SCRIPTURA

Herodotus · Histories · 23 of 53

Book IV · chapters 35–70

Translated by A. D. Godley

ContentsMarkdown.md ↓

35.1. In this way, then, these maidens are honored by the inhabitants of Delos. These same Delians relate that two virgins, Arge and Opis, came from the Hyperboreans by way of the aforesaid peoples to Delos earlier than Hyperoche and Laodice;

35.1. αὗται μὲν δὴ ταύτην τιμὴν ἔχουσι πρὸς τῶν Δήλου οἰκητόρων. φασὶ δὲ οἱ αὐτοὶ οὗτοι καὶ τὴν Ἄργην τε καὶ τὴν Ὦπιν ἐούσας παρθένους ἐξ Ὑπερβορέων κατὰ τοὺς αὐτοὺς τούτους ἀνθρώπους πορευομένας ἀπικέσθαι ἐς Δῆλον ἔτι πρότερον Ὑπερόχης τε καὶ Λαοδίκης.

35.2. these latter came to bring to Eileithyia the tribute which they had agreed to pay for easing child-bearing; but Arge and Opis, they say, came with the gods themselves, and received honors of their own from the Delians.

35.2. ταύτας μέν νυν τῇ Εἰλειθυίῃ ἀποφερούσας ἀντὶ τοῦ ὠκυτόκου τὸν ἐτάξαντο φόρον ἀπικέσθαι, τὴν δὲ Ἄργην τε καὶ τὴν Ὦπιν ἅμα αὐτοῖσι θεοῖσι ἀπικέσθαι λέγουσι καὶ σφι τιμὰς ἄλλας δεδόσθαι πρὸς σφέων·

35.3. For the women collected gifts for them, calling upon their names in the hymn made for them by Olen of Lycia; it was from Delos that the islanders and Ionians learned to sing hymns to Opis and Arge, calling upon their names and collecting gifts (this Olen, after coming from Lycia, also made the other and ancient hymns that are sung at Delos).

35.3. καὶ γὰρ ἀγείρειν σφι τὰς γυναῖκας ἐπονομαζούσας τὰ οὐνόματα ἐν τῷ ὕμνῳ τόν σφι Ὠλὴν ἀνὴρ Λύκιος ἐποίησε, παρὰ δὲ σφέων μαθόντας νησιώτας τε καὶ Ἴωνας ὑμνέειν Ὦπίν τε καὶ Ἄργην ὀνομάζοντάς τε καὶ ἀγείροντας ʽοὗτος δὲ ὁ Ὠλὴν καὶ τοὺς ἄλλους τοὺς παλαιοὺς ὕμνους ἐποίησε ἐκ Λυκίης ἐλθὼν τοὺς ἀειδομένους ἐν Δήλᾠ, καὶ τῶν μηρίων καταγιζομένων ἐπὶ τῷ βωμῷ τὴν σποδὸν ταύτην ἐπὶ τὴν θήκην τῆς Ὤπιός τε καὶ Ἄργης ἀναισιμοῦσθαι ἐπιβαλλομένην.

35.4. Furthermore, they say that when the thighbones are burnt in sacrifice on the altar, the ashes are all cast on the burial-place of Opis and Arge, behind the temple of Artemis, looking east, nearest the refectory of the people of Ceos. I have said this much of the Hyperboreans, and let it suffice; for I do not tell the story of that Abaris, alleged to be a Hyperborean, who carried the arrow over the whole world, fasting all the while. But if there are men beyond the north wind, then there are others beyond the south.

35.4. ἡ δὲ θήκη αὐτέων ἐστὶ ὄπισθε τοῦ Ἀρτεμισίου, πρὸς ἠῶ τετραμμένη, ἀγχοτάτω τοῦ Κηίων ἱστιητορίου. καὶ ταῦτα μὲν Ὑπερβορέων πέρι εἰρήσθω· τὸν γὰρ περὶ Ἀβάριος λόγον τοῦ λεγομένου εἶναι Ὑπερβορέου οὐ λέγω, ὡς τὸν ὀιστὸν περιέφερε κατὰ πᾶσαν γῆν οὐδὲν σιτεόμενος. εἰ δὲ εἰσὶ ὑπερβόρεοι τινὲς ἄνθρωποι, εἰσὶ καὶ ὑπερνότιοι ἄλλοι.

36.2. And I laugh to see how many have before now drawn maps of the world, not one of them reasonably; for they draw the world as round as if fashioned by compasses, encircled by the Ocean river, and Asia and Europe of a like extent. For myself, I will in a few words indicate the extent of the two, and how each should be drawn.

36.2. γελῶ δὲ ὁρέων γῆς περιόδους γράψαντας πολλοὺς ἤδη καὶ οὐδένα νοονεχόντως ἐξηγησάμενον· οἳ Ὠκεανόν τε ῥέοντα γράφουσι πέριξ τὴν γῆν ἐοῦσαν κυκλοτερέα ὡς ἀπὸ τόρνου, καὶ τὴν Ἀσίην τῇ Εὐρώπῃ ποιεύντων ἴσην. ἐν ὀλίγοισι γὰρ ἐγὼ δηλώσω μέγαθός τε ἑκάστης αὐτέων καὶ οἵη τις ἐστὶ ἐς γραφὴν ἑκάστη.

37.1. The land where the Persians live extends to the southern sea which is called Red; beyond these to the north are the Medes, and beyond the Medes the Saspires, and beyond the Saspires the Colchians, whose country extends to the northern sea into which the Phasis river flows; so these four nations live between the one sea and the other.

37.1. Πέρσαι οἰκέουσι κατήκοντες ἐπὶ τὴν νοτίην θάλασσαν τὴν Ἐρυθρὴν καλεομένην, τούτων δὲ ὑπεροικέουσι πρὸς βορέην ἄνεμον Μῆδοι, Μήδων δὲ Σάσπειρες, Σασπείρων δὲ Κόλχοι κατήκοντες ἐπὶ τὴν βορηίην θάλασσαν, ἐς τὴν Φᾶσις ποταμὸς ἐκδιδοῖ. ταῦτα τέσσερα ἔθνεα οἰκέει ἐκ θαλάσσης ἐς θάλασσαν.

38.1. But west of this region two peninsulas stretch out from it into the sea, which I will now describe.

38.1. ἐνθεῦτεν δὲ τὸ πρὸς ἑσπέρης ἀκταὶ διφάσιαι ἀπʼ αὐτῆς κατατείνουσι ἐς θάλασσαν, τὰς ἐγὼ ἀπηγήσομαι·

38.2. On the north side one of the peninsulas begins at the Phasis and stretches seaward along the Pontus and the Hellespont, as far as Sigeum in the Troad; on the south side, the same peninsula has a seacoast beginning at the Myriandric gulf that is near Phoenicia, and stretching seaward as far as the Triopian headland. On this peninsula live thirty nations.

38.2. ἔνθεν μὲν ἡ ἀκτὴ ἡ ἑτέρη τὰ πρὸς βορέην ἀπὸ Φάσιος ἀρξαμένη παρατέταται ἐς θάλασσαν παρά τε τὸν Πόντον καὶ τὸν Ἑλλήσποντον μέχρι Σιγείου τοῦ Τρωικοῦ· τὰ δὲ πρὸς νότου ἡ αὐτὴ αὕτη ἀκτὴ ἀπὸ τοῦ Μυριανδικοῦ κόλπου τοῦ πρὸς Φοινίκῃ κειμένου τείνει τὰ ἐς θάλασσαν μέχρι Τριοπίου ἄκρης. οἰκέει δὲ ἐν τῇ ἀκτῇ ταύτῃ ἔθνεα ἀνθρώπων τριήκοντα.

39.1. This is the first peninsula. But the second, beginning with Persia, stretches to the Red Sea, and is Persian land; and next, the neighboring land of Assyria; and after Assyria, Arabia; this peninsula ends (not truly but only by common consent) at the Arabian Gulf, to which Darius brought a canal from the Nile.

39.1. αὕτη μέν νυν ἡ ἑτέρη τῶν ἀκτέων, ἡ δὲ δὴ ἑτέρη ἀπὸ Περσέων ἀρξαμένη παρατέταται ἐς τὴν Ἐρυθρὴν θάλασσαν, ἥ τε Περσικὴ καὶ ἀπὸ ταύτης ἐκδεκομένη ἡ Ἀσσυρίη καὶ ἀπὸ Ἀσσυρίης ἡ Ἀραβίη· λήγει δὲ αὕτη, οὐ λήγουσα εἰ μὴ νόμῳ, ἐς τὸν κόλπον τὸν Ἀράβιον, ἐς τὸν Δαρεῖος ἐκ τοῦ Νείλου διώρυχα ἐσήγαγε.

39.2. Now from the Persian country to Phoenicia there is a wide and vast tract of land; and from Phoenicia this peninsula runs beside our sea by way of the Syrian Palestine and Egypt, which is at the end of it; in this peninsula there are just three nations.

39.2. μέχρι μέν νυν Φοινίκης ἀπὸ Περσέων χῶρος πλατὺς καὶ πολλός ἐστι· τὸ δὲ ἀπὸ Φοινίκης παρήκει διὰ τῆσδε τῆς θαλάσσης ἡ ἀκτὴ αὕτη παρά τε Συρίην τὴν Παλαιστίνην καὶ Αἴγυπτον, ἐς τὴν τελευτᾷ· ἐν τῇ ἔθνεα ἐστὶ τρία μοῦνα.

40.1. So much for the parts of Asia west of the Persians. But what is beyond the Persians, and Medes, and Saspires, and Colchians, east and toward the rising sun, this is bounded on the one hand by the Red Sea, and to the north by the Caspian Sea and the Araxes river, which flows toward the sun's rising.

