον ὅπλον ἐκτέαται. καὶ τοῦτο μὲν τοῖσι περιοικέουσι οὗτοι εἰσὶ οἱ τὰς διαφορὰς διαιρέοντες, τοῦτο δὲ ὃς ἂν φεύγων καταφύγῃ ἐς τούτους, ὑπʼ οὐδενὸς ἀδικέεται· οὔνομα δέ σφι ἐστὶ Ἀργιππαῖοι.
24.1. Now as far as the land of these bald men, we have full knowledge of the country and the nations on the near side of them; for some of the Scythians make their way to them, from whom it is easy to get knowledge, and from some of the Greeks, too, from the Borysthenes port and the other ports of Pontus; such Scythians as visit them transact their business with seven interpreters and in seven languages.
24.1. μέχρι μέν νυν τῶν φαλακρῶν τούτων πολλὴ περιφανείη τῆς χώρης ἐστὶ καὶ τῶν ἔμπροσθε ἐθνέων· καὶ γὰρ Σκυθέων τινὲς ἀπικνέονται ἐς αὐτούς, τῶν οὐ χαλεπόν ἐστι πυθέσθαι καὶ Ἑλλήνων τῶν ἐκ Βορυσθένεος τε ἐμπορίου καὶ τῶν ἄλλων Ποντικῶν ἐμπορίων· Σκυθέων δὲ οἳ ἂν ἔλθωσι ἐς αὐτούς, διʼ ἑπτὰ ἑρμηνέων καὶ διʼ ἑπτὰ γλωσσέων διαπρήσσονται.
25.1. As far as these men this country is known, then, but what lies north of the bald men no one can say with exact knowledge; for high and impassable mountains bar the way, and no one crosses them. These bald men say (although I do not believe them) that the mountains are inhabited by men with goats' feet, and that beyond these are men who sleep for six months of the twelve. This I cannot accept as true at all. But the country east of the bald-heads is known for certain to be inhabited by the Issedones; however, of what lies north either of the bald-heads or the Issedones we have no knowledge, except what comes from the report of these latter.
25.1. μέχρι μὲν δὴ τούτων γινώσκεται, τὸ δὲ τῶν φαλακρῶν κατύπερθε οὐδεὶς ἀτρεκέως οἶδε φράσαι. ὄρεα γὰρ ὑψηλὰ ἀποτάμνει ἄβατα καὶ οὐδείς σφεα ὑπερβαίνει. οἱ δὲ φαλακροὶ οὗτοι λέγουσι, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, οἰκέειν τὰ ὄρεα αἰγίποδας ἄνδρας, ὑπερβάντι δὲ τούτους ἀνθρώπους ἄλλους οἳ τὴν ἑξάμηνον κατεύδουσι. τοῦτο δὲ οὐκ ἐνδέκομαι τὴν ἀρχήν, ἀλλὰ τὸ μὲν πρὸς ἠῶ τῶν φαλακρῶν γινώσκεται ἀτρεκέως ὑπὸ Ἰσσηδόνων οἰκεόμενον, τὸ μέντοι κατύπερθε πρὸς βορέην ἄνεμον οὐ γινώσκεται οὔτε τῶν φαλακρῶν οὔτε τῶν Ἰσσηδόνων, εἰ μὴ ὅσα αὐτῶν τούτων λεγόντων.
26.1. It is said to be the custom of the Issedones that, whenever a man's father dies, all the nearest of kin bring beasts of the flock and, having killed these and cut up the flesh, they also cut up the dead father of their host, and set out all the flesh mixed together for a feast.
26.1. νόμοισι δὲ Ἰσσηδόνες τοῖσιδε λέγονται χρᾶσθαι. ἐπεὰν ἀνδρὶ ἀποθάνῃ πατήρ, οἱ προσήκοντες πάντες προσάγουσι πρόβατα, καὶ ἔπειτα ταῦτα θύσαντες καὶ καταταμόντες τὰ κρέα κατατάμνουσι καὶ τὸν τοῦ δεκομένου τεθνεῶτα γονέα, ἀναμίξαντες δὲ πάντα τὰ κρέα δαῖτα προτίθενται·
26.2. As for his head, they strip it bare and clean and gild it, and keep it for a sacred relic, to which they offer solemn sacrifice yearly. Every son does this for his father, just like the Greeks in their festivals in honor of the dead. In other respects, these are said to be a law-abiding people, too, and the women to have equal power with the men.