40.1. ταῦτα μὲν ἀπὸ Περσέων τὰ πρὸς ἑσπέρην τῆς Ἀσίης ἔχοντα ἐστί· τὰ δὲ κατύπερθε Περσέων καὶ Μήδων καὶ Σασπείρων καὶ Κόλχων, τὰ πρὸς ἠῶ τε καὶ ἥλιον ἀνατέλλοντα, ἔνθεν μὲν ἡ Ἐρυθρὴ παρήκει θάλασσα, πρὸς βορέω δὲ ἡ Κασπίη τε θάλασσα καὶ ὁ Ἀράξης ποταμός, ῥέων πρὸς ἥλιον ἀνίσχοντα.

40.2. As far as India, Asia is an inhabited land; but thereafter, all to the east is desolation, nor can anyone say what kind of land is there.

40.2. μέχρι δὲ τῆς Ἰνδικῆς οἰκέεται Ἀσίη· τὸ δὲ ἀπὸ ταύτης ἔρημος ἤδη τὸ πρὸς τὴν ἠῶ, οὐδὲ ἔχει οὐδεὶς φράσαι οἷον δή τι ἐστί.

41.1. Such is Asia, and such its extent. But Libya is on this second peninsula; for Libya comes next after Egypt. The Egyptian part of this peninsula is narrow; for from our sea to the Red Sea it is a distance of a hundred and twenty-five miles; that is, a thousand stades; but after this narrow part, the peninsula which is called Libya is very broad.

41.1. τοιαύτη μὲν καὶ τοσαύτη ἡ Ἀσίη ἐστί, ἡ δὲ Λιβύη ἐν τῇ ἀκτῇ τῇ ἑτέρῃ ἐστί· ἀπὸ γὰρ Αἰγύπτου Λιβύη ἤδη ἐκδέκεται. κατὰ μέν νυν Αἴγυπτον ἡ ἀκτὴ αὕτη στεινή ἐστι· ἀπὸ γὰρ τῆσδε τῆς θαλάσσης ἐς τὴν Ἐρυθρὴν θάλασσαν δέκα μυριάδες εἰσὶ ὀργυιέων, αὗται δʼ ἂν εἶεν χίλιοι στάδιοι· τὸ δὲ ἀπὸ τοῦ στεινοῦ τούτου κάρτα πλατέα τυγχάνει ἐοῦσα ἡ ἀκτὴ ἥτις Λιβύη κέκληται.

42.1. I wonder, then, at those who have mapped out and divided the world into Libya, Asia, and Europe; for the difference between them is great, seeing that in length Europe stretches along both the others together, and it appears to me to be wider beyond all comparison.

42.1. θωμάζω ὦν τῶν διουρισάντων καὶ διελόντων Λιβύην τε καὶ Ἀσίην καὶ Εὐρώπην· οὐ γὰρ σμικρὰ τὰ διαφέροντα αὐτέων ἐστί· μήκεϊ μὲν γὰρ παρʼ ἀμφοτέρας παρήκει ἡ Εὐρώπη, εὔρεος δὲ πέρι οὐδὲ συμβάλλειν ἀξίη φαίνεταί μοι εἶναι.

42.2. For Libya shows clearly that it is bounded by the sea, except where it borders on Asia. Necos king of Egypt first discovered this and made it known. When he had finished digging the canal which leads from the Nile to the Arabian Gulf, he sent Phoenicians in ships, instructing them to sail on their return voyage past the Pillars of Heracles until they came into the northern sea and so to Egypt.

42.2. Λιβύη μὲν γὰρ δηλοῖ ἑωυτὴν ἐοῦσα περίρρυτος, πλὴν ὅσον αὐτῆς πρὸς τὴν Ἀσίην οὐρίζει, Νεκῶ τοῦ Αἰγυπτίων βασιλέος πρώτου τῶν ἡμεῖς ἴδμεν καταδέξαντος· ὃς ἐπείτε τὴν διώρυχα ἐπαύσατο ὀρύσσων τὴν ἐκ τοῦ Νείλου διέχουσαν ἐς τὸν Ἀράβιον κόλπον, ἀπέπεμψε Φοίνικας ἄνδρας πλοίοισι, ἐντειλάμενος ἐς τὸ ὀπίσω διʼ Ἡρακλέων στηλέων ἐκπλέειν ἕως ἐς τὴν βορηίην θάλασσαν καὶ οὕτω ἐς Αἴγυπτον ἀπικνέεσθαι.

42.3. So the Phoenicians set out from the Red Sea and sailed the southern sea; whenever autumn came they would put in and plant the land in whatever part of Libya they had reached, and there await the harvest;

42.3. ὁρμηθέντες ὦν οἱ Φοίνικες ἐκ τῆς Ἐρυθρῆς θαλάσσης ἔπλεον τὴν νοτίην θάλασσαν· ὅκως δὲ γίνοιτο φθινόπωρον προσσχόντες ἂν σπείρεσκον τὴν γῆν, ἵνα ἑκάστοτε τῆς Λιβύης πλέοντες γινοίατο, καὶ μένεσκον τὸν ἄμητον·

42.4. then, having gathered the crop, they sailed on, so that after two years had passed, it was in the third that they rounded the pillars of Heracles and came to Egypt. There they said (what some may believe, though I do not) that in sailing around Libya they had the sun on their right hand.

42.4. θερίσαντες δʼ ἂν τὸν σῖτον ἔπλεον, ὥστε δύο ἐτέων διεξελθόντων τρίτῳ ἔτεϊ κάμψαντες Ἡρακλέας στήλας ἀπίκοντο ἐς Αἴγυπτον. καὶ ἔλεγον ἐμοὶ μὲν οὐ πιστά, ἄλλῳ δὲ δή τεῳ, ὡς περιπλώοντες τὴν Λιβύην τὸν ἥλιον ἔσχον ἐς τὰ δεξιά.

43.1. Thus was the first knowledge of Libya gained. The next story is that of the Carthaginians: for as for Sataspes son of Teaspes, an Achaemenid, he did not sail around Libya, although he was sent for that purpose; but he feared the length and loneliness of the voyage and so returned without accomplishing the task laid upon him by his mother.

43.1. οὕτω μὲν αὕτη ἐγνώσθη τὸ πρῶτον, μετὰ δὲ Καρχηδόνιοι εἰσὶ οἱ λέγοντες· ἐπεὶ Σατάσπης γε ὁ Τεάσπιος ἀνὴρ Ἀχαιμενίδης οὐ περιέπλωσε Λιβύην, ἐπʼ αὐτὸ τοῦτο πεμφθείς, ἀλλὰ δείσας τό τε μῆκος τοῦ πλόου καὶ τὴν ἐρημίην ἀπῆλθε ὀπίσω, οὐδʼ ἐπετέλεσε τὸν ἐπέταξε οἱ ἡ μήτηρ ἄεθλον.

43.2. For he had raped the virgin daughter of Zopyrus son of Megabyzus; and when on this charge he was to be impaled by King Xerxes, Sataspes' mother, who was Darius' sister, interceded for his life, saying that she would impose a heavier punishment on him than Xerxes;

43.2. θυγατέρα γὰρ Ζωπύρου τοῦ Μεγαβύζου ἐβιήσατο παρθένον· ἔπειτα μέλλοντος αὐτοῦ διὰ ταύτην τὴν αἰτίην ἀνασκολοπιεῖσθαι ὑπὸ Ξέρξεω βασιλέος, ἡ μήτηρ τοῦ Σατάσπεος ἐοῦσα Δαρείου ἀδελφεὴ παραιτήσατο, φᾶσά οἱ αὐτὴ μέζω ζημίην ἐπιθήσειν ἤ περ ἐκεῖνον·

43.3. for he would be compelled to sail around Libya, until he completed his voyage and came to the Arabian Gulf. Xerxes agreed to this, and Sataspes went to Egypt where he received a ship and a crew from the Egyptians, and sailed past the Pillars of Heracles.

43.3. Λιβύην γάρ οἱ ἀνάγκην ἔσεσθαι περιπλώειν, ἐς ὃ ἂν ἀπίκηται περιπλέων αὐτὴν ἐς τὸν Ἀράβιον κόλπον. συγχωρήσαντος δὲ Ξέρξεω ἐπὶ τούτοισι, ὁ Σατάσπης ἀπικόμενος ἐς Αἴγυπτον καὶ λαβὼν νέα τε καὶ ναύτας παρὰ τούτων ἔπλεε ἐπὶ Ἡρακλέας στήλας·

43.4. Having sailed out beyond them, and rounded the Libyan promontory called Solois, he sailed south; but when he had been many months sailing over the sea, and always more before him, he turned back and made sail for Egypt.

43.4. διεκπλώσας δὲ καὶ κάμψας τὸ ἀκρωτήριον τῆς Λιβύης τῷ οὔνομα Σολόεις ἐστί, ἔπλεε πρὸς μεσαμβρίην· περήσας δὲ θάλασσαν πολλὴν ἐν πολλοῖσι μησί, ἐπείτε τοῦ πλεῦνος αἰεὶ ἔδεε, ἀποστρέψας ὀπίσω ἀπέπλεε ἐς Αἴγυπτον.

43.5. Coming to King Xerxes from there, he related in his narrative that, when he was farthest distant, he sailed by a country of little men, who wore palm-leaf clothing; these, whenever he and his men put in to land with their ship, left their towns and fled to the hills; he and his men did no harm when they landed, and took nothing from the people except cattle.

43.5. ἐκ δὲ ταύτης ἀπικόμενος παρὰ βασιλέα Ξέρξεα ἔλεγε φὰς τὰ προσωτάτω ἀνθρώπους μικροὺς παραπλέειν ἐσθῆτι φοινικηίῃ διαχρεωμένους, οἳ ὅκως σφεῖς καταγοίατο τῇ νηὶ φεύγεσκον πρὸς τὰ ὄρεα λείποντες τὰς πόλιας· αὐτοὶ δὲ ἀδικέειν οὐδὲν ἐσιόντες, βρωτὰ δὲ μοῦνα ἐξ αὐτέων λαμβάνειν.