26.2. τὴν δὲ κεφαλὴν αὐτοῦ ψιλώσαντες καὶ ἐκκαθήραντες καταχρυσοῦσι καὶ ἔπειτα ἅτε ἀγάλματι χρέωνται, θυσίας μεγάλας ἐπετείους ἐπιτελέοντες. παῖς δὲ πατρὶ τοῦτο ποιέει, κατά περ Ἕλληνες τὰ γενέσια. ἄλλως δὲ δίκαιοι καὶ οὗτοι λέγονται εἶναι, ἰσοκρατέες δὲ ὁμοίως αἱ γυναῖκες τοῖσι ἀνδράσι.
27.1. Of these too, then, we have knowledge; but as for what is north of them, it is from the Issedones that the tale comes of the one-eyed men and the griffins that guard gold; this is told by the Scythians, who have heard it from them; and we have taken it as true from the Scythians, and call these people by the Scythian name, Arimaspians; for in the Scythian tongue “arima” is one, and “spou” is the eye.
27.1. γινώσκονται μὲν δὴ καὶ οὗτοι, τὸ δὲ ἀπὸ τούτων τὸ κατύπερθε Ἰσσηδόνες εἰσὶ οἱ λέγοντες μουνοφθάλμους ἀνθρώπους καὶ χρυσοφύλακας γρῦπας εἶναι· παρὰ δὲ τούτων Σκύθαι παραλαβόντες λέγουσι, παρὰ δὲ Σκυθέων ἡμεῖς οἱ ἄλλοι νενομίκαμεν καὶ ὀνομάζομεν αὐτοὺς σκυθιστὶ Ἀριμασπούς· ἄριμα γὰρ ἓν καλέουσι Σκύθαι, σποῦ δὲ ὀφθαλμόν.
28.1. All the aforesaid country is exceedingly cold: for eight months of every year there is unbearable frost, and during these you do not make mud by pouring out water but by lighting a fire; the sea freezes, as does all the Cimmerian Bosporus; and the Scythians living on this side of the trench lead armies over the ice, and drive their wagons across to the land of the Sindi.
28.1. δυσχείμερος δὲ αὕτη ἡ καταλεχθεῖσα πᾶσα χώρη οὕτω δή τι ἐστί, ἔνθα τοὺς μὲν ὀκτὼ τῶν μηνῶν ἀφόρητος οἷος γίνεται κρυμός, ἐν τοῖσι ὕδωρ ἐκχέας πηλὸν οὐ ποιήσεις, πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν· ἡ δὲ θάλασσα πήγνυται καὶ ὁ Βόσπορος πᾶς ὁ Κιμμέριος, καὶ ἐπὶ τοῦ κρυστάλλου οἱ ἐντὸς τάφρου Σκύθαι κατοικημένοι στρατεύονται καὶ τὰς ἁμάξας ἐπελαύνουσι πέρην ἐς τοὺς Σίνδους.
28.2. So it is winter for eight months, and cold in that country for the four that remain. Here, there is a different sort of winter than the winters in other lands: for in the season for rain scarcely any falls, but all summer it rains unceasingly;
28.2. οὕτω μὲν δὴ τοὺς ὀκτὼ μῆνας διατελέει χειμὼν ἐών, τοὺς δʼ ἐπιλοίπους τέσσερας ψύχεα αὐτόθι ἐστί. κεχώρισται δὲ οὗτος ὁ χειμὼν τοὺς τρόπους πᾶσι τοῖσι ἐν ἄλλοισι χωρίοισι γινομένοισι χειμῶσι, ἐν τῷ τὴν μὲν ὡραίην οὐκ ὕει λόγου ἄξιον οὐδέν, τὸ δὲ θέρος ὕων οὐκ ἀνιεῖ·
28.3. and when there are thunderstorms in other lands, here there are none, but in summer there are plenty of them; if there is a thunderstorm in winter they are apt to wonder at it as at a portent. And so, too, if there is an earthquake summer or winter, it is considered a portent in Scythia.
28.3. βρονταί τε ἦμος τῇ ἄλλῃ γίνονται, τηνικαῦτα μὲν οὐ γίνονται, θέρεος δὲ ἀμφιλαφέες· ἢν δὲ χειμῶνος βροντὴ γένηται, ὡς τέρας νενόμισται θωμάζεσθαι. ὣς δὲ καὶ ἢν σεισμὸς γένηται ἤν τε θέρεος ἤν τε χειμῶνος ἐν τῇ Σκυθικῇ, τέρας νενόμισται.
28.4. Horses have the endurance to bear the Scythian winter; mules and asses cannot bear it at all; and yet in other lands, while asses and mules can endure frost, horses that stand in it are frostbitten.
28.4. ἵπποι δὲ ἀνεχόμενοι φέρουσι τὸν χειμῶνα τοῦτον, ἡμίονοι δὲ οὐδὲ ὄνοι οὐκ ἀνέχονται ἀρχήν· τῇ δὲ ἄλλῃ ἵπποι μὲν ἐν κρυμῷ ἑστεῶτες ἀποσφακελίζουσι, ὄνοι δὲ καὶ ἡμίονοι ἀνέχονται.
29.1. And in my opinion it is for this reason that the hornless kind of cattle grow no horns in Scythia. A verse of Homer in the Odyssey attests to my opinion:“Libya, the land where lambs are born with horns on their foreheads,”in which it is correctly observed that in hot countries the horns grow quickly, whereas in very cold countries beasts hardly grow horns, or not at all.
29.1. δοκέει δέ μοι καὶ τὸ γένος τῶν βοῶν τὸ κόλον διὰ ταῦτα οὐ φύειν κέρεα αὐτόθι· μαρτυρέει δέ μοι τῇ γνώμῃ καὶ Ὁμήρου ἔπος ἐν Ὀδυσσείῃ ἔχον ὧδε,καὶ Λιβύην, ὅθι τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι,ὀρθῶς εἰρημένον, ἐν τοῖσι θερμοῖσι ταχὺ παραγίνεσθαι τὰ κέρεα, ἐν δὲ τοῖσι ἰσχυροῖσι ψύχεσι ἢ οὐ φύειν κέρεα τὰ κτήνεα ἀρχὴν ἡ φύοντα φύειν μόγις.
30.1. In Scythia, then, this happens because of the cold. But I think it strange (for it was always the way of my history to investigate excurses) that in the whole of Elis no mules can be conceived although the country is not cold, nor is there any evident cause. The Eleans themselves say that it is because of a curse that mules cannot be conceived among them;
30.1. ἐνθαῦτα μέν νυν διὰ τὰ ψύχεα γίνεται ταῦτα. θωμάζω δέ (προσθήκας γὰρ δή μοι ὁ λόγος ἐξ ἀρχῆς ἐδίζητο) ὅτι ἐν τῇ Ἠλείῃ πάσῃ χώρῃ οὐ δυνέαται γίνεσθαι ἡμίονοι, οὔτε ψυχροῦ τοῦ χώρου ἐόντος οὔτε ἄλλου φανεροῦ αἰτίου οὐδενός. φασὶ δὲ αὐτοὶ Ἠλεῖοι ἐκ κατάρης τευ οὐ γίνεσθαι σφίσι ἡμιόνους, ἀλλʼ ἐπεὰν προσίῃ ἡ ὥρη κυΐσκεσθαι τὰς ἵππους, ἐξελαύνουσι ἐς τοὺς πλησιοχώρους αὐτάς, καὶ ἔπειτά σφι ἐν τῇ τῶν πέλας ἐπιεῖσι τοὺς ὄνους, ἐς οὗ ἂν σχῶσι αἱ ἵπποι ἐν γαστρί·
30.2. but whenever the season is at hand for the mares to conceive, they drive them into the countries of their neighbors, and then send the asses after them, until the mares are pregnant, and then they drive them home again. But regarding the feathers of which the Scythians say that the air is full, so thickly that no one can see or traverse the land beyond, I have this opinion. North of that country snow falls continually, though less in summer than in winter, as is to be expected.
30.2. ἔπειτα δὲ ἀπελαύνουσι. περὶ δὲ τῶν πτερῶν τῶν Σκύθαι λέγουσι ἀνάπλεον εἶναι τὸν ἠέρα, καὶ τούτων εἵνεκα οὐκ οἷοί τε εἶναι οὔτε ἰδεῖν τὸ πρόσω τῆς ἠπείρου οὔτε διεξιέναι, τήνδε ἔχω περὶ αὐτῶν γνώμην· τὰ κατύπερθε ταύτης τῆς χώρης αἰεὶ νίφεται, ἐλάσσονι δὲ τοῦ θέρεος ἢ τοῦ χειμῶνος, ὥσπερ καὶ οἰκός.