43.6. As to his not sailing completely around Libya, the reason (he said) was that the ship could move no farther, but was stopped. But Xerxes did not believe that Sataspes spoke the truth, and, as the task appointed was unfulfilled, he impaled him, punishing him on the charge first brought against him.

43.6. τοῦ δὲ μὴ περιπλῶσαι Λιβύην παντελέως αἴτιον τόδε ἔλεγε, τὸ πλοῖον τὸ πρόσω οὐ δυνατὸν ἔτι εἶναι προβαίνειν ἀλλʼ ἐνίσχεσθαι. Ξέρξης δὲ οὔ οἱ συγγινώσκων λέγειν ἀληθέα οὐκ ἐπιτελέσαντά τε τὸν προκείμενον ἄεθλον ἀνεσκολόπισε, τὴν ἀρχαίην δίκην ἐπιτιμῶν.

43.7. This Sataspes had a eunuch, who as soon as he heard of his master's death escaped to Samos, with a great hoard of wealth, of which a man of Samos got possession. I know the man's name but deliberately omit it.

43.7. τούτου δὲ τοῦ Σατάσπεος εὐνοῦχος ἀπέδρη ἐς Σάμον, ἐπείτε ἐπύθετο τάχιστα τὸν δεσπότεα τετελευτηκότα, ἔχων χρήματα μεγάλα, τὰ Σάμιος ἀνὴρ κατέσχε, τοῦ ἐπιστάμενος τὸ οὔνομα ἑκὼν ἐπιλήθομαι.

44.1. But as to Asia, most of it was discovered by Darius. There is a river, Indus, second of all rivers in the production of crocodiles. Darius, desiring to know where this Indus empties into the sea, sent ships manned by Scylax, a man of Caryanda, and others whose word he trusted;

44.1. τῆς δὲ Ἀσίης τὰ πολλὰ ὑπὸ Δαρείου ἐξευρέθη, ὃς βουλόμενος Ἰνδὸν ποταμόν, ὃς κροκοδείλους δεύτερος οὗτος ποταμῶν πάντων παρέχεται, τοῦτον τὸν ποταμὸν εἰδέναι τῇ ἐς θάλασσαν ἐκδιδοῖ, πέμπει πλοίοισι ἄλλους τε τοῖσι ἐπίστευε τὴν ἀληθείην ἐρέειν καὶ δὴ καὶ Σκύλακα ἄνδρα Καρυανδέα.

44.2. these set out from the city of Caspatyrus and the Pactyic country, and sailed down the river toward the east and the sunrise until they came to the sea; and voyaging over the sea west, they came in the thirtieth month to that place from which the Egyptian king sent the above-mentioned Phoenicians to sail around Libya.

44.2. οἳ δὲ ὁρμηθέντες ἐκ Κασπατύρου τε πόλιος καὶ τῆς Πακτυικῆς γῆς ἔπλεον κατὰ ποταμὸν πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολὰς ἐς θάλασσαν, διὰ θαλάσσης δὲ πρὸς ἑσπέρην πλέοντες τριηκοστῷ μηνὶ ἀπικνέονται ἐς τοῦτον τὸν χῶρον ὅθεν ὁ Αἰγυπτίων βασιλεὺς τοὺς Φοίνικας τοὺς πρότερον εἶπα ἀπέστειλε περιπλώειν Λιβύην.

44.3. After this circumnavigation, Darius subjugated the Indians and made use of this sea. Thus it was discovered that Asia, except the parts toward the rising sun, was in other respects like Libya.

44.3. μετὰ δὲ τούτους περιπλώσαντας Ἰνδούς τε κατεστρέψατο Δαρεῖος καὶ τῇ θαλάσσῃ ταύτῃ ἐχρᾶτο. οὕτω καὶ τῆς Ἀσίης, πλὴν τὰ πρὸς ἥλιον ἀνίσχοντα, τὰ ἄλλα ἀνεύρηται ὃμοια παρεχομένη τῇ Λιβύῃ.

45.1. But it is plain that none have obtained knowledge of Europe's eastern or northern regions, so as to be able say if it is bounded by seas; its length is known to be enough to stretch along both Asia and Libya.

45.1. ἡ δὲ Εὐρώπη πρὸς οὐδαμῶν φανερή ἐστι γινωσκομένη, οὔτε τὰ πρὸς ἥλιον ἀνατέλλοντα οὔτε τὰ πρὸς βορέην, εἰ περίρρυτος ἐστί· μήκεϊ δὲ γινώσκεται παρʼ ἀμφοτέρας παρήκουσα.

45.2. I cannot guess for what reason the earth, which is one, has three names, all women's, and why the boundary lines set for it are the Egyptian Nile river and the Colchian Phasis river (though some say that the Maeetian Tanaïs river and the Cimmerian Ferries are boundaries); and I cannot learn the names of those who divided the world, or where they got the names which they used.

45.2. οὐδʼ ἔχω συμβαλέσθαι ἐπʼ ὅτευ μιῇ ἐούσῃ γῇ οὐνόματα τριφάσια κέεται ἐπωνυμίας ἔχοντα γυναικῶν, καὶ οὐρίσματα αὐτῇ Νεῖλός τε ὁ Αἰγύπτιος ποταμὸς ἐτέθη καὶ Φᾶσις ὁ Κόλχος (οἳ δὲ Τάναιν ποταμὸν τὸν Μαιήτην καὶ πορθμήια τὰ Κιμμέρια λέγουσι), οὐδὲ τῶν διουρισάντων τὰ οὐνόματα πυθέσθαι, καὶ ὅθεν ἔθεντο τὰς ἐπωνυμίας.

45.3. For Libya is said by most Greeks to be named after a native woman of that name, and Asia after the wife of Prometheus; yet the Lydians claim a share in the latter name, saying that Asia was not named after Prometheus' wife Asia, but after Asies, the son of Cotys, who was the son of Manes, and that from him the Asiad clan at Sardis also takes its name.

45.3. ἤδη γὰρ Λιβύη μὲν ἐπὶ Λιβύης λέγεται ὑπὸ τῶν πολλῶν Ἑλλήνων ἔχειν τὸ οὔνομα γυναικὸς αὐτόχθονος, ἡ δὲ Ἀσίη ἐπὶ τῆς Προμηθέος γυναικὸς τὴν ἐπωνυμίην. καὶ τούτου μὲν μεταλαμβάνονται τοῦ οὐνόματος Λυδοί, φάμενοι ἐπὶ Ἀσίεω τοῦ Κότυος τοῦ Μάνεω κεκλῆσθαι τὴν Ἀσίην, ἀλλʼ οὐκ ἐπὶ τῆς Προμηθέος Ἀσίης· ἀπʼ ὅτευ καὶ τὴν ἐν Σάρδισι φυλὴν κεκλῆσθαι Ἀσιάδα.

45.4. But as for Europe, no men have any knowledge whether it is bounded by seas or not, or where it got its name, nor is it clear who gave the name, unless we say that the land took its name from the Tyrian Europa, having been (it would seem) before then nameless like the rest.

45.4. ἡ δὲ δὴ Εὐρώπη οὔτε εἰ περίρρυτος ἐστὶ γινώσκεται πρὸς οὐδαμῶν ἀνθρώπων, οὔτε ὁκόθεν τὸ οὔνομα ἔλαβε τοῦτο, οὔτε ὅστις οἱ ἦν ὁ θέμενος φαίνεται, εἰ μὴ ἀπὸ τῆς Τυρίης φήσομεν Εὐρώπης λαβεῖν τὸ οὔνομα τὴν χώρην· πρότερον δὲ ἦν ἄρα ἀνώνυμος ὥσπερ αἱ ἕτεραι.

45.5. But it is plain that this woman was of Asiatic birth, and never came to this land which the Greeks now call Europe, but only from Phoenicia to Crete and from Crete to Lycia. Thus much I have said of these matters, and let it suffice; we will use the names established by custom.

45.5. ἀλλʼ αὕτη γε ἐκ τῆς Ἀσίης τε φαίνεται ἐοῦσα καὶ οὐκ ἀπικομένη ἐς τὴν γῆν ταύτην ἥτις νῦν ὑπὸ Ἑλλήνων Εὐρώπη καλέεται, ἀλλʼ ὅσον ἐκ Φοινίκης ἐς Κρήτην, ἐκ Κρήτης δὲ ἐς Λυκίην. ταῦτα μέν νυν ἐπὶ τοσοῦτον εἰρήσθω· τοῖσι γὰρ νομιζομένοισι αὐτῶν χρησόμεθα.

46.1. Nowhere are men so ignorant as in the lands by the Euxine Pontus (excluding the Scythian nation) into which Darius led his army. For we cannot show that any nation within the region of the Pontus has any cleverness, nor do we know of (overlooking the Scythian nation and Anacharsis) any notable man born there.

46.1. ὁ δὲ Πόντος ὁ Εὔξεινος, ἐπʼ ὃν ἐστρατεύετο ὁ Δαρεῖος, χωρέων πασέων παρέχεται ἔξω τοῦ Σκυθικοῦ ἔθνεα ἀμαθέστατα. οὔτε γὰρ ἔθνος τῶν ἐντὸς τοῦ Πόντου οὐδὲν ἔχομεν προβαλέσθαι σοφίης πέρι οὔτε ἄνδρα λόγιον οἴδαμεν γενόμενον, πάρεξ τοῦ Σκυθικοῦ ἔθνεος καὶ Ἀναχάρσιος.

46.2. But the Scythian race has made the cleverest discovery that we know in what is the most important of all human affairs; I do not praise the Scythians in all respects, but in this, the most important: that they have contrived that no one who attacks them can escape, and no one can catch them if they do not want to be found.