31.2. Whoever has seen snow falling thickly near him knows himself my meaning; for snow is like feathers; and because of the winter, which is as I have said, the regions to the north of this continent are uninhabited. I think therefore that in this story of feathers the Scythians and their neighbors only speak of snow figuratively. So, then, I have spoken of those parts that are said to be most distant.
31.2. ἤδη ὦν ὅστις ἀγχόθεν χιόνα ἁδρὴν πίπτουσαν εἶδε οἶδε τὸ λέγω· ἔοικε γὰρ ἡ χιὼν πτεροῖσι καὶ διὰ τὸν χειμῶνα τοῦτον ἐόντα τοιοῦτον ἀνοίκητα τὰ πρὸς βορέην ἐστὶ τῆς ἠπείρου ταύτης. τὰ ὦν πτερὰ εἰκάζοντας τὴν χιόνα τοὺς Σκύθας τε καὶ τοὺς περιοίκους δοκέω λέγειν. ταῦτα μέν νυν τὰ λέγεται μακρότατα εἴρηται.
32.1. Concerning the Hyperborean people, neither the Scythians nor any other inhabitants of these lands tell us anything, except perhaps the Issedones. And, I think, even they say nothing; for if they did, then the Scythians, too, would have told, just as they tell of the one-eyed men. But Hesiod speaks of Hyperboreans, and Homer too in his poem The Heroes' Sons, if that is truly the work of Homer.
32.1. Ὑπερβορέων δὲ πέρι ἀνθρώπων οὔτε τι Σκύθαι λέγουσι οὐδὲν οὔτε τινὲς ἄλλοι τῶν ταύτῃ οἰκημένων, εἰ μὴ ἄρα Ἰσσηδόνες. ὡς δὲ ἐγὼ δοκέω, οὐδʼ οὗτοι λέγουσι οὐδέν· ἔλεγον γὰρ ἂν καὶ Σκύθαι, ὡς περὶ τῶν μουνοφθάλμων λέγουσι. ἀλλʼ Ἡσιόδῳ μὲν ἐστὶ περὶ Ὑπερβορέων εἰρημένα, ἔστι δὲ καὶ Ὁμήρῳ ἐν Ἐπιγόνοισι, εἰ δὴ τῷ ἐόντι γε Ὅμηρος ταῦτα τὰ ἔπεα ἐποίησε.
33.1. But the Delians say much more about them than any others do. They say that offerings wrapped in straw are brought from the Hyperboreans to Scythia; when these have passed Scythia, each nation in turn receives them from its neighbors until they are carried to the Adriatic sea, which is the most westerly limit of their journey;
33.1. πολλῷ δέ τι πλεῖστα περὶ αὐτῶν Δήλιοι λέγουσι, φάμενοι ἱρὰ ἐνδεδεμένα ἐν καλάμῃ πυρῶν ἐξ Ὑπερβορέων φερόμενα ἀπικνέεσθαι ἐς Σκύθας, ἀπὸ δὲ Σκυθέων ἤδη δεκομένους αἰεὶ τοὺς πλησιοχώρους ἑκάστους κομίζειν αὐτὰ τὸ πρὸς ἑσπέρης ἑκαστάτω ἐπὶ τὸν Ἀδρίην, ἐνθεῦτεν δὲ πρὸς μεσαμβρίην προπεμπόμενα πρώτους Δωδωναίους Ἑλλήνων δέκεσθαι, ἀπὸ δὲ τούτων καταβαίνειν ἐπὶ τὸν Μηλιέα κόλπον καὶ διαπορεύεσθαι ἐς Εὔβοιαν, πόλιν τε ἐς πόλιν πέμπειν μέχρι Καρύστου, τὸ δʼ ἀπὸ ταύτης ἐκλιπεῖν Ἄνδρον·
33.2. from there, they are brought on to the south, the people of Dodona being the first Greeks to receive them. From Dodona they come down to the Melian gulf, and are carried across to Euboea, and one city sends them on to another until they come to Carystus; after this, Andros is left out of their journey, for Carystians carry them to Tenos, and Tenians to Delos. Thus (they say) these offerings come to Delos. But on the first journey, the Hyperboreans sent two maidens bearing the offerings, to whom the Delians give the names Hyperoche and Laodice, and five men of their people with them as escort for safe conduct, those who are now called Perpherees and greatly honored at Delos.
33.2. Καρυστίους γὰρ εἶναι τοὺς κομίζοντας ἐς Τῆνον, Τηνίους δὲ ἐς Δῆλον. ἀπικνέεσθαι μέν νυν οὕτω ταῦτα τὰ ἱρὰ λέγουσι ἐς Δῆλον· πρῶτον δὲ τοὺς Ὑπερβορέους πέμψαι φερούσας τὰ ἱρὰ δὺο κόρας, τὰς ὀνομάζουσι Δήλιοι εἶναι Ὑπερόχην τε καὶ Λαοδίκην· ἅμα δὲ αὐτῇσι ἀσφαλείης εἵνεκεν πέμψαι τοὺς Ὑπερβορέους τῶν ἀστῶν ἄνδρας πέντε πομπούς, τούτους οἳ νῦν Περφερέες καλέονται τιμὰς μεγάλας ἐν Δήλῳ ἔχοντες.
33.4. But when those whom they sent never returned, they took it amiss that they should be condemned always to be sending people and not getting them back, and so they carry the offerings, wrapped in straw, to their borders, and tell their neighbors to send them on from their own country to the next;
33.4. ἐπεὶ δὲ τοῖσι Ὑπερβορέοισι τοὺς ἀποπεμφθέντας ὀπίσω οὐκ ἀπονοστέειν, δεινὰ ποιευμένους εἰ σφέας αἰεὶ καταλάμψεται ἀποστέλλοντας μὴ ἀποδέκεσθαι, οὕτω δὴ φέροντας ἐς τοὺς οὔρους τὰ ἱρὰ ἐνδεδεμένα ἐν πυρῶν καλάμῃ τοὺς πλησιοχώρους ἐπισκήπτειν κελεύοντας προπέμπειν σφέα ἀπὸ ἑωυτῶν ἐς ἄλλο ἔθνος.
33.5. and the offerings, it is said, come by this conveyance to Delos. I can say of my own knowledge that there is a custom like these offerings; namely, that when the Thracian and Paeonian women sacrifice to the Royal Artemis, they have straw with them while they sacrifice.
33.5. καὶ ταῦτα μὲν οὕτω προπεμπόμενα ἀπικνέεσθαι λέγουσι ἐς Δῆλον. οἶδα δὲ αὐτὸς τούτοισι τοῖσι ἱροῖσι τόδε ποιεύμενον προσφερές, τὰς Θρηικίας καὶ τὰς Παιονίδας γυναῖκας, ἐπεὰν θύωσι τῇ Ἀρτέμιδι τῇ βασιλείῃ, οὐκ ἄνευ πυρῶν καλάμης ἐχούσας τὰ ἱρά.
34.1. I know that they do this. The Delian girls and boys cut their hair in honor of these Hyperborean maidens, who died at Delos; the girls before their marriage cut off a tress and lay it on the tomb, wound around a spindle (this tomb is at the foot of an olive-tree, on the left hand of the entrance of the temple of Artemis); the Delian boys twine some of their hair around a green stalk, and lay it on the tomb likewise.
34.1. καὶ ταῦτα μὲν δὴ ταύτας οἶδα ποιεύσας· τῇσι δὲ παρθένοισι ταύτῃσι τῇσι ἐξ Ὑπερβορέων τελευτησάσῃσι ἐν Δήλῳ κείρονται καὶ αἱ κόραι καὶ οἱ παῖδες οἱ Δηλίων· αἱ μὲν πρὸ γάμου πλόκαμον ἀποταμνόμεναι καὶ περὶ ἄτρακτον εἱλίξασαι ἐπὶ τὸ σῆμα τιθεῖσι ʽτὸ δὲ σῆμα ἐστὶ ἔσω ἐς τὸ Ἀρτεμίσιον ἐσιόντι ἀριστερῆς χειρός, ἐπιπέφυκε δέ οἱ ἐλαίἠ, ὅσοι δὲ παῖδες τῶν Δηλίων, περὶ χλόην τινὰ εἱλίξαντες τῶν τριχῶν τιθεῖσι καὶ οὗτοι ἐπὶ τὸ σῆμα.