46.2. τῷ δὲ Σκυθικῷ γένει ἓν μὲν τὸ μέγιστον τῶν ἀνθρωπηίων πρηγμάτων σοφώτατα πάντων ἐξεύρηται τῶν ἡμεῖς ἴδμεν, τὰ μέντοι ἄλλα οὐκ ἄγαμαι· τὸ δὲ μέγιστον οὕτω σφι ἀνεύρηται ὥστε ἀποφυγεῖν τε μηδένα ἐπελθόντα ἐπὶ σφέας, μὴ βουλομένους τε ἐξευρεθῆναι καταλαβεῖν μὴ οἷον τε εἶναι.

46.3. For when men have no established cities or forts, but are all nomads and mounted archers, not living by tilling the soil but by raising cattle and carrying their dwellings on wagons, how can they not be invincible and unapproachable?

46.3. τοῖσι γὰρ μήτε ἄστεα μήτε τείχεα ᾖ ἐκτισμένα, ἀλλὰ φερέοικοι ἐόντες πάντες ἔωσι ἱπποτοξόται, ζῶντες μὴ ἀπʼ ἀρότου ἀλλʼ ἀπὸ κτηνέων, οἰκήματα τε σφι ᾖ ἐπὶ ζευγέων, κῶς οὐκ ἂν εἴησαν οὗτοι ἄμαχοί τε καὶ ἄποροι προσμίσγειν;

47.1. They have made this discovery in a land that suits their purpose and has rivers that are their allies; for their country is flat and grassy and well-watered, and rivers run through it not very many fewer in number than the canals of Egypt.

47.1. ἐξεύρηται δέ σφι ταῦτα τῆς τε γῆς ἐούσης ἐπιτηδέης καὶ τῶν ποταμῶν ἐόντων σφι συμμάχων. ἥ τε γὰρ γῆ ἐοῦσα πεδιὰς αὕτη ποιώδης τε καὶ εὔυδρος ἐστί, ποταμοί τε διʼ αὐτῆς ῥέουσι οὐ πολλῷ τεῳ ἀριθμὸν ἐλάσσονες τῶν ἐν Αἰγύπτῳ διωρύχων.

47.2. As many of them as are famous and can be entered from the sea, I shall name. There is the Ister, which has five mouths, and the Tyras, and Hypanis, and Borysthenes, and Panticapes, and Hypacuris, and Gerrhus, and Tanaïs. Their courses are as I shall indicate.

47.2. ὅσοι δὲ ὀνομαστοί τε εἰσὶ αὐτῶν καὶ προσπλωτοὶ ἀπὸ θαλάσσης, τούτους ὀνομανέω … Ἴστρος μὲν πεντάστομος, μετὰ δὲ Τύρης τε καὶ Ὕπανις καὶ Βορυσθένης καὶ Παντικάπης καὶ Ὑπάκυρις καὶ Γέρρος καὶ Τάναϊς. ῥέουσι δὲ οἵδε κατὰ τάδε.

48.1. The Ister, the greatest of all rivers which we know, flows with the same volume in summer and winter; it is most westerly Scythian river of all, and the greatest because other rivers are its tributaries. Those that make it great, five flowing through the Scythian country, are these: the river called by Scythians Porata and by Greeks Pyretus, and besides this the Tiarantus, the Ararus, the Naparis, and the Ordessus.

48.1. Ἴστρος μέν, ἐὼν μέγιστος ποταμῶν πάντων τῶν ἡμεῖς ἴδμεν, ἴσος αἰεὶ αὐτὸς ἑωυτῷ ῥέει καὶ θέρεος καὶ χειμῶνος, πρῶτος δὲ τὸ ἀπʼ ἑσπέρης τῶν ἐν τῇ Σκυθικῇ ῥέων κατὰ τοιόνδε μέγιστος γέγονε· ποταμῶν καὶ ἄλλων ἐς αὐτὸν ἐκδιδόντων εἰσὶ δὴ οἵδε οἱ μέγαν αὐτὸν ποιεῦντες, διὰ μέν γε τῆς Σκυθικῆς χώρης πέντε μὲν οἱ ῥέοντες, τὸν τε Σκύθαι Πόρατα καλέουσι Ἑλλήνες δὲ Πυρετόν, καὶ ἄλλος Τιάραντος καὶ Ἄραρος τε καὶ Νάπαρις καὶ Ὀρδησσός.

48.3. The first-named of these rivers is a great stream flowing east and uniting its waters with the Ister; the second, the Tiarantus, is more westerly and smaller; the Ararus, Naparis, and Ordessus flow between these two and pour their waters into the Ister.

48.3. ὁ μὲν πρῶτος λεχθεὶς τῶν ποταμῶν μέγας καὶ πρὸς ἠῶ ῥέων ἀνακοινοῦται τῷ Ἴστρῳ τὸ ὕδωρ, ὁ δὲ δεύτερος λεχθεὶς Τιάραντος πρὸς ἑσπέρης τε μᾶλλον καὶ ἐλάσσων, ὁ δὲ δὴ Ἄραρός τε καὶ ὁ Νάπαρις καὶ ὁ Ὀρδησσὸς καὶ μέσου τούτων ἰόντες ἐσβάλλουσι ἐς τὸν Ἴστρον.

49.1. These are the native-born Scythian rivers that help to swell it; but the Maris river, which commingles with the Ister, flows from the Agathyrsi. The Atlas, Auras, and Tibisis, three other great rivers that pour into it, flow north from the heights of Haemus. The Athrys, the Noes, and the Artanes flow into the Ister from the country of the Crobyzi in Thrace; the Cius river, which cuts through the middle of Haemus, from the Paeonians and the mountain range of Rhodope.

49.1. οὗτοι μὲν αὐθιγενέες Σκυθικοὶ ποταμοὶ συμπληθύουσι αὐτόν, ἐκ δὲ Ἀγαθύρσων Μάρις ποταμὸς ῥέων συμμίσγεται τῷ Ἴστρῳ, ἐκ δὲ τοῦ Αἵμου τῶν κορυφέων τρεῖς ἄλλοι μεγάλοι ῥέοντες πρὸς βορέην ἄνεμον ἐσβάλλουσι ἐς αὐτόν, Ἄτλας καὶ Αὔρας καὶ Τίβισις. διὰ δὲ Θρηίκης καὶ Θρηίκων τῶν Κροβύζων ῥέοντες Ἄθρυς καὶ Νόης καὶ Ἀρτάνης ἐκδιδοῦσι ἐς τὸν Ἴστρον· ἐκ δὲ Παιόνων καὶ ὄρεος Ῥοδόπης Κίος ποταμὸς μέσον σχίζων τὸν Αἷμον ἐκδιδοῖ ἐς αὐτόν.

49.2. The Angrus river flows north from Illyria into the Triballic plain and the Brongus river, and the Brongus into the Ister, which receives these two great rivers into itself. The Carpis and another river called Alpis also flow northward, from the country north of the Ombrici, to flow into it;

49.2. ἐξ Ἰλλυριῶν δὲ ῥέων πρὸς βορέην ἄνεμον Ἄγγρος ποταμὸς ἐσβάλλει ἐς πεδίον τὸ Τριβαλλικὸν καὶ ἐς ποταμὸν Βρόγγον, ὁ δὲ Βρόγγος ἐς τὸν Ἴστρον· οὕτω ἀμφοτέρους ἐόντας μεγάλους ὁ Ἴστρος δέκεται. ἐκ δὲ τῆς κατύπερθε χώρης Ὀμβρικῶν Κάρπις ποταμὸς καὶ ἄλλος Ἄλπις ποταμὸς πρὸς βορέην ἄνεμον καὶ οὗτοι ῥέοντες ἐκδιδοῦσι ἐς αὐτόν·

49.3. for the Ister traverses the whole of Europe, rising among the Celts, who are the most westerly dwellers in Europe, except for the Cynetes, and flowing thus clean across Europe it issues forth along the borders of Scythia.

49.3. ῥέει γὰρ δὴ διὰ πάσης τῆς Εὐρώπης ὁ Ἴστρος, ἀρξάμενος ἐκ Κελτῶν, οἳ ἔσχατοι πρὸς ἡλίου δυσμέων μετὰ Κύνητας οἰκέουσι τῶν ἐν τῇ Εὐρώπη· ῥέων δὲ διὰ πάσης τῆς Εὐρώπης ἐς τὰ πλάγια τῆς Σκυθίης ἐσβάλλει.

50.1. With these rivers aforesaid, and many others, too, as its tributaries, the Ister becomes the greatest river of all, while river for river the Nile surpasses it in volume, since that owes its volume of water to no tributary river or spring.

50.1. τούτων ὦν τῶν καταλεχθέντων καὶ ἄλλων πολλῶν συμβαλλομένων τὸ σφέτερον ὕδωρ γίνεται ὁ Ἴστρος ποταμῶν μέγιστος, ἐπεὶ ὕδωρ γε ἓν πρὸς ἓν συμβάλλειν ὁ Νεῖλος πλήθει ἀποκρατέει. ἐς γὰρ δὴ τοῦτον οὔτε ποταμὸς οὔτε κρήνη οὐδεμία ἐσδιδοῦσα ἐς πλῆθός οἱ συμβάλλεται.

50.2. But the Ister is always the same height in summer and winter, the reason for which, I think, is this. In winter it is of its customary size, or only a little greater than is natural to it, for in that country in winter there is very little rain, but snow everywhere.

50.2. ἴσος δὲ αἰεὶ ῥέει ἐν τε θέρει καὶ χειμῶνι ὁ Ἴστρος κατὰ τοιόνδε τι, ὡς ἐμοὶ δοκέει· τοῦ μὲν χειμῶνος ἐστὶ ὅσος περ ἐστι, ὀλίγῳ τε μέζων τῆς ἑωυτοῦ φύσιος γίνεται· ὕεται γὰρ ἡ γῆ αὕτη τοῦ χειμῶνος πάμπαν ὀλίγῳ, νιφετῷ δὲ πάντα χρᾶται·

50.3. In the summer, the abundant snow that has fallen in winter melts and pours from all sides into the Ister; so this snow-melt pours into the river and helps to swell it and much violent rain besides, as the summer is the season of rain.

50.3. τοῦ δὲ θέρεος ἡ χιὼν ἡ ἐν τῷ χειμῶνι πεσοῦσα, ἐοῦσα ἀμφιλαφής, τηκομένη πάντοθεν ἐσδιδοῖ ἐς τὸν Ἴστρον. αὕτη τε δὴ ἡ χιὼν ἐσδιδοῦσα ἐς αὐτὸν συμπληθύει καὶ ὄμβροι πολλοί τε καὶ λάβροι σὺν αὐτῇ· ὕει γὰρ δὴ τὸ θέρος.

50.4. And in proportion as the sun draws to itself more water in summer than in winter, the water that commingles with the Ister is many times more abundant in summer than it is in winter; these opposites keep the balance true, so that the volume of the river appears always the same.

50.4. ὅσῳ δὲ πλέον ἐπʼ ἑωυτὸν ὕδωρ ὁ ἥλιος ἐπέλκεται ἐν τῶ θέρει ἢ ἐν τῷ χειμῶνι, τοσούτῳ τὰ συμμισγόμενα τῷ Ἴστρῳ πολλαπλήσια ἐστὶ τοῦ θέρεος ἤ περ τοῦ χειμῶνος· ἀντιτιθέμενα δὲ ταῦτα ἀντισήκωσις γίνεται, ὥστε ἴσον μιν αἰεὶ φαίνεσθαι ἐόντα.

51.1. One of the rivers of the Scythians, then, is the Ister. The next is the Tyras; this comes from the north, flowing at first out of a great lake, which is the boundary between the Scythian and the Neurian countries; at the mouth of the river there is a settlement of Greeks, who are called Tyritae.

51.1. εἷς μὲν δὴ τῶν ποταμῶν τοῖσι Σκύθῃσι ἐστὶ ὁ Ἴστρος, μετὰ δὲ τοῦτον Τύρης, ὃς ἀπὸ βορέω μὲν ἀνέμου ὁρμᾶται, ἄρχεται δὲ ῥέων ἐκ λίμνης μεγάλης ἣ οὐρίζει τήν τε Σκυθικὴν καὶ Νευρίδα γῆν. ἐπὶ δὲ τῷ στόματι αὐτοῦ κατοίκηνται Ἕλληνες οἳ Τυρῖται καλέονται.

52.1. The third river is the Hypanis; this comes from Scythia, flowing out of a great lake, around which wild, white horses graze. This lake is truly called the mother of the Hypanis.

52.1. τρίτος δὲ Ὕπανις ποταμὸς ὁρμᾶται μὲν ἐκ τῆς Σκυθικῆς, ῥέει δὲ ἐκ λίμνης μεγάλης τὴν πέριξ νέμονται ἵπποι ἄγριοι λευκοί· καλέεται δὲ ἡ λίμνη αὕτη ὀρθῶς μήτηρ Ὑπάνιος.

52.2. Here, then, the Hypanis rises; for five days' journey its waters are shallow and still sweet; after that for four days' journey seaward it is amazingly bitter, for a spring runs into it so bitter that although its volume is small its admixture taints the Hypanis, one of the few great rivers of the world.

52.2. ἐκ ταύτης ὦν ἀνατέλλων ὁ Ὕπανις ποταμὸς ῥέει ἐπὶ μὲν πέντε ἡμερέων πλόον βραχὺς καὶ γλυκύς ἐστι, ἀπὸ δὲ τούτου πρὸς θαλάσσης τεσσέρων ἡμερέων πλόον πικρὸς δεινῶς·

52.3. This spring is on the border between the farming Scythians and the Alazones; the name of it and of the place where it rises is in Scythian Exampaeus; in the Greek tongue, Sacred Ways.

52.3. ἐκδιδοῖ γὰρ ἐς αὐτὸν κρήνη πικρή, οὕτω δή τι ἐοῦσα πικρή, ἣ μεγάθεϊ σμικρὴ ἐοῦσα κιρνᾷ τὸν Ὕπανιν ἐόντα ποταμὸν ἐν ὀλίγοισι μέγαν. ἔστι δὲ ἡ κρήνη αὕτη ἐν οὔροισι χώρης τῆς τε ἀροτήρων Σκυθέων καὶ Ἀλαζόνων· οὔνομα δὲ τῇ κρήνῃ καὶ ὅθεν ῥέει τῷ χώρῳ σκυθιστὶ μὲν Ἐξαμπαῖος, κατὰ δὲ τὴν Ἑλλήνων γλῶσσαν Ἱραὶ ὁδοί.

52.4. The Tyras and the Hypanis draw near together in the Alazones' country; after that they flow apart, the intervening space growing wider.

52.4. συνάγουσι δὲ τὰ τέρματα ὅ τε Τύρης καὶ ὁ Ὕπανις κατὰ Ἀλαζόνας, τὸ δὲ ἀπὸ τούτου ἀποστρέψας ἑκάτερος ῥέει εὐρύνων τὸ μέσον.

53.1. The fourth is the Borysthenes river. This is the next greatest after the Ister, and the most productive, in our judgment, not only of the Scythian but of all rivers, except the Egyptian Nile, with which no other river can be compared.

53.1. τέταρτος δὲ Βορυσθένης ποταμός, ὃς ἐστί τε μέγιστος μετὰ Ἴστρον τούτων καὶ πολυαρκέστατος κατὰ γνώμας τὰς ἡμετέρας οὔτι μοῦνον τῶν Σκυθικῶν ποταμῶν ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, πλὴν Νείλου τοῦ Αἰγυπτίου· τούτῳ γὰρ οὐκ οἷά τε ἐστὶ συμβαλεῖν ἄλλον ποταμόν·

53.2. But of the rest, the Borysthenes is the most productive; it provides the finest and best-nurturing pasture lands for beasts, and the fish in it are beyond all in their excellence and abundance. Its water is most sweet to drink, flowing with a clear current, whereas the other rivers are turbid. There is excellent soil on its banks, and very rich grass where the land is not planted;

53.2. τῶν δὲ λοιπῶν Βορυσθένης ἐστὶ πολυαρκέστατος, ὃς νομάς τε καλλίστας καὶ εὐκομιδεστάτας κτήνεσι παρέχεται ἰχθύας τε ἀρίστους διακριδὸν καὶ πλείστους, πίνεσθαι τε ἥδιστος ἐστί, ῥέει τε καθαρὸς παρὰ θολεροῖσι, σπόρος τε παρʼ αὐτὸν ἄριστος γίνεται, ποίη τε, τῇ οὐ σπείρεται ἡ χώρη, βαθυτάτη·

53.3. and self-formed crusts of salt abound at its mouth; it provides great spineless fish, called sturgeons, for salting, and many other wonderful things besides.

53.3. ἅλες τε ἐπὶ τῷ στόματι αὐτοῦ αὐτόματοι πήγνυνται ἄπλετοι· κήτεά τε μεγάλα ἀνάκανθα, τὰ ἀντακαίους καλέουσι, παρέχεται ἐς ταρίχευσιν, ἄλλα τε πολλὰ θωμάσαι ἄξια.

53.4. Its course is from the north, and it is known as far as the Gerrhan land; that is, for forty days' voyage; beyond that, no one can say through what nations it flows; but it is plain that it flows through desolate country to the land of the farming Scythians, who live beside it for a ten days' voyage.

53.4. μέχρι μέν νυν Γερρέων χώρου, ἐς τὸν τεσσεράκοντα ἡμερέων πλόος ἐστί, γινώσκεται ῥέων ἀπὸ βορέω ἀνέμου· τὸ δὲ κατύπερθε διʼ ὧν ῥέει ἀνθρώπων οὐδεὶς ἔχει φράσαι· φαίνεται δὲ ῥέων διʼ ἐρήμου ἐς τῶν γεωργῶν Σκυθέων τὴν χώρην· οὗτοι γὰρ οἱ Σκύθαι παρʼ αὐτὸν ἐπὶ δέκα ἡμερέων πλόον νέμονται.

53.5. This is the only river, besides the Nile, whose source I cannot identify; nor, I think, can any Greek. When the Borysthenes comes near the sea, the Hypanis mingles with it, running into the same marsh;

53.5. μούνου δὲ τούτου τοῦ ποταμοῦ καὶ Νείλου οὐκ ἔχω φράσαι τὰς πηγάς, δοκέω δέ, οὐδὲ οὐδεὶς Ἑλλήνων. ἀγχοῦ τε δὴ θαλάσσης ὁ Βορυσθένης ῥέων γίνεται καὶ οἱ συμμίσγεται ὁ Ὕπανις ἐς τὠυτὸ ἕλος ἐκδιδούς.

53.6. the land between these rivers, where the land projects like a ship's beak, is called Hippolaus' promontory; a temple of Demeter stands there. The settlement of the Borystheneïtae is beyond the temple, on the Hypanis.

53.6. τὸ δὲ μεταξὺ τῶν ποταμῶν τούτων, ἐὸν ἔμβολον τῆς χώρης, Ἱππόλεω ἄκρη καλέεται, ἐν δὲ αὐτῷ, ἱρὸν Δήμητρος ἐνίδρυται· πέρην δὲ τοῦ ἱροῦ ἐπὶ τῷ Ὑπάνι Βορυσθενεῗται κατοίκηνται.

54.1. This is the produce of these rivers, and after these there is a fifth river called Panticapas; this also flows from the north out of a lake, and the land between it and the Borysthenes is inhabited by the farming Scythians; it flows into the woodland country, after passing which it mingles with the Borysthenes.

54.1. ταῦτα μὲν τὰ ἀπὸ τούτων τῶν ποταμῶν, μετὰ δὲ τούτους πέμπτος ποταμὸς ἄλλος, τῷ οὔνομα Παντικάπης, ῥέει μὲν καὶ οὗτος ἀπὸ βορέω τε καὶ ἐκ λίμνης, καὶ τὸ μεταξὺ τούτου τε καὶ τοῦ Βορυσθένεος νέμονται οἱ γεωργοὶ Σκύθαι, ἐκδιδοῖ δὲ ἐς τὴν Ὑβλαίην, παραμειψάμενος δὲ ταύτην τῷ Βορυσθένεϊ συμμίσγεται.

55.1. The sixth is the Hypacuris river, which rises from a lake, and flowing through the midst of the nomadic Scythians flows out near the city of Carcine, bordering on its right the Woodland and the region called the Racecourse of Achilles.

55.1. ἕκτος δὲ Ὑπάκυρις ποταμός, ὃς ὁρμᾶται μὲν ἐκ λίμνης, διὰ μέσων δὲ τῶν νομάδων Σκυθέων ῥέων ἐκδιδοῖ κατὰ Καρκινῖτιν πόλιν, ἐς δεξιὴν ἀπέργων τήν τε Ὑλαίην καὶ τὸν Ἀχιλλήιον δρόμον καλεόμενον.

56.1. The seventh river, the Gerrhus, separates from the Borysthenes at about the place which is the end of our knowledge of that river; at this place it separates, and has the same name as the place itself, Gerrhus; then in its course to the sea it divides the country of the Nomads and the country of the Royal Scythians, and empties into the Hypacuris.

56.1. ἕβδομος δὲ Γέρρος ποταμὸς ἀπέσχισται μὲν ἀπὸ τοῦ Βορυσθένεος κατὰ τοῦτο τῆς χώρης ἐς ὃ γινώσκεται ὁ Βορυσθένης· ἀπέσχισται μέν νυν ἐκ τούτου τοῦ χώρου, οὔνομα δὲ ἔχει τό περ ὁ χῶρος αὐτός, Γέρρος, ῥέων δὲ ἐς θάλασσαν οὐρίζει τήν τε τῶν νομάδων χώρην καὶ τὴν τῶν βασιληίων Σκυθέων, ἐκδιδοῖ δὲ ἐς τὸν Ὑπάκυριν.

57.1. The eighth is the Tanaïs river; in its upper course, this begins by flowing out of a great lake, and enters a yet greater lake called the Maeetian, which divides the Royal Scythians from the Sauromatae; another river, called Hyrgis, is a tributary of this Tanaïs.

57.1. ὄγδοος δὲ δὴ Τάναϊς ποταμός, ὃς ῥέει τἀνέκαθεν ἐκ λίμνης μεγάλης ὁρμώμενος, ἐκδιδοῖ δὲ ἐς μέζω ἔτι λίμνην καλεόμενον Μαιῆτιν, ἣ οὐρίζει Σκύθας τε τοὺς βασιληίους καὶ Σαυρομάτας. ἐς δὲ Τάναϊν τοῦτον ἄλλος ποταμὸς ἐσβάλλει τῷ οὔνομα ἐστὶ Ὕργις.

58.1. These are the rivers of note with which the Scythians are provided. For rearing cattle, the grass growing in Scythia is the most productive of bile of all pastures which we know; that this is so can be judged by opening up the bodies of the cattle.

58.1. τοῖσι μὲν δὴ ὀνομαστοῖσι ποταμοῖσι οὕτω δή τι οἱ Σκύθαι ἐσκευάδαται, τοῖσι δὲ κτήνεσι ἡ ποίη ἀναφυομένη ἐν τῇ Σκυθικῆ ἐστι ἐπιχολωτάτη πασέων ποιέων τῶν ἡμεῖς ἴδμεν· ἀνοιγομένοισι δὲ τοῖσι κτήνεσι ἐστὶ σταθμώσασθαι ὅτι τοῦτο οὕτω ἔχει.

59.1. The most important things are thus provided them. It remains now to show the customs which are established among them. The only gods whom they propitiate are these: Hestia in particular, and secondly Zeus and Earth, whom they believe to be the wife of Zeus; after these, Apollo, and the Heavenly Aphrodite, and Heracles, and Ares. All the Scythians worship these as gods; the Scythians called Royal sacrifice to Poseidon also.

59.1. τὰ μὲν δὴ μέγιστα οὕτω σφι εὔπορα ἐστί, τὰ δὲ λοιπὰ νόμαια κατὰ τάδε σφι διακέεται. θεοὺς μὲν μούνους τούσδε ἱλάσκονται, Ἱστίην μὲν μάλιστα, ἐπὶ δὲ Δία καὶ Γῆν, νομίζοντες τὴν Γῆν τοῦ Διὸς εἶναι γυναῖκα, μετὰ δὲ τούτους, Ἀπόλλωνά τε καὶ οὐρανίην Ἀφροδίτην καὶ Ἡρακλέα καὶ Ἄρεα. τούτους μὲν πάντες Σκύθαι νενομίκασι, οἱ δὲ καλεόμενοι βασιλήιοι Σκύθαι καὶ τῷ Ποσειδέωνι θύουσι.

59.2. In the Scythian tongue, Hestia is called Tabiti; Zeus (in my judgment most correctly so called) Papaeus; Earth is Apia; Apollo Goetosyrus; the Heavenly Aphrodite Argimpasa; Poseidon Thagimasadas. It is their practice to make images and altars and shrines for Ares, but for no other god.

59.2. ὀνομάζεται δὲ σκυθιστὶ Ἱστίη μὲν Ταβιτί, Ζεὺς δὲ ὀρθότατα κατὰ γνώμην γε τὴν ἐμὴν καλεόμενος Παπαῖος, Γῆ δὲ Ἀπί. Ἀπόλλων δὲ Γοιτόσυρος, οὐρανίη δὲ Ἀφροδίτη Ἀργίμπασα, Ποσειδέων δὲ Θαγιμασάδας. ἀγάλματα δὲ καὶ βωμοὺς καὶ νηοὺς οὐ νομίζουσι ποιέειν πλὴν Ἄρεϊ. τούτῳ δὲ νομίζουσι.

60.1. In all their sacred rites they follow the same method of sacrifice; this is how it is offered. The victim stands with its forefeet shackled together; the sacrificer stands behind the beast, and throws it down by pulling the end of the rope;

60.1. θυσίη δὲ ἡ αὐτὴ πᾶσι κατέστηκε περὶ πάντα τὰ ἱρὰ ὁμοίως, ἐρδομένη ὧδε· τὸ μὲν ἱρήιον αὐτὸ ἐμπεποδισμένον τοὺς ἐμπροσθίους πόδας ἔστηκε, ὁ δὲ θύων ὄπισθε τοῦ κτήνεος ἑστεὼς σπάσας τὴν ἀρχὴν τοῦ στρόφου καταβάλλει μιν, πίπτοντος δὲ τοῦ ἱρηίου ἐπικαλέει τὸν θεὸν τῷ ἂν θύῃ, καὶ ἔπειτα βρόχῳ περὶ ὦν ἔβαλε τὸν αὐχένα, σκυταλίδα δὲ ἐμβαλὼν περιάγει καὶ ἀποπνίγει, οὔτε πῦρ ἀνακαύσας οὔτε καταρξάμενος οὔτʼ ἐπισπείσας·

60.2. as the victim falls, he invokes whatever god it is to whom he sacrifices. Then, throwing a noose around the beast's neck, he thrusts in a stick and twists it and so strangles the victim, lighting no fire nor offering the first-fruits, nor pouring any libation; and having strangled and skinned the beast, he sets about cooking it. Now as the Scythian land is quite bare of wood, this is how they contrive to cook the meat. When they have skinned the victims, they strip the meat from the bones and throw it into the cauldrons of the country, if they have them: these are most like Lesbian bowls, except that they are much bigger; they throw the meat into these, then, and cook it by lighting a fire beneath with the bones of the victims. But if they have no cauldron, then they put all the meat into the victims' stomachs, adding water, and make a fire of the bones beneath, which burn nicely; the stomachs easily hold the meat when it is stripped from the bones; thus a steer serves to cook itself, and every other victim does likewise.

60.2. ἀποπνίξας δὲ καὶ ἀποδείρας τρέπεται πρὸς ἕψησιν. τῆς δὲ γῆς τῆς Σκυθικῆς αἰνῶς ἀξύλου ἐούσης ὧδε σφι ἐς τὴν ἕψησιν τῶν κρεῶν ἐξεύρηται· ἐπειδὰν ἀποδείρωσι τὰ ἱρήια, γυμνοῦσι τὰ ὀστέα τῶν κρεῶν, ἔπειτα ἐσβάλλουσι, ἢν μὲν τύχωσι ἔχοντες, ἐς λέβητας ἐπιχωρίους, μάλιστα Λεσβίοισι κρητῆρσι προσεικέλους, χωρὶς ἢ ὅτι πολλῷ μέζονας· ἐς τούτους ἐσβάλλοντες ἕψουσι ὑποκαίοντες τὰ ὀστέα τῶν ἱρηίων. ἢν δὲ μή σφι παρῇ ὁ λέβης, οἳ δὲ ἐς τὰς γαστέρας τῶν ἱρηίων ἐσβάλλοντες τὰ κρέα πάντα καὶ παραμίξαντες ὕδωρ ὑποκαίουσι τὰ ὀστέα·

61.2. When the flesh is cooked, the sacrificer takes the first-fruits of the flesh and the entrails and casts them before him. They use all grazing animals for sacrifice, but mainly horses.

61.2. τὰ δὲ αἴθεται κάλλιστα, αἱ δὲ γαστέρες χωρέουσι εὐπετέως τὰ κρέα ἐψιλωμένα τῶν ὀστέων· καὶ οὕτω βοῦς τε ἑωυτὸν ἐξέψει καὶ τἆλλα ἱρήια ἑωυτὸ ἕκαστον. ἐπεὰν δὲ ἑψηθῇ τὰ κρέα, ὁ θύσας τῶν κρεῶν καὶ τῶν σπλάγχνων ἀπαρξάμενος ῥίπτει ἐς τὸ ἔμπροσθε. θύουσι δὲ καὶ τὰ ἄλλα πρόβατα καὶ ἵππους μάλιστα.

62.1. This is their way of sacrificing to other gods and these are the beasts offered; but their sacrifices to Ares are of this sort. Every district in each of the governments has a structure sacred to Ares; namely, a pile of bundles of sticks three eighths of a mile wide and long, but of a lesser height, on the top of which there is a flattened four-sided surface; three of its sides are sheer, but the fourth can be ascended.

62.1. τοῖσι μὲν δὴ ἄλλοισι τῶν θεῶν οὕτω θύουσι καὶ ταῦτα τῶν κτηνέων, τῷ δὲ Ἄρεϊ ὧδε. κατὰ νομοὺς ἑκάστους τῶν ἀρχέων ἐσίδρυται σφι Ἄρεος ἱρὸν· τοιόνδε φρυγάνων φάκελοι συννενέαται ὅσον τʼ ἐπὶ σταδίους τρεῖς μῆκος καὶ εὖρος, ὕψος δὲ ἔλασσον· ἄνω δὲ τούτου τετράγωνον ἄπεδον πεποίηται, καὶ τὰ μὲν τρία τῶν κώλων ἐστὶ ἀπότομα, κατὰ δὲ τὸ ἓν ἐπιβατόν.

62.2. Every year a hundred and fifty wagon-loads of sticks are heaped upon this; for the storms of winter always make it sink down. On this sacred pile an ancient scimitar of iron is set for each people: their image of Ares. They bring yearly sacrifice of sheep and goats and horses to this scimitar, offering to these symbols even more than they do to the other gods.

62.2. ἔτεος δὲ ἑκάστου ἁμάξας πεντήκοντα καὶ ἑκατὸν ἐπινέουσι φρυγάνων· ὑπονοστέει γὰρ δὴ αἰεὶ ὑπὸ τῶν χειμώνων. ἐπὶ τούτου δὴ τοῦ σηκοῦ ἀκινάκης σιδήρεος ἵδρυται ἀρχαῖος ἑκάστοισι, καὶ τοῦτʼ ἐστὶ τοῦ Ἄρεος τὸ ἄγαλμα. τούτῳ δὲ τῷ ἀκινάκῃ θυσίας ἐπετείους προσάγουσι προβάτων καὶ ἵππων, καὶ δὴ καὶ τοῖσιδʼ ἔτι πλέω θύουσι ἢ τοῖσι ἄλλοισι θεοῖσι·

62.3. Of enemies that they take alive, they sacrifice one man in every hundred, not as they sacrifice sheep and goats, but differently. They pour wine on the men's heads and cut their throats over a bowl; then they carry the blood up on to the pile of sticks and pour it on the scimitar.

62.3. ὅσους ἂν τῶν πολεμίων ζωγρήσωσι, ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν ἄνδρα θύουσι τρόπῳ οὐ τῷ αὐτῷ καὶ τὰ πρόβατα, ἀλλʼ ἑτεροίῳ. ἐπεὰν γὰρ οἶνον ἐπισπείσωσι κατὰ τῶν κεφαλέων, ἀποσφάζουσι τοὺς ἀνθρώπους ἐς ἄγγος καὶ ἔπειτα ἀνενείκαντες ἄνω ἐπὶ τὸν ὄγκον τῶν φρυγάνων καταχέουσι τὸ αἷμα τοῦ ἀκινάκεω.

62.4. They carry the blood up above, but down below by the sacred pile they cut off all the slain men's right arms and hands and throw these into the air, and depart when they have sacrificed the rest of the victims; the arm lies where it has fallen, and the body apart from it.

62.4. ἄνω μὲν δὴ φορέουσι τοῦτο, κάτω δὲ παρὰ τὸ ἱρὸν ποιεῦσι τάδε· τῶν ἀποσφαγέντων ἀνδρῶν τοὺς δεξιοὺς ὤμους πάντας ἀποταμόντες σὺν τῇσι χερσὶ ἐς τὸν ἠέρα ἱεῖσι, καὶ ἔπειτα καὶ τὰ ἄλλα ἀπέρξαντες ἱρήια ἀπαλλάσσονται. χεὶρ δὲ τῇ ἂν πέσῃ κέεται, καὶ χωρὶς ὁ νεκρός.

63.1. These then are their established rites of sacrifice; but these Scythians make no offerings of swine; nor are they willing for the most part to rear them in their country.

63.1. θυσίαι μέν νυν αὗταί σφι κατεστᾶσι. ὑσὶ δὲ οὗτοι οὐδὲν νομίζουσι, οὐδὲ τρέφειν ἐν τῇ χώρῃ τὸ παράπαν θέλουσι.

64.1. As to war, these are their customs. A Scythian drinks the blood of the first man whom he has taken down. He carries the heads of all whom he has slain in the battle to his king; for if he brings a head, he receives a share of the booty taken, but not otherwise.

64.1. τὰ δʼ ἐς πόλεμον ἔχοντα ὧδέ σφι διακέαται· ἐπεὰν τὸν πρῶτον ἄνδρα καταβάλῃ ἀνὴρ Σκύθης, τοῦ αἵματος ἐμπίνει, ὅσους δʼ ἂν φονεύσῃ ἐν τῇ μάχῃ, τούτων τὰς κεφαλὰς ἀποφέρει τῷ βασιλέι. ἀπενείκας μὲν γὰρ κεφαλὴν τῆς ληίης μεταλαμβάνει τὴν ἂν λάβωσι, μὴ ἐνείκας δὲ οὔ.

64.2. He scalps the head by making a cut around it by the ears, then grasping the scalp and shaking the head off. Then he scrapes out the flesh with the rib of a steer, and kneads the skin with his hands, and having made it supple he keeps it for a hand towel, fastening it to the bridle of the horse which he himself rides, and taking pride in it; for he who has most scalps for hand towels is judged the best man.

64.2. ἀποδείρει δὲ αὐτὴν τρόπῳ τοιῷδε· περιταμὼν κύκλῳ περὶ τὰ ὦτα καὶ λαβόμενος τῆς κεφαλῆς ἐκσείει, μετὰ δὲ σαρκίσας βοὸς πλευρῇ δέψει τῇσι χερσί, ὀργάσας δὲ αὐτὸ ἅτε χειρόμακτρον ἔκτηται, ἐκ δὲ τῶν χαλινῶν τοῦ ἵππου τὸν αὐτὸς ἐλαύνει, ἐκ τούτου ἐξάπτει καὶ ἀγάλλεται· ὃς γὰρ ἂν πλεῖστα δέρματα χειρόμακτρα ἔχῃ, ἀνὴρ ἄριστος οὗτος κέκριται.

64.3. Many Scythians even make garments to wear out of these scalps, sewing them together like coats of skin. Many too take off the skin, nails and all, from their dead enemies' right hands, and make coverings for their quivers; the human skin was, as it turned out, thick and shining, the brightest and whitest skin of all, one might say.

64.3. πολλοὶ δὲ αὐτῶν ἐκ τῶν ἀποδερμάτων καὶ χλαίνας ἐπείνυσθαι ποιεῦσι, συρράπτοντες κατά περ βαίτας. πολλοὶ δὲ ἀνδρῶν ἐχθρῶν τὰς δεξιὰς χεῖρας νεκρῶν ἐόντων ἀποδείραντες αὐτοῖσι ὄνυξι καλύπτρας τῶν φαρετρέων ποιεῦνται. δέρμα δὲ ἀνθρώπου καὶ παχὺ καὶ λαμπρὸν ἦν ἄρα, σχεδὸν δερμάτων πάντων λαμπρότατον λευκότητι.

64.4. Many flay the skin from the whole body, too, and carry it about on horseback stretched on a wooden frame.

64.4. πολλοὶ δὲ καὶ ὅλους ἄνδρας ἐκδείραντες καὶ διατείναντες ἐπὶ ξύλων ἐπʼ ἵππων περιφέρουσι.

65.1. The heads themselves, not all of them but those of their bitterest enemies, they treat this way. Each saws off all the part beneath the eyebrows, and cleans the rest. If he is a poor man, then he covers the outside with a piece of raw hide, and so makes use of it; but if he is rich, he covers the head with the raw hide, and gilds the inside of it and uses it for a drinking-cup.

65.1. ταῦτα μὲν δὴ οὕτω σφι νενόμισται, αὐτὰς δὲ τὰς κεφαλάς, οὔτι πάντων ἀλλὰ τῶν ἐχθίστων, ποιεῦσι τάδε· ἀποπρίσας ἕκαστος πᾶν τὸ ἔνερθε τῶν ὀφρύων ἐκκαθαίρει· καὶ ἢν μὲν ᾖ πένης, ὁ δὲ ἔξωθεν ὠμοβοέην μούνην περιτείνας οὕτω χρᾶται, ἢν δὲ ᾖ πλούσιος, τὴν μὲν ὠμοβοέην περιτείνει, ἔσωθεν δὲ καταχρυσώσας οὕτω χρᾶται ποτηρίῳ.

65.2. Such a cup a man also makes out of the head of his own kinsman with whom he has been feuding, and whom he has defeated in single combat before the king; and if guests whom he honors visit him he will serve them with these heads, and show how the dead were his kinsfolk who fought him and were beaten by him; this they call manly valor.

65.2. ποιεῦσι δὲ τοῦτο καὶ ἐκ τῶν οἰκηίων ἤν σφι διάφοροι γένωνται καὶ ἢν ἐπικρατήσῃ αὐτοῦ παρὰ τῷ βασιλέι, ξείνων δέ οἱ ἐλθόντων τῶν ἂν λόγον ποιέηται, τὰς κεφαλὰς ταύτας παραφέρει καὶ ἐπιλέγει ὡς οἱ ἐόντες οἰκήιοι πόλεμον προσεθήκαντο καί σφεων αὐτὸς ἐπεκράτησε, ταύτην ἀνδραγαθίην λέγοντες.

66.1. Furthermore, once a year each governor of a province brews a bowl of wine in his own province, which those Scythians who have slain enemies drink; those who have not achieved this do not taste this wine but sit apart dishonored; and this they consider a very great disgrace; but as many as have slain not one but many enemies have two cups apiece and drink out of both.

66.1. ἅπαξ δὲ τοῦ ἐνιαυτοῦ ἑκάστου ὁ νομάρχης ἕκαστος ἐν τῷ ἑωυτοῦ νομῷ κιρνᾷ κρητῆρα οἴνου, ἀπʼ οὗ πίνουσι τῶν Σκυθέων τοῖσι ἂν ἄνδρες πολέμιοι ἀραιρημένοι ἔωσι. τοῖσι δʼ ἂν μὴ κατεργασμένον ᾖ τοῦτο, οὐ γεύονται τοῦ οἴνου τούτου, ἀλλʼ ἠτιμωμένοι ἀποκατέαται· ὄνειδος δέ σφι ἐστὶ μέγιστον τοῦτο. ὅσοι δὲ ἂν αὐτῶν καὶ κάρτα πολλοὺς ἄνδρας ἀραιρηκότες ἔωσι, οὗτοι δὲ σύνδυο κύλικας ἔχοντες πίνουσι ὁμοῦ.

67.1. There are many diviners among the Scythians, who divine by means of many willow wands as I will show. They bring great bundles of wands, which they lay on the ground and unfasten, and utter their divinations as they lay the rods down one by one; and while still speaking, they gather up the rods once more and place them together again;

67.1. μάντιες δὲ Σκυθέων εἰσὶ πολλοί, οἳ μαντεύονται ῥάβδοισι ἰτεΐνῃσι πολλῇσι ὧδε· ἐπεὰν φακέλους ῥάβδων μεγάλους ἐνείκωνται, θέντες χαμαὶ διεξειλίσσουσι αὐτούς, καὶ ἐπὶ μίαν ἑκάστην ῥάβδον τιθέντες θεσπίζουσι, ἅμα τε λέγοντες ταῦτα συνειλέουσι τὰς ῥάβδους ὀπίσω καὶ αὖτις κατὰ μίαν συντιθεῖσι.

67.2. this manner of divination is hereditary among them. The Enarees, who are hermaphrodites, say that Aphrodite gave them the art of divination, which they practise by means of lime-tree bark. They cut this bark into three portions, and prophesy while they braid and unbraid these in their fingers.

67.2. αὕτη μὲν σφι ἡ μαντικὴ πατρωίη ἐστί. οἱ δὲ Ἐνάρεες οἱ ἀνδρόγυνοι τὴν Ἀφροδίτην σφίσι λέγουσι μαντικὴν δοῦναι· φιλύρης δʼ ὦν φλοιῷ μαντεύονται· ἐπεὰν τὴν φιλύρην τρίχα σχίσῃ, διαπλέκων ἐν τοῖσι δακτύλοισι τοῖσι ἑωυτοῦ καὶ διαλύων χρᾷ.

68.1. Whenever the king of the Scythians falls ill, he sends for the three most reputable diviners, who prophesy in the aforesaid way; and they generally tell him that such and such a man (naming whoever it may be of the people) has sworn falsely by the king's hearth;

68.1. ἐπεὰν δὲ βασιλεὺς ὁ Σκυθέων κάμῃ, μεταπέμπεται τῶν μαντίων ἄνδρας τρεῖς τοὺς εὐδοκιμέοντας μάλιστα, οἳ τρόπῳ τῷ εἰρημένῳ μαντεύονται· καὶ λέγουσι οὗτοι ὡς τὸ ἐπίπαν μάλιστα τάδε, ὡς τὰς βασιληίας ἱστίας ἐπιώρκηκε ὃς καὶ ὅς, λέγοντες τῶν ἀστῶν τὸν ἂν δὴ λέγωσι.

68.2. for when the Scythians will swear their mightiest oath, it is by the king's hearth that they are accustomed to swear. Immediately, the man whom they allege to have sworn falsely is seized and brought in, and when he comes the diviners accuse him, saying that their divination shows him to have sworn falsely by the king's hearth, and that this is the cause of the king's sickness; and the man vehemently denies that he has sworn falsely.

68.2. τὰς δὲ βασιληίας ἱστίας νόμος Σκύθῃσι τὰ μάλιστα ἐστὶ ὀμνύναι τότε ἐπεὰν τὸν μέγιστον ὅρκον ἐθέλωσι ὀμνύναι. αὐτίκα δὲ διαλελαμμένος ἄγεται οὗτος τὸν ἂν δὴ φῶσι ἐπιορκῆσαι, ἀπιγμένον δὲ ἐλέγχουσι οἱ μάντιες ὡς ἐπιορκήσας φαίνεται ἐν τῇ μαντικῇ τὰς βασιληίας ἱστίας καὶ διὰ ταῦτα ἀλγέει ὁ βασιλεύς· ὁ δὲ ἀρνέεται, οὐ φάμενος ἐπιορκῆσαι, καὶ δεινολογέεται.

68.3. When he denies it, the king sends for twice as many diviners: and if they too, consulting their art, prove him guilty of perjury, then he is instantly beheaded, and his goods are divided among the first diviners;

68.3. ἀρνεομένου δὲ τούτου ὁ βασιλεὺς μεταπέμπεται ἄλλους διπλησίους μάντιας· καὶ ἢν μὲν καὶ οὗτοι ἐσορῶντες ἐς τὴν μαντικὴν καταδήσωσι ἐπιορκῆσαι, τοῦ δὲ ἰθέως τὴν κεφαλὴν ἀποτάμνουσι, καὶ τὰ χρήματα αὐτοῦ διαλαγχάνουσι οἱ πρῶτοι τῶν μαντίων·

68.4. but if the later diviners acquit him, then other diviners come, and yet again others. If the greater number of them acquit the man, it is decreed that the first diviners themselves be put to death.

68.4. ἢν δὲ οἱ ἐπελθόντες μάντιες ἀπολύσωσι, ἄλλοι πάρεισι μάντιες καὶ μάλα ἄλλοι. ἢν ὦν οἱ πλεῦνες τὸν ἄνθρωπον ἀπολύσωσι, δέδοκται τοῖσι πρώτοισι τῶν μαντίων αὐτοῖσι ἀπόλλυσθαι.

69.1. And this is how they die. Men yoke oxen to a wagon laden with sticks and tie the diviners up in these, fettering their legs and binding their hands behind them and gagging them; then they set fire to the sticks and drive the oxen away, stampeding them.

69.1. ἀπολλῦσι δῆτα αὐτοὺς τρόπῳ τοιῷδε· ἐπεὰν ἅμαξαν φρυγάνων πλήσωσι καὶ ὑποζεύξωσι βοῦς, ἐμποδίσαντες τοὺς μάντιας καὶ χεῖρας ὀπίσω δήσαντες καὶ στομώσαντες κατεργνῦσι ἐς μέσα τὰ φρύγανα. ὑποπρήσαντες δὲ αὐτὰ ἀπιεῖσι φοβήσαντες τοὺς βοῦς.

69.2. Often the oxen are burnt to death with the diviners, and often the yoke-pole of their wagon is burnt through and the oxen escape with a scorching. They burn their diviners for other reasons, too, in the way described, calling them false prophets.

69.2. πολλοὶ μὲν δὴ συγκατακαίονται τοῖσι μάντισι βόες, πολλοὶ δὲ περικεκαυμένοι ἀποφεύγουσι, ἐπεὰν αὐτῶν ὁ ῥυμὸς κατακαυθῇ. κατακαίουσι δὲ τρόπῳ τῷ εἰρημένῳ καὶ διʼ ἄλλας αἰτίας τοὺς μάντιας, ψευδομάντιας καλέοντες.

69.3. When the king puts them to death, he does not leave the sons alive either, but kills all the males of the family; the females he does not harm.

69.3. τοὺς δʼ ἂν ἀποκτείνῃ βασιλεύς, τούτων οὐδὲ τοὺς παῖδας λείπει, ἀλλὰ πάντα τὰ ἔρσενα κτείνει, τὰ δὲ θήλεα οὐκ ἀδικέει.

70.1. As for giving sworn pledges to those who are to receive them, this is the Scythian way: they take blood from the parties to the agreement by making a little cut in the body with an awl or a knife, and pour it mixed with wine into a big earthenware bowl, into which they then dip a scimitar and arrows and an axe and a javelin; and when this is done those swearing the agreement, and the most honorable of their followers, drink the blood after solemn curses.

70.1. ὅρκια δὲ ποιεῦνται Σκύθαι ὧδε πρὸς τοὺς ἂν ποιέωνται· ἐς κύλικα μεγάλην κεραμίνην οἶνον ἐγχέαντες αἷμα συμμίσγουσι τῶν τὸ ὅρκιον ταμνομένων, τύψαντες ὑπέατι ἢ ἐπιταμόντες μαχαίρῃ σμικρὸν τοῦ σώματος, καὶ ἔπειτα ἀποβάψαντες ἐς τὴν κύλικα ἀκινάκην καὶ ὀιστοὺς καὶ σάγαριν καὶ ἀκόντιον· ἐπεὰν δὲ ταῦτα ποιήσωσι, κατεύχονται πολλὰ καὶ ἔπειτα ἀποπίνουσι αὐτοί τε οἱ τὸ ὅρκιον ποιεύμενοι καὶ τῶν ἑπομένων οἱ πλείστου ἄξιοι